ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Αγιολογία - Εορτολογία

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΡΟΔΟΥ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ἦχος πλ. β. Αἱ Ἀγγελικαί.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εἰκόσι Κόσμος ὁ σύμπας εὐφραίνου Πρὸς τὸ πρωτοτύπον φέρει...

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΥΓΟΥΣΤΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ»

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΣΚΙΑΔΕΝΗΣ Ρόδου Ψαλλομένη τῇ 8 η Σεπτεμβρίου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

1 1 παυλος και σιλουανος και τιμοθεος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι. Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου. Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Οὗ ἡ Μνήμη τῇ ΚΖ Ἰουνίου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ηχος α. Πανεύφημοι Μάρτυρες.

Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἀκολουθία Ἁγίων Ἰσαποστόλων ΚΥΡΙΛΛΟΥ καί ΜΕΘΟΔΙΟΥ

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Οι Άγιοι της Θεσσαλονίκης.

Ἀναγνωστικό Κατήχησης

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΑΥΓΟΥΣΤΟΥ η ΚΥΡΙΑΚΗ ΜΗΝΟΣ. ΤΩΝ ΕΝ ΣΑΜΩ ΑΓΙΩΝ ΑΚΟΛΟΥΘΙΑ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

Ἀκολουθία ἁγ. ΑΘΑΝΑΣΙΟΥ τοῦ Πατελάρου

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Ἀκολουθία Εὐρέσεως Παν. ΤΣΑΜΠΙΚΑΣ Ψαλλομένη τῇ Κυριακῇ τῆς Σταυροπροσκυνήσεως

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Εορτάστηκε η μνήμη του Οσίου Χριστοδούλου του εν Πάτμω στην Ιερά Μονή Αγίων Πάντων Βεργίνης

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Ἀκολουθία Ἱερομάρτυρος ΚΥΡΙΛΛΟΥ

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

Transcript:

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ Ψαλλομένη τῇ Δ Κυριακῇ τῶν Νηστειῶν Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τῶν εὐσεβῶν αἱ χορεῖαι, δεῦτε τιμήσωμεν, τὴν θαυμαστὴν χορείαν, τῶν ἐν Ῥόδῳ Ἁγίων οὗτοι γὰρ ἐν κόσμῳ δι ἀρετῆς, θεαρέστως βιώσαντες, τοῦ Παραδείσου ἀγάλλονται ἐν σκηναῖς, καὶ πρεσβεύουσι σωθῆναι ἡμᾶς. Τοὺς Ἀποστόλους τοῦ Λόγου, Παῦλον τὸν ἔνδοξον, καὶ Σίλαν δεῦτε πάντες, ἐπαινέσωμεν ὕμνοις ἐνταῦθα γὰρ ἐλθόντες οὗτοι Χριστόν, τὸν Σωτῆρα ἐκήρυξαν, καὶ τῶν Ῥοδίων ἐσφράγισαν τὸν λαόν, τῷ σημείῳ τοῦ τιμίου Σταυροῦ. [1]

Τὸν Κωνσταντῖνον συμφώνως, καὶ τὸν Φανούριον, Μελέτιον, Νικήταν, τὸν στεῤῥὸν Μαλαχίαν, Εὐθύμιον τὸν θεῖον καὶ τὸν κλεινὸν, μακαρίσωμεν Κύριλλον ὡς παῤῥησίαν γὰρ ἔχοντες πρὸς Θεόν, ἱκετεύουσι σωθῆναι ἡμᾶς. Τὸν Θεοδόσιον πάντες, καὶ τὸν Εὐφρόσυνον, Ἑλλάνικον τὸν θεῖον, καὶ Ἰσίδωρον ἅμα, Κλήμεντα ἐν ὕμνοις, καὶ τὸν σοφόν, Ἀγαθάγγελον μέλψωμεν ἐν οὐρανοῖς γὰρ παρίστανται τῷ Χριστῷ, καὶ πρεσβεύουσι σωθῆναι ἡμᾶς. Δόξα. Ἦχος β. Τῆς ἀποστολικῆς τοῦ Παύλου φυτείας, τὰ ἀμάραντα κλήματα, τοὺς ἐν Ῥόδῳ Ἁγίους, οἱ εὐσεβεῖς ἀνυμνήσωμεν, βοῶντες πρὸς αὐτούς Ὡς παῤῥησίαν ἔχοντες πρὸς Χριστόν, ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τὸ δογματικὸν τοῦ τυχόντος ἤχου ἐκ τῆς Ὀκτωήχου. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν συμφώνως, Ἁγίους τοὺς ἐν Ῥόδῳ, αὐτῶν ἐπιτελοῦντες, τὴν ἑορτὴν ἐν ᾄσμασι. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Χόρευε εὐσεβῶς, ἡ Ῥόδος ἐν Κυρίῳ, ὅτι τοῦ θείου Παύλου, τῇ διδαχῇ ἐῤῥύσθης, εἰδώλων ματαιότητος. [2]

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Α γιοι τοῦ Θεοῦ, τῆς Ῥόδου οἱ προστάται, πρεσβεύετε Κυρίῳ, δοθῆναι ἡμῖν πᾶσι, παραπτωμάτων ἄφεσιν. Δόξα. Τριαδικόν. Δόξα σοι ὦ Τριάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ μία Θεαρχία, ὁ θαυμαστὸς ὑπάρχων, Θεὸς ἐν τοῖς Ἁγίοις σου. Καὶ νῦν. Θεοτοκίον. Χαίροις Μῆτερ Ἁγνή, Φιλέρημε Κυρία, Εὐλογημένη Κόρη μὴ παύσῃ οὖν φρουροῦσα, καὶ σκέπουσα τὴν νῆσόν σου. Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. ι καὶ ψάλλομεν Ἀναστάσιμα Στιχηρὰ δ, τοῦ Ὁσίου Ἰωάννου τῆς Κλίμακος β καὶ τῶν Ἁγίων δ. Ἦχος δ. Ὁ ἐξ Ὑψίστου. Σήμερον Ῥόδος χορεύει ἡ ὀλβία, καὶ αἶνον προσᾴδουσα τῷ ἐν Τριάδι Θεῷ, τοὺς ἐν αὐτῇ διαλάμψαντας, ἁγιωσύνης, τῇ φωταυγείᾳ τιμᾷ ἑόρτια. Οὗτοι γὰρ πληρώσαντες, τὸ θεῖον θέλημα, καὶ τοὺς καρποὺς ἐκβλαστήσαντες, τῆς εὐσεβείας, τῆς αἰωνίου ζωῆς ἐπέτυχον, Χριστῷ ἐν δόξῃ παριστάμενοι, καὶ [3]

αὐτῷ παῤῥησίᾳ πρεσβεύοντες, ὡς Θεὸς δωρηθῆναι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. Ὁ θεοκῆρυξ Ἐθνῶν Παῦλος ὁ μέγας, ἐν Ῥόδῳ γενόμενος πνευματοφθόγγῳ φωνῇ, τοῖς ἐν τῷ σκότει καθεύδουσι, τῆς ἀσεβείας, τῆς εὐσεβείας τὸ φῶς ἀνέτειλε, καὶ λόγῳ τῆς πίστεως, εἰδώλων ξόανα, κατεδαφίσας ἐνίδρυσε, Σταυροῦ ἐν ταύτῃ, τοῦ ζωηφόρου τὸ θεῖον τρόπαιον. Ὅθεν αὐτὸν ἀνευφημήσωμεν, οἱ πιστοὶ γηθοσύνως ἐν ᾄσμασι τῷ Θεῷ γὰρ πρεσβεύει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ο Κωνσταντῖνος ὁ Ῥόδου πολιοῦχος, Νικήτας ὁ ἔνδοξος, ὁ τῆς Νισύρου βλαστός, καὶ Μαλαχίας ὁ κράτιστος, Ὁσιομάρτυς, τῆς Λίνδου γόνος ὁ εὐκλεέστατος, μεθ ὧν ὁ μεγάλαθλος, Μάρτυς Φανούριος, σὺν Εὐθυμίῳ τιμάσθωσαν, καὶ τῷ Κυρίλλῳ, ὅτι στεφάνους δόξης δεξάμενοι, ἐν οὐρανοῖς Χριστῷ παρίστανται, σὺν Μαρτύρων ἐνδόξων τοῖς τάγμασιν, ἐκτενῶς δυσωποῦντες, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Σὺν Ἰσιδώρῳ Ἑλλάνικον τὸν θεῖον, Εὐφρόσυνον μέλψωμεν καὶ Θεοδόσιον, ὅτι Ῥοδίων ἐποίμαναν, καλῶς τὴν ποίμνην, καὶ ἐν Συνόδων μέσῳ διέπρεψαν σὺν τούτοις δὲ Κλήμεντα, καὶ Ἀγαθάγγελον, τοὺς καὶ ἐν Ῥόδῳ ἐκλάμψαντας, τοῦ μαρτυρίου, τοῖς ἀγωνίσμασιν εὐφημήσωμεν μεθ ὧν Μελέτιον τιμήσωμεν, Ὑψενῆς τῆς Μονῆς τὸν δομήτορα τὸν Χριστὸν γὰρ ἀπαύστως, ἱκετεύουσι σωθῆναι ἡμᾶς. Δόξα. Ἦχος πλ. β. [4]

Σήμερον ἡ Ῥόδος πανηγυρίζει εὐσεβῶς, τῶν ἐν αὐτῇ διαλαμψάντων Ἁγίων, τὴν φωτοφόρον μνήμην ἐπιτελοῦσα, καὶ κροτεῖ ἑόρτια, βοῶσα πρὸς αὐτούς Χαίρετε οἱ τοῦ Κυρίου θεράποντες, οἱ εὐαγγελικῶς ἐπὶ γῆς πολιτευσάμενοι, καὶ ἀρετῶν ἀναβάντες εἰς ἀκρώρειαν χαίρετε οἱ τῆς εὐσεβείας βλαστοί, οἱ Παρακλήτου τῇ χάριτι γεωργηθέντες, καὶ θεώσεως τὰς δωρεὰς ἀνθοφορήσαντες χαίρετε οἱ τῆς πίστεως μυσταγωγοί, καὶ ὁδηγοὶ τῶν πιστῶν, καὶ προπύργια ἀπόρθητα. Παῤῥησίαν οὖν ἔχοντες πρὸς Θεόν, τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην αἰτεῖσθε, καὶ ταῖς ψυχαῖς τῶν πιστῶν τὸ μέγα ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Τοῦ τυχόντος ἤχου ἐκ τῆς Ὀκτωήχου. Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ [5]

ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε 15) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ [6]

ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ 7) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακίᾳ ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανίᾳ γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α. Εὐφραίνου ἐν Κυρίῳ, ἡ περίφημος Ῥόδος, ἀγάλλου καὶ χόρευε, τῶν ἐν σοὶ διαλαμψάντων Ἁγίων, τὴν μνήμην σήμερον ἑορτάζουσα. Οὗτοι γὰρ οἱ μακάριοι, τὴν πίστιν τηρήσαντες, καὶ Εὐαγγελίου τὰ λόγια πληρώσαντες, τῆς ἀθανάτου ζωῆς κατηξιώθησαν, Χριστῷ ἐν οὐρανοῖς παριστάμενοι, καὶ [7]

πρεσβεύοντες ἐκτενῶς, ὑπὲρ τῶν εὐσεβῶς ἀναβοώντων Ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου Θεός, Τριὰς Ἁγία δόξα σοι. Ἦχος β. Ε ορτὴ χαρμόσυνος, καὶ ἔαρ πανευφρόσυνον, σήμερον τῇ Ῥόδῳ ἀνέτειλε, τῶν ἐν αὐτῇ διὰ πίστεως, Θεῷ τῷ ἐν Τριάδι οἰκειωθέντων, ἡ ὑπέρτιμος Σύναξις. Ὅθεν ταύτην πιστοί, πνευματικῶς ἐπιτελοῦντες, αὐτοῖς ἐκβοήσωμεν Μακάριοι Ἅγιοι, Ποιμένες καὶ Μάρτυρες καὶ Ὅσιοι, πανολβία παράταξις, τοῦ Βασιλέως τῆς δόξης Χριστοῦ, σὺν τῇ Θεοτόκῳ καὶ τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, πρεσβεύετε αὐτῷ ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ αὐτός. Τῶν ἐν Ῥόδῳ Ἁγίων, τῶν μακάριον ὅμιλον, δεῦτε πιστοὶ τιμήσωμεν, ὅτι Χριστὸν ἐνδυσάμενοι, ἐν χρόνοις ἰδίοις ἕκαστος, τῆς κατ αὐτὸν ζωῆς ἐξανέτειλαν, τὴν ἀνέσπερον λαμπρότητα, φωστῆρες τῆς Ἐκκλησίας γνωριζόμενοι, καὶ πάντας φωτίζοντες, τοὺς πρὸς αὐτοὺς ἐκβοῶντες Πανεύφημοι Ἅγιοι, ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς, ὑμεῖς τὸ φῶς τοῦ κόσμου, τὰ ἄνθη τοῦ Παραδείσου, οἱ τοῦ λαοῦ ἀντιλήπτορες πρεσβεύετε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ. Δεῦρο σήμερον ὁ τῶν Ῥοδίων λαός, τῶν ἐν τῇ νήσῳ Ἁγίων, τὴν πανολβίαν συνέλευσιν, ἐν φαιδροῖς ἐγκωμίοις, τιμήσωμεν κράζοντες Χαίρετε Παῦλε καὶ Σίλα, Ἀπόστολοι Χριστοῦ, οἱ ἐν [8]

Ῥόδῳ Χριστὸν καταγγείλαντες χαίρετε ἔνδοξοι Μάρτυρες, Φανούριε μεγάλαθλε, Κλήμη καὶ Ἀγαθάγγελε χαίρετε θεῖοι Νεομάρτυρες, Εὐθύμιε ποιμὴν φιλοπρόβατε, Κύριλλε τῆς Κωνσταντίνου ὁ πρόεδρος, Κωνσταντῖνε, Νικήτα καὶ Μαλαχία, σὺν τῷ ἐν Ὁσίοις θαυμαστῷ, Μελετίῳ τῆς Θεοτόκου τῷ θεράποντι Χριστῷ γὰρ ἀκολουθήσαντες, καὶ αὐτὸν διὰ πίστεως εὐαρεστήσαντες, εὐαγγελικῆς ζωῆς παραδείγματα ὑπάρχετε, καὶ τῶν πιστῶν προπύργια ἀκλόνητα, πάντας σῴζοντες ἐκ πειρασμῶν καὶ κινδύνων, τοὺς προσιόντας τῇ ἀντιλήψει ὑμῶν. Τοῦ Ὁσίου Ἰωάννου. Ἦχος πλ. α. Ο σιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος ὅθεν πᾶσιν ἐβόας Ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων ὧν ταῖς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Τῶν ἐν Ῥόδῳ Ἁγίων τὸν χορόν, ὁ τῶν Ῥοδίων χριστώνυμος λαός, σήμερον ὁμοτίμως ὕμνοις τιμήσωμεν. Οὗτοι γὰρ ἐπὶ γῆς, εὐαγγελικῶς πολιτευσάμενοι, τῆς ἁγιότητος τὸν πλοῦτον ἐθησαύρισαν νῦν δὲ εἰς μίαν χορείαν συναφθέντες, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, ὑπεμφαίνουσι τοῖς ψάλλουσιν Δόξα σοι Πάτερ, δόξα σοι Υἱέ, δόξα σοι τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ [9]

ἐν Τριάδι προσκυνούμενος Θεός, ὁ θαυμαστὸς ὡς γέγραπται, ἐν τῇ χορείᾳ τῶν Ἁγίων σου. Καὶ νῦν. Θεοτοκίον. Α νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως, συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, τὰ κατ Ἀλφάβητον Ἀναστάσιμα μετὰ τῶν Στίχων αὐτῶν. Δόξα. Τοῦ Ὁσίου. Ἦχος β. Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Ἰωάννην τιμήσωμεν πεφυτευμένος γὰρ ἐν τῷ οἰκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Καὶ νῦν. Τῶν Ἁγίων. Ὁ αὐτός. Δεῦτε ἀδελφοί, τῆς πίστεως τὰ θεῖα βλαστήματα, τοὺς ἐν Ῥόδῳ Ἁγίους, ἐν ὕμνοις τιμήσωμεν Φανούριον τὸν μεγάλαθλον Μάρτυρα, τὸν παραδόξως φανερωθέντα, καὶ τὴν Ἐκκλησίαν πᾶσαν καταυγάζοντα Κωνσταντῖνον τῆς Ὕδρας τὸ βλάστημα, Νικήτα τὸν Νισύριον, τὸν ἐκ τῆς Λίνδου Μαλαχίαν, καὶ τὸν [10]

Ἱεράρχην Εὐθύμιον, καὶ Κύριλλον Κωνσταντινουπόλεως τὸν πρόεδρον, τοὺς ἐν τῷ καιρῷ τῆς δουλείας ἀθλήσαντας, καὶ τοὺς τυράννους καταισχύναντας Εὐφρόσυνον, Ἑλλάνικον, Θεοδόσιον καὶ Ἰσίδωρον, τοὺς θεοσόφους ποιμένας, τοὺς συνοδικῶς τὴν ἀλήθειαν κυρώσαντας, καὶ Μελέτιον τὸν Ὅσιον, Ὑψενῆς Μονῆς τὸν δομήτορα Κλήμεντα Ἀγκύρας τὸν Ἐπίσκοπον, καὶ Ἀγαθάγγελον τὸν σύναθλον αὐτοῦ, τοὺς ἐν τῇ νήσῳ ἐλθόντας δεσμίους, διὰ τοῦ Ἰησοῦ τὴν μαρτυρίαν. Πάντων οὖν αὐτῶν, καὶ τῶν ἀγνώστων μνημονεύοντες, τῷ ἐν Τριάδι Θεῷ ἐκβοήσωμεν Κύριε πρεσβείαις τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν εἰρήνην τῷ λαῷ σου παράσχου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀναστάσιμον Ἀπολυτίκιον, τὸ τοῦ Ὁσίου Ἰωάννου τῆς Κλίμακος καὶ εἶτα τὸ τῶν Ἁγίων. Δόξα. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐν Ῥόδῳ Ἁγίους, ἐν ᾠδαῖς εὐφημήσωμεν, ὡς τῆς εὐσεβείας κρηπίδας, καὶ φωστῆρας τῆς πίστεως Χριστῷ γὰρ παρεστῶτες τῷ Θεῷ, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, καὶ παρέχουσι τῆς χάριτος δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι Δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Καὶ νῦν. Τὸ ὁμόηχον Θεοτοκίον. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ [11]

Μετὰ τὴν α Στιχολογίαν ψάλλομεν πρῶτον τὸ Ἀναστάσιμον Κάθισμα τοῦ ἤχου εἶτα δὲ τὸ τῶν Ἁγίων. Δόξα. Ἦχος α. Τὸν τάφον σου. Χορείαν τὴν σεπτήν, τῶν ἐν Ῥόδῳ Ἁγίων, τιμήσωμεν πιστοί, ἐν φαιδροῖς ἐγκωμίοις, αὐτῶν τὴν φωτοπάροχον, ἑορτάζοντες Σύναξιν, καὶ βοήσωμεν, ἐν κατανύξει καρδίας Παμμακάριστοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, Τριάδα τὴν ἄκτιστον. Καὶ νῦν. Θεοτοκίον. Ε χέγγυον σεπτόν, τῶν πολλῶν οἰκτιρμῶν σου, καὶ δώρημα λαμπρόν, τῆς θερμῆς σου προνοίας, Εἰκόνα σου τὴν πάντιμον, τῷ λαῷ σου ἀνέδειξας ὃν διάσῳζε, Φανερωμένη Παρθένε, ὡς φιλάγαθος, ἐκ συμφορῶν καὶ κινδύνων, καὶ πάσης κακώσεως. Μετὰ τὴν β Στιχολογίαν ψάλλομεν πρῶτον τὸ Ἀναστάσιμον Κάθισμα τοῦ ἤχου εἶτα δὲ τὸ τῶν Ἁγίων. Δόξα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Τῶν Ῥοδίων ὁ λαός, σήμερον γάνυται λαμπρῶς, καὶ χορεύει ἱερῶς, ἐν τῇ εὐσήμῳ ἑορτῇ, τῶν ἐν τῇ νήσῳ Ἁγίων καὶ ἀνακράζει Χαίρετε Χριστοῦ, φίλοι γνήσιοι, ἄνθη μυστικά, Θείου Πνεύματος, τῆς εὐσεβείας πρόβολοι γενναῖοι, καὶ ὑποφῆται τῆς πίστεως πᾶσιν αἰτεῖσθε, ἐν παῤῥησίᾳ, σωτηρίας τὴν χάριν. Καὶ νῦν. Θεοτοκίον. [12]

Τὸ ἀντίτυπον τῆς σῆς, θείας Εἰκόνος Ἀγαθή, τῶν Ῥοδίων ὁ λαός, ὥσπερ ταμεῖον ἀληθῶς, τῶν δωρεῶν κεκτημένος τῆς χάριτός σου, ᾄδει σοι ᾠδήν, χαριστήριον, καὶ τὸν ἀσπασμόν, ἀναφέρει σοι, τοῦ Γαβριὴλ Φιλέρημε Παρθένε, μετ εὐφροσύνης κραυγάζων σοι Χαῖρε Μαρία, Εὐλογημένη, σωτηρία τοῦ κόσμου. Μετὰ τὸν Πολυέλεον εὐθὺς τὰ Εὐλογητάρια. Αἴτησις παρὰ τοῦ Ἱερέως καὶ ἡ Ὑπακοὴ τοῦ ἤχου, χῦμα. Εἶτα τὸ Κάθισμα τῶν Ἁγίων. Ἦχος γ. Θείας πίστεως. Θείας πίστεως, τῇ συμφωνίᾳ, διαλάμψαντες, τῇ Ἐκκλησίᾳ, οἱ ἐν Ῥόδῳ πανεύφημοι Ἅγιοι, τῶν εὐσεβῶν τὰς καρδίας λαμπρύνετε, καὶ ἀσεβείας τὸν ζόφον ἐλαύνετε. Ὅθεν πάντοτε, Χριστῷ τῷ Θεῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Ω ς ποθήσαντες, Χριστὸν ἐνθέως, ἐπληρώσατε, Εὐαγγελίου, ἐν καιροῖς διαφόροις τὰ λόγια, καὶ εὐσεβείας λαμπρὰ παραδείγματα, τοῖς ἐν τῇ Ῥόδῳ πιστοῖς ἀνεδείχθητε οἷς τὰ κρείττονα, αἰτεῖσθε ἀπαύστως Ἅγιοι, Θεῷ τῷ ἐν Τριάδι παριστάμενοι. Καὶ νῦν. Θεοτοκίον. Τὴν Εἰκόνα σου, δι εὐσπλαγχνίαν, φανερώσασα, πάλαι Παρθένε, Μελετίῳ Μονῆς σου τῷ κτίτορι, ὀμβροβλυτεῖς ἐξ [13]

αὐτῆς τοῖς προστρέχουσι, τῆς χάριτός σου ἀπαύστως τὰ νάματα. Ὅθεν ἅπαντες, αὐτῇ Ὑψενὴ προσπίπτοντες, τὸ Χαῖρε τοῦ Ἀγγέλου μελῳδοῦμέν σοι. Οἱ Ἀναβαθμοί τοῦ ἤχου καὶ τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Μετὰ δὲ τό, Ἀνάστασιν Χριστοῦ, καὶ τὸν Ν ψάλλομεν τὰ Ἰδιόμελα τοῦ Τριωδίου. Εἶτα οἱ Κανόνες Ὁ Ἀναστάσιμος, ὁ τοῦ Τριῳδίου, ὁ τοῦ Ὁσίου Ἰωάννου τῆς Κλίμακος καὶ ὁ ἐφεξῆς τῶν Ἁγίων, φέρων Ἀκροστιχίδα κατ Ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις «Κυρίλλου». Ὠιδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Α γίων δεῦτε ἀδελφοὶ τελέσωμεν, τῶν ἐν τῇ Ῥόδῳ πιστῶς, τὴν φαεινὴν μνήμην, ὑμνῳδίαις σήμερον, καὶ δόξαν ἀναπέμψωμεν, τῇ Ἁγίᾳ Τριάδι, τῷ θαυμαστῷ ὥσπερ γέγραπται, ἐν αὐτοῖς Θεῷ Παντοκράτορι. Βίου ἁγίου ἀστραπαῖς ἐκλάμψαντες, οἱ ἐν τῇ Ῥόδῳ Χριστοῦ, τοῦ Λυτρωτοῦ φίλοι, καὶ κλεινοὶ θεράποντες, τῇ νήσῳ διαλάμπετε, φαεινοὶ ὡς φωστῆρες, φωταγωγίᾳ τῆς χάριτος, δῆμον τῶν πιστῶν καταυγάζοντες. Γνώσεως θείας δωρεὰς δεξάμενοι, τῆς αἰωνίου ζωῆς, τὴν καρποφορίαν, μυστικῶς ἠνθήσατε, οἱ ἐν τῇ Ῥόδῳ Ἅγιοι, καὶ εὐφραίνετε πάντας, τοὺς εὐσεβεῖς μνημονεύοντας, σήμερον ὑμῶν μετὰ πίστεως. Θεοτοκίον. [14]

Κυριοτόκε Μαριὰμ Φιλέρημε, Εὐλογημένη Ἁγνή, τῇ σῇ προστασίᾳ, εὐλαβῶς καυχώμενοι, προσπίπτομεν οἱ δοῦλοί σου, τῇ σεπτῇ σου Εἰκόνι σου, ἐξ ἧς μὴ παύσῃ προχέουσα, πᾶσι τὴν σωτήριον χάριν σου. Ὠιδὴ γ. Ὁ στερεώσας κατ ἀρχάς. Δυναμωθέντες ἀληθῶς, ἐπουρανίῳ ἰσχύι, δυνατοὶ κατὰ τοῦ πλάνου βελίαρ, ἀνεδείχθητε ὑμεῖς, οἱ ἐν τῇ Ῥόδῳ Ἅγιοι, οὗ ῥύσασθε τῆς ἔχθρας, πάντας ἡμᾶς παμμακάριστοι. Ε θνῶν ὁ κῆρυξ διελθών, θείᾳ βουλῇ ἐκ τῆς Ῥόδου, τῷ Χριστῷ αὐτὸς προσήγαγε ταύτην, καὶ γεώργιον Θεοῦ, πολύφορον ἀνέδειξε, βλαστοὺς Εὐαγγελίου, χορὸν Ἁγίων βλαστήσασαν. Ζωῆς τὸν λόγον τῶν Ἐθνῶν, ὁ θαυμαστὸς χριστομύστης, ὁ σοφὸς Παῦλος ἐν Ῥόδῳ κηρύξας, πρῶτος ὤφθη ἐν αὐτῇ, τῆς πίστεως διδάσκαλος διὸ αὐτὸν σὺν Σίλᾳ, τῷ Συνεκδήμῳ τιμήσωμεν. Θεοτοκίον. Υ περαγία Μαριάμ, Καθολικὴ Θεομῆτορ, τὴν ἁγίαν σου Εἰκόνα ταμεῖον, τῶν πολλῶν σου δωρεῶν, ἡ νῆσος Ῥόδος εὕρατο διὸ καὶ μεγαλύνει, χαριστηρίως τὴν δόξαν σου. Τὸ Ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος, χῦμα, καὶ εὐθὺς τὸ Κάθισμα τοῦ Τριῳδίου. Ἦχος πλ. α. Τὸ ξένον τῆς Παρθένου. [15]

Τὸν ἄχραντον Σταυρόν σου, Σωτὴρ ἡμῶν, ὡς ὅπλον σωτηρίας κατέχοντες, ἐν αὐτῷ σοι βοῶμεν Σῶσον ἡμᾶς, ὁ παθὼν ἑκουσίως ὑπὲρ ἡμῶν, ὁ πάντων Θεός, ὡς Πολυέλεος. Τοῦ Ὁσίου. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ταῖς ἀρεταῖς πρὸς οὐρανὸν ἀναλάμψας, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον, βυθὸν εὐσεβῶς πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας, σκέπεις ἐκ τῆς λώβης δέ, τοὺς ἀνθρώπους τῆς τούτων, ὦ Ἰωάννη κλῖμαξ ἀρετῶν καὶ νῦν πρεσβεύεις, σωθῆναι τοὺς δούλους σου. Δόξα. τῶν Ἁγίων. Ὅμοιον. Τοὺς ἐν τῇ Ῥόδῳ τοῦ Χριστοῦ στεφανίτας, ὡς εὐσεβείας θαυμαστοὺς ὑποφῆτας, νῦν ἐν κοινῇ τιμήσωμεν, συμφώνως ἑορτῇ οὗτοι γὰρ ἐκλάμψαντες, ὡς φωστῆρες τῷ κόσμῳ, συμφωνίᾳ πίστεως, ἀνατέλλουσι πᾶσι, τὸν φωτισμὸν τῆς χάριτος ἡμῖν, τοῖς ἐκτελοῦσιν αὐτῶν τὴν πανήγυριν. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. Τῆς Θεοτόκου οἱ πιστοὶ τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν, αὐτῇ ἐκβοῶντες Τσαμπίκα ὑπερένδοξε, Κυρία Ἀγαθή, ὡς ποτὲ ηὐδόκησας, ἐν τῇ Ῥόδῳ γενέσθαι, ταύτην περισκέπουσα, εἰς αἰῶνας μὴ παύσῃ σὺ γὰρ αὐτῆς ὑπάρχεις ἀληθῶς, ἐν τοῖς κινδύνοις ἐλπὶς καὶ βοήθεια. Ὠιδὴ δ. Σύ μου ἰσχύς. [16]

Η τῶν πιστῶν, σήμερον χαίρει ὁμήγυρις, τὴν Δεσπότην, τοῦ παντὸς δοξάζουσα, τὸν θαυμαστώσαντα ἀληθῶς, τοὺς ἐν Ῥοδονήσῳ, ταῖς ἀρεταῖς διαπρέψαντας, καὶ τούτους μακαρίζει, ἐν τερπνοῖς ἐγκωμίοις, ὡς σκηνῆς τῶν Ἁγίων οἰκήτορας. Θεῖος ποιμήν, τῆς Ῥόδου ὤφθης Εὐφρόσυνε, ἐπινεύσει, τοῦ Ἁγίου Πνεύματος, καὶ εὐσεβείας ὤφθης φωστήρ, τῆς Ὀρθοδοξίας, ἐπικυρώσας τὰ δόγματα, ὡς εἷς τῶν ἐν Νικαίᾳ, ἐν Συνόδῳ τῇ πρώτῃ, συνελθόντων Πατέρων μακάριε. Ι ερουργῶν, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, Ἱεράρχης, πέφηνας θεόληπτος, καὶ διετράνωσας τῆς σεπτῆς, πίστεως τὸν λόγον, λαλήσας Θείῳ ἐν Πνεύματι, ἐν μέσῳ τῆς ἁγίας, ἐν Ἐφέσῳ Συνόδου, παμμακάριστε Πάτερ Ἑλλάνικε. Θεοτοκίον. Ρεῖθρα ἀεί, ἀναπηγάζει ἰάσεων, ἡ Εἰκών σου, ὡς πηγὴ ἀκένωτος, τοῖς προσιοῦσί σοι εὐλαβῶς, καὶ ψυχὰς εὐφραίνει, τῶν ἐκ καρδίας βοώντων σοι Ἁγνὴ Τσαμπίκα χαῖρε, Ὑπερύμνητε Μῆτερ, τῶν Ῥοδίων τὸ θεῖον προπύργιον. Ὠιδὴ ε. Ἵνα τί με ἀπώσω. Καθαροὶ τῇ καρδίᾳ, ἀληθῶς γεγονότες διὰ τῆς πίστεως, οἱ ἐν Ῥοδονήσῳ, τοῦ Χριστοῦ θεοφόροι θεράποντες, νῦν ἐν Παραδείσῳ, αὐτῷ παρίστασθαι τρυφῶντες, τοῦ ἀκτίστου φωτὸς τῆς θεώσεως. [17]

Λαμπηδόσιν ἐνθέοις, τῆς ἐξ ὕψους σοφίας ὑπερεκλάμψαντες, ὤφθητε φωστῆρες, ἀληθῶς εὐσεβείας ἀνέσπεροι, Ῥόδου οἱ Ποιμένες, σὺν τῷ κλεινῷ Θεοδοσίῳ, ὁ σοφὸς Ἱεράρχης Ἰσίδωρος. Μαρτυρίου τὸν δρόμον, παμμακάριστε Κλήμη, χαίρων διήνυσας, ἔχων συνοδίτην, τὸν σοφὸν μαθητὴν Ἀγαθἀγγελον, μεθ οὗ ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων, εὐσεβῶς τὴν λαμπρὰν ὑμῶν ἄθλησιν. Θεοτοκίον. Ι λαστήριον θεῖον, καὶ ἀπόρθητον τεῖχος καὶ καταφύγιον, Σκιαδενὴ Παρθένε, τὴν σεπτήν σου Εἰκόνα κατέχοντες, χαῖρέ σοι βοῶμεν, Εὐλογημένη Θεοτόκε, ἡ τὰ ἄνω τοῖς κάτω συνάψασα. Ὠιδή στ. Ἱλάσθητί μοι Σωτήρ. Ναμάτων ὡς ἀληθῶς, ἀθανασίας γευσάμενοι, ἐν Ῥόδῳ πολυειδῶς, Θεὸν οἱ δοξάσαντες, πηγάζετε πάντοτε, τοῖς πιστοῖς τὰ ῥεῖθρα, ὑπὲρ ἔννοιαν τῆς χάριτος. Ξενίζει ἡ ἀκοή, τῶν ὑπὲρ λόγον θαυμάτων σου, Φανούριε Ἀθλητά, πιστῶν τὴν διάνοιαν σὺ γὰρ τεθαυμάστωσαι, τὸν Χριστὸν δοξάσας, μαρτυρίου σου τῷ σκάμματι. Ο Ῥόδου καλὸς ποιμήν, σὺ Πάτερ θεῖε Εὐθύμιε, χριστομιμήτως τοῦ σοῦ, ποιμνίου κηδόμενος, Μαρτύρων ἐν αἵματι, τῆς ἱεραρχίας, ἐπορφύρωσας τὸ ἔνδυμα. [18]

Θεοτοκίον. Λαμπάδα φωτοειδή, φωτὸς τῆς σῆς ἀγαθότητος, ἀνέδειξας Ὑψενή, τὴν θείαν Εἰκόνα σου, ψυχὰς καταυγάζουσα, τῶν προσερχομένων, τῇ Μονῇ σου μετὰ πίστεως. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Τῶν Ἁγίων σήμερον, τῶν ἐν τῇ Ῥόδῳ, οἱ πιστοὶ τελέσωμεν, τὴν παναγίαν ἑορτήν, καὶ πρὸς αὐτοὺς ἐκβοήσωμεν Ὑπὲρ τῆς νήσου, Χριστὸν ἱκετεύετε. Ὁ Οἶκος. Ο θεσπέσιος Παῦλος καὶ ἔνδοξος, τῶν Ἐθνῶν ὁ πυρίπνους Ἀπόστολος, τῆς εὐσεβείας ἀπαρχή, καὶ πίστεως ὑποφήτης, ἐν Ῥόδῳ τῇ περιφήμῳ γενόμενος, μαθητῶν χορείαν οὐράνιον, ἡγιασμένην ἐκτήσατο, τοὺς ἐσύστερον ἁγιότητος, ταῖς πράξεσιν ἐν αὐτῇ διαπρέψαντας, καὶ εὐαγγελικῇ πολιτείᾳ διαλαμψάντας οὓς σήμερον εἰς χορείαν μίαν συνάψαντες, ἐν ἐγκωμίοις μακαρίζομεν, ὡς εὐεργέτας τοῦ λαοῦ καὶ προστάτας, καὶ τῇ πρεσβείᾳ αὐτῶν καταφεύγοντες, ἐν κατανύξει ἱκετεύομεν Ἅγιοι τοῦ ἐν Τριάδι Θεοῦ, τῆς οὐρανῶν βασιλείας τὰ ἄνθη, τοῦ Παραδείσου οἱ οἰκήτορες, ἐν παῤῥησίᾳ ἀπαύστως, ὑπὲρ τῆς νήσου, Χριστὸν ἱκετεύετε. Μηνολόγιον πρῶτον ἐκ τοῦ Μηναίου καὶ εἶτα τὰ κάτωθι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Σιναῒτου, τοῦ συγγραφέως τῆς Κλίμακος. [19]

Στίχοι. Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἰωάννης, Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους. Σύγγραμμα λιπὼν. Κλίμακα τῇ ἀνόδῳ, Δείκνυσιν αὑτοῦ πορείαν τῆς ἀνόδου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν πάντων τῶν ἐν Ῥόδῳ Ἁγίων, ἤτοι, τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων Παύλου καὶ Σίλα τῶν Ἱεραρχῶν Εὐφροσύνου, Ἑλλανίκου, Θεοδοσίου καὶ Ἰσιδώρου τῶν Μαρτύρων Φανουρίου τοῦ νεοφανοῦς, Κλήμεντος καὶ Ἀγαθαγγέλου τῶν Νεομαρτύρων Εὐθυμίου Ἐπισκόπου αὐτῆς γενομένου, Κυρίλλου τοῦ Λουκάρεως Πατριάρχου Κωνσταντινουπόλεως, Κωνσταντίνου τοῦ Ὑδραίου, Νικήτα τοῦ Νισυρίου καὶ Μαλαχία τοῦ Λινδίου, καὶ τοῦ Ὁσίου Μελετίου, τοῦ ἐν Ὑψενῇ. Στίχοι. Χόρευε Ῥόδος πρεσβείαις φρουρουμένη, Τῶν σῶν Ἁγίων, οὓς στεφάνωσον ὕμνοις. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Ὠιδὴ ζ. Παῖδες Ἑβραίων. Πᾶσα ἡ Ῥόδος μακαρίζει, ὑμᾶς Ἅγιοι ἐν ᾄσμασι συμφώνως, ταῖς πρεσβείαις ὑμῶν, ἀεὶ τειχιζομένη, καὶ δι αὐτῶν ἐκ θλίψεων, πολυτρόπων λυτρουμένη. [20]

Ρ ώμῃ ἀθλήσας οὐρανίῳ, ἐκοινώνησας τῆς δόξης τῶν Μαρτύρων, καὶ ἐδόθης λαμπρός, τῇ πόλει τῶν Ῥοδίων, παρὰ τοῦ Ἀθλοθέτου σου, Κωνσταντῖνε πολιοῦχος. Στήλη ὑψώθης εὐσεβείας, παμμακάριστε Νικήτα ἐν τῇ Χίῳ, τὸν Χριστὸν τοῖς ἐχθροῖς, τρανῶς ὁμολογήσας, καὶ δι αὐτὸν δεξάμενος, τὴν σφαγὴν ἐθελουσίως. Θεοτοκίον. Λόγος ἡττᾶται μεγαλύνειν, τῆς Εἰκόνος σου Παντάνασσα τὴν χάριν ἐξ αὐτῆς γὰρ ἡμῖν, τοῖς σφόδρα σε ποθοῦσι, τῶν οἰκτιρμῶν σου πάντοτε, τὰς πηγὰς ὑπερεκβλύζεις. Ὠιδὴ η. Τὸν ἐν ὄρει ἁγίῳ. Τῶν ἐν Ῥόδῳ Ἁγίων δεῦτε πάντες, ἀνυμνήσωμεν νῦν, τὸ ἄθροισμα συμφώνως, ἐν οἷς φωστὴρ ἐκλάμπει φαεινότατος, Κύριλλος ὁ θεῖος, ὁ ἐν Πατριάρχαις, Κυρίου νέος Μάρτυς. Υ ψωθεὶς ἐν πασσάλῳ Μαλαχία, τῶν τυράννων ἐχθρῶν, κατέβαλες τὸ θράσος, καὶ πρὸς ζωῆς ἀνῆλθες τοῖς ὑψώσασιν, ὡς Ὁσιομάρτυς, κατηγλαϊσμένος, φωτὶ ἀθανασίας. Φωτοπάροχον αἴγλην δεδεγμένος, ὡς τὸν βίον τὸν σόν, ὁσίως ἐκτελέσας, καὶ τοῦ Σατὰν αἰσχύνας τὰ βουλεύματα, τὸ τῆς σωτηρίας, φῶς ἡμῖν ἐξαίτει, Μελέτιε θεόφρον. Θεοτοκίον. [21]

Ο λοθύμῳ ψυχῇ σε εὐφημοῦμεν, Θεονύμφευτε Ἁγνὴ Παραμυθία παραμυθίας θείας τὰ δωρήματα, σὺ γὰρ πρυτανεύεις, τοῖς ἀσπαζομένοις, πιστῶς τὴν σὴν Εἰκόνα. Ὠιδὴ θ. Ἐξέστη ἐπὶ τούτῳ. Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς, ἐπεδήμησε πρόξενος σήμερον, τῶν θαυμαστῶν, ἐν τῇ Ῥοδονήσῳ τῇ εὐκλεᾷ, Ἁγίων ἡ πανήγυρις, ἣν εὐφήμως ἄγοντες οἱ πιστοί, δοξάσωμεν συμφώνως, Τριάδα τὴν Ἁγίαν, πταισμάτων λύσιν ἐξαιτούμενοι. Ψαλμοῖς δεῦτε καὶ ὕμνοις πάντες πιστοί, τοὺς ἐν Ῥόδῳ Ἁγίους τιμήσωμεν, ὅτι τρανῶς, χρόνοις διαφόροις καὶ ἀρετῶν, πολυειδέσι σκάμμασι, τὸν Θεὸν ἐδόξασαν ἐπὶ γῆς νῦν δὲ αὐτοῦ τρυφῶντες, τῆς δόξης ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύουσιν. Ω ς ἔχοντες μεγίστην πρὸς τὸν Θεόν, παῤῥησίαν αὐτὸν ἱκετεύετε, ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων ᾀσματικῶς, ταύτην ὑμῶν τὴν Σύναξιν, καὶ ἀναβοώντων ἀπὸ ψυχῆς Χορὸς χαῖρε ὁ θεῖος, Ἁγίων τῶν ἐν Ῥόδῳ, λαοῦ προστάτες οἱ ἀκοίμητοι. Θεοτοκίον. Υ μνοῦμέν σε Τσαμπίκα Μῆτερ Θεοῦ Ὑψενή σε πιστῶς μακαρίζομεν Καθολική, δόξαν σου κροτοῦμεν τὴν ὑπὲρ νοῦν τὰ θαύματα σου μέλπομεν, Δέσποινα Θεόνυμφε Σκιαδενή αἰνοῦμέν σου τὴν χάριν, Ἁγνὴ Φανερωμένη, καὶ σοῦ Φιλέρημε τὴν πρόνοιαν. [22]

Ἐξαποστειλάριον τὸ Ἀναστάσιμον, τὸ τοῦ Ὁσίου Ἰωάννου τῆς Κλίμακος καὶ τὸ τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε. Τοὺς ἐν τῇ Ῥόδῳ λάμψαντας, Ἁγίους εὐφημήσωμεν, ὡς εὐσεβείας κρηπῖδας, καὶ Ἐκκλησίας φωστῆρας Χριστῷ γὰρ τῷ Παντάνακτι, ἐν δόξῃ παριστάμενοι, ὑπὲρ ἡμῶν πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν κινδύνων, καὶ πάσης κακοπραγίας. Θεοτοκίον. Ὅμοιον. Ο χύρωμα ἀκλόνητον, καὶ τεῖχος ἀπροσμάχητον, γαλήνης θεῖον λιμένα, καὶ κιβωτὸν σωτηρίας, τὴν ἱερὰν Εἰκόνα σου, ὦ Σκιαδενὴ κατέχοντες, χαρᾶς πολλῆς πληρούμεθα, καὶ ᾄδομεν ἐκ καρδίας, τῇ θείᾳ δόξῃ σου αἶνον. ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν στίχ. η καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ καὶ τῶν Ἁγίων δ, τὰ κάτωθι. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Δεῦτε τοῦ ἐν Τριάδι Θεοῦ, τοὺς ἐν τῇ νήσῳ τῶν Ῥοδίων θεράποντας, τιμήσωμεν ἑορτίως, ἐπιτελοῦντες αὐτῶν, τὴν λαμπρὰν ἡμέραν καὶ χαρμόσυνον ἰδοὺ γὰρ ἐξέλαμψεν, ὡς ἀστὴρ φαεινότατος, φωτὶ τῆς θείας, καταυγάζουσα χάριτος, τοὺς κραυγάζοντας, πρὸς αὐτοὺς μετὰ πίστεως Χαίρετε οἱ τηρήσαντες, τὴν πίστιν ὡς γέγραπται, καὶ εὐσεβείας τὸν δρόμον, [23]

δι ἀρετῆς ἐκτελέσαντες Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Χαίροις ὁ τῶν Ἁγίων χορός, τῆς Ἐκκλησίας τῆς ἐν Ῥόδῳ κοσμήτορες, Ἐθνῶν τε τοῦ Ἀποστόλου, Παύλου τοῦ θείου σαφῶς, τῆς φυτείας ἄνθη εὐωδέστατα Θεοῦ οἱ τὸ θέλημα, ἐν τῷ κόσμῳ πληρώσαντες, καὶ ὡς φωστῆρες, ἀνατείλαντες πίστεως, καὶ ἐκλάμποντες, εὐσεβείας τὴν ἔλλαμψιν σκεύη τὰ πολυτίμητα, τῆς ἄνωθεν χάριτες, οἱ τοῦ λαοῦ τοῦ Κυρίου, θεῖοι προστάτες καὶ φύλακες Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Χαίροις ὁ τῶν Ἁγίων χορός, Παῦλε καὶ Σίλα τοῦ Κυρίου Ἀπόστολοι, Εὐφρόσυνε θεομάκαρ, Ἰσίδωρε ἱερέ, σὺν τῷ Ἑλλανίκῳ, Θεοδόσιε Εὐθύμιε, Κύριλλε, Μαλαχία, Φανούριε, θεῖε Νικήτα, Κωνσταντῖνε σὺν Κλήμεντι, Ἀγαθάγγελε, καὶ θεόφρον Μελέτιε Ῥόδον οἱ ὡραϊζοντες, καὶ ταύτην στηρίζοντες, καὶ ἐκ παντοίων κινδύνων, καὶ πειρασμῶν ἐξαιρούμενοι Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Ο ντως ἠγλαϊσμένη ἡμῖν, δεδοξασμένη καὶ τιμία ἐπέφανεν, Ἁγίων τῶν ἐν τῇ Ῥόδῳ, νῦν ἡ φαιδρὰ ἑορτή, ἣν ἐπιτελοῦντες ἐκβοήσωμεν Οὐράνιοι ἄνθρωποι, καὶ ἐπίγειοι Ἄγγελοι, τῆς οὐρανίου, μάνδρας κάλλιστα θρέμματα, διὰ πίστεως, οἱ τὸν Κτίστην δοξάσαντες, σκέποντες καὶ στηρίζοντες, τὴν νῆσον μὴ παύσητε, τὴν διαπύρῳ ἐν πόθῳ, ὑμῶν ἀεὶ μνημονεύουσαν, καὶ [24]

πάντας φρουροῦντες, τοὺς προσφέροντας τὸν ὕμνον, ὑμῖν ἐκ πίστεως. Δόξα. Ἦχος πλ. α. Δεῦρο σήμερον, ὁ τῶν Ῥοδίων χριστώνυμος λαός, τοὺς ἐν τῇ νήσῳ Ἁγίους, τοῖς ᾄσμασιν ἐπαινέσωμεν. Οὗτοι γὰρ πάντες, διὰ πίστεως δικαιοσύνην ἐργασάμενοι, καὶ δι αὐτῆς μαρτυρηθέντες, ἐν πόλει Θεοῦ ζῶντος, ἐν Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς, εὐκλεῶς προσεληλύθασι, Θεῷ τῷ ἐν Τριάδι παριστάμενοι, καὶ αὐτὸν ἐν παῤῥησίᾳ ἱκετεύοντες, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Υ περευλογημένη ὑπάρχεις... Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά καὶ οἱ Μακαρισμοὶ, ἐν οἷς ψάλλομεν δ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων τὴν στ Ὠιδήν. Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Τριῳδίου. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μεγαλυνάριον. [25]

Δεῦτε οἱ ἐν Ῥόδῳ πάντες πιστοί, τιμήσωμεν ὕμνοις, τὴν χορείαν τὴν θαυμαστήν, τῶν διαλαμψάντων, Ἁγίων ἐν τῇ νήσῳ, ὡς ταῖς αὐτῶν πρεσβείαις, περιφρουρούμενοι. Στίχοι. Κύριλλος Ῥόδου ὁ Ἐπίσκοπος πόθῳ, Ὕμνησε ταύτης Ἁγίων τὴν χορείαν. [26]