ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 4. Πεμπτη

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * *

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΝΟΕΜΒΡΙΟΥ Ἡ Σύμανιρ σῶμ Ἀπχιςσπασήγωμ Μιχαὴλ καὶ Γαβπιήλ, καί σῶμ λξιοῶμ ἁγίωμ ἀςωμάσωμ καὶ ξὐπαμίωμ Ταγμάσωμ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Κυριακή 28 Ὀκτωβρίου 2018

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ' ΩΡΑΣ. Τεσσαρακοστῆς. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ευ λο γη µε νος ο ερ χο µε νος εν ο νο

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1 Ορθροσ Δευτερασ Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ

Ορθρος Δευτερασ - Α Ηχοσ Α Η χ ο σ ΑΠΟΛΥΤΙΚΙΑ (Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο ή το δεύτερο απολυτίκιο, Και νυν... το ομόηχο με το απολυτίκιο, εις τό Θεὸς Κύριος α Θεοτόκιο) Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται συνέλαβες γὰρ ἀσπόρως καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος. Θεοτοκίον Ἦχος γ Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε ποῖόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι διὸ ὡς προσετάγην βοῶ σοί Χαῖρε ἡ Κεχαριτωμένη. Θεοτοκίον Ἦχος δ Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ ἅγια τῶν ἁγίων, τῇ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη ὁ Κύριος μετὰ σοῦ. Θεοτοκίον Ἦχος πλ. α Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοώμέν σοί Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον. Θεοτοκίον Ἦχος πλ. β Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου. Θεοτοκίον Ἦχος Βαρὺς Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι. Θεοτοκίον Ἦχος πλ. δ Χαῖρε, ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ κόσμου δεξαμένη χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ. (Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α ομόηχο θεοτόκιο της ημέρας) Ἦχος δ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι... Καὶ νῦν... Θεοτοκίον Τὴ ἀνατραφείση ἐν τῷ ναῶ... Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 1

Ορθρος Δευτερασ - Α Ηχοσ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α στιχολογίαν Κατανυκτικὰ Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε. Μετὰ τὴν β στιχολογίαν Κατανυκτικὰ Τὸν τάφον σου Σωτὴρ Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν σοὶ γάρ,κύριε, ἐν κατανύξει κραυγάζω Ἥμαρτόν σοι σῶσόν με. στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου. Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως. Μετὰ τὴν γ στιχολογίαν Τὸν τάφον σου Σωτὴρ Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ αὐτῶν δέχῃ Πάναγνε ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον. 2 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ Ψαλμὸς ν (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 3

Ορθρος Δευτερασ - Α Ηχοσ ΚΑΝΟΝΕΣ ᾨδὴ α - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1.»Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Τῶν ἁμαρτιῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος Χριστὲ τοῦ ἐλέους σου, δέομαι ἐξάλειψον, καὶ λογισμὸν ἐπιστροφῆς μοι δώρησαι, ὅπως σοῦ δοξάζω, τὴν ὑπὲρ νοῦν ἀγαθότητα. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ὤφθης διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπὶ τῆς γῆς σωματούμενος ἄνθρωπος ὅθεν ὑπὲρ ἄνθρωπον, Λόγε Θεοῦ, ἡμαρτηκότα δέξαι με, νῦν ἐν μετανοίᾳ, τοῖς οἰκτιρμοῖς σου προσπίπτοντα. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Νέκρωσιν μιμούμενοι Χριστοῦ, τοῦ ἑκουσίως παθόντος καὶ θάνατον, πάθη ὑπεμείνατε, πολυειδῆ καὶ θάνατον ἀοίδιμοι ὅθεν ἀθανάτου, ζωῆς ἐτύχετε μάρτυρες. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Πῦρ ἔνδον ἀγάπης θεϊκῆς, περιφανῶς περιφέροντες Μάρτυρες, πῦρ οὐκ ἐπτοήθητε, ἀλλὰ θερμαῖς τῶν πόνων ἐπιδόσεσι, τῆς πολυθεΐας, τὴν ὕλην πᾶσαν ἐφλέξατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Τάξεις Ἀσωμάτων σὺν ἡμῖν, σὲ ἀνυμνοῦσι, Παρθένε πανύμνητε τὸν γὰρ ἀπερίληπτον, ἐν σῇ γαστρὶ σωματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α - Κανὼν τῶν Ἀσωμάτων Σοῦ ἡ τροπαιοῦχος δεξιά στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Θρόνῳ παριστάμενοι φαιδρῶς, τῷ τοῦ Δεσπότου, πανάγιοι Ἄγγελοι, τὸν Πατρὶ συνάναρχον, καὶ τῆς αὐτοῦ μεγάλης βουλῆς Ἄγγελον, λόγον μοι ἐμπνεῦσαι, ὑμᾶς ὑμνοῦντι, πρεσβεύσατε. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Θρόνῳ παριστάμενοι φαιδρῶς... στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Ἔσοπτρα φωτὸς θεαρχικοῦ, καὶ τρισηλίου λαμπάδος τὴν ἔλλαμψιν, πᾶσαν εἰσδεχόμενα, ὡς ἐφικτόν, τὰ τῶν Ἀγγέλων τάγματα, πρῶτον ἐννοήσας, ὁ Νοῦς ὁ θεῖος ὑπέστησεν. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ὁ διακοσμήσας ὡς Θεός, ταξιαρχίας τῶν ἄνω δυνάμεων, μήτραν ἀπειρόγαμον, τῶν Σεραφεὶμ ὑψηλοτέραν ᾤκησε, τὴν σὴν Θεοτόκε, καὶ σάρξ ἀτρέπτως ἐγένετο. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) 4 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ ᾨδὴ γ - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1.»Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτῇν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης, Φιλάνθρωπε. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ἀνάνηψον δεῦρο, ὦ ψυχή, καὶ βόησον ἥμαρτον, τῷ τὰ κρυπτά σου πάντα γινώσκοντι, καὶ μετανοίας καρποὺς ἐπίδειξαι, ὅπως ἐλεήσῃ σε, ὁ οἰκτίρμων Κύριος, καὶ πυρὸς αἰωνίου λυτρώσηται. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ἱλάσθητι μόνε Ἀγαθέ, ἱλάσθητι καὶ σῶσόν με, ὡς ὁ Τελώνης φόβῳ κραυγάζω σοι, ἐσμὸν πταισμάτων ἐπισυρόμενος, καὶ κατακαμπτόμενος, βάρει παραπτώσεων, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος. Μαρτυρικὰ στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, οἱ Μάρτυρες πληρούμενοι, Ἑλληνικὴν σοφίαν ἐμώραναν, τὸν σοφιστήν τε κακίαν ὤλεσαν, καὶ στερρῶς ἀθλήσαντες, ἐπαξίως ἔλαβον, τούς τῆς νίκης στεφάνους γηθόμενοι. στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Μονάδα μὲν φύσει ἀθληταί, Τριάδα τοῖς προσώποις δέ, ὁμολογοῦντες, πλάνην πολύθεον, ἐνθέῳ πίστει ἐξηφανίσατε, καὶ φωστῆρες ὤφθητε, πάντων καταυγάζοντες, τὰς καρδίας ἀκτῖσι τῆς χάριτος. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ἁγία Θεόνυμφε ἁγνή, ἁγίως ἀπεκύησας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον, Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ἐν Ἁγίῳ Πνεύματι, τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ - Κανὼν τῶν Ἀσωμάτων Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Φωτὶ θεουργῷ τὰ Σεραφείμ, ἀμέσως πλησιάζοντα, καὶ πολλαχῶς αὐτοῦ ἐμπιπλάμενα, ταῖς πρωτοδότοις σαφῶς ἐλλάμψεσι, πρωτουργῶς λαμπρύνονται, καὶ ὡς φῶτα δεύτερα, χρηματίζουσι θέσει θεούμενα. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Φωτὶ θεουργῷ τὰ Σεραφείμ... στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Ἀγγέλων λαμπρότητας ὑμνεῖν, προθύμως ἐφιέμενοι, τὴν δι αὐτῶν θεόθεν βοήθειαν, χορηγουμένην πιστοί, αἰτήσωμεν, νοὸς καθαρότητι, καὶ πανάγνοις στόμασι, καὶ τευξόμεθα τούτων ἐλλάμψεως. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριήλ, Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύων σοι, καὶ τὸν ἄφραστον τόκον κηρύττων σου. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο) Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 5

Ορθρος Δευτερασ - Α Ηχοσ ΜΕΤΑ ΤΗΝ 3 η ΩΔΗ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6 η ΩΔΗ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι) Τὰ καθ' ἡμέραν Κοντάκια Tῇ Δευτέρα Κοντάκιον τῶν Ἀσωμάτων Ἦχος β Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγοι. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. 6 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ 9 η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια Tῇ Δευτέρα Ἦχος γ Αὐτόμελον Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι) Θεοτοκίον ὅμοιον Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 7

Ορθρος Δευτερασ - Α Ηχοσ ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου) 8 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148-149 - 150 χύμα) Ψαλμὸς ρμη (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 9

Ορθρος Δευτερασ - Α Ηχοσ ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου (γ ). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ ). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία) 10 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 11

Ορθρος Δευτερασ - Α Ηχοσ ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Κατανυκτικὰ Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Πανεύφημοι μάρτυρες Ἁγιωτέρα ἁγίων πασῶν Δυνάμεων, τιμιωτέρα πάσης κτίσεως, Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτῆρα κυήσασα, ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταῖς πρεσβείαις σου. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ ). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. 12 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Α Ηχοσ ΑΠΟΛΥΤΙΚΙΑ τέλους (Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο) Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε. Θεοτοκίον Ἦχος β Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν; Θεοτοκίον Ἦχος δ Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. α Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. β Ἀρχαγγελικὸν λόγον ὑπεδέξω καὶ χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος Βαρὺς Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α ομόηχο θεοτόκιο της ημέρας) Ἦχος δ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὅτι πάντων ὑπάρχεις... Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 13

Ορθρος Δευτερασ - Α Ηχοσ 14 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ Β Η χ ο σ ΑΠΟΛΥΤΙΚΙΑ (Εάν η ακολουθία του Μηναίου έχει έστω και ένα δοξαστικό στον εσπερινό, ψάλλεται το απολυτίκιο του Μηναίου, Δόξα... το ίδιο ή το δεύτερο απολυτίκιο, Και νυν... το ομόηχο με το απολυτίκιο, εις τό Θεὸς Κύριος α Θεοτόκιο) Εἰς τό Θεὸς Κύριος Θεοτόκια Θεοτοκίον Ἦχος α Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται συνέλαβες γὰρ ἀσπόρως καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος β Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὦς ποτε ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος. Θεοτοκίον Ἦχος γ Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε ποῖόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι διὸ ὡς προσετάγην βοῶ σοί Χαῖρε ἡ Κεχαριτωμένη. Θεοτοκίον Ἦχος δ Τὴ ἀνατραφείση ἐν τῷ ναῶ, εἰς τὰ ἅγια τῶν ἁγίων, τῇ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη ὁ Κύριος μετὰ σοῦ. Θεοτοκίον Ἦχος πλ. α Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοώμέν σοί Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη τῶν γηγενῶν σωτηρία χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον. Θεοτοκίον Ἦχος πλ. β Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία πρὸς τὴν Παρθένον γέγονεν ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνή, ἀλλ' οὕτως ἔλεγεν Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοὶ κατὰ τὸ ῥήμά σου. Θεοτοκίον Ἦχος Βαρὺς Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταὶς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοὶς πιστῶς σὲ δοξάζουσι. Θεοτοκίον Ἦχος πλ. δ Χαῖρε, ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ κόσμου δεξαμένη χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ. (Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α ομόηχο θεοτόκιο της ημέρας) Ἦχος δ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι... Καὶ νῦν... Θεοτοκίον Τὴ ἀνατραφείση ἐν τῷ ναῶ... Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 15

Ορθρος Δευτερασ - Β Ηχοσ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὸν τὸ κράτος... Ἀμήν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α στιχολογίαν Κατανυκτικὰ Ὡς κύματα θαλάσσης ἐπ' ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σῶσόν με. στιχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με. Δόξα... Καὶ νῦν... Θεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος. Μετὰ τὴν β στιχολογίαν Κατανυκτικὰ Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κᾀγώ σοι κράζω Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με. στιχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὂνομά σου. Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι Ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, δι' ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος. Μετὰ τὴν γ στιχολογίαν Κατανυκτικό Εὐσπλαγχνίας ὑπάρχουσα Ἀσωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρᾳ τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρᾶς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθῳ τῇ σκέπῃ ὑμῶν. Μαρτυρικὸν στιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αύτοῦ. Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τοῦτό σε, πιστῶς μεγαλύνομεν. 16 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ Ψαλμὸς ν (50) χύμα Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥύσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 17

Ορθρος Δευτερασ - Β Ηχοσ ΚΑΝΟΝΕΣ ᾨδὴ α - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1.»Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ὁ σαρκωθείς, καὶ μὴ δικαίους ὡς ἔφησας, ἁμαρτωλοὺς καλέσαι δέ, παραγενόμενος, εἰς μετάνοιαν Λόγε, πολλὰ ἡμαρτηκότα δέξαι, καὶ σῶσόν με. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα. Εὐδιάλλακτε μόνε, ἐπίστρεψόν με σῶσον, τῇ εὐσπλαγχνίᾳ σου. Μαρτυρικὰ στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 4. Βῆμα τὸ σόν, στεφηφοροῦντες παρίστανται, οἱ ἀθλοφόροι Κύριε, τὰ τοῦ ἀλάστορος ἐκνικήσαντες θράση, καὶ τὴν ἀθανασίαν καταπλουτήσαντες. στιχ. Ἃγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν. 5. Ῥεῖθρα ἡμῖν, τῶν ἰαμάτων πηγάζοντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰ ἀναβλύζοντα, τῆς σαρκὸς ἡμῶν πάθη, ξηραίνουσι, δυνάμει τοῦ θείου Πνεύματος. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ α - Κανὼν τῶν Ἀσωμάτων Ἄτριπτον ἀσυνήθη στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Ἄνθρακας θεοφόρους, τῇ αἴγλῃ πυρσωθέντας τῆς σῆς οὐσίας, τοὺς ἀσωμάτους ἔδειξας χορούς, σὲ Χριστὲ δοξάζοντας, ὡς παντοδύναμον. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Δύναμιν ἀφθαρσίας, καὶ δόξαν κεκτημένοι ἀθανασίας, δεδωρημένοι Ἄγγελοι Χριστέ, τῇ πρὸς σὲ ἐγγύτητι καταφωτίζονται. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Ὤφθησαν λαμπροφόροι, τὴν ἄϋλον δεικνύντες καὶ κατὰ φύσιν, διὰ συμβόλων Ἄγγελοι Χριστέ, αἰσθητῶς τυπούμενοι τὴν καθαρότητα. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Τάγματα τῶν Ἀγγέλων τῷ Τόκῳ, σου Παρθέγε, τῷ ὑπὲρ φύσιν, ὑπηρετοῦσι χαίροντα σεμνή τὸν γὰρ τούτων τέτοκας Θεὸν καὶ Κύριον. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) 18 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ ᾨδὴ γ - Κανὼν Κατανυκτικὸς Ὁ Εἱρμὸς 1.»Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. Τροπάρια στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 2. Ὁ μήτραν ὑποδὺς Χριστὲ ἄφθορον, φθαρεῖσαν τοῖς πάθεσι τὴν ψυχήν μου, μετανοίᾳ καινοποίησον, καὶ φωτὸς ἀϊδίου δεῖξον ἔμπλεων. στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι. 3. Ὑπήκουσα ἐχθροῦ παραπικραίνοντος, καὶ πᾶσαν ἐτέλεσα ἁμαρτίαν, καὶ ἀφθόνως παρεπίκρανα, σὲ τὸν μόνον μακρόθυμον, φιλάνθρωπε. Μαρτυρικὰ στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 4. Σταυρῷ τετειχισμένοι οἱ ἀήττητοι, ὁπλῖται, καὶ μάρτυρες τοῦ Σωτῆρος, ὥσπερ τείχη κατηδάφισαν, τὰ τῆς πλάνης γενναίως ὀχυρώματα. στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 5. Δυνάμει θεϊκῇ τὸ ἀσθενὲς ὑμῶν, γενναῖοι νευρώσαντες ἀθλοφόροι, τὴν ἰσχὺν τοῦ πολεμήτορος, παντελεῖ ἀπωλείᾳ παρεδώκατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 6. Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς τοῦ δολίου πολεμήτορος. (Μηναίο με δύο κανόνες, άνευ ειρμών, εις 8) ᾨδὴ γ - Κανὼν τῶν Ἀσωμάτων Τόξον συνετρίβη δυναστῶν στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 7. Ὁ φύσει ἀθάνατος Θεός, σοφὸς δημιουργός, ἐν χάριτι στρατιᾶς, ἀθανάτους δείκνυσι. στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 8. Ὁ φύσει ἀθάνατος Θεός... στίχ. Ἀρχάγγελοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. 9. Νῦν παρεστῶτες ὀρεκτῶν, ἀκρότητι Χριστῷ, σωθῆναι πάντας ἡμᾶς, Ἄγγελοι πρεσβεύσατε. Θεοτοκίον στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 10. Ἀρχὴν ὑπὸ χρόνον εἰληφώς, πιστεύεται ἐκ σοῦ, ὁ χρόνων δημιουργός, Μήτηρ ἀειπάρθενε. (Μηναίο με ένα κανόνα, άνευ ειρμού, εις 4) (και στο τέλος, ο ειρμός της 3ης ωδής από το Μηναίο) Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 19

Ορθρος Δευτερασ - Β Ηχοσ ΜΕΤΑ ΤΗΝ 3 η ΩΔΗ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἀμήν. (Μεσώδια Καθίσματα από το Μηναίο -η 4η, 5η και 6η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 6ης ωδής από το Μηναίο) ΜΕΤΑ ΤΗΝ 6 η ΩΔΗ Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης... Ἀμήν. (Κοντάκιο και Οίκος από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε τα κάτωθι) Τὰ καθ' ἡμέραν Κοντάκια Tῇ Δευτέρα Κοντάκιον τῶν Ἀσωμάτων Ἦχος β Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων ἀρχιστράτηγοι. (Συναξάριο της ημέρας -η 7η και 8η ωδή συνήθως παραλείπονταικαι στο τέλος, ο ειρμός της 8ης ωδής από το Μηναίο με στίχο) στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. 20 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ 9 η ΩΔΗ (Ωδή της Θεοτόκου) Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν. 1. στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεύμά μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 2. στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νὺν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 3. στίχ. Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν καὶ γενεὰν τοὶς φοβουμένοις αὐτόν. 4. στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 5. στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. 6. στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῶ Ἀβραάμ καὶ τῶ σπέρματι αὐτοῦ ἕως αἰῶνος. (-η 9η ωδή συνήθως παραλείπεταιμετά ο ειρμός της 9ης ωδής από το Μηναίο και στο τέλος, το μεγαλυνάριον της Θεοτόκου) Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Μικρή Συναπτή Ἔτι καὶ ἔτι... Κύριε, ἐλέησον Ἀντιλαβοῦ, σῶσον...κύριε, ἐλέησον Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Σὲ αἰνοῦσι... Ἀμήν. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τὰ καθ' ἡμέραν ἐξαποστειλάρια Tῇ Δευτέρα Ἦχος γ Αὐτόμελον Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. (Εξαποστειλάριο και Θεοτόκιο από το Μηναίο. Εάν δεν υπάρχουν, λέμε το κάτωθι) Θεοτοκίον ὅμοιον Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 21

Ορθρος Δευτερασ - Β Ηχοσ ΑΙΝΟΙ (Εάν υπάρχουν αίνοι στο Μηναίο) (το Πάσα πνοή στον ήχο των στιχηρών) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. (οι ενδιάμεσοι στίχοι συνήθως παραλείπονται και στους 4 τελευταίους στίχους, ψάλλονται τα στιχηρά του Μηναίου) 1. στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 2. στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 3. στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 4. στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (Δόξα... Και νυν... του Μηναίου) 22 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ ΑΙΝΟΙ (Εάν δεν υπάρχουν αίνοι στο Μηναίο, οι 3 ψαλμοί των αίνων 148-149 - 150 χύμα) Ψαλμὸς ρμη (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῶ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ψαλμὸς ρμθ (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ψαλμὸς ρν (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 23

Ορθρος Δευτερασ - Β Ηχοσ ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο ζητά Μεγάλη Δοξολογία, η ημέρα είναι ημιεορτάσιμη και τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μεγάλη Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου (γ ). Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ ). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (Απολυτίκιο και Θεοτόκιο τέλους και άρχεται η Θεία Λειτουργία) 24 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ ΔΟΞΟΛΟΓΙΑ (Εάν το Μηναίο δεν ζητά Μεγάλη Δοξολογία, τελειώνει ο Όρθρος με την κάτωθι σειρά) Δοξολογία μικρή (χύμα) Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρωτικά Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον... Κύριε ἐλέησον. Τὴν ἡμέραν πᾶσαν... Παράσχου Κύριε. (μετά από κάθε δέηση)... Τῆς Παναγίας, ἀχράντου... Σοί, Κύριε. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν...ἀμήν. Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε. (Η ευχή της κεφαλοκλισίας μυστικώς: Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς...) Σὸν γάρ ἐστι τὸ ἐλεεῖν... Ἀμήν. Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 25

Ορθρος Δευτερασ - Β Ηχοσ ΑΠΟΣΤΙΧΑ ΤΩΝ ΑΙΝΩΝ Κατανυκτικὰ Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν. Ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος. Μαρτυρικὸν στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ. Δόξα... Καὶ νῦν... Θεοτοκίον (Από το Μηναίο. Εάν δεν έχει το Μηναίο, το κάτωθι) Ὡσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφορεῖν τῷ κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί Σου, Ὕψιστε τοῦ ἀναγγέλειν τὸ πρωῒ τὸ ἔλεός Σου καὶ τὴν ἀλήθειάν Σου κατὰ νύκτα. Τρισάγιον Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ ). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. 26 Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη

Ορθρος Δευτερασ - Β Ηχοσ ΑΠΟΛΥΤΙΚΙΑ τέλους (Το απολυτίκιο που ψάλλαμε στο Θεός Κύριος, αλλά, Δόξα... Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο. Εάν υπάρχει και δεύτερο απολυτίκιο, το ψάλλουμε στο Δόξα..., και εις το Και νυν... το εις το τέλος του Όρθρου ομόηχο Θεοτόκιο) Εἰς τὸ, τέλος τοῦ Ὄρθρου Θεοτόκια Θεοτοκίον Ἦχος α Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε. Θεοτοκίον Ἦχος β Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. Θεοτοκίον Ἦχος γ Ἕκαστος ὅπου σώζεται, ἐκεῖ δικαίως καὶ προστρέχει καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν; Θεοτοκίον Ἦχος δ Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. α Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Θεοτοκίον Ἦχος πλ. β Ἀρχαγγελικὸν λόγον ὑπεδέξω καὶ χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος Βαρὺς Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτήρα τῶν ψυχῶν ἡμῶν. Θεοτοκίον Ἦχος πλ. δ Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Εάν η ακολουθία του Μηναίου στερείται δοξαστικού, ψάλλεται το απολυτίκιο της ημέρας της εβδομάδος με το οικείο α ομόηχο θεοτόκιο της ημέρας) Ἦχος δ Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὅτι πάντων ὑπάρχεις... Γεωργιοσ Καραγιαννακησ - Παρακλητικη 27