ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ.

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

6 ΜΑΪΟΥ ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

ΤΕΤΑΡΤΗ 22 ΜΑΪΟΥ 2019 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

25 ΜΑΪΟΥ ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ

ΤΕΤΑΡΤΗ 02 ΜΑΪΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

2 ΜΑΪΟΤ ΣΕΣΑΡΣΗ ΣΗ ΜΕΟΠΕΝΣΗΚΟΣΗ

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΤΕΤΑΡΤΗ 6 ΜΑΪΟΥ 2015 * * * * *

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

+Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

05 ΜΑΪΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

ΣΑΒΒΑΤΟΝ 25 ΜΑΪΟΥ 2019 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

17 ΝΟΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΚΑ (Θ ΛΟΥΚΑ). Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας ( 270). Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ( 471).

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

29 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΔ (Β ΛΟΥΚΑ). Κυριακοῦ ὁσίου ( 556). Πετρωνίας μάρτυρος. Ηχος πλ. α ἑωθινὸν γ

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

17 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Μαρίας ὁσίας τῆς Αἰγυπτίας».

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

13 ΝΟΕΜΒΡΙΟΤ 2016 ΚΤΡΙΑΚΗ Η ΛΟΤΚΑ

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

Ηχος πλ. β, ἑωθινὸν δ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

28 ΜΑΪΟΥ 2016 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ. ΕΝ Τῼ ΟΡΘΡῼ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 1

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. Μεσούσης τῆς ἑορτῆς, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α' Στιχολογίαν Ἦχος γ' Ἀναστάσιμα Χριστὸς ἐκ νεκρῶν ἐγήγερται ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Δόξα... Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ' αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος Πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες ἐρχέσθω πρός με καὶ πινέτω ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος Δόξα Πατρί...Καὶ νῦν... Ἑορτῆς μεσαζούσης τῆς νομικῆς,. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: 2

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Εἶτα ὁ Ν Ψαλμός( Χύμα ). Κανόνες Α ΤΗΣ ΕΟΡΤΗΣ ᾠδὴ α' Ἦχος δ' Ὁ εἱρμὸς Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Θαλάσσης τὸ ἐρυθραῖον... Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι. Ἐπέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος. Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα. ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου Ταῖς θείαις Δυνάμεσι, συναγελάζων Εὐτύχιε, καὶ θρόνῳ τῆς χάριτος, νῦν παριστάμενος, τοὺς τιμῶντάς σου, τὴν μνήμην τὴν φωσψόρον, ἐνθέως καταύγασον, τῇ μεσιτείᾳ σου. Ὁσίως ἐβίωσας, μαθητευθεὶς ἀκριβέστατα, παμμάκαρ Εὐτύχιε, τοῖς Ἀποστόλοις Χριστοῦ, εἰς τελείαν τε, ἀνήχθης ἡλικίαν, ἀθλήσας λαμπρότατα, ἀξιοθαύμαστε. Δόξα Πατρὶ... 3

Ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας γηθόμενος, καὶ θάνατον πρόξενον, ζωῆς ἐπόθησας, καὶ ἀπέπνιξας, ἐχθρῶν τὰς μυριάδας, θαλάσσῃ πνιγόμενος, μάκαρ Εὐτύχιε. Καὶ νῦν... Θεοτοκίον Σαρκὸς ὁμοιώματι, ἐπιφανεὶς ὁ φιλάνθρωπος, ἐκ σοῦ Παναμώμητε, κόσμον διέσωσεν, ἀπολλύμενον, καὶ πλάνῃ ὑπαχθέντα ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν. ᾠδὴ γ' Ὁ εἱρμὸς Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ. Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος. ᾨδὴ γ', τοῦ Μάρτυρος Ἦχος δ' Τοὺς σοὺς ὑμνολόγους Εὑρὼν τοὺς τοῦ Λόγου ὑπηρέτας, ἁπάντων σπορέας τῶν καλῶν, ἐδέξω ἐν καρδίᾳ σου, τὸν σπόρον τὸν τοῦ Πνεύματος, καὶ εὐσεβῶς ἐβλάστησας, ἑκατοστεύοντα ἄσταχυν. Εὑρὼν τοὺς τοῦ Λόγου ὑπηρέτας,. Πυρὶ τῆς Θεότητος ἀΰλῳ, παμμάκαρ σαφῶς ἀναφλεχθείς, ὡς ὕλην τὴν δυσσέβειαν, κατέφλεξας Εὐτύχιε, καὶ ἱερῶς ἐνήθλησας ὅθεν πιστῶς εὐφημοῦμέν σε. Ἁγίοις τοῦ Λόγου ὑπηρέταις, ψυχῇ καὶ καρδίᾳ κολληθείς, ἁγίως σου διήνυσας, τὸν βίον καὶ ἐσκήνωσας, περιφανῶς Εὐτύχιε, ἐν ταῖς Ἁγίων λαμπρότησι. Δόξα Πατρί... Ἰάσεις πηγάζων μετὰ τέλος, παμμάκαρ Εὐτύχιε σοφέ, ἀποδιώκεις πνεύματα, καὶ τῆς σαρκὸς νοσήματα, ἀποκαθαίρεις χάριτι, Πνεύματος θείου μακάριε. 4

Καὶ νῦν...θεοτοκίον Νοός μου τὸ σκότος Θεοτόκε, φωτί τῷ ἐν σοὶ ὡς ἀγαθή, ἐκδυσωπῶ διάλυσον, καὶ μετανοίας τρόποις με, βελτιωθῆναι πρέσβευε, ὅπως ἐν πίστει δοξάζω σε. Ὁ Εἱρμὸς Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα τοῦ Μάρτυρος Ἦχος δ' Ταχὺ προκατάλαβε Καλῶς τὸν ἀγῶνά σου, τελέσας Μάρτυς σοφέ, βραβεῖα τὰ θαύματα, ἐκ τοῦ τῶν ὅλων Θεοῦ, ἐδέξω Εὐτύχιε ὅθεν σε συνελθόντες, κατὰ χρέος τιμῶμεν, πίστει τῶν σῶν λειψάνων, τὴν σορὸν προσκυνοῦντες, πλουσίως ἡμῖν διδοῦσαν, χάριν καὶ ἔλεος. τῆς Ἑορτῆς Δόξα Πατρί...Καὶ νῦν... Ἦχος δ' Ταχὺ προκατάλαβε Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν, Τὶ ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην ᾠδὴ δ' Ὁ Εἱρμὸς Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,... Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι, Δόξα τῇ δυνάμει σου, Κύριε. Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν, τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε. Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιώνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε. ᾨδὴ δ', τοῦ Μάρτυρος Ἦχος δ' Τὴν ἀνεξιχνίαστον 5

Ὥριμον ὡς βότρυν σε τῆς νοητῆς, ἔνδοξε ἀμπέλου ὑπάρχοντα, ὑμνολογοῦμεν, κατανύξεως ἡμῖν, ὡς ἀληθῶς Εὐτύχιε, οἶνον εὐσεβῶς ἀναβλύζοντα. Ὥριμον ὡς βότρυν σε τῆς νοητῆς,.. Μέγιστος ὡς ἥλιος ἀνατολαῖς, Μάρτυς τῶν ἀγώνων σου ἅπασαν, τὴν οἰκουμένην, καταυγάζεις ἀληθῶς, τὸν σκοτασμὸν Εὐτύχιε, λύων τῶν ψυχῶν ἡμῶν χάριτι. Ἀγαλλιασώμεθά πνευματικῶς, σήμερον τῇ μνήμῃ χορεύοντες, τοῦ ἀθλοφόρου, καὶ βοήσωμεν αὐτῷ Μεγαλομάρτυς αἴτησαι, πᾶσι τῶν πταισμάτων συγχώρησιν. Δόξα Πατρὶ... Ῥώμῃ δυναμούμενος παντουργικῇ, πάσας τῶν δαιμόνων τὰς φάλαγγας, Μάρτυς Κυρίου, ἐτροπώσω ἀνδρικῶς, καὶ κατ' αὐτῶν ἠρίστευσας, στέφος ἀφθαρσίας δεξάμενος. Καὶ νῦν... Θεοτοκίον Τόμον σε προέγραψε τῶν Προφητῶν, ἄχραντε Παρθένε ὁ μέγιστος, ἐν ᾧ δακτύλῳ κατεγράφη τοῦ Πατρός, ὁ Λόγος Θεονύμφευτε, βίβλῳ τῆς ζωῆς... καταγράφων πιστούς. ᾠδὴ ε' Ὁ εἱρμὸς Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες. Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις, μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε. ᾨδὴ ε', τοῦ Μάρτυρος Ἦχος δ' Ἐξέστη τὰ σύμπαντα 6

Ὑψώθης πρὸς Κύριον, χρυσαῖς παμμάκαρ πτέρυξι, τοῦ ἱερωτάτου μαρτυρίου, καὶ πρὸς ἐνθέους μονὰς κατέπαυσας, δήμοις Ἀθλητῶν πανευκλεῶν, νῦν συναριθμούμενος, θεομάκαρ Εὐτύχιε. Σταυρῷ τὸν τανύσαντα, ἐθελουσίως Ὅσιε, χεῖρας μιμησάμενος ἐμφρόνως, χεῖρας ἐδέθης, δέρρει κλειόμενος, καὶ παραδιδόμενος βυθῷ, καὶ τέλος δεχόμενος, ἐν αὐτῷ τὸ μακάριον. Δόξα Πατρὶ... Ἐγνώσθησαν ἔνδοξε, πορεῖαί σου ἐν ὕδασιν, ἐν οἷς τελειούμενος ἐμφρόνως, τὸν ἀλαζόνα πανστρατὶ τύραννον, Μάρτυς ἐναπέπνιξας σοφέ ὅθεν μακαρίζοντες, εὐσεβῶς σε γεραίρομεν. Καὶ νῦν... Θεοτοκίον Νεκρούμενος πάθεσι, καὶ λογισμοῖς Πανάμωμε, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω, πρὸς τὴν θερμήν σου προστρέχω Δέσποινα, σκέπην καὶ βοήθειαν, ζωήν, μόνη ἡ κυήσασα,.. ζωοποίησον σῶσόν με. ᾠδὴ ς' Ὁ Εἱρμὸς Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι. Ἐλάλεις, ἐν τῷ ναῶ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα. ᾨδὴ ς', τοῦ Μάρτυρος Ἦχος δ' Τὴν θείαν ταύτην Θαυμάτων χάριν δεξάμενος, ἰᾶσαι τῶν ψυχῶν ἀρρωστήματα, Μάρτυς Εὐτύχιε, καὶ θεραπεύεις νοσήματα, τῶν προστρεχόντων πίστει, ὑπὸ τὴν σκέπην σου. Ἐνθέου πίστεως ἔμπλεως, καὶ χάριτος γενόμενος Ἔνδοξε, λόγον σωτήριον, σὺν Ἀποστόλοις ἐκήρυξας, τῆς δυσσεβείας λύων, σκότος βαθύτατον. Δόξα Πατρὶ... 7

Ὁσίως Λόγον τὸν ἄναρχον, κηρύττων ὡς ἐν θήκῃ ἐμβέβλησαι, δέρρει Εὐτύχιε, καὶ τῷ βυθῷ παραδέδοσαι, πρὸς σωτηρίας ὅρμον, κατεπειγόμενος. Καὶ νῦν... Θεοτοκίον Ὑμνολογῶ σε Πανύμνητε, δοξάζω τὰ σεπτὰ μεγαλεῖά σου τῆς αἰωνίου με, ῥῦσαι δεινῆς κατακρίσεως τὸν σὸν Υἱὸν ἀπαύστως καθικετεύουσα. Ὁ Εἱρμὸς Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός, Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. Ὁ Οἶκος Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς, σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. Συναξάριον Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς. Στίχοι Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ! Θείας τετευχώς, Εὐτυχές, κληρουχίας, Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος. Στίχοι Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν. ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) 8

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... ᾠδὴ θ' ἦχος δ Ὁ Εἱρμὸς Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν. Λίθος ἀχειρότμητος ὄρους,... Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν. Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον. Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον 9

Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας. ᾨδὴ θ', τοῦ Μάρτυρος Ἦχος δ' Ἅπας γηγενὴς Ἴδε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι' ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος. Ἴδε φωταυγής,.. Ὥσπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος. Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε. Δόξα Πατρὶ... Ἤθροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως. Καὶ νῦν... Θεοτοκίον Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, τῆς τῶν δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον τῶν θελημάτων Χριστοῦ, τοῦ νοός μου, πάναγνε τὴν στένωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε. Ὁ Εἱρμὸς Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐξαποστειλάρια ἦχος γ Ὁ οὐρανὸν τοῖς ἄστροις 10

Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον. AINOI Ἦχος γ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Ἦχος δ' Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος. Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον 11

Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν...σὸν γὰρ ἐστὶν... Εἰς τὰ Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ Νάουσα ἡ πηγή, τῆς σῆς σοφίας πόμα πνευματικόν πηγάζει, οὗ πίνοντες δογμάτων ἐνθέων ἐμπιπλώμεθα. Στίχ.Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ ἀρχῆς. Τέτρωται τὸ δεινόν, Ἑβραίων ὄντως γένος, ἀκουόντων σου Λόγε, διδάσκοντος τοῖς ὄχλοις, σωτήρια διδάγματα. Στίχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἧκες ὁ πλαστουργός, ἐν τῇ Σιὼν καὶ ἔστης, ἐν μέσῳ τοῦ λαοῦ σου, καὶ τοῖς λαοῖς ἐδίδως, τὴν χάριν τὴν σωτήριον. Δόξα... Καὶ νῦν... Ἦχος δ' Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα, ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, σὲ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι Μεθ ὅ, Τρισάγιον. ὁ χορὸς. Ἀπολυτίκιον Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Μετά τό «Εὐλογημένη ἡ βασιλεία...» ψάλλεται τό «Χριστός ἀνέστη...», τρίς, ἅπαξ ἀπό τοῦ Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν. Ἀντίφωνον α' Ἦχος β' 12

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῷτερ σῶσον ἡμᾶς. Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον β' Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον γ' Ἦχος πλ. α' Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 13

Χριστὸς ἀνέστη... Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Χριστὸς ἀνέστη... Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χριστὸς ἀνέστη... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,......ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. ὁ β χορὸς Τοῦ Ναοῦ (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ' - Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. Τρισάγιον Ὁ Ἀπόστολος Προκείμενον. Ἦχος πλ. β Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 12:1-11 Κατ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ιάκωβον τὸν ἀδελφὸν Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ 14

Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ιουδαίων. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην (η 31 42) Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀπεκρίθησαν αὐτῷ Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε. οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω. Εἰς τὸ «Ἐξαιρέτως...» Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» λέγεται τό, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. ἦχος πλ. α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...»(τρίς). https://agioskosmasoaitolos.wordpress.com 15

16