ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακή 28 Ὀκτωβρίου 2018

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Ἡ Θεία Λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΗΣ ΤΟΥ ΠΑΣΧΑ

Δείτε την απόδοση Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Εὐλόγησον, Δέσποτα. Ἱερεὺς

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

6 Ἰουνίου 2019 Τῆς Ἀναλήψεως ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

29 Ἰουνίου Πέτρου ( 64) καὶ Παύλου ( 67) τῶν πρωτοκορυφαίων ἀποστόλων

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Θεό σαν να είναι τέτοιου είδους βιβλία "η σολομωνική" της Εκκλησίας! Ας μη σκανδαλισθούμε με τον χαρακτηρισμό, απλά να σκεφτούμε πώς βλέπουν οι

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ΙΑΝΟΥΑΡΙΟΣ Ζ ΕΣΠΕΡΙΝΟΣ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

ΚΥΡΙΑΚΗ Ε' ΤΩΝ ΝΗΣΤΕΙΩΝ Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. ΚΥΡΙΑΚΗ ΠΛ Α' ΗΧΟΣ

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡ. ΠΕΜΠΤΗΣ ΜΕΤΑ ΤΗΝ ΑΝΑΛΗΨΗ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΖΩΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη

28 Ἰουλίου 2019 Κυριακὴ ς Ματθαίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ ΟΡΘΡΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

7 Ἰουλίου 2019 Κυριακὴ γ Ματθαίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

18 Αὐγούστου 2019 Κυριακή μετὰ τὴν ἑορτὴν ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

ὁ Ἱερεύς: + Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ. 21 Ἰουλίου 2019 Κυριακὴ ε Ματθαίου ἦχος δ ἑωθινόν ε Ἰωάννου ὁσίου καὶ Συμεὼν ὁσίου τοῦ διὰ Χριστὸν σαλοῦ ( 590)

\ Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. να α τω. α α ας και. στο ος α νε.

Ψαλμός ιθ (19) Ψαλμός κ (20) ἡμῶν.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡΑ ΕΝ Τῼ ΟΡΘΡῼ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ

Transcript:

ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ψαλμός 142 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά

σου, ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. ΧΟΡΟΣ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῶ Κυρίω, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῶ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ήχος δ' Ο υψωθείς εν τω Σταυρώ. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰγνατίου τοῦ Θεοφόρου Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. ΑΝΑΓΝΩΣΤΗΣ Ν' Ψαλμός Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ

προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. : Τοῦ Κυρίου δεηθῶμεν. ΧΟΡΟΣ: Κύριε ἐλέησον. Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν. Είτα τα παρόντα Τροπάρια Ήχος πλ. δ'. Νυν επέστη ο καιρός, ο πάντας αγιάζων, και ο δίκαιος ημάς αναμένει Κριτής αλλ επίστρεψον, ψυχή, προς μετάνοιαν, ως η Πόρνη κράζουσα συν δάκρυσι Κύριε, ελέησον με. Νάμασιν επομβρήσας, Χριστέ, πηγήν των ιάσεων, εν τω πανσέπτω ναώ της Παρθένου σήμερον, τω της σης ευλογίας ραντισμώ, φυγαδεύεις τας νόσους των ασθενούντων, ιατρέ των ψυχών και των σωμάτων ημών. Παρθένος έτεκες απειρόγαμε, και Παρθένος έμεινας, Μήτηρ ανύμφευτε, Θεοτόκε, Μαρία Χριστόν τον Θεόν ημών ικέτευε, σωθήναι ημάς. Παναγία Θεοτόκε Παρθένε, των χειρών ημών τα έργα κατεύθυνον, και συγχώρησιν των πταισμάτων ημών αίτησαι, εν τω ψάλλειν ημάς των Αγγέλων τον ύμνον. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Προκείμενον. Ήχος δ', ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος φωτισμός μου καὶ σωτήρ μου. : Πρόσχωμεν. Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. : Σοφία. ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα. : Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ (Ἑβραίους Κεφ. Β', 11-18) Ἀδελφοί, ὅ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες δι ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε» καὶ πάλιν «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ αὐτῷ» καὶ πάλιν «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός». Ἐπεὶ οὖν «τὰ παιδία» κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ «σπέρματος Αβραὰμ» ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. : Εἰρήνη σοι. ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου. ΧΟΡΟΣ: : Ἀλληλούϊα. (γ ) : Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. ΔΙΑΚΟΝΟΣ: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν. ΧΟΡΟΣ Δόξα Σοι, Κύριε, δόξα Σοι. (Ιωάννην Κεφ. ε', 1-4). Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ιησοῦς εἰς Ιεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Εβραῑστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάραττε τὸ ὕδωρ ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ΧΟΡΟΣ: Δόξα Σοι, Κύριε, δόξα Σοι. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση] Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου

πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τῆς πόλεως (Μονῆς κώμης) ταύτης, (τῆς νήσου ταύτης) πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Εν οίκω Υπέρ του οίκου τούτου και των κατοικούντων εν αυτώ του Κυρίου δεηθώμεν. Εν πλοίω Υπέρ του πλοίου τούτου και των συμπλεόντων εν αυτώ του Κυρίου δεηθώμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ καταπεμφθήναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδανού, τοῦ Κυρίου δεηθώμεν. Ὑπὲρ τοῦ δωρηθῆναι αὐτῷ δύναμιν ἰαματικὴν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως διὰ τῆς ὁμοουσίου Τριάδος τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. ΧΟΡΟΣ: Σοὶ Κύριε. Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν. Τοῦ Κυρίου δεηθῶμεν. ΧΟΡΟΣ: Κύριε ἐλέησον. Ο Ιερεύς λέγει την Ευχήν ταύτην Θεέ μεγαλώνυμε, ο ποιῶν θαυμάσια ὧν οὐκ ἔστιν ἀριθμός, ἐλθέ τανῦν καὶ πρὸς τοὺς ἐπικαλουμένους σε δούλους σου, ἐξαπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (εκ γ ). Καὶ δὸς τοῖς μεταλαμβάνουσι καὶ ῥαντιζομένοις ἐξ αὐτοῦ ἀπαλλαγὴν παντὸς κακοῦ στερέωσιν καὶ

καθαρισμὸν οἴκων καὶ ἀπέλασιν πάσης διαβολικῆς ἐνεργείας. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν. Εἰρήνη πᾶσι. ΧΟΡΟΣ Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. ΧΟΡΟΣ Σοὶ Κύριε. Και ο Ιερεύς την ευχην της κεφαλοκλισιας. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν. Καὶ εὐθὺς, λαβών ὁ Ἱερεὺς τὸν τίμιον Σταυρόν, μετὰ βασιλιῶν κλάδων, βαπτίζει εἰς τὸ ὕδωρ ὄρθιον αὐτὸν κατάγων τρὶς καὶ ἀνάγων, ψάλλων τὸ τροπάριον: Ἦχος α'. Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. (εκ γ'). Εἶτα, ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον. Ήχος β'. Τῶν σῶν δωρεῶν, ἀξίους ἡμάς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε. Καὶ ἀσπάζεται ὁ Ἱερεύς τὸν τίμιον Σταυρὸν ὡσαύτως δὲ καὶ ἅπας ὁ λαός, μεταλαμβάνοντες δ ἅμα καὶ ἐκ τοῦ ἁγιάματος. Κατὰ τὸν ὑπὸ τοῦ Ἱερέως ῥαντισμὸν τοῦ λαοῦ ψάλλονται ὑπὸ τοῦ χοροῦ τὰ κλατωθι τροπάρια τῶν ἁγίων Ἀναργύρων καὶ τῆς Θεοτόκου μέχρι ἀπορραντίσεως. Ἦχος δ'. Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς

δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. θεοτοκίον Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Καὶ τὸ Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ ) [καί μετά ἀπό κάθε αἴτηση] Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ (...) καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθήναι τὴν ἁγίαν Ἐκκλησίαν (ἤ τὴν πόλιν) ταύτην, (τὴν νῆσον ταύτην), καὶ πᾶσαν πόλιν και χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθών καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσει πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς. Ἔτι δεόμεθα καὶ ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς. Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσση μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΧΟΡΟΣ: Ἀμήν.

Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι. ΧΟΡΟΣ: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Κύριε ἐλέησον (γ). Πάτερ ἅγιε, εὐλόγησον. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, (τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Δι εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ΧΟΡΟΣ: Ἀμήν.