ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ



Σχετικά έγγραφα
Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι. Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου. Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΚΑΙ ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου. Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ (ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) Εὐλογητός ὁ Θεός Ἀμήν.

Δείτε το πρωτότυπο Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Δέσποτα εὐλόγησε. Ἱερεὺς

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

ΕΙΣ ΤΟΝ ΕΣ ΠΕΡΙΝΟΝ. Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια.

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων.

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Ἦχος πλ.β Ἑωθινόν στ. ευ λο γη µε ε νος ο ερ χο µε νος εν ο

APOLYTIKIONS. Του λίθου σφραγισθέντος ΗΧΟ Α Α-μήν Σου λί-θου σφρα-γι-σθέν-τος υ-πό των Ι-ου-δαί-ων και στρα-τι-ω-τῶν φυ-λασ-σόντων

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

Transcript:

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾅδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι. Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες, τὸν ὕμνον οὕτως εἴπωμεν Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Σὲ Κύριε τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς ἐν τῷ ᾅδῃ; ἐπάτησας θάνατον εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

2 ΟΚΣΩΗΧΟ ΚΤΡΙΑΚΗ Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν ἀ- νάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θε- ὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. ΕΙ ΣΑ ΑΠΟΣΙΧΑ Στιχηρὰ Ἀναστάσιμα. Ἀναστάσιμον Τὴν ἀνάστασίν σου Χριστὲ Σωτήρ, ἄγγελοι ὑ- μνοῦσιν ἐν οὐρανοῖς καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζει. ΑΠΟΛΤΣΙΚΙΑ Ἀναστάσιμον Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἐκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς ἀγγέλοις Συγχάρηταί μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας δόξα σοι.

ΗΧΟ ΠΛΑΓΙΟ ΣΕΣΑΡΣΟ 3 ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α. Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα. Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους ἀποστόλους Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑ- κουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. ΚΑΝΟΝΕ Κανόνας Ἀναστάσιμος, Ὠδὴ α. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴ- χνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ἄσωμεν. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου Κύριε. Ἐκτεταμένος παλάμας ἐπὶ Σταυροῦ, πατρικῆς ἐ- πλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄδομεν. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου Κύριε. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν ἀνάστασιν.

4 ΟΚΣΩΗΧΟ ΚΤΡΙΑΚΗ Ὑπεραγία Θεοτόκε πρέσβευε ὑπὲρ ἡμῶν. Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. ΕΙ ΣΟΤ ΑΙΝΟΤ Στιχηρὰ Ἀναστάσιμα. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου καὶ ἐπ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις ἐλέησον ἡμᾶς. Αὐτόμελον Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖν σου τὴν ἀνάστασιν.