Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΠΑΪΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΙ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Αγιολογία - Εορτολογία

Ἀκολουθία Ἁγίου ΓΕΩΡΓΙΟΥ Καρσλίδη, Δρ. Χ. Μπούσια Ψαλλομένη τῇ 4 η Νοεμβρίου

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΣΕΝΙΟΥ * * * * * * * * *

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Δρος Χαραλάµπους Μ. Μπούσια Μεγάλου ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας AKΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΟΣΙΟΙΣ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ


ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Iohannes Damascenus - De theologia

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΟΚΤΩΒΡΙΟΥ 27!! ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΣ ΒΟΥΚΟΥΡΕΣΤΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΗΣ ΕΙΣ ΠΑΤΡΙΑΡΧΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΧΕΙΡΟΤΟΝΙΑΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

Κυριακή 19 Μαΐου 2019.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 23 Ἰουνίου 2019.

ΟΚΤΩΒΡΙΟΣ 12!! ΘΕΟΣΕΒΙΟΣ ΟΣΙΟΣ ΑΡΣΙΝΟΪΤΗΣ & Η ΣΥΜΒΙΑ ΑΥΤΟΥ ΑΚΟΛΟΥΘΙΑ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

Cirillus Alexandrinus - De synagogae defectu

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΝΕΟΦΥΤΟΥ ΚΑΙ ΑΜΒΡΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

1 1 παυλος και σιλουανος και τιμοθεος

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ἀκολουθία Ὁσίου ΕΥΦΡΟΣΥΝΟΥ τοῦ Μαγείρου

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Κυριακή 14 Ἰουλίου 2019.

ΠΡΟΣΕΥΧΗ: Η ΠΗΓΗ ΤΩΝ ΑΓΑΘΩΝ Β ΤΟΜΟΣ (Το πρακτικό μέρος)

Ἀναγνωστικό Κατήχησης

Κυριακή 22α Σεπτεμβρίου 2019 (Κυριακή Α Λουκᾶ).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

Ἀκολουθία Ὁσίου ΠΑΧΩΜΙΟΥ τοῦ Μεγάλου

Οι Άγιοι της Θεσσαλονίκης.

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Δομβοΐτου Δρ. Χαρ. Μπούσια

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Κυριακή 27 Ἰανουαρίου 2019

Transcript:

1 Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14) Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2) ************************************************* ****************** Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΒΒΑ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ ΤΟΥ ΚΑΙ ΕΝ ΕΥΒΟΙᾼ ΑΣΚΗΣΑΝΤΟΣ * * * * * * * * * Ἀθῆναι 2014

2 Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΒΒΑ ΤΟΥ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ ΤΟΥ ΚΑΙ ΕΝ ΕΥΒΟΙᾼ ΑΣΚΗΣΑΝΤΟΣ Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΕ Ἰουνίου. Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια ******************************* *********** ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος α. Πανεύφημοι Μάρτυρες. Ὁσίων κοσμῆτορ ἀσκητῶν, ὁ περιπλανώμενος εἰς οἰκουμένης τὰ πέρατα, Σάββα μακάριε, τῆς Θεσσαλονίκης μυροβόλον βλάστημα, καθήδυνας σαλότητος τρόποις σου πάντας ἐχέφρονας καὶ ἐφαίδρυνας ἀσκήσει σου ἰσαγγέλῳ Ἀγγέλων τὰ τάγματα. Σεμνύνεται σῇ ἀσκητικῇ ἀγωγῆ ὁ Εὔριπος, οὗ καὶ ἡγίασας, Ὅσιε, ὄρος τῆς Δίρφυος κατορθώμασί σου θαυμαστοῖς, πανεύφημε, βοτάνην, θεῖε Σάββα, τρεφόμενος ὡς θεῖος Πρόδρομος Ἰωάννης καὶ ἀκρόδρυα,

3 ἐρημίας οἰκῆτορ χριστόφιλε. Γονέων υἱὲ εὐπατριδῶν, βαδισάντων δόλιχον ἀσκητικῆς τελειώσεως, Σάββα μακάριε, τοῦ Βατοπαιδίου Μάνδραν καθηγίασας, Ἑλλάδος πλάτη, Ἱεροσόλυμα, ὄρος τὸ Σίναιον καὶ τὴν Κύπρον σαῖς ἀσκήσεσι καὶ μωραῖς σου, σοφέ, προσποιήσεσι. Νεκρώσας σαρκίον χοϊκόν, Σάββα, καὶ εἰς ἄῤῥητον φθάσας θεώσεως ἔπαλξιν ὥσπερ ἐφάμιλλος τῶν σεπτῶν πατέρων τῆς ἐρήμου, Ὅσιε, θεοφανείας, πάτερ, ἠξίωσαι, ὁ διαιτώμενος ἀκροδρύοις ἐν τοῖς ὄρεσι καὶ βοτάναις ἀγρίαις, πανευφημε. Δόξα. Ἦχος πλ. δ. Τὸν εὐθύτατον κανόνα τοῦ μοναδικοῦ βίου, καὶ τὸν ἀκρότατον ὅρον τῆς ὑψηλῆς ταπεινοφροσύνης, Σάββαν τὸν Ἀθωνίτην, προκρίναντα σαλότητα ὡς τρόπον ἀσκήσεως, τιμήσωμεν ἐν εὐλαβείᾳ αὐτῷ κραυγάζοντες Ὁ καὶ ἐν Εὐβοίᾳ ἰσαγγέλως πολιστευσάμενος καὶ ἁγιάσας Διρφύων τὰ δασύσκια καὶ δυσπρόσιτα ἄλση σκληραγωγίας σου ἱδρῶσι καὶ δάκρυσι, δεῖξον ἡμῖν ἁγιασμοῦ τὴν τρίβον, ἀπάγουσαν πρὸς ζωὴν τὴν αἰώνιον.

4 Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι... Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Ὅσιε ἀσκητά, πνευματοφόρε Σάββα, σαλότητός σου τρόποις σοφίας ὑπερθέου ταμεῖον ὤφθης ἄσυλον. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Ἤσκησας ταπεινῶς ἐν τῇ Εὐβοίᾳ, Σάββα, τὴν ἐνοικοῦσαν κρύπτων ἐν σοὶ Πνεύματος χάριν ὡς ὄλβον τιμαλφέστατον. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Χαῖρε, ὁ ἀσκητὴς τῶν Ἱεροσολύμων, Σινᾶ, Ἁγίου Ὄρους, Ἑλλάδος, Σάββα, Κύπρου καὶ τοῦ Εὐρίπου, πάνσοφε. Δόξα. Τριαδικόν. Δόξα Σοι, ὁ Θεός, τὸ φῶς τῆς οἰκουμένης καὶ τῆς ζωῆς τὸ ὕδωρ, Τριὰς ὑπεραγία, τὸ διαυγὲς καὶ ἥδιστον. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε, ἡ χαρμονὴ καὶ ἡ ἰσχὺς τοῦ κόσμου, Κυρία Θεοτόκε, παραμυθία πάντων ἐν κατωδύνοις θλίψεσι. Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

5 *************************************************** ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Ἀσκητικῇ πολιτείᾳ τὸν διαλάμψαντα καὶ κακουχίαις πλείσταις τοῦ σαρκίου κινήσεις τὸν φθείραντα ὡς κλέος Ἀθωνιτῶν, Σάββαν, ἀνευφημήσωμεν, Βατοπαιδίου τὴν Μάνδραν ῥοαῖς αὐτοῦ τῶν δακρύων ἁγιάσαντα. Τὸν λελουσμένον ἀκτῖσι τοῦ Θείου Πνεύματος καὶ τῶν μωρῶν βολίσι προσποιήσεων, Σάββαν, σαφῶς λελαμπρυσμένον ὕμνοις φαιδροῖς εὐφημήσωμεν κράζοντες Χαῖρε, Ὁσίων Πατέρων φωταγωγέ, ὁ φωτίσας τὴν ὑφήλιον. Τὸν ἐν Εὐβοίᾳ αἰθρίως διαβιώσαντα ἐνιαυτοὺς τῷ ὄντι δύο, πάντιμον Σάββαν, ὡς ἄσαρκον καὶ πάσας μεταβολὰς τοῦ καιροῦ ὑπομείναντα ἐγκωμιάσωμεν ὕμνοις ὡς ἀσκητῶν κεχαριτωμένων πρόβολον. Θεσσαλονίκης τὸν γόνον, εὐῶδες λείριον Μονῆς Βατοπαιδίου, πνευματέμφορον Σάββαν, ὡς Ἱεροσολύμων ἴον τερπνόν, τοῦ Σιναίου λευκάνθεμον

6 καὶ ῥόδον εὔοσμον Κύπρου πανευλαβῶς οἱ πιστοὶ ἐγκωμιάσωμεν. Τὴν ἐν αὐτῷ ἐνοικοῦσαν χάριν τὸν κρύπτοντα τοῦ θείου Παρακλήτου καὶ μωρὰς προσποιήσεις προβάλλοντα πανσόφως, Σάββαν σεπτόν, εὐφημήσωμεν κράζοντες Χαῖρε, Ὁσίων Πατέρων Ἀθωνιτῶν ἱερώτατον κειμήλιον. Μνήμην τὴν σὴν ἐκτελοῦντες πιστῶν οἱ σύλλογοι νῦν Θεσσαλονικέων, Εὐβοέων, Κυπρίων, Πατρέων, θεῖε Σάββα, Σιναϊτῶν καὶ οἰκούντων ἐν Ἄθωνι σεπτῶν πατέρων αἰτούμεθα σὰς εὐχὰς ἀρετῆς πρὸς ὁλοκλήρωσιν. Δόξα. Ἦχος πλ. β. Τὸν ῥιπιζόμενον ὑπὸ τῆς αὔρας τῆς Ὀρθοδοξίας καὶ ῥιπίζοντα διὰ λόγων Βαρλαὰμ τὸν αἱρεσιάρχην, Σάββαν, τὸν ἀξιωθέντα θεοφανείας καὶ ἀγγελοφανείας, ὡς ἀρετῆς τιμήσωμεν ἐκμαγεῖον οὕτω λέγοντες Ὁ ἀσκήσει εἰς ἐπάλξεις ἀνελθὼν τελειότητος Χριστοῦ θεάσασθαι τὴν λαμπρότητα, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ τῶν τελούντων ἐν ὕμνοις τὴν πανσεβάσμιον μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε,παναγία Παρθένε,... Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β 1-11 )

7 Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α 1-10 ) Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον

8 ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1-9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Ἦχος α. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Εὐφραίνεσθε ἐν Κυρίῳ φιλεόρτων τὰ πλήθη καὶ Ἀγγέλων συστήματα ἑορτάζοντα σήμερον τὴν πανσεβάσμιον μνήμην Σάββα τοῦ παμμάκαρος, καὶ ἐν εὐλαβείᾳ αὐτῷ βοήσατε Ὁ ὑπεραρθεὶς τῶν φθαρτῶν καὶ ματαίων καὶ ἰσαγγέλως ἐν διαφόροις τόποις πολιτευσάμενος, μὴ παύσῃ τοῦ Κυρίου τῆς ἀγάπης δεόμενος ὑπὲρ τῶν ἡμᾶς μισούντων καὶ ἀγαπώντων, οἷς δώρησαι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἦχος β.

9 Ἀσκητὴν ἐξ εὐάνδρου Θεσσαλονίκης ὁρμώμενον ἀσκήσει ἁγιάσαντα καὶ τῆς Εὐβοιας τὰ δασύσκια δάση, Σάββαν τὸν Ἀθωνίτην, ἐγκωμιάσωμεν ὡς ἀσώματον μέροπα οὕτω κραυγάζοντες Ὁ ἐσθίων βοτάνην καὶ ἀκρόδρυα κατ ἀπομίμησιν τοῦ Προδρόμου καὶ ὡς πλάνης περιφερόμενος ἀπὸ τόπου εἰς τόπον, εὐλόγει καὶ ἁγίαζε τοὺς μεγαλύνοντας τοὺς καμάτους σου καὶ δοξάζοντας Χριστόν, τὸν σὲ ἀξίως δοξάσαντα. Ἦχος γ. Τὸν βαδίσαντα τὴ στενὴν καὶ τεθλιμμένην τρίβον καὶ φθάσανα εἰς πλάτος οὐράνιον, Σάββαν, τὸν πνευματοφόρον Ἀθωνίτην, τιμήσωμεν ἐν ἀγαλλιάσει βοῶντες Ὁ καλῶς ἀνελθὼν ἀρετῶν τὴν κλίμακα καὶ εἰς ὕψος θεώσεως φθάσας δυσαντίβλεπτον, ἀξίωσον καὶ ἡμᾶς τοὺς τιμῶντας τοὺς πόνους σου καταντῆσαι εἰς σκηνώματα δόξης σὺν σοὶ αἰωνίως ἐπαγάλλεσθαι. Ἦχος δ. Τὸν ἐν ὄρεσι Διρφύων καὶ ἐν αὐτῶν σπηλαίοις καὶ ὀπαῖς ὡς θὴρ σκηνώσαντα τιμήσωμεν, Σάββαν, τὸν ἀγγελόβιον ἀσκητήν, ὡς πίστεως σέμνωμα οὗτος γὰρ οὐκ ἔδωκε νυσταγμὸν τοῖς βλεφάροις καὶ ἀνάπαυσιν τοῖς κροτάφοις ἰσοβίως, ἀλλὰ Θείᾳ Χάριτι τὴν σκληραγωγίαν ὡς τρυφὴν ἐλογίζετο καὶ νῦν Ἀγγέλοις συναγαλλόμενος ἐν τόπῳ ἀναπαύσεως Χριστῷ ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Ὁ αὐτός. Δεῦτε φιλόσιοι πάντες Σάββαν τιμήσωμεν, τὸν στέγην οὐρανὸν ἔχοντα καὶ τροφὴν τὴν τῆς γῆς βοτάνην,

10 Ἑῴαν καὶ Δύσιν καὶ Βοῤῥᾶν καὶ Μεσημβρίαν ἐπισκεψάμενον χάριν ἡσυχίας καὶ ἀρετῆς κατακτήσεως, Σάββαν τὸν Ἀθωνίτην, οὕτω λέγοντες Ὁ τὰ γήϊνα μισήσας καὶ τὰ οὐράνια ποθήσας, καὶ Μονὴν τῆς Χώρας ἐν Κωνσταντινουπόλει ἁγιάσας τάφῳ τῷ πανσέπτῳ σου, ἁγίασον εὐχαῖς σου πρὸς τὸν Ὕψιστον καὶ τοὺς πίστει καὶ πόθῳ σὲ μακαρίζοντας. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου... Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις, ἀσκητικῶν. Χαίροις, Θεσσαλονίκης βλαστός, υἱὸς γονέων εὐλαβῶν, ὧν πολίτευμα ὑπῆρχεν ἐν οὐρανίοις σκηναῖς, σεπτὲ ἀσκητά, Σάββα θεοφόρε, κλέος Ἄθωνος, δι ὃν Βατοπαίδιον ἐγκαυχᾶται, καὶ σέμνωμα τῆς εὐσεβείας, ἡσυχίας ἐντρύφημα, ταπεινώσεως τιμαλφὲς σεμνολόγημα, ἴον εὐῶδες νήψεως, ὁ τρόποις σαλότητος εὐωδιάσας τὴν Κύπρον, Σίναιον, Ἱεροσόλυμα καὶ εὔσημον Κρήτην, Θείου Πνεύματος κινύρα, πάτερ πανόσιε. Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Χαίροις, Εὐβοίας ὁ οἰκιστής, Διρφύων ἄλσεων δασέων ὁ ἔνοικος, ὁ ἄγνωστος διαμείνας τοῖς πᾶσιν ἐνιαυτοὺς ἐν αὐτοῖς, παμμάκαρ, δύο, Ὅσιε,

11 ἐσθίων ἀκρόδρυα μόνον καὶ προσευχόμενος ἀδιαλείπτως σαρκοφόρος ὡς Ἄγγελος, πνευματέμφορε, Ἐκκλησίας διάκοσμε ὅθεν σε μακαρίζοντες ὡς στῦλον ἀκλόνητον τῆς ἐγκρατείας καὶ λύχνον τῆς ἀρετῆς παμφαέστατον τὰς σὰς ἱκεσίας πρὸς Θεοῦ τὸν θεῖον Λόγον ἀπεκδεχόμεθα. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Χαίροις, θεοειδὲς ἀσκητά, Βατοπαιδίου τῆς Μονῆς ἐγκαλλώπισμα, τοῦ Ἄθωνος ὡραιότης, ὁ ἁγιάσας ῥοαῖς σῶν δακρύων Λῆμνον, Λέσβον, Ὅσιε, τὴν Χίον, τὸ Σίναιον ὄρος, Ἱεροσόλυμα, Κύπρον καὶ Κρήτην, τὰς Ἀθήνας, τὸν Εὔριπον, Πάτρας, ἔνθεε, καὶ τὴν Κωνσταντινούπολιν, Σάββα, ἐν ᾗ σεμνύνεται Μονὴ Χώρας τάφῳ σου τῷ πανσεβάστῳ, πατέρων ἡσυχαστῶν ἀκροθίνιον, ὁ πίστει βαδίσας τῆς σαλότητος τὸν δρόμον τὸν δυσπροσπέλαστον. Δόξα. Ἦχος πλ. δ. Τὸν τηλαυγέστατον φάρον ταπεινώσεως καὶ σκληραγωγίας, καταυγάσαντα βολαῖς αὐτοῦ ἀσκητικῶν κατορθωμάτων Ἄθωνα, Κύπρον, Ἱεροσόλυμα, Σίναιον, Κρήτην, νήσους Αἰγαίου, Ἀθήνας, Πάτρας, Εὔβοιαν καὶ Κωνσταντινούπολιν,

12 Σάββαν, ὑμνήσωμεν ἐκθύμως οὕτω λέγοντες Πάτερ Ὅσιε, ἑκὼν ἐμάκρυνας φυγαδεύων καὶ ηὐλίσθης ἐν σκηνώσεσιν οὐρανίαις, ὡς ἀσκητὴς πλάνης οὐκ ἔχων ποῦ τὴν κεφαλὴν κλίνῃ, ἐν αἷς καὶ Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι... Ἀπολυτίκιον.Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν μωραῖς προσποιήσεσι, ταπεινότητι, σκληραγωγίᾳ, νηστείᾳ καὶ ἀσιγήτῳ εὐχῇ διαπλεύσαντα παρόντος βίου πέλαγος, Σάββαν, τιμήσωμεν πιστοί, Ἀθωνίτην ἀσκητὴν ὡς ἔνοικον καὶ Διρφύων Εὐβοίας ἄλσεων, πόθῳ αὐτοῦ πρεσβείας ἐξαιτούμενοι. Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος... Ἀπόλυσις. ************************************** ********************* Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α Στιχολογίαν Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ὁσίων ἀσκητῶν ἐγκαλλώπισμα, Σάββα, ὁ πλάνης ἀσκητής, ἡ φιλέρημος ὄρνις, στρουθίον του Πνεύματος τοῦ Ἁγίου, κατέτηξας τὸ σαρκίον σου σκληραγωγίᾳ ἀφάτῳ καὶ ἡγίασας ἀσκήσεώς σου τοὺς τόπους,

13 ἐν οἷς καὶ τὴν Εὔβοιαν. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ἡ πρόξενος χαρᾶς τοῦ βροτείου τοῦ γένους, ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, Μῆτερ, πιστοὺς παραμύθησον τοὺς ἐν λύπαις καὶ θλίψεσιν, οἴμοι, στένοντας, Παραμυθία γλυκεῖα, καταφύγιον ἐμπεριστάτων καὶ φύλαξ τῶν ὕμνοις τιμώντων σε. Μετὰ τὴν β Στιχολογίαν Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Σοῖς τρόποις σαλότητος ἔφευγες, Σάββα, τιμὰς ῥεούσας καὶ εὔκλειαν τὴν τῶν ἀνθρώπων, σοφέ, ὁ δόξαν τὴν ἄφθιτον ἐν οὐρανοῖς ποθήσας, ἀσκητὰ θεοφόρε, Ὅσιε Ἀθωνῖτα, Μάνδρας Βατοπαιδίου οἰκῆτορ εὐλαβὲς καὶ Χριστοῦ πίστεως σέμνωμα. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ἡγίασε σκήνωμα τὸ σὸν Χριστός, ὁ Θεός, οἰκήσας ἐν μήτρᾳ σου, Θεογεννῆτορ σεμνή, ἡ χάριν οὐράνιον ἔχουσα ἁγιάζειν τοὺς πιστῶς σε τιμῶντας καὶ ὡς Θεοῦ μητέρα μεγαλύνειν σε πόθῳ ἑκάστοτε, Παρθένε ἁγνή, κόσμου διάσωσμα.

14 Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐχθροῦ συνέτριψας τὰ μηχανήματα, Σάββα, ἀσκήσεως συντόνου τρόποις σου καὶ εὐηρέστησας Θεῷ, τῷ δόντι σοι ἀφθαρσίας στέφανον χρυσόπλοκον, Ἀθωνῖτα πανεύφημε ἀσκητά, σαρκίου σου ἀκρεμὼν κατατήξεως, Εὐβοίας ὁ δρυμοὺς ἁγιάσας, ῥείθροις πανσέπτων σου δακρύων. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι Χαῖρε, ἡ Κεχαριτωμένη. Τὸ α Ἀντίφωνον τοῦ δ ἤχου καὶ τὸ Προκείμενον Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ 17-23). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος. Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον... Ἰδιόμελον. Ἦχος πλ. β. Τὸν μετερχομενον σαλότητος τρόπους πρὸ ἀπόκρυψιν τῆς ἐν αὐτῷ οἰκούσης σοφίας καὶ χάριτος, Σάββαν, μέλψωμεν ὡς ταπεινώσεως μέλαθρον καὶ σαρκὸς σκληραγωγίας παλάτιον, εὐλαβῶς αὐτῷ κραυγάζοντες Τὸ φιλέρημον στρουθίον, τὸ πῆξαν καὶ ἐν Εὐβοίᾳ καλιὰν πόνων, πάτερ Ὅσιε, στρουθία καὶ ἡμᾶς ἀρετῆς ἀνάδειξον, τοὺς τιμῶντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

15 Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς " Ὅσιον Σάββαν, Εὐβοίας ἀσκητήν, μέλπω. Χ. Μ. " ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Ὁσίων ἀγλάϊσμα, Βατοπαιδίου ἀνάστημα, μωραῖς προσποιήσεσι ὁ τοῦ Αὐθέντου Θεοῦ ἐν καρδίᾳ σου σοφίαν θησαυρίσας ἐνήσκησας ἄριστα, Σάββα πανίερε. Σεβάσμιον κλέϊσμα Θεσσαλονίκης, ἐν Ἄθωνι τὸ πρῶτον διέλαμψας ὥσπερ ἀστὴρ φαεινός, Σάββα Ὅσιε, καὶ εἶτα ἐν τῇ νήσῳ Εὐβοίας ἀσκήσεσι παμφαεστάτοις σου. Ἰσχὺν ἐνδυσάμενος θεόθεν, Σάββα, διήνυσας γυμνότητι σώματος καὶ ἀσιτίᾳ ὁδὸν προσποιήσεων σαλότητος, θεόφρον, καὶ ὅρμον εἰς εὔδιον πόλου κατήντησας. Θεοτοκίον. Οἱ δῆμοι ἀείποτε τῶν εὐσεβῶν μεγαλύνομεν, σεμνὴ Μητροπάρθενε, σῶν θαυμασίων πληθὺν καὶ αἰτούμεθα σὴν θείαν προστασίαν καὶ σκέπην καὶ εὔνοιαν, Θεογεννήτρια.

16 ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους. Νῦν ὕμνοις τὴν πανσεβάσμιόν σου γεραίρομεν μνήμην, ἀσκητά, εὐπατριδῶν ἐκβλάστημα γονέων, Σάββα Ὅσιε, διανυσάντων δόλιχον εἶτα μονήρους βιώσεως. Στεφάνου ἀπέλαβες τὴν κλῆσιν ὡς στέφανος, Σάββα, ἀρετῆς ἐν τῇ σεπτῇ βαπτίσει σου καὶ τὴν παιδείαν ἅπασαν τὴν θύραθεν, πανόσιε, γονέων σῶν ἀναλώμασι. Ἁγίου καλλώπισμα τοῦ Ὄρους, κατέλιπες βίου τὰ τερπνὰ ἐν ἐφηβείᾳ, Ὅσιε, καὶ μοναστὴς ὑπάκουος Βατοπαιδίου γέγονας, σοφίας, Σάββα, κειμήλιον. Θεοτοκίον. Βοήθει τοῖς οὖσιν ἐν ἀνάγκαις, κινδύνοις δεινοῖς καὶ πειρασμοῖς, Θεογεννῆτορ, δούλοις σου, τοῖς σπεύδουσιν ἑκάστοτε τῇ θείᾳ ἀντιλήψει σου καὶ ἀῤῥαγεῖ προστασίᾳ σου. Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Δεῦτε μέλψωμεν τὸν ἐν Σιναίῳ καταπλήξαντα Ὁσίους ἄνδρας ἀρετῆς αὐτοῦ ἐνθέου ἀκρότητι, τὸν ἐν τῇ Κύπρῳ σαλότητι λάμψαντα καὶ ἐν Εὐβοίᾳ νεκρώσει τοῦ σώματος, Σάββαν πάνσοφον, τοῦ Ἄθωνος ἐγκαλλώπισμα, εἰς θέωσιν ἀσκήσει καταντήσαντα. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

17 Καταφύγιον ἐμπεριστάτων, ὅρμε ἄκλυστε θαλαττευόνων καὶ ταχεῖα ἀντιλῆπτορ προσφύγων σου, Θεογεννῆτορ, μὴ παύσῃ πρεσβεύουσα τῷ σῷ Υἱῷ, εὐεργέτῃ τοῦ σύμπαντος, δοῦναι ἅπασι τοῖς πίστει σε μακαρίζουσιν ἰσχὺν καταπαλαῖσαι τὸν μισόκαλον. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Βίον διανύσας, Σάββα, ἐπὶ γῆς ὥσπερ Ἄγγελος, ἐν τῇ ἐφηβείᾳ πάντα ἀπηρνήσω ἐγκόσμια καὶ τὰ φθαρτὰ καὶ ἡδέα Ὄρος Ἅγιον, πάτερ Ὅσιε, στρουθὸς ὡς θεῖον κατέλαβες. Ἀπαράμιλλος ἐδείχθης νικητής, Σάββα Ὅσιε, ἐν σεπτοῖς ἀγῶσι κατ ἐχθροῦ καὶ στέφος ἀπείληφας ἀφθίτου δόξης ἀσκήσεως ὡς πρώταθλος, οὐρανόφοιτε ἡσυχαστά, πνευματέμφορε. Νεκρωθεὶς τῶν ἐν τῷ κόσμῳ, Σάββα, πνεῦμα ἐζώωσας καὶ σοῦ ἐπιγείου ἄχρι τελευτῆς βίου ἔμεινας ἄπολις, ἄστεγος, πάτερ, καὶ στερούμενος τῶν ἀνέσεων καὶ ἀναγκαίων τῷ σώματι. Θεοτοκίον. Ἐπακούουσα σῶν δούλων τῶν φωνῶν, Μητροπάρθενε, μὴ ἐλλείπῃς πάντων τῶν καταφευγόντων σῇ χάριτι καὶ ἐναργεῖ προστασίᾳ, κόσμου Δέσποινα, ἡ εὐήκοον

18 ἡμῖν οὖς κλίνουσα πάντοτε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. Ὑμνοῦμέν σε, Ὅσιε, καταλιπόντα Ἄθωνα ἐν Καταλανῶν ἐφόδῳ, Σάββα, καὶ σῶν ἱδρώτων ἀσκητικῶν ἐκροαῖς ποτίσαντα Λῆμνον, θαυμαστέ, Λέσβον, Χίον, Ἔφεσον Πάτμον καὶ Κύπρον εὔανδρον. Βυθοῦ ἐκ σαλότητος τὸν θησαυρὸν ἀνέσυρας, Σάββα, κρυπτομένης σοι σοφίας, ὃν ἐδωρήσω Κυπρίοις, ἐγκρατευτά, θαυμάζουσι σοῦ τὴν βιοτήν, πᾶσαν κακοπάθειαν καὶ εὐχὴν ἀδιάλειπτον. Ὁδούς σου κατηύθυνας πρὸς τὰ Ἱεροσόλυμα καὶ τὰ ῥεῖθρα, Σάββα, Ἰορδάνου, ἔνδον σπηλαίου ἐν οἷσπερ ἐνιαυτοὺς παρέμεινας τρεῖς τοῦ Βαπτιστοῦ τρόποις ἁμιλλώμενος, καὶ Προδρόμου τοῦ Κτίσαντος. Θεοτοκίον. Ἱλέωσαι Τόκον σου ἡμῖν σε μακαρίζουσι, Κεχαριτωμένη Θεοτόκε, ὡς τῶν ἀλγούντων καὶ ἀσθενούντων δεινῶς ἰάτειραν καὶ φωταγωγὸν τῶν ἐν σκότει δούλων σου καθευδόντων ἀείποτε. ᾨδὴ στ. Τὴν θείαν ταύτην.

19 Ἁγίων Τόπων τὸν ἔνοικον καὶ ὄρους τοῦ Σιναίου οἰκήτορα νῦν μεγαλύνομεν Σάββαν, εἰς ὕψος θεώσεως καὶ θεοπτίας ξένης τὸν καταντήσαντα. Σπηλαίων τρόφιμος γέγονας ἀνίκμων Παλαιστίνης τῷ Κτίσαντι μόνον, πανθαύμαστε, προσομιλῶν, Σάββα Ὅσιε, τῷ ἐνισχύσαντί σε νικῆσαι ἔχθιστον. Ἀγγελικῶς πεπολίτευσαι καὶ Σάββα, φερωνύμου Ἁγίου σου Λαύρας τὰ σπήλαια διαμονῇ σου ἡγίασας ὁσίᾳ καὶ ἀσκήσει τῇ ὑπὲρ ἔννοιαν. Θεοτοκίον. Σανὶς ἐν βίου τοῖς κλύδωσιν ὑπάρχεις σωτηρίας, Μητρόθεε, πάντων βοώντων σοι Χαῖρε, τὸ θεῖον σωσίβιον δεινῶς τῶν ποντούμενων, Παρθένε, δούλων σου. Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Δι οὗ σεμνύνεται Θεσσαλονίκη σπάργανα, Ἅγιον Ὄρος, ἀκλινῶς Ἱεροσόλυμα, Κύπρος, Εὔβοια καὶ πάσης Ἑλλάδος πλάτη θείαν ἄσκησιν πιστῶς ἐγκωμιάσωμεν ὡς σαλότητος ἐνθέου ὑφηγήτορα πόθῳ κράζοντες Χαίροις, Σάββα πανεύφημε. Ὁ Οἶκος. Ἄγγελοι σοὺς ἀτρύτους διαφόροις ἐν τόποις

20 καμάτους, μάκαρ Σάββα, ὁρῶντες ἐξεπλάγησαν καὶ τῶν πιστῶν οἱ χοροὶ ἐκθύμως, ἀσκητὰ ὅσιε, ἐθαύμασαν καὶ ἤνοιξαν τὰ στόματα τρανῶς βοῆσαι Χαῖρε, ὁ γόνος Θεσσαλονίκης χαῖρε, τὸ στέφος ἀφθίτου νίκης. Χαῖρε, ἐγκρατείας καὶ νήψεως κόσμημα χαῖρε, ἀπαθείας ἐν βίῳ θησαύρισμα. Χαῖρε, ὅτι καθηγίασας τῶν Διρφύων τοὺς δρυμούς χαῖρε, ὅτι πᾶσιν ἔβλυσας ταπεινώσεως κρουνούς. Χαῖρε, ὁ κατατήξας σὸν σαρκίον ἀσκήσει χαῖρε, ὁ διαπρέψας ἀσιτίᾳ καὶ νήψει. Χαῖρε, εὐῶδες ἴον τοῦ Ἄθωνος χαῖρε, πυρφόρον ἄστρον τοῦ Πνεύματος. Χαῖρε, μωρῶν προσποιήσεων κέρας χαῖρε, σεπτῶν παλαισμάτων τὸ γέρας Χαίροις, Σάββα πανεύφημε. Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΕ Ἰουνίου. Εἶτα λέγομεν Τῇ ΙΕ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάββα τοῦ Ἀθωνίτου, τοῦ καὶ ἐν Εὐβοίᾳ ἀσκήσαντος τοῦ διὰ Χριστὸν σαλοῦ. Στίχοι. Ἄπολις καὶ ἄοικος διῆλθες βίον, Σάββα, μωραῖς προσποιήσεσιν ἐκλάμπων. Συναξάριον. Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Σάββας, ὁ Ἀθωνίτης, ἐγεννήθη ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1283 ἐκ γονέων εὐσεβῶν ἀσπασαμένων εἶτα τὸ μοναχικὸν σχῆμα. Ἐν ἔτει 1301 φλεγόμενος ὑπὸ θείου πόθου ἦλθεν εἰς Ἅγιον Ὄρος καὶ ἐμόνασεν ἔν τινι Βατοπαιδινῷ κελλίῳ τῶν Καρυῶν. Κατὰ τὰς ἐπιδρομὰς τῶν Καταλανῶν κατέλιπεν τὸν Ἄθωνα καὶ περιπλανώμενος μέσῳ Λήμνου, Λέσβου καὶ Χίου ἦλθεν εἰς Ἱεροσόλυμα, ἔνθα διέπρεψεν ἐπ ἀρετῇ καὶ

21 ὁσιότητι τὸν μωρὸν προσποιούμενος. Ἐν συνεχείᾳ ἐπισκεψάμενος τά Ἱεροσόλυμα ἠσκήσατο ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου καὶ τῇ Λαύρᾳ τοῦ Ὁσίου Σάββα. Ἐλθὼν πεζῇ εἰς τὸ Σίναιον ὄρος παρέμεινεν ἐν αὐτῶ ἐνιαυτοὺς δύο καί ἐπιστρέφων μέσῳ Κύπρου, ἐν ᾗ τὸν μωρὸν αὖθις προσεποιεῖτο, καὶ Κρήτης εἰς τὴν κυρίως ἔφθασεν Ἑλλάδα. Ἐν αὐτῇ ἐπεσκέψατο καὶ ἡγίασεν Ἀθήνας καὶ Πάτρας. Εὑρὼν εἶτα ἡσυχαστικὸν τόπον ἐν τοῖς Διρφύοις τῆς Εὐβοίας παρέμεινεν ἐν αὐτῷ ἐνιαυτοὺς ὡσαύτως δύο ἄγνωστος παραμένων τοῖς πᾶσι καὶ ἐσθίων ἀγρίαν βοτάνην καὶ ἀκρόδρυα. Ἐπανακάμψας εἰς τὴν Μονὴν τῆς αὐτοῦ μετανοίας, τὸ Βατοπαίδιον, διῆλθε χρόνον ἱκανὸν ἐν αὐτῷ, ἔνθα καὶ ὡς τῆς ἀρετῆς ἐραστὴς καὶ τῆς ἡσυχίας γνώμων τὴν κλίμακα ἀνῆλθεν ὁλοσχερῶς τῆς θεώσεως. Ἐκ τοῦ Ἄθωνος κατέληξεν εἰς Κωνσταντινούπολιν ἔνθα ἀπεποιήθη τὴν πρότασιν ἀνόδου αὐτοῦ εἰς τὸν πατριαρχικὸν θρόνον. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Μονῇ τῆς Χώρας καὶ ἐτάφη πανευλαβῶς ἐν αὐτῇ ἐν ἔτει 1349. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν. Κύπρον εὔσημον ἡγίασας ἀγώνων σου ἱδρῶσιν, Ὅσιε, καὶ ῥεύμασί σου, σοφέ, μωρῶν προσποιήσεων, Σάββα μακάριε, καὶ δασύσκια Εὐβοίας ἄλση Δίρφυος, τοῦ δυσπροσπελάστου ὄρους. Ἡ ἀκρώρεια σκληραγωγίας σώματος, σὸν νοῦν ἐπτέρωσας πρὸς τὰ σκηνὰς οὐρανοῦ ἐκ χρόνων νεότητος καὶ κατηξίωσαι, Σάββα Ὅσιε, αὐτῶν σὺν θείοις τάγμασι

22 τῶν Ἀγγέλων ἀπολαύειν. Τὸ ἀξίωμα ἠρνήσω, Σάββα Ὅσιε, λαβεῖν τὸ μέγιστον τοῦ Πατριάρχου, σεμνέ, καὶ ἄχρι τοῦ τέλους σου σοφῶς παρέμεινας ὁ ἁπλούστατος καὶ ταπεινὸς καὶ ἄσημος μοναστὴς Μονῆς τῆς Χώρας. Θεοτοκίον. Ἡ τὸν Ἥλιον τὸν νοητὸν κυήσασα, φώτισον ἅπαντας σῆς ἀρωγῆς ἀστραπαῖς ἐν σκότει καθεύδοντας, Θεογεννήτρια, βίου θλίψεων, παθῶν καὶ περιστάσεων, Κεχαριτωμένη Μῆτερ. ᾨδὴ η. Παῖδας εὐαγεῖς. Νῆσον καθηγίασας τῆς Κρήτης, ἱδρώτων σου ὀχετοῖς, τρισμάκαρ Ὅσιε, ὁ σεπτοῖς σου ῥεύμασιν ἁγιάσας πρότερον δακρύων, Λῆμνον, Ἔφεσον, Πάτμον πανίερον, τὴν Λέσβον καὶ τὴν εὔοσμον Χίον κράζων Σάββα, φεῦγε ταχὺ καὶ σῴζου, τλῆμον. Μέμνησο ἡμῶν τῶν σὲ τιμώντων ὡς γνώμονα ἀρετῆς καὶ ταπεινώσεως, ἡσυχίας ἔκτυπον, βάθρον ταπεινώσεως καὶ πρόβολον ἁπλότητος, πάτερ πανίερε, ὁ ἄοικος καὶ ἄπολις, Σάββα, εὔχρηστον δοχεῖον

23 τοῦ θείου Παρακλήτου. Εὔβοια καὶ Πάτραι καὶ Ἀθῆναι σεμνύνονται ἀγωγῇ ἀκραιφνεστάτῃ σου ἐν αὐταῖς καὶ μέλπουσαι σοῦ τὰ κατορθώματα πρὸς ἀρετῆς τελείωσιν πιστῶς κραυγάζουσιν Ἀσκήσεως θεόγλυπτον, Σάββα, ἄγαλμα καὶ ῥεῖθρον θεοσοφίας, χαῖρε. Θεοτοκίον. Λάμψον μοι τὸ φῶς τῆς μετανοίας, καὶ δίωξον σκοτασμὸν φωτὶ σῆς χάριτος τῶν παθῶν μου, ἄχραντε Παναγία, Δέσποινα, ἡ Φῶς, Χριστόν, κυήσασα τὸ ἱλαρώτατον καὶ ἄδυτον, Κυρία Παρθένε, Κεχαριτωμένη, φωτίζον πᾶσαν κτίσιν. ᾨδὴ θ. Ἅπας γηγενής. Πνεύματος κρουνὲ Ἁγίου πολύῤῥυτε, σῆς ταπεινώσεως νάμασιν ἐδρόσισας συνασκητῶν σου ψυχὰς ἐν Ἄθωνι, μεθ ὧνπερ ἐπετίμησας τὸν αἱρετίζοντα, Καλαβρίας, Βαρλαάμ, τὸ βλάστημα, Σάββα, ἡσυχασμοῦ τὸν πολέμιον. Ὥσπερ Ἠλιοὺ προφήτης ἀνέστησας νεκρόν, ἀοίδιμε, γυναικὸς τῇ Χάριτι σῇ ἐνοικούσῃ υἱὸν καὶ πάραυτα

24 πορείαν, Σάββα, ἤλλαξας τὴν σήν, πανόσιε, φεύγων δόξαν ἀποδιδομένην σοι ὑπὸ πάντων ἰδόντων τὸ θαῦμά σου. Χαῖρε, θαυμαστὲ δαιμόνων ἀντίπαλε, χαῖρε, ὑπόδειγμα θεῖον ταπεινώσεως, σκληραγωγίας σαρκίου ἄγαλμα καὶ προσευχῆς θεότευκτον, χαῖρε, ἀνάκτορον, μάκαρ Σάββα, ὁ συντόνοις πόνοις σου ἀνελθὼν τῆς θεώσεως κλίμακα. Θεοτοκίον. Μῆτερ τοῦ Θεοῦ, σεμνὴ ἀειπάρθενε, Θεογεννήτρια, ῥύου περιστάσεων, δεινῶν κινδύνων καὶ πάσης θλίψεως τοὺς ὕμνοις μεγαλύνοντας τὰ σὰ θαυμασία ἱκεσίαις Σάββα τοῦ θεόφρονος, τοῦ ἀσκήσει Υἱόν σου δοξάσαντος. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Ἀσκούμενον, εὐχόμενον καὶ νήφοντα τιμήσωμεν ἡσυχαστὴν θεοφόρον ἄοικον ὄντα καὶ πλάνην, Ἀθωνιτῶν ὡς κλέϊσμα καὶ οἰκιστὴν θειότατον Εὐβοίας, Σάββαν Ὅσιον, ἀγρίᾳ μόνον βοτάνῃ διατρεφόμενον πίστει.

25 Θεοτοκίον. Θεόθεν καθαγίαζε τὸν βίον τῶν ὑμνούντων σε καὶ ἐπευλόγει τοὺς πίστει σὲ μεγαλύνοντας, Μῆτερ, ὡς παρθενίας σκήνωμα καὶ προστασίας δούλων σου οἴκημα θεοφρούρητον, Θεογεννῆτορ Παρθένε, ἐν συμφοραῖς καὶ ἀνάγκαις. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος! Σάββα, ἴον εὐθαλέστατον Θεσσαλονίκης, ὀδμαῖς μυροβόλοις ἀσκήσεως, πάτερ, νυχθημέροις σου οἰκουμένην καθήδυνας καὶ εὐωδίᾳ σκληραγωγίας σου ηὔφρανας Κύπρον, Ἱεροσόλυμα, Εὔβοιαν, Σίναιον, καὶ Κωνσταντινούπολιν, Ἀθωνιτῶν ἀσκητῶν ἀγλάϊσμα καὶ σεμνολόγημα. Σάββα, ἡσυχίας σκήνωμα, Εὐβοίας ὁ οἰκιστής, τῶν Διρφύων ὁ ἄοικος ἀσκητὴς καὶ πίστεως τιμαλφέστατον μάργαρον, ὁ ἀκροδρύοις διατρεφόμενος καὶ κατεσθίων βοτάνῃ, δόλιχον χαίρων ἰθύνοντα πρὸς σκηνὰς ἐβάδισας τῶν οὐρανῶν, δήμοις συναγάλλεσθαι Ἀγγέλων πάντοτε.

26 Σάββα, τῶν Ἀγγέλων σύσκηνε, τοῦ Βαπτιστοῦ ζηλωτά, ἐρημίαν καὶ μόνωσιν ὁ ἐκ τῆς νεότητος ἀγαπήσας καὶ ἄοικος ἐν βίῳ μείνας, πάτερ, καὶ ἄπολις, Βατοπαιδίου Σεμνείου πρόβολε, χαίροις, θεσπέσιε, Κωνσταντινουπόλεως ὁ ἐν Μονῇ τελευτήσας, Ὅσιε, τῆς Χώρας, πάντιμε. Μνήμην τὴν σεπτήν σου ἄγοντες σεμνοπρεπῶς οἱ πιστοὶ νῦν ὑμνοῦμεν ἀσκήσεως σῆς συντόνου σκάμματα, Ἀθωνῖτα περίδοξε, Ὅσιε Σάββα, ὁ τῆς σαλότητος ὁδὸν ἀνύσας τὴν ὄντως δύσβατον καὶ νίκης στέφανον ἐκ χειρῶν δεξάμενος τοῦ Ἰησοῦ, πᾶσιν ἀπονέμοντος βραβεῖα ἄφθαρτα. Δόξα. Ἦχος πλ. α. Τὸν τῆς φιλησύχου μονώσεως καὶ ἀγωγῆς ἐραστὴν ἰσόβιον, ἀρνησάμενον πατριαρχικὸν ἀναλαβεῖν ἀξίωμα, Σάββαν, τὸν θεόσοφον Ἀθωνίτην, εὐφημήσωμεν τὸν καὶ ἐν Εὐβοίᾳ ἰσαγγέλως πολιτευσάμενον, ἐν εὐλαβείᾳ ψάλλοντες Ὁ τῆς ἀρετῆς συνέκδημος καὶ τῆς ἐρημίας οἰκήτωρ θειότατος, ὁ ἀσιτίᾳ τρεφόμενος καὶ ἀγρυπνίᾳ ἀναπαυόμενος, θεόσοφε πάτερ, μὴ παύσῃ Κυρίου δεόμενος ὑπὲρ τῶν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην σου. Καὶ νῦν. Θεοτοκίον.

27 Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,... Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. ******************************* Ε Ν Τ ῌ Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ καὶ ἡ στ ᾠδή. Ἀπόστολος πρὸς Γαλάτας. (Κεφ. ε 22 - στ 2 ) Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,... Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ Ἑβδομάδος. Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. ιγ 17-23 ) Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Πέμπτῃ τῆς Δ Ἑβδομάδος. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον. Μεγαλυνάρια. Χαίροις, Ἀθωνῖτα ἡσυχαστά, Σάββα θεοφόρε, προσποιήσεσιν ὁ μωραῖς λάμψας ἐν τῷ κόσμῳ, ἐν ᾧ διῆλθες βίον ὡς ἄοικος καὶ πλάνης, πάντων στερούμενος. Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς καὶ ἐν τοῖς Διρφύοις, τῆς Εὐβοίας, ἡσυχαστὰ Σάββα, ἀκροδρύοις τρεφόμενος καὶ πᾶσιν ἀνθρώποις μένων, πάτερ Ὅσιε, ἄγνωστος. Δίστιχα. Σάββαν ἐν Εὐβοίᾳ Ἀθωνίτην ᾖσε Χρυσοστόμου χάριν Χαραλάμπης πόθῳ. Βατοπαίδιον ἐγκαυχᾶται σοῖς πόνοις

28 σὺν Εὐβοίᾳ, Σάββα, Χαραλάμπης ψάλλει. Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους Σάββα, ὁ σαλότητι* διαπρέψας τρόπων σου* γνώρισόν μοι χάριν σου. Ἐπίμετρον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Στήριζε ἀκλινῶς Ἀργύριον, Ἑλένην καὶ Δαβιδούλαν, Σάββα, τοὺς ἐν Εὐβοίᾳ πόνους σεπτούς σου ἀναμέλποντας. Τ Ε Λ Ο Σ Κ Α Ι Δ Ο Ξ Α Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ Θ Ε ῼ Η Μ Ω Ν Ἀριθμ. Καταλ. Α 715 / 23-8-14