23 Απριλίου 2014 Τετάρτῃ τῆς Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου ΟΡΘΡΟΣ ὁ προεξάρχων θυμιῶν:

Σχετικά έγγραφα
ΕΙΣ ΤΗΝ ΑΠΟΔΟΣΙΝ ΤΟΥ ΠΑΣΧΑ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

15 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ. ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,...

τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. ὁ β χορὸς Φριστὸς ἀνέστη ἐκ νεκρῶν...

16 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

24 MAΪΟΥ 2017 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΕΤΑΡΤΗ 16 ΜΑΪΟΥ 2018 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

2 ΜΑΪΟΥ Σήμερον συμψάλλεται ἐκ μεταθέσεως καὶ ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Γεωργίου

ΤΕΤΑΡΤΗ 24 ΜΑΪΟΥ 2017 Ἀπόδοσις τοῦ Πάσχα Ὁσίου Συμεὼν τοῦ νέου Στυλίτου, τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει * * * * * Ο ΟΡΘΡΟΣ

ΤΕΤΑΡΤΗ 05 ΙΟΥΝΙΟΥ 2019 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

29 ΑΠΡΙΛΙΟΥ 2019 Δευτέρα Διακαινησίμου Ἰάσονος καὶ Σωσιπάτρου Ἁγ.Γεωργίου ἐκ μεταθέσεως * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

+Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ «Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

+Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

20 ΑΠΡΙΛΙΟΤ 2012 Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

20 ΑΠΡΙΛΙΟΥ 2014 ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

+«Σὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

21 ΑΠΡΙΛΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

13 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

23 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

08 ΑΠΡΙΛΙΟΥ 2018 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

03 ΜΑΪΟΥ 2019 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Τροπάριον, εἰς Ἦχον πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων 23 ΑΠΡΙΛΙΟΥ 2014 Τετάρτη Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου

16 ΑΠΡΙΛΙΟΥ 2017 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

12 ΑΠΡΙΛΙΟΥ 2015 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

28 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

Σῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΤΡΙΑΚῌ ΣΟΤ ΠΑΦΑ Ε Π Ε Ρ Α

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

07 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

05 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΣΧΑ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΕΝ Τῌ ΠΑΝΝΥΧΙΔΙ

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ 23 AΠΡΙΛΙΟΥ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ΕΩΘΙΝΟΝ Α ΟΡΘΡΟΣ

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.

11 ΜΑΪΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

Ἦχος δ. Κανόνα πίστεως. (Ποίημα Πατρῶν Νικοδήμου Βαλληνδρᾶ).

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

Ἦχος γ. Ἑωθινὸν ε. Τυπικὸν Πεντ

29 ΑΠΡΙΛΙΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ

ἐβόησας Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΑΚΟΛΟΤΘΙΑ ΣΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΑΝΑΣΑΕΩ ΣΟΤ ΚΤΡΙΟΤ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις 03 ΜΑΪΟΥ ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος γ. Ἑωθινὸν Ε.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

14 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

19 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

16 ΑΠΡΙΛΙΟΤ 2017 ΠΑΝΝΤΦΙ Σρισάγιον Δεῦτε προσκυνήσωμεν.. Ν' ψαλμόν ὁ Ἱερεὺς: Ε ὁ Ἀναγνώστης: Ἀ ὁ Προεστὼς: Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν...

19 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

29 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Ἡ τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». Θεοδοσίας παρθενομάρτυρος.

17 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΠΡΩΪ

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

22 ΑΠΡΙΛΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

13 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

12 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Kατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν μου Κύριε. ἘΝ ΤΩ ΜΕΓΑΛῼ ἙΣΠΕΡΙΝΩ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

02 ΙΟΥΝΙΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

26 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ

ΤΡΙΤΗ 08 ΜΑΪΟΥ 2018 μετὰ τοῦ Θωμᾶ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

23 Απριλίου 2014 Τετάρτῃ τῆς Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου ΟΡΘΡΟΣ ὁ προεξάρχων θυμιῶν: ΔΔόόξξαα ττῇῇ ἁἁγγί ίίᾳᾳ,,, κκααὶ ὶὶ ὁὁμμοοοουυσσί ίίῳ,,, κκααὶ ὶὶ ζζωοοπποοι ιιῷ,,, κκααὶ ὶὶ ἀἀδδι ιιααι ιιρρέέττῳ ΤΤρρι ιιάάδδι ππάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεὶ ὶὶ κκααὶ ὶὶ εεἰ ἰἰςς ττοοὺὺςς ααἰ ἰἰῶννααςς ττῶνν ααἰ ἰἰώννωνν... ὁ χορός Ἀμήν. ὁ προεξάρχων Ἦχος πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ὁ χορός ζωὴν Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἱερέως ἄνευ στίχων. Εἴθ οὕτως λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. Στίχ. α. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Στίχ. β. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Στίχ. γ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Στίχ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Δόξα. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Χριστὸς ἀνέστη ἐκ νεκρῶν... Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ τῇ φωνῇ καὶ εἰς χρόνον ἀργὸν καὶ μεγαλοπρεπῆ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας... ὁ χορός...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... ΑΝΑΒΑΘΜΟΙ ΠΡΟΚΕΙΜΕΝΟΝ τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. Ψαλμὸς Ϟα (91). Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡμμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσω μμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ Λοουυκκᾶᾶνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ ἱερεὺς ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς Ἑορτῆς Ἐκ τοῦ κατὰ Λουκᾶν (κα 12-19) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ ὑ μᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐ πὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Δόξα Σοι Κύριε, δόξα Σοι. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε δι ὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσε. ( ἅπαξ ) Δόξα. Ἦχος β. Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος α. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου, Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς, τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει, Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτός σε δοξάζει μακάριε. Σῶσσοονν ὁὁ Θεεὸὸςς ττὸὸνν λλααὸὸνν σσοουυ ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς ὁ Κανών ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια Ἦχος α. ᾠδὴ α εἱρμὸς Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,... Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Καθαρθῶμεν τὰς αἰσθήσεις,... Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,... Ἀκολούθως ὁ Κανὼν τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς Ὑμνῶ σε Γεώργιε Δαυῒδ ἐκ πόθου δεῖ γὰρ δή. Ἦχος α. Ἀναστάσεως ἡμέρα. Ὑπὲρ ἥλιον ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα, τὰς γὰρ ἀκτῖνας παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε, φωτοφόρε Γεώργιε. Μονομάχε μυριόνικε Χριστοῦ Ἀθλητά, δός μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά, ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος. Δόξα. Νέος ὤφθης ἐν πολέμοις ἱκανὸς τῇ χειρί, ἄλλος Δαυῒδ ἀνδρεῖος, ὡς γὰρ αὐτὸς τὸν Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελὼν, βολαῖς ταῖς τῶν λόγων σου, στεφανῖτα Γεώργιε. Θεοτοκίον Ὡς ἀνέκφραστος ὡραῖος, φρικαλέος ὁ σός, ξένος ὁ τόκος Κόρη, ὡς ὑπομάζιον καὶ γάρ, τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί, παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε. Καταβασία

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ᾠδὴ γ ὁ εἱρμὸς Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Δεῦτε πόμα πίωμεν καινόν,... Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. Νῦν πάντα πεπλήρωται φωτός,... Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου. Χθὲς συνεθαπτόμην σοι Χριστὲ... τοῦ Ἁγίου Ἦχος α. Δεῦτε πόμα πίωμεν καινόν. Σύνδρομος ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν. Εὐφράνθητε γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε, ῥεῖθρα θαυμάτων καὶ γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος. Δόξα. Γῆ πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει, στρατὸς Ἀγγέλων τε, ὁ πρωτοστράτηγος γάρ, Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια. Θεοτοκίον Εὐφράνθητι, τέρπνου Μαριάμ, εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου Σταυρὸς διῆλθεν, ἀλλ οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλε. Καταβασία Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν Ἡ Ὑπακοή. ( χύμα) Ἦχος δ. Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. Κοντάκιον. Ἦχος πλ. δ. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. ᾠδὴ δ ὁ εἱρμὸς Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,... Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται. Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν... Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. τοῦ Ἁγίου Ἦχος α. Ἐπὶ τῆς θείας φυλακῆς.

Ὡς ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλίς, Ἀλεξάνδρα, εἰς τὴν σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμεν, ὅθεν σοι συμπαρίσταται Μάρτυς, ἐκ δεξιῶν τοῦ Θεοῦ ὥσπερ βασίλισσα. Ῥημάτων σου οὐκ ἐνεγκὼν, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα, φεῦ! τὸ σὸν Γεώργιε, τὸ δὲ καίτοι κρουόμενον, κύμβαλον ὡς ἀντήχει, κραυγάζον μόνος Θεὸς ἀψευδής, ὁ Χριστός ἐστιν. Δόξα. Γνήσιε φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς, Μάρτυς Γεώργιε. Θεοτοκίον Ἰδοὺ καὶ τέτοκας Ἁγνή, καὶ παρθενεύεις ἐν ταὐτῷ, θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν ξενήκουστον! Θεὸν γὰρ τὸν παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην Χριστὸν Κόρη νήπιον. Καταβασία Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι ἀἀγγααθθὸὸςς κκααὶ ὶὶ φι ιιλλάάννθθρρωπποοςς ᾠδὴ ε ὁ εἱρμὸς Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Ὀρθρίσωμεν ὄρθρου βαθέος... Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον. Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,... Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Προσέλθωμεν λαμπαδηφόροι,... τοῦ Ἁγίου Ἦχος α. Ὀρθρίσωμεν ὄρθρου βαθέος. Ἑόρτιον κρότει σκιρτῶσα ἡ Ἐκκλησία, τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν μετάθεσιν τοῦ Ἀθλοφόρου ψάλλουσα, δύο τὰ καλὰ γὰρ συνέδραμον. Δοξάζει σου τέρας τὸ ξένον θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗπερ θαυμαστῶς ἐζῴωσας, αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας. Δόξα. Αἰνέσεως ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε, καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου. Θεοτοκίον Ὑπέραγνε, πῶς ὑπὲρ λόγον γαλακτοτρόφος, καὶ Παρθένος πέφυκας; ἀπορῶ σου, τὸ φρικτὸν μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου, σὲ προσκυνῶ Παναγία μου. Καταβασία Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι ἡἡγγί ίίαασσττααι ιι ᾠδὴ ς ὁ εἱρμὸς Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,... Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας. Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ,... Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον... τοῦ Ἁγίου

Ἦχος α. Κατῆλθες ἐν τοῖς κατωτάτοις. Ἰδού σοι καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ θαυμαστῶς, ὁ Γεώργιος, καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες. Δριμείας βασάνους δεινῶν ἐνεγκών, ὡς τρυφὰς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ, καὶ ψάλλων ἔνδοξε, ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο. Δόξα. Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὑρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ δαυϊτικῶς, ἡμέρα γὰρ Κυρίου. Θεοτοκίον Καὶ τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν, φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη, καὶ ἀνεκλάλητος, τὸν ὑπέρχρονον, βρεφωθέντα καθ ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις. Καταβασία Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Σύύ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ββαασσι ιιλλεεύύςς Κοντάκιον Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ. Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ, σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις, ἀθλήσας δὲ δι αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν. ὁ Οἶκος Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ, ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκὼς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν. Μηνολόγιον Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου. Στίχοι Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις, Ἑκὼν παρ ἐχθρῶν τέμνεται διὰ ξίφους. ᾞρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.

Στίχοι Θείαν κεφαλὴν ᾖρεν Οὐαλερίου Κακῇ κεφαλῇ δήμιος διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν. Στίχοι Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας, Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου. Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων, Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων. Στίχοι Ἀθανάσιος φαρμακὸς Τομὴν κάρας Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ. Στίχοι Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕνιν δὲ τὴν σπάθην. Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται. Στίχοι Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ, Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Νεομάρτυς Γεώργιος, ὁ μαρτυρήσας ἐν πόλει Πτολεμαΐδος ἐν ἔτει 1752ῳ, μαχαίραις κατακοπείς, τελειοῦται. Στίχοι Γεώργιος νῦν τῷ Γεωργίῳ ἅμα, Νέος παλαιῷ συνετάχθη ἐνθάδε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Λαζάρου τοῦ Βουλγάρεως, ἀθλήσαντος ἐν ἔτει 1802ῳ. Στίχοι Λάζαρος ὤφθη Χριστοῦ ὁπλίτης νέος, Στεῤῥῶς ἀθλήσας αἰκίαις ἀνυποίστοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐκ Τσενκούρσκ. Στίχοι Ἔδειξε μωρὰν ἀνθρώπων τὴν σοφίαν, Ὁ σαλὸς Γεώργιος μωρῶς βιώσας. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Αὖθις δέ Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (Ἀναγινώσκεται ἐκ τρίτου) Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. (Ἀναγινώσκεται ἐκ τρίτου)

ᾠδὴ ζ ὁ εἱρμὸς Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,... Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Γυναῖκες μετὰ μύρων θεόφρονες,... Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. τοῦ Ἁγίου Ἦχος α. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος. Ποθῶ σου ἐξυμνεῖν τὰ θαυμάσια, καὶ πάλιν συστέλλομαι ὅταν γὰρ αὐτὰ ἐξαριθμῆσαι βουληθῶ, ὑπὲρ ἄμμον εὑρίσκονται πληθυνόμενα, καὶ δέξαι μου τὸ λοιπὸν Ἀθλητά, τὸ βραχὺ τοῦτο ἐφύμνιον. Οὐκ ἔστιν οὐδὲ γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα ἀληθῶς, τῶν σῶν θαυμάτων οἱ κρουνοί, πελαγίζοντες Μάρτυς οὐχ ὑπερβλύζουσι τὸ σὸν γὰρ θαυμαστόν, ἐν πάσῃ τῇ γῇ ᾄδεται ὄνομα. Δόξα. Θαμβεῖταί σου στρατάρχα τὴν ἄθλησιν, Ἀγγέλων τὸ στράτευμα, σὲ δ ὁ τῶν Ἀγγέλων Βασιλεὺς καταπλαγείς, ἐπεθύμησε Μάρτυς τοῦ κάλλους σου διὸ περ καὶ σὺν αὐτῷ βασιλεύειν ἀεί σε κατηξίωσε. Θεοτοκίον Ὁλόφωτε σκηνὴ θεοδόμητε, λυχνία κατάχρυσε, στάμνε κιβωτέ, θεοκατοίκητε ναέ, ξενοβλάστητε ῥάβδε, Μητράναδρε, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πολυώνυμε Κόρη διαφύλαττε. Καταβασία Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις ΕΕἴ ἴἴηη ττὸὸ κκρράάττοοςς ᾠδὴ η ὁ εἱρμὸς Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,... Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας. Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου... ᾎρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας. Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. τοῦ Ἁγίου Ἦχος α. Αὕτη ἡ κλητή. Ὕμνους ὡς εὐώδη, συλλέξαντες ἄνθη, ἄλλου Παραδείσου, τοῦ θεοπνεύστου Ψαλτῆρος, δεῦτε στέφος λαμπρόν, ᾀσματόπλοκον, τῷ Μάρτυρι πλέξωμεν ἠρίστευσε γάρ, καθελὼν Σατὰν τὸ κράτος. Δεῦρο μελουργέ, προφητόπρωτε φράσον, ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοῖνιξ, τίς καὶ ποῖος ἐστίν; ὁ μεγάλαυχος ὑπάρχει Γεώργιος, γλυκύκαρπον ὄντως, φυτόν καρδιοτρόφον. Στίχ. Εὐλογοῦμεν Πατέρα,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον. Ἔρχου ἐπιφάνηθι, τάχυνον φθάσον, ἡμᾶς τὴν νοσσιάν σου, ὡς ἀετὸς χρυσοπτέρυξ, περιθάλπων ἀεὶ καθυπόδεξαι, διεὶς τὰς πτέρυγάς σου σκιὰν ὑπὸ σὴν γάρ, καλόν ἀναπεπαῦθαι. Θεοτοκίον Ἴδε ἣν προέφης, Προφῆτα Παρθένον, συνέλαβεν ἀσπόρως, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ὡς Μήτηρ γεννᾷ, τὸν Παντάνακτα, πανάφθορος μείνασα, Μυστήριον ξένον, ὁ τοκετός σου Κόρη! Καταβασία Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααι ιι ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττὸὸςς (συμφώνως πρὸς εὐλαβὲς λαϊκὸν ἔθος, ὅταν ὁ λειτουργὸς θυμιᾷ τὸν λαὸν διερχόμενος τὸν Ναόν, ἀπευθύνει πρὸς τοὺς πιστοὺς πάλιν καὶ πάλιν τὸν Ἀναστάσιμον χαιρετισμὸν «Χριστὸς Ἀνέστη», ἐκεῖνοι δὲ ἀποκρίνονται ἀναλόγως) ᾠδὴ θ Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου. ὁ εἱρμός Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Στίχ. Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην. Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα. Στίχ. Χριστός, τὸ Καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου. Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου. Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστός ἀνέστη καὶ ᾍδης ἐσκυλεύθη. Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,... τοῦ Ἁγίου Ἦχος α. Φωτίζου, φωτίζου. Γλυκύτατον δρόσον, ὄρη σταλάξατε, καὶ σύ, κατ ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον, χόρευε νῦν, καὶ ἀγάλλου φαιδρῶς εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον ὁροφύλακα. Αἰνοῦσι αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐθνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος, Ἀθλοφόρων, Γεώργιε ὑπερθαύμαστε. Δόξα. Ῥαβδίσματα, ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας, τὸν λάκκον τῆς ἀσβέστου σέβομαι, τἆλλά τε ὅσα ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν τροχὸν κατασπάζομαι. Θεοτοκίον

Ἡ δόξα τὸ κάλλος, ἡ ὡραιότης τῶν πιστῶν, ἡ τρυφὴ τῶν Ἀγγέλων, κόσμου τὸ διάσωσμα, πάναγνε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς εἰς τὴν σήν, σκέπην προσδραμόντας, συντήρησον Παναγία μου. Καταβασία Στίχ. Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Ἁγνή, Παρθένε χαῖρε, καὶ πάλιν ἐρῶ χαῖρε, ὁ σὸς Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι Ἐξαποστειλάριον. Αὐτόμελον. Ἦχος β. Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. τοῦ Ἁγίου Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος. Ἐξαποστειλάριον. Αὐτόμελον. Ἦχος β. Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας,... τοῦ κόσμου σωτήριον. AINOI Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν Κύριε, δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτὴρ ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς, πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν πατρικῶν σου κόλπων μὴ χωρισθείς, μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος τοῦ Ἁγίου Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοῖς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀ πολύτρωσιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὅλον, προσενήνοχας σαὐτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην, ὅθεν ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Σπόρον, γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον ἐ πλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσῳζε. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡ μῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Γεώργιε. Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α. Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής. Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων κηρύξατε Ἀποστόλοις. Δόξα. Ἦχος πλ. α. Θεοφάνους Ἀνέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη, διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ. Οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (ὁ Ἱερεὺς ἐξέρχεται μετὰ τοῦ Ἱεροῦ Εὐαγγελίου εἰς τὸν Σολέα, καὶ οἱ πιστοὶ προσκυνοῦσι τὸν Ἀναστάντα) Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ὁ Λειτουργός, σχηματίζων τὸν τύπον τοῦ Τιμίου Σταυροῦ διὰ τοῦ ἱ.εὐαγγελίου, ὡς σύνηθες ΕΕὐὐλλοογγηημμέέννηη ἡἡ ΒΒαασσι ιιλλεεί ίίαα....... καὶ αὖθις, θυμιῶν μετὰ λαμπάδος ἐν τῇ ἀριστερᾷ ψάλλει Ἦχος πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν... ὡς ἐν τῇ ἐνάρξει τοῦ Ὄρθρου τρὶς καὶ δεκάκις ἀπαγγέλλων τοὺς Ἀναστασίμους στίχους, ἐν συσχετισμῷ μετὰ τῶν Ἱεροψαλτῶν

ΑΝΤΙΦΩΝΑ Ψαλλόμενα ἐν τῇ Λειτουργία τῆς τοῦ Πάσχα Κυριακῆς, καθ ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα καὶ μέχρι τὴν τῆς Ἀποδόσεως. Ἀντίφωνον α Ἦχος β. Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς. Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον β Ἦχος ὁ αὐτός. Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Δόξα. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον γ Ἦχος πλ. α. Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσοδικὸν Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν Ἡ Ὑπακοή. Ἦχος δ. Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; Βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. Ἦχος δ. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κοντάκιον. Ἦχος πλ. δ. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ Ἦχος α. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. ΑΠΟΣΤΟΛΟΣ Προκείμενον. Ἦχος πλ. δ. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ. Στίχ. Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Πράξ. ιβ 1 11) Κατ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον, τὸν ἀδελφὸν Ἰωάννου, μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐ στι τοῖς Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ

προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Οτε δὲ ἔ μελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν, εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ Ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Ἀλληλούϊα. (γ ) Ἦχος α. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Στίχ. Ὁ Θεός, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων. ΕΥΑΓΓΕΛΙΟΝ ἐκ τοῦ κατὰ Ἰωάννην (α 35 52) Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ Ραββί ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε ποῦ μένεις; λέγει αὐτοῖς Ἔρχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἦν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον Χριστός καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σύ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ Ἀμήν, ἀμὴν λέγω ὑμῖν ἀπ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς Ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. ὁ χορός Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τὸ Ἐξαιρέτως Ἦχος α. Στίχ. Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Ἁγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὸν Ἦχος α. Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. εἰς δὲ τοὺς πανηγυρίζοντας Ναούς

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» καὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...» ψάλλεται τό Χριστὸς Ἀνέστη. Ἀπόλυσις, ὡς ἐν τῇ Παννυχίδι τοῦ Πάσχα: ὁ Προεξάρχων: ««Ὁ ἀἀνναασσττάάςς ἐἐκκ ννεεκκρρῶνν.........»» καὶ τὰ λοιπὰ τῆς Ἀπολύσεως. Εἶτα δὲ διαλογικῶς ὁ Προεξάρχων: πρὸς τὸν λαόν ««Χρρι ιισσττὸὸςς Ἀννέέσσττηη»»... ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: πρὸς τὸν λαόν ««Χρρι ιισσττὸὸςς Ἀννέέσσττηη»»... ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: πρὸς τὸν λαόν ««Χρρι ιισσττὸὸςς Ἀννέέσσττηη»»... ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: ««ΔΔόόξξαα ττῇῇ Αὐὐττοοῦῦ ττρρι ιιηημμέέρρῳ ἐἐγγέέρρσσεει ιι»»... ὁ Λαός: «Προσκυνοῦμεν Αὐτοῦ τὴν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: Μετὰ τοῦ λαοῦ (ψάλλουσιν ἅπαντες ἐν μιᾷ φωνῇ καὶ καρδίᾳ, κρατοῦντες εἰς τὴν δεξιὰν τὴν ἀναστάσιμον λαμπάδα ἀνημμένην καὶ ποιοῦντες διὰ τῆς φλογὸς τὸ σημεῖον τοῦ Σταυροῦ). ««Χρρι ιισσττόόςς ἀἀ ννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεεννοοςς»»... ὁ Προεξάρχων: Κατακλείει ἐκφωνῶν ἐμμελῶς, ἀντὶ τοῦ δι εὐχῶν» τό ««Χρρι ιισσττόόςς ἀἀ ννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεεννοοςς»»... Καὶ ὁ Λαός: ἀντιφωνεῖ «Ἀληθῶς ἀνέστη ὁ Κύριος». ἤ, κατ ἄλλην παράδοσιν «ζωὴν χαρισάμενος».