1 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Σχετικά έγγραφα
1 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

1 ΙΑΝΟΥΑΡΙΟΥ 2018 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ὁ β χορὸς Στίχ.γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

31 ΜΑΡΤΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Γ ΝΗΣΤΕΙΩΝ ( ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

2 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

ε ε λε η σον Κυ ρι ε ε ε

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

15 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

22 ΑΠΡΙΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

13 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Γ ΝΗΣΤΕΙΩΝ ( ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ )

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Transcript:

1 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ καί µνήµη τοῦ ἐν Αγίοις Πατρός ἡµῶν Βασιλείου τοῦ Μεγάλου, Αρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. Ἑωθινὸν Ϛ Ἦχος γ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. ὁ β χορὸς Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπολυτίκιον. Ἦχος γ Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡµᾶς, καὶ παρέσχε τῷ κόσµῳ τὸ µέγα ἔλεος. Δόξα Πατρί...ἦχος α Ἀπολυτίκιον τοῦ Ἁγίου Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαµένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογµάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσµησας, Βασίλειον Ἱεράτευµα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. Καὶ νῦν... ὁ αὐτὸς τῆς Ἑορτῆς 1

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε καὶ Νόµον ἐκπληρῶν, περιτοµήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυµµα τῶν παθῶν ἡµῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος γ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιµηµένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δηµιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡµῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Δόξα Πατρί...Ἦχος α Τὸν τάφον σου Σωτὴρ Βασίλειε σοφέ, παρεστὼς τῇ Τριάδι, Ἱκέτευε λαβεῖν, ἐν ἡµέρᾳ τῆς δίκης, ἡµᾶς τοὺς ὑµνοῦντάς σε, καὶ τιµῶντας τὴν µνήµην σου, χάριν ἔλεος, καὶ ἱλασµὸν τῶν πταισµάτων, ὅπως στόµατι, δοξάζωµεν καὶ καρδίᾳ, τὸν µόνον φιλάνθρωπον. Καὶ νῦν...τῆς Ἑορτῆς, ὅµοιον Ὁ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσµου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύµατι ἄνω, ὡς βρέφος περιτέµνεται, ἐπὶ γῆς ὀκταήµερος. Ὄντως θεῖά τε, καὶ θαυµαστά σου τὰ ἔργα! σὺ γὰρ Δέσποτα, ὑπὲρ ἡµῶν περιτέµνῃ, ὡς ὢν Νόµου πλήρωµα. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα Ἦχος γ Τὴν ὡραιότητα τῆς παρθενίας σου Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέµω τὴν τοῦ σώµατος, µὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, µυστικῶς πολεµοῦντά µε, διὸ καὶ οὓς κατέχω κραυγάζουσι, Δόξα Χριστὲ τῇ Ἀναστάσει σου. Κάθισµα τοῦ Ἁγίου Δόξα Πατρί... Ἦχος πλ.δ Τὴν Σοφίαν καὶ Λόγον 2

Τῆς ἀῤῥήτου σοφίας θεοπρεπῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν µυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάµατα, τῶν µὲν πιστῶν τὰς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγµατα, ἀξίως βυθίζοντα. Ὅθεν δι' ἀµφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρµαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν µνήµην σου. Καὶ νῦν... τῆς Ἑορτῆς Ἦχος δ' Ἐπεφάνης σήµερον Ὡς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δέσποτα, µορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετµήθης δωρούµενος, ἀνθρώποις πᾶσι, τὸ µέγα σου ἔλεος. Μετὰ τὸν Πολυέλεον, τοῦ Ἁγίου. Ἦχος πλ. δ' - Τὴν Σοφίαν καὶ Λογον Τῇ δυνάµει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τὰς αἱρέσεις τὰς ζοφεράς, πάντα τὰ φρυάγµατα, τοῦ Ἀρείου ἐβύθισας, τοῖς γὰρ βροτοῖς τὸ Πνεῦµα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήµατα, Νεστορίου κατήργησας, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν µνήµην σου. Δόξα Πατρὶ... ὅµοιον Ἡ τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογµάτων τὸ ὕψος τὸ µυστικόν, θείας ἡµῖν γέγονεν, ἀναβάσεως κλῖµαξ, πνευµατικὴν γὰρ Πάτερ, κτησάµενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγµατα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, µισθοὺς τῶν ἀγώνων σου, κοµισάµενος' Ὅσιε Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν µνήµην σου. Καὶ νῦν... Θεοτοκίον, ὅµοιον Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου µήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάµωµε, διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγοµεν, ἱλασµὸν πταισµάτων, αἰτούµενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσµοκράτορος, διὰ τοῦτο βοῶµέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει......τὸν πανάγιον τόκον σου. Τὰ ἀναστάσιµα εὐλογητάρια. 3

Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραµον, πρὸς τὸ µνῆµά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, µὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Μυροφόροι γυναῖκες, µετὰ µύρων ἐλθοῦσαι, πρὸς τὸ µνῆµά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγοµένου. Τί µετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ µνήµατος. Δόξα Πατρὶ... Τριαδικὸν Προσκυνοῦµεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦµα, τὴν Ἁγίαν Τριάδα, ἐν µιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείµ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰµ ἁµαρτίας, χαρµονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... 4

Ἡ Ὑπακοὴ Ἦχος γ Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήµασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς µυροφόροις ἔλεγε. Τὸν ζῶντα τὶ ζητεῖτε ἐν µνήµατι; ἠγέρθη κενώσας τὰ µνήµατα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Τὴν αἰχµαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀµὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε. Ἐν τῷ νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. Ἀντίφωνον Β Ἐὰν µὴ Κύριος οἰκοδοµήσῃ οἶκον τῶν ἀρετῶν, µάτην κοπιῶµεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡµῶν πορθεῖται τὴν πόλιν. Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύµατι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωµεν. Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ. Ἀντίφωνον Γ Οἱ φοβούµενοι τὸν Κύριον, µακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιµενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει, σὺν Πατρὶ γάρ... 5

... ἀνυµνεῖται καὶ τῷ Λόγῳ. Προκείµενον Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσµα καινόν. Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουµένην...... ἥτις οὐ σαλευθήσεται. Κοντάκιον Ἦχος δ' - Ἐπεφάνης σήµερον Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέµων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγµασιν, οὐρανοφάντορ Βασίλειε Ὅσιε. Ὁ Οἶκος Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόµα τῆς σοφίας, καὶ βάσις τῶν δογµάτων, Βασίλειος ὁ µέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶµεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερµῶς ἐνατενίζοντες, τοῖς θαύµασι τοῖς τούτου τερπόµενοι, καὶ ὥσπερ λαµπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶµεν τῷ τοῦ βίου καθαρτικῷ πνεύµατι, µιµούµενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι' ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ, πρὸς ὃν βοῶντες ὑµνοῦµεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε. Σ υ ν α ξ ά ρ ι ο ν Μήν Ἰανουάριος ἔχων ἡµέρας λα ( τριάκοντα µίαν). Ἡ ἡµέρα ἔχει ὥρας ι (δέκα), καὶ ἡ νὺξ ὥρας ιδ (δεκατέσσαρες). Τῇ Α τοῦ αὐτοῦ µηνὸς ἑορτάζοµεν τὴν κατὰ σάρκα Περιτοµὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ ἐν ἁγίοις Πατρὸς ἡµῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου. Τῇ αὐτῇ ἡµέρᾳ, ὃ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειοῦται. Στίχοι Ὁ Θεόδοτος, Οὐκ ἀνέξοµαι, λέγει, 6

Τῇ αὐτῇ ἡµέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α' ἦχος β Βυθοῦ ἀνεκάλυψε πυθµένα καὶ διὰ ξηρὰς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέµοις Κύριος, ὅτι δεδόξασται. ὁ β χορὸς Ἰαµβικὸς Στίβει θαλάσσης, κυµατούµενον σάλον, Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγµένον, Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώµῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. ᾠδὴ γ' Ἰσχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡµῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, µολεῖ δὲ πρὸς τὸ Βάπτισµα, διὸ πιστοὶ βοήσωµεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε. Ἰαµβικὸς Ὅσοι παλαιῶν ἐκλελύµεθα βρόχων, Βορῶν λεόντων συντεθλασµένων µύλας, Ἀγαλλιῶµεν, καὶ πλατύνωµεν στόµα, Λόγῳ πλέκοντες ἐκ λόγων µελῳδίαν, Ὢ τῶν πρὸς ἡµᾶς......ἥδεται δωρηµάτων. ᾠδὴ δ' Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήµῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ µαρτυρούµενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύµατος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναµις. Ἰαµβικὸς Πυρσῷ καθαρθεὶς µυστικῆς θεωρίας, Ὑµνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, 7

Ῥήγνυσι γῆρυν, Πνεύµατι κροτουµένην, Σάρκωσιν ἐµφαίνουσαν ἀῤῥήτου Λόγου, Ὢ τῶν δυναστῶν......τὰ κράτη συνετρίβη. ᾠδὴ ε' Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριµα ἥκει, Ἀδὰµ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς µὴ δεόµενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται. Ἰαµβικὸς Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωµένου, Ἰὸν καθάρσει Πνεύµατος λελουµένοι, Νέαν προσωρµίσθηµεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυµηδίαν, Μόνοις προσιτήν......οἷς Θεὸς κατηλλάγη. ᾠδὴ Ϛ Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδροµος, ἐν τῇ ἐρήµῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσµον λυτρούµενος. Ἰαµβικὸς Ἱµερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο, Ναί φησιν οὗτος, συµφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ µου ζῶν,......καὶ βροτὸς προµηθείᾳ. ᾠδὴ ζ' Νέους εὐσεβεῖς, καµίνῳ πυρὸς προσοµιλήσαντας, διασυρίζον πνεῦµα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόµενοι, εὐχαρίστως ἀνέµελπον. Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 8

Ἰαµβικὸς Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καµίνου τὴν µετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁµαρτίας, Ὅλην πλύνει δέ......τῇ τοῦ Πνεύµατος δρόσῳ. ᾠδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάµινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔµελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόµενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ἰαµβικὸς Ἐλευθέρα µὲν ἡ κτίσις γνωρίζεται, Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισµένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον, Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. ὁ α χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... ὁ α χορὸς Ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ β χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. 9

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ Ϛ ( Λουκ. κδ, 36-53) Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς... Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς εἰς ἦχον β Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ παντὸς. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. 10

Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµα σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου, ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους, καὶ ἐλέησόν µε ὁ Θεός. Δόξα Πατρὶ... Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. ὁ β χορὸς Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡµῖν, τὴν αἰώνιον ζωὴν καὶ µέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτός... ᾠδὴ θ' 11

Ἦχος β Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν, τῶν ἄνω στρατευµάτων. Ὁ Εἱρµὸς Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωµατικῶς ἡµῖν ἐπιδηµήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωµατώσασα, εὐλογηµένη Πάναγνε, σὲ Θεοτόκε µεγαλύνοµεν. ὁ β χορὸς Μεγάλυνον ψυχή µου, τὸν κατὰ τὸν Νόµον, σαρκὶ περιτµηθέντα. Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράµµα τὸ νοµικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέµνεται, καὶ πληρωτὴς τοῦ Νόµου δείκνυται. Μεγάλυνον ψυχή µου, τὸν ἐν τῇ ὀγδόῃ, περιτοµὴν λαβόντα. Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράµµα τὸ νοµικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέµνεται, καὶ πληρωτὴς τοῦ Νόµου δείκνυται. ὁ β χορὸς Σήµερον ὁ Δεσπότης, σαρκὶ περιετµήθη, καὶ Ἰησοῦς ἐκλήθη. Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνοµαστήρια, ἐν ἁγιότητι πανηγυρίσωµεν Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήµερον, σὺν τούτοις καὶ τὴν µνήµην δέ, τοῦ Ἱεράρχου µεγαλύνωµεν. Ἕτερα εἰς τὸν Κανόνα τοῦ Ἁγίου, ὁ αὐτὸς Μεγάλυνον ψυχή µου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν. Τοῦ Ἀρχιποίµενος ὡς πρόβατον, πιστὸν Χριστοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας, τῷ τυράννῳ γὰρ τὴν σαὐτοῦ, ψυχὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄριστα, τῆς Ἐκκλησίας παµµακάριστε. ὁ β χορὸς Μεγάλυνον ψυχή µου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν. Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστηµα, ὑπὸ τῆς σῆς κοσµούµενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐµβροντηθείς, καταπέπτωκε τύραννος, τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύµατος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε. Δόξα Πατρί... Μεγάλυνον ψυχή µου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος. Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε, τῆς Θεοτόκου µύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας. ὁ β χορὸς Καὶ νῦν... 12

Μεγάλυνον ψυχή µου, τὴν λυτρωσαµένην, ἡµᾶς ἐκ τῆς κατάρας. Θεοτοκίον Ὁ τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων µόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόµενος, ἐκ Βηθλεὲµ ἐπείγεται, πρός Ἰορδάνην βαπτισθῆναι σαρκί. Καταβασία Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν, τῶν ἄνω στρατευµάτων. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφηµεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσµιος, ὑµνεῖν σε Θεοτόκε, ὅµως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡµῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ µεγαλύνοµεν. ὁ β χορὸς Μεγάλυνον ψυχή µου, τὴν λυτρωσαµένην, ἡµᾶς ἐκ τῆς κατάρας. Ἰαµβικὸς Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυµάτων! Νύµφη πάναγνε, Μῆτερ εὐλογηµένη, Δι' ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦµεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕµνον εὐχαριστίας. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιός ἐστι. Ἐξαποστειλάριον Ϛ Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἀναστὰς ἐκ τοῦ µνήµατος, βρώσεως συµµετέσχες, καὶ µέσον στὰς ἐδίδασκες, µετάνοιαν κηρύσσειν εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέµπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει. Τοῦ Ἁγίου 13

ἦχος γ Ἐν Πνεύµατι τῷ Ἱερῷ Φιλοσοφίας ἔρωτι, περιέτεµες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυµµα, καὶ τῷ κόσµῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύµασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θεόφρον, τῆς Τριάδος ὁ λάτρις, ὢ Βασίλειε σοφέ, καὶ µύστης τῆς Θεοτόκου. Τῆς Ἑορτῆς, ὅµοιον Τὴν σάρκα περιτέµνεται, ὁ τὸν Νόµον πληρώσας, ὡς βρέφος ὀκταήµερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι, ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν......καὶ τῇ ῥοπῇ διεξάγων. ΑΙΝΟΙ Ἦχος γ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ µυστηρίου τὴν δύναµιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡµῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡµᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῷσαι τὰ σύµπαντα. Αὐτὸν προσκυνήσωµεν. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως αὐτοῦ. Διηγήσαντο πάντα τὰ θαυµάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς µαταιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόµιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσµος δοξάζει. Ἐλέησον ἡµᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ µνῆµα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήµενον, τοῖς ἱµατίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα 14

µετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόµεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῶ γένει τῶν ἀνθρώπων δωρούµενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν µόνον ἀναµάρτητον Ἐλέησον ἡµᾶς. Στιχηρὰ προσόµοια τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου Ἦχος πλ. α Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Χαίροις ἀσκητικῶν Φέρει περιτοµὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τοµῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ µένων τῇ Θεότητι, διὸ κατὰ Νόµον, ὁ ὑπὲρ Νόµον γενόµενος, κατάρας Νόµου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφηµοῦντες ὑµνοῦµεν, καὶ εὐχαρίστως δοξάζοµεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡµῶν δοθῆναι, τὸ µέγα ἔλεος. Στίχ. Στόµα δικαίου µελετήσει σοφίαν καί ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὅλος Ἱερωµένος Θεῷ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείµενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαµπρῶς ἐξηγούµενος, καὶ σοφῶς διηγούµενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούµενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεοῤῥήµονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττοµεν, Χριστὸν ἀνυµνοῦντες, τὸν παρέχοντα τῷ κόσµῳ, τὸ µέγα ἔλεος. Δόξα Πατρί... Ἦχος πλ. β Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιµήν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁµοούσιον, ἐν µιᾷ Θεότητι. Καὶ νῦν... τῆς Ἑορτῆς Ἦχος πλ. δ Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἑβδελύξατο σαρκὸς τὴν περιτοµήν, ὁ ὀκταήµερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωµεν. Σὺ εἶ ὁ Θεὸς ἡµῶν, ἐλέησον ἡµᾶς. Δοξολογία Μεγάλη 15

εἰς ἦχον πλ.β ἢ πλ.δ ( Ἀργή ἢ σύντοµος. Ἐν ᾗ περιπτώσει ψαλῇ ἀργή, συνιστᾶται ἡ τοῦ Γρηγορίου Πρωτοψάλτου εἰς ἦχον πλ.δ χρωµατικόν, ποταµὶς ἢ σουζινάκ.) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. 16

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιµον Τροπάριον Ἦχος πλ.δ Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡµῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ παρόντα ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχoς β. Στίχ. α'. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. 17

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡµᾶς. Στίχ. β'. Ψάλατε δὴ τῷ ὀνόµατι αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ'. Διηγήσασθε πάντα τὰ θαυµάσια αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... ἀµφότεροι οἱ χοροὶ ὁµοῦ Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Στίχ. α'. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ. Σῶσον ἡµᾶς Υἵέ Θεοῦ, ὁ σαρκὶ περιτµηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. β'. ᾌσατε τῷ Κυρίῳ ψάλατε τῷ ὀνόµατι αὐτοῦ. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτµηθείς... Στίχ. γ'. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτµηθείς... Στίχ. δ'. Ὁ Θεὸς ἡµῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτµηθείς... Δόξα Πατρί... Καὶ νῦν καὶ ἀεὶ... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. 18

Ἀντίφωνον Γ' Ἦχος α Στίχ. α'. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσοµαι. Ἀπολυτίκιον τῆς Ἑορτῆς Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε, καὶ Νόµον ἐκπληρῶν, περιτοµήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυµµα τῶν παθῶν ἡµῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Μικρὰ Εἴσοδος. Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον. Ἦχος γ Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡµᾶς, καὶ παρέσχε τῷ κόσµῳ τὸ µέγα ἔλεος. ὁ β χορὸς Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α' Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε, καὶ Νόµον ἐκπληρῶν, περιτοµήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυµµα τῶν παθῶν ἡµῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α' Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαµένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογµάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσµησας, Βασίλειον Ἱεράτευµα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. Τοῦ Ναοῦ Κοντάκιον Ἡ Παρθένος σήµερον Ἦχος γ' Ὁ τῶν ὅλων Κύριος, περιτοµὴν ὑποµένει, καὶ βροτῶν τὰ πταίσµατα, ὡς ἀγαθὸς περιτέµνει, δίδωσι τὴν σωτηρίαν σήµερον κόσµῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος µύστης Χριστοῦ Βασίλειος. 19

Τρισάγιον. Απόστολος Τῆς ἡµέρας (Κολ. β 8-12). Προκείµενον ἦχος α Τὸ στόµα µου λαλήσει σοφίαν καὶ καὶ ἡ µελέτη τῆς καρδίας µου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη. Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. Ἀδελφοί, βλέπετε µή τις ὑµᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσµου καὶ οὐ κατὰ Χριστόν ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωµα τῆς θεότητος σωµατικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωµένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετµήθητε περιτοµῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώµατος τῶν ἁµαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτοµῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτισµῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λουκ. β 20-21, 40-52). Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιµένες δοξάζοντες καὶ... Δόξα Σοι Κύριε, δόξα Σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου Εἰς τό, Ἐξαιρέτως τὸ Μέγα Μεγαλυνάριον Ἐµµελής ἀπαγγελία εἰς τὸ κλιτὸν Ἐπὶ σοὶ χαίρει, Κεχαριτωµένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστηµα, καὶ ἀνθρώπων τὸ γένος ἡγιασµένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχηµα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡµῶν. Ἦχος α ἐκ τοῦ Κε. Τὴν γὰρ σὴν µήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωµένη, πᾶσα ἡ κτίσις, δόξα σοι. Εἰς τά Δίπτυχα Τό Μεγαλυνάριον Ηχος β. 20

Τόν οὐρανοφάντορα τοῦ Χριστοῦ, µύστην τοῦ Δεσπότου, τόν φωστῆρα τόν φαεινόν, τόν ἐκ Καισαρείας, καί Καππαδόκων χώρας, Βασίλειον τόν µέγαν, πάντες τιµήσωµεν. Κοινωνικόν ἦχος γ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Αντί τοῦ «Εἴδοµεν τό φῶς». Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α' Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε, καὶ Νόµον ἐκπληρῶν, περιτοµήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυµµα τῶν παθῶν ἡµῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Σήµερον µόνον ἀναγινώσκεται ἡ ὀπισθάµβωνος εὐχή τῆς Λειτουργίας τοῦ Μ. Βασιλείου «Ο θυσίαν αἰνέσεως...». ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (τρίς). Ἀπόλυσις «Ο ἐν τῇ ὀγδόῃ ἡµέρᾳ σαρκί περιτµηθῆναι καταδεξάµενος διά τήν ἡµῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν...». 21