5 ΦΕΒΡΟΥΑΡΙΟΥ Κυριακή ΙϚ ΛΟΥΚΑ

Σχετικά έγγραφα
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ)

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

2 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἦχος πλ. δ. ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

29 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

6 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

15 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΑΠΡΙΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

28 ΙΟΥΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ

13 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

ε ε λε η σον Κυ ρι ε ε ε

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

11 ΜΑΡΤΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΝΗΣΤΕΙΩΝ ( ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ )

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΑΥΓΟΥΣΤΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ

Transcript:

5 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Κυριακή ΙϚ ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ) Τῆς Ἁγίας µάρτυρος Ἀγάθης ( 251) Πολυεύκτου πατριάρχου Κωνσταντινουπόλεως ( 570), Θεοδοσίου ὁσίου τοῦ ἐν Σκοπέλῳ, Ἀντωνίου νεοµάρτυρος τοῦ Αθηναίου ( 1774). Ηχος πλ. δ Εωθινόν ΙΑ Αρχεται τὸ Τριῴδιον. Τὴν ἑβδοµάδα ταύτην γίνεται κατάλυσις εἰς πάντα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. δ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. ὁ β χορὸς Στίχ. α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήµερον, ἵνα ἡµᾶς ἐλευθερώσῃς τῶν παθῶν ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡµῶν, Κύριε δόξα σοι. Δόξα Πατρὶ... Ἐξ ὕψους κατῆλθες... Καὶ νῦν... Θεοτοκίον. Ἦχος α Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ 1

Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν, χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος πλ.δ Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυµνοῦσαι Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα Πατρί... Τὴν σοφίαν καὶ Λόγον Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται καὶ δροµαῖος ὁ Πέτρος, ἐπέστη τῷ µνήµατι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια µόνα, χωρὶς τοῦ θείου σώµατος, ἐν αὐτῷ κατακείµενα, καὶ πιστεύσας ἐβόησε Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡµῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασµα. Καὶ νῦν...τῆς ἙορτῆςἮχος α Αὐτόµελον Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦµα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωµεν ὕµνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν, ὃν γὰρ τρέµουσι, τῶν οὐρανῶν αἱ Δυνάµεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν µόνον φιλάνθρωπον. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα Ἄνθρωποι τὸ µνῆµά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερµένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσµὰ τοῦ θανάτου. Κύριε δόξα σοι. Δόξα Πατρί... Τὰ µύρα τῆς ταφῆς, αἱ Γυναῖκες κοµίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κοµίσασθε, κράξατε ἀνυµνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. 2

Καὶ νῦν...ὁ αὐτός Ἀνέστης ἐκ νεκρῶν Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος µένων Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων Νῦν ἀπολύεις, ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆµά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Τὰ ἀναστάσιµα εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραµον, πρὸς τὸ µνῆµά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, µὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Μυροφόροι γυναῖκες, µετὰ µύρων ἐλθοῦσαι, πρὸς τὸ µνῆµά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγοµένου. Τί µετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ µνήµατος. Δόξα Πατρί... Τριαδικὸν Προσκυνοῦµεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦµα, τὴν Ἁγίαν Τριάδα, ἐν µιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείµ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰµ ἁµαρτίας, χαρµονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. 3

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοή. Ἦχος πλ. δ. Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ µνήµατι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάµεναι, τοῖς Ἀποστόλοις ἐµήνυον ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐκ νεότητός µου ὁ ἐχθρός µε πειράζει, ταῖς ἡδοναῖς φλέγει µε, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦµαι τοῦτον. Οἱ µισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τοµῇ βασάνων. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς µέγας, σὺν Πατρὶ ὑµνοῦµεν αὐτῷ καὶ τῷ Λόγῳ. Ἀντίφωνον Β Ἡ καρδία µου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, µὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρµον. Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν µέλπων, εἰ γὰρ καὶ τριλαµπεῖ, µοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ 4

Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν µοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς µε, ἀπὸ τῶν ἐνθένδε. Ἐπὶ τὴν µητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωµένων. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, θεολογία µονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦµα σύµµορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάµψαν. Ἀντίφωνον Δ Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅµα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. Τοῦ ἐνδύµατος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσµῶν, κελεύει µὴ δεῖν φροντίζειν. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁµοούσιον κυρίως. Προκείµενον Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. Στίχ. Αἴνει ἡ ψυχή µου τὸν Κύριον. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών...... εἰς γενεὰν καὶ γενεάν. Κοντάκιον. Ἦχος γ - Ἡ Παρθένος σήµερον Στεναγµοὺς προσοίσωµεν, τελωνικοὺς τῷ Κυρίῳ, καὶ αὐτῷ προσπέσωµεν, ἁµαρτωλοὶ ὡς Δεσπότῃ, θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων, ἄφεσιν παρέχει πᾶσι µετανοοῦσι, δι' ἡµᾶς γὰρ ἐσαρκώθη, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος. Ὁ Οἶκος Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωµεν, στεναγµοῖς καὶ ὀδυρµοῖς τύψωµεν τὴν συνείδησιν ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, ἐκεῖ ὀφθῶµεν πιστοὶ ἀνεύθυνοι, 5

τυχόντες ἀφέσεως ἐκεῖ γὰρ ἐστιν ὄντως ἡ ἄνεσις, ἣν ἰδεῖν ἡµᾶς νῦν ἱκετεύσωµεν, ἐκεῖ ὀδύνη ἀπέδρα λύπη καὶ οἱ ἐκ βάθους στεναγµοί, ἐν τῇ Ἐδὲµ τῇ θαυµαστῇ ἧς ὁ Χριστὸς δηµιουργός, Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Ε τοῦ αὐτοῦ µηνός, Μνήµη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ ὁσίου Πατρὸς ἡµῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡµέρᾳ, τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ παραβολῆς µνείαν ποιούµεθα. Ταῖς τῶν Ἁγίων πάντων, µεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡµῶν, ἐλέησον καὶ σῶσον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α Ἦχος γ Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως µέλποντι. ᾌσωµεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ᾠδὴ γ Τὸ στερέωµα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω......τῷ τιµίῳ σου αἵµατι. ᾠδὴ δ Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσµατός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούµενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως. ᾠδὴ ε Ὡς εἶδεν Ἡσαΐας συµβολικῶς, ἐν θρόνῳ ἐπῃρµένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούµενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωµατούµενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. 6

ᾠδὴ Ϛ Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλµοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός µου. ᾠδὴ ζ Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑµνοῦµεν, εὐσεβῶς µελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡµῶν. ᾠδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ µὴ λωβηθέντες, θεῖον ὕµνον ἔµελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... Ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ β χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ ΙΑ 7

Ἰωαν. (21,15-25) ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν... ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς εἰς ἦχον β Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ παντὸς. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµα σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. 8

Ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου, ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους, καὶ ἐλέησόν µε ὁ Θεός. Δόξα Πατρὶ... Ἦχος πλ. δ Τῆς µετανοίας ἄνοιξόν µοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦµά µου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώµατος, ὅλον ἐσπιλωµένον, ἀλλ' ὡς οἰκτίρµων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει. Καὶ νῦν... Θεοτοκίοv Ἦχος ὁ αὐτὸς Τῆς σωτηρίας εὔθυνόν µοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁµαρτίαις, ὡς ῥᾳθύµως τὸν βίον µου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί µε, πάσης ἀκαθαρσίας. Εἶτα Στίχ. Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου, ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἦχος πλ. β Τὰ πλήθη τῶν πεπραγµένων µοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέµω τὴν φοβερὰν ἡµέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν µε ὁ Θεός, κατὰ τὸ µέγα σου ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ ) Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. 9

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν Τιµιωτέραν... Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν Τιµιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιµιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιµιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιµιωτέραν... Καταβασία ᾠδὴ θ Στίχ. Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόµου, σκιᾷ καὶ γράµµατι, τύπον κατίδωµεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν µήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούµενον Μητρί, ἀπειράνδρῳ, µεγαλύνοµεν. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιος ἐστι. 10

Ἐξαποστειλάριον ΙΑ Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς µε, πυθόµενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιµενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόµενον, ἤρετο τὸν Δεσπότην, Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, µένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχοµαι, τί πρὸς σὲ φίλε Πέτρε; Καὶ τοῦ Τριῳδίου. - Τοῖς Μαθηταῖς συνέλθωµεν. Ὑψηγορίαν φύγωµεν, Φαρισαίου κακίστην ταπείνωσιν δὲ µάθωµεν, τοῦ Τελώνου ἀρίστην, ἵν ὑψωθῶµεν βοῶντες, τῷ Θεῷ σὺν ἐκείνῳ Ἱλάσθητι τοῖς δούλοις σου, ὁ τεχθεὶς ἐκ Παρθένου, Χριστὲ Σωτήρ ἑκουσίως, καὶ Σταυρὸν ὑποµείνας, συνήγειρας τὸν κόσµον σου θεϊκῇ δυναστείᾳ. Καὶ τῆς Ἑορτῆς Γυναῖκες ἀκουτίσθητε Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονοµίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα Σωτὴρ γὰρ ἦλθες τοῦ κόσµου......τὸ πατρικὸν φῶς Χριστέ µου. ΑΙΝΟΙ Ἦχος πλ.δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιµα δ Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόµενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόµενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσµον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρµων καὶ Φιλάνθρωπος. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως αὐτοῦ. 11

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν µνηµείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡµῶν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡµῖν δέδωκας, φρίττει γὰρ καὶ τρέµει, µὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναµιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦµεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς µὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων Τὶ ζητεῖτε τὸν ζῶντα µετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουµένῃ ζωὴν ἐδωρήσατο. Ἦχος γ Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός µου, ὑψωθήτω ἡ χείρ σου, µὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχή µου τοῦ µέν, µίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον ὁ Θεὸς ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ, καὶ ἐλέησόν µε. Ἦχος ὁ αὐτὸς Στίχ. Ἐξοµολογήσοµαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ µου, διηγήσοµαι πάντα τὰ θαυµάσιά σου. Τοῦ Φαρισαίου τὴν µεγάλαυχον φωνήν, πιστοὶ µισήσαντες τοῦ δὲ Τελώνου τὴν εὐκατάνυκτον εὐχὴν ζηλώσαντες, µὴ τὰ ὑψηλὰ φρονῶµεν, ἀλλ ἑαυτοὺς ταπεινοῦντες, ἐν κατανύξει κράξωµεν ὁ Θεὸς ἱλάσθητι, ταῖς ἁµαρτίαις ἡµῶν. Ἰδιόµελον τοῦ Τριῳδίου Δόξα Πατρί... Ἦχος πλ.δ Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην µετριοπαθήσαντα, καὶ στεναγµοῖς ἱλασµὸν αἰτούµενον, ἐδικαίωσας οὐ γὰρ προσίεσαι, τοὺς µεγαλόφρονας λογισµούς, καὶ τὰς συντετριµµένας καρδίας, οὐκ ἐξουθενεῖς διὸ καὶ ἡµεῖς σοὶ προσπίπτοµεν, ἐν ταπεινώσει, τῷ παθόντι δι ἡµᾶς Παράσχου τὴν ἄφεσιν καὶ τὸ µέγα ἔλεος. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα 12

νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.δ ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. 13

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιµον Τροπάριον Ἦχος πλ.δ. Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡµῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 14

ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α Στίχ. Ἐξηρεύξατο ἡ καρδία µου λόγον ἀγαθόν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡµᾶς. ὁ β χορὸς Στίχ. Ἡ γλῶσσά µου κάλαµος γραµµατέως ὀξυγράφου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ὁ β χορὸς Στίχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... ὁ β χορὸς Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' ὁ β χορὸς Στίχ. Περίζωσαι τὴν ῥοµφαίαν σου ἐπὶ τὸν µηρόν σου δυνατέ. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συµεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. Καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ... ὁ β χορὸς Στίχ. Τὰ βέλη σου ἠκονηµένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ. Στίχ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ... Δόξα Πατρὶ...Καὶ νῦν... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, 15

θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ' Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου. Ἦχος α Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν, χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν. Μικρὰ Εἴσοδος Εἰσοδικὸν Ἦχος β' Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον. Ἦχος πλ. δ. Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήµερον, ἵνα ἡµᾶς ἐλευθερώσῃς τῶν παθῶν ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡµῶν, Κύριε δόξα σοι. Ἦχος α Χαῖρε κεχαριτωµένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡµῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάµενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡµῶν, χαριζόµενον ἡµῖν καὶ τὴν Ἀνάστασιν. Τοῦ Ναοῦ Κοντάκιον Ἦχος α Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ µόνος φιλάνθρωπος. Τρισάγιον Ἀπόστολος (Β Τιµ. Γ 10-15). Προκείµενον ἦχος πλ.δ 16

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡµῶν Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ µέγα τὸ ὄνοµα αὐτοῦ. Πρὸς Τιµόθεον Β Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσµα. Τέκνον Τιµόθεε, παρηκολούθηκάς µου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ µακροθυµίᾳ, τῇ ἀγάπῃ, τῇ ὑποµονῇ, τοῖς διωγµοῖς, τοῖς παθήµασιν, οἷά µοι ἐγένετο ἐν Αντιοχείᾳ, ἐν Ικονίῳ, ἐν Λύστροις οἵους διωγµοὺς ὑπήνεγκα καὶ ἐκ πάντων µε ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ιησοῦ διωχθήσονται πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώµενοι. Σὺ δὲ µένε ἐν οἷς ἔµαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔµαθες, καὶ ὅτι ἐκ βρέφους [τὰ] ἱερὰ γράµµατα οἶδας, τὰ δυνάµενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ιησοῦ τῷ Κυρίῳ ἡµῶν. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λουκ. ιη 10-14). Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην... ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό Εξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) ἢ πλ.δ Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Κοινωνικόν ἦχος πλ.δ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. Ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις www.cmkon.org 17