Ὁ Ν ψαλµὸς χύµα. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον

Σχετικά έγγραφα
ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

8 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Ἦχος πλ. δ. ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ («ΧΑΙΡΕΤΙΣΜΩΝ») ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Α Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

28 ΙΟΥΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Iohannes Damascenus - De theologia

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ)

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

Transcript:

Μετὰ τὸν Ἑξάψαλµον, - Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ. α. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπολυτίκιον. Ἦχος δ. Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Δόξα. Τὸ αὐτό. - Καὶ νῦν. Τὸ αὐτό. ΚΑΘΙΣΜΑΤΑ Ἦχος α. Τὸν τάφον σου Σωτὴρ Ὁ µέγας Στρατηγός, τῶν ἀΰλων ταγµάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, µηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογηµένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερµήνευτον θαῦµα, βροτῶν ἡ ἀνάκλησις. Δόξα, καὶ νῦν. Τὸ αὐτό. Ἦχος γ. Τὴν ὡραιότητα Σήµερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογηµένη σὺ Σεµνή, καὶ Ἄχραντε πανάµωµε, Σήµερον τοῦ ὄφεως, ἀµαυροῦται τὸ φρύαγµα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσµος, Διὸ καὶ κατὰ πάντα βοῶµέν σοι, Χαῖρε ἡ Κεχαριτωµένη. Δόξα, καὶ νῦν. Τὸ αὐτό. Ὁ Ν ψαλµὸς χύµα. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁ- µαρτία µου ἐνώπιόν µού ἐστι διὰ παντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁ- µαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι πλυνεῖς µε, καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ- γαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ- µαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀπορρίψῃς µε ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί µε ἐξ αἱµάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας µου ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. 1

Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους. ΟΙ KANΟΝΕΣ ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρµός. Ἀνοίξω τὸ στόµα µου, καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τὰ θαύµατα. Ἀνοίξω τὸ στόµα µου,.. Τὸ αὐτο. Ἀδέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύµατος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρµόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ µηνύει σοι, τὴν ἀνεκλάλητον. Βοῶ σοι γηθόµενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες µοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε. Γνωσθήτω µοι Ἄγγελε, τῶν σῶν ῥηµάτων ἡ δύναµις, πῶς ἔσται ὃ εἴρηκας; λέγει σαφέστατα, πῶς συλλήψοµαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσοµαι, Μήτηρ τοῦ Κτίστου µου; Δολίως µε φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε, καὶ χαίρω θεώµενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλοµένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα. Κανὼν τοῦ Ἀρχαγγέλου ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόµα µου. Ὡς φῶς χρηµατίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις µεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν µου, φώτισον πρεσβείαις σου, ὅπως ὑµνήσω σε. Στησώµεθα σήµερον, χοροὺς ἐνθέους γηθόµενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωµάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν µεµηνυκότα, ἐν κόσµῳ φοιτήσασαν δι ἀγαθότητα. Δόξα. Προστάτην σε µέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγµα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόµεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφηµοῦντές σε. Καὶ νῦν. Θεοτοκίον. Ἁγνὴν σε πανάµωµον, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρέ σοι Δέσποινα, λαµπρῶς ἐβόησεν, ἀπειρόγαµε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχηµα, καὶ σεµνολόγηµα. ᾨδὴ γ. Ὁ Εἱρµός. Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευµατικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Τοὺς σοὺς ὑµνολόγους. Τὸ αὐτό. Ἐξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξοµαι, Παρθένος οὖσα, σαφήνισον. Ζητεῖς παρ ἐµοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ οὗτος ἀνερµήνευτος, τὸ Πνεῦµα δὲ τὸ Ἅγιον, 2

δηµιουργῷ δυνάµει σοι, ἐπισκιάσαν ἐργάσεται. Ἡ ἐµὴ Προµήτωρ δεξαµένη, τὴν γνώµην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασµὸν τὸν ξένον σου, εὐλαβουµένη τὸν ὄλισθον. Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν µηνύσων σοι βουλήν, τὶ µε φοβῇ Πανάµωµε, τὸν µᾶλλόν σε φοβούµενον, τὶ εὐλαβῇ µε Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούµενον; Κανὼν τοῦ Ἀρχαγγέλου ᾨδὴ γ. Τοὺς σοὺς ὑµνολόγους. Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόµενος, φῶς καθωράθης δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑµνοῦντάς σε. Μεγίστης εὐκλείας ἠξιώθης, τὸ µέγα µυστήριον ἡµῖν, ἀνακαλύψας µέγιστε, Ἀγγέλων δι οὗ ἤρθηµεν, οἱ ἀπὸ γῆς πρὸς µέγιστον, ὕψος µεγάλως τιµῶντές σε. Δόξα. Ἐπίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, καθ ἡµῶν κινούµενον, τῶν πειρασµῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε. Καὶ νῦν. Θεοτοκίον. Γνωρίζων τὸ πάλαι κεκρυµµένον, Μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ἦχος πλ. α. Τὸν τάφον σου Σωτὴρ. Ὁ µέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύµενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον µελῴδηµα, τῇ Τριάδι γηθόµενος. Τοῦτον ἅπαντες, µεγαλοφώνως ἐν πίστει, ἀνυµνήσωµεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωµεν. Δόξα.. Καὶ νῦν. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Των ἀσωµάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν φρικτὸν ὄντως, σοὶ Γαβριὴλ πεπίστευται Μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου Χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωµένη χρεωστικῶς σὲ ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ µακαρίζοµεν. * * * ᾨδὴ δ. Τοῦ Τριῳδίου. Ὁ Εἱρµός. Ὁ καθήµενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάµῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάµει σου. Ὁ καθήµενος ἐν δόξῃ,. Τὸ αὐτό. Ἱεράν τινα Παρθένον, τεξοµένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐµµανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται; Κατεµήνυσεν ἡ βάτος, ἀκατάφλεκτος µείνασα, δεξαµένη φλόγα, Κεχαριτωµένη ἀνύµφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, µετὰ τόκον γάρ, µενεῖς Ἁγνή, ἀειπάρθενος. Λαµπρυνόµενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου µενούσης τῆς ἁγνείας µου; Λόγον τέξοµαι, µετὰ σαρκὸς τὸν ἀσώµατον. Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταµαι, µετὰ φόβου Κόρη, νῦν 3

κατανοεῖν εὐλαβοῦµαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε. Κανὼν τοῦ Ἀρχαγγέλου ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον. Ἵστασο µεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουµένων ἐν πνεύµατι. Στόµασι πηλίνοις σε χαρµονικῶς, πύρινον τῇ φσει ὑπάρχοντα, ἀνευφηµοῦµεν, ἐξελοῦ ἡµᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ µεσιτείαις σου. Δόξα. Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπορρήτῳ ἀστράπτουσαν, ἠµφιεσµένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόµενος. Καὶ νῦν. Θεοτοκίον. Ὅλην σε τῷ Πνεύµατι ὁ Γαβριήλ, περιηγνισµένην Πανάµωµε, κατανοήσας, ἐκβοᾷ σοι ἐµφανῶς Χαῖρε ἀρᾶς ἡ λύτρωσις καὶ τῶν Προπατόρων ἀνάκλησις. ᾨδὴ ε. Τοῦ Τριῳδίου. Ὁ Εἱρµός. Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε, σωτηρίαν βραβεύουσα. Ἐξέστη τὰ σύµπαντα,. Τὸ αὐτό. Νοεῖν σου οὐ δύναµαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύµατα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάµει τερατουργούµενα, σύµβολα καὶ τύποι νοµικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε. Ξενίζῃ Πανάµωµε, καὶ ξένον γὰρ τὸ θαῦµά σου, µόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν µήτρᾳ σαρκωθησόµενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγµατα, καὶ τοῦ Νόµου τὰ σύµβολα. Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, µήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψοµαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύµατι;. Πρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάµενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, µόνην ἐξελέξατο, λογικὸν ἐνδιαίτηµα. Κανὼν τοῦ Ἀρχαγγέλου ᾨδὴ ε. Ἐξέστη τὰ σύµπαντα. Νοὸς κατὰ µέθεξιν, τοῦ πρώτου φωτιζόµενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν Ἅγιος ὁ Θεὸς ὁ παντουργός, Υἱὸς ὁ συνάναρχος, καὶ τὸ Πνεῦµα τὸ σύνθρονον. Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύµαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, µέγα τὸ κλέος Γαβριὴλ µέγιστε, θείων Ἀσωµάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισµα, τῶν πιστῶς ἀνυµνούντων σε. Δόξα. Ὁ θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυµιάµατος, πάλαι συνεστῶτα Ζαχαρίας, µένει κωφεύων οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελία τῇ φρικτῇ, ἣν περ ἐξεφώνησας, Γαβριήλ Ἀρχιστράτηγε. 4

Καὶ νῦν. Θεοτοκίον. Ναὸς ἁγιάσµατος, ὑπάρχουσα Πανάµωµε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόµενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα καὶ δεινῶν ἐξαιρούµενον. ᾨδὴ στ. Τοῦ Τριῳδίου. Ὁ Εἱρµός. Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήµερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόµενος Ἐκ φθορᾶς µε ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάµεων. Ἐβόησε, προτυπῶν. Τὸ αὐτό. Ῥηµάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρµόσυνον, δεξαµένη, εὐφροσύνης ἐνθέου πεπλήρωµαι, χαρὰν γὰρ µηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον. Σοὶ δέδοται, ἡ χαρὰ Θεοµῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυµφε, σὺ γὰρ µόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή. Τῆς Εὔας νῦν, δι ἐµοῦ καταργείσθω κατάκριµα, ἀποδότω, δι ἐµοῦ τὸ ὀφείληµα σήµερον, δι ἐµοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον. Ὑπέσχετο, ὁ Θεός, Ἀβραὰµ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρµατι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, ἡ ὑπόσχεσις δέχεται σήµερον. Κανὼν τοῦ Ἀρχαγγέλου ᾨδὴ στ. Τὴν θείαν ταύτην. Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαµπρυνόµενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαµπρότησιν. Ἀκτὶς Ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑµνητάς σου σκότους, παθῶν ἐξάρπασον. Δόξα. Βουλὰς ἐθνῶν διασκέδασον, τὴν Πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσµατα, τῆς Ἐκκλησίας, Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι. Καὶ νῦν. Θεοτοκίον. Ῥηµάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρηµάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσµον ἀπολυτρούµενον. Κοντάκιον. Αὐτόµελον. Ἦχος πλ. δ. Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύµφη ἀνύµφευτε. Ὁ Οἶκος. Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέµφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωµάτῳ φωνῇ, σωµατούµενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα. Χαῖρε, δι ἦς ἡ χαρὰ ἐκλάµψει, χαῖρε, δι ἦς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος, Ἀδὰµ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισµοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλµοίς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐµφαίνων τὸν Ἥλιον, 5

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι ἦς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι ἦς βρεφουργεῖται Κτίστης. Χαῖρε, Νύµφη ἀνύµφευτε.. Συναξάριον. Τῇ ΚΣΤ τοῦ αὐτοῦ µηνός, τὴν Σύναξιν ἐπιτελοῦµεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδοµένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀπορρήτῳ καθυπουργήσαντος. Στίχ. Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα, Τιµῇ πρεπούσῃ πᾶσα σάρξ τιµᾷ, Λόγε. Εἰκάδι ἀµ ὕµνους Γαβριὴλ κτίσιν ἕκτῃ ἐγείρει. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τῶν Ἁγίων κς, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ µαρτυρησάντων ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο Βαθούσις καὶ Οὐΐρκας, µετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας µονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐµβλας, Θέρµας, Φίλγας καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαµύκα, Οὐϊρκώ, καὶ Ἀνιµάϊς. Στίχ. Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων, Ὄσας ἄγει Μὴν σήµερον τὰς ἡµέρας. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐµµανουήλ, καὶ ἑτέρων Μ τῶν ἐν Ἀνατολῇ. Στίχ. Κοδρᾶτε, θαυµάζω σὲ τῆς εὐανδρίας! Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττῃ µάκαρ. Θεοδόσιος τῷ Θεῷ ζῶν καὶ µόνῳ, Ζωὴν δι αὐτὸν ἐκ ξίφους καταστρέφει. Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ µοι, Ἐµµανουήλ, πέφυκεν αἵµατος µία. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ Ὁσίου Πατρὸς ἠιµῶν Στεφάνου τοῦ Ὁµολογητοῦ, τοῦ Τριγλίας Ἡγουµένου. Στίχ. Θείου Στέφανος ἀµπελῶνος ἐργάτης, Θεῷ παραστάς, καµάτου µισθὸν λάβῃ. Τῇ αὐτῇ ἡµέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιµος Μάλχου µοναχοῦ αἰχµαλωτισθέντος. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστέ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν. * * * ΚΑΤΑΒΑΣΙΑΙ ὁ α χορός Ἀνοίξω τὸ στόµα µου καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τήν Σύλληψιν. Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευµατικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου ὁ α χορός στεφάνων δόξης ἀξίωσον. Ὁ καθήµενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάµῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάµει σου. Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε, σωτηρίαν βραβεύοντα. Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήµερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόµενος Ἐκ φθορᾶς µε ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάµεων. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, καί προσκυνοῦµεν τὸν Κύριον. ὁ 6

Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίµη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Στίχ. α. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν τιµιωτέραν τῶν Χερουβὶµ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίµ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ µεγαλύνοµεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν τιµιωτέραν τῶν Χερουβίµ... Στίχ. γ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν τιµιωτέραν τῶν Χερουβίµ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιµιωτέραν τῶν Χερουβίµ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιµιωτέραν τῶν Χερουβίµ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιµιωτέραν τῶν Χερουβίµ... Καταβασία Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὡς ἐµψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω µηδαµῶς χεὶρ ἀµυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναµέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωµένη ὁ Κύριος µετὰ σοῦ. * * * ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωµεν. Ἀγγελικῶν δυνάµεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦµα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσµου. Θεοτοκίον. Ὅµοιον. Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰµ Θεοτόκε, χαῖρε σεµνὴ Μητρόθεε, χαῖρε ἔµψυχε βάτε, χαῖρε λαµπάς, χαῖρε θρόνε, χαῖρε κλῖµαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχηµα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάµνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις. * * * ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλµοὶ ρµη, ρµθ ) καί Στιχηρὰ Προσόµοια τοῦ ἁγίου Θεοδώρου. Ἦχος α. Τῶν οὐρανίων ταγµάτων. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰµ 7

ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰµ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κοµίσας, ἀνεβόα τὸ Χαῖρε συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσµῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, µὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ ἡµᾶς ὀλισθήµατος, καὶ τοῦ Ἀδὰµ τὴν πτωχείαν ἀναλαβών, ἐµορφώθη τὸ ἀλλότριον. Δόξα Καὶ νῦν. Ἦχος πλ. δ. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ ὁ γὰρ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ µήτραν ᾤκησε Παρθενικήν, προαγνισθεῖσαν τῷ Πνεύµατι. Ὢ τοῦ θαύµατος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν µήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ µυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ, ὁ ἔχων τὸ µέγα ἔλεος. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, * εὐλογοῦµέν σε, * προσκυνοῦ- µέν σε, * δοξολογοῦµέν σε, * εὐχαριστοῦµέν σοι * διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ µονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, * ὁ ἀµνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, * ἐλέησον ἡµᾶς, * ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, * ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος ἅγιος, * σὺ εἶ µόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ- µήν. Καθ ἑκάστην ἡµέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡµέρᾳ ταύτῃ * ἀ- ναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ- µῶν, * καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνο- µά σου * εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡµᾶς, * καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν µε τὰ δικαιώ- µατά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡµῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν µε * ἴασαι τὴν ψυχήν µου, * ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, * ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ- ψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. 8

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡµᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡµᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡµᾶς. Ἀπολυτίκιον. Ἦχος δ. Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Καὶ Ἀπόλυσις. * * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνον Α. Στίχ. α. Ὁ Θεὸς τὸ κρίµα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡµᾶς. Στίχ. β. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας, τὸ σωτήριον τοῦ Θεοῦ Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ὤµοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ µὴ ἀθετήσει αὐτήν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Στίχ. α. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Σῷσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ δι ἡµᾶς σαρκωθείς, ψάλλοντάς Σοι, ἀλληλούϊα. Στίχ. β. Ἡγίασε τὸ σκήνωµα αὐτοῦ ὁ Ὕψιστος. Σῷσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ δι ἡµᾶς σαρκωθείς Στίχ. γ. Ὁ Θεὸς ἐµφανῶς ἤξει, ὁ Θεὸς ἡµῶν καὶ οὐ παρασιωπήσεται. Σῷσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ δι ἡµᾶς σαρκωθείς Στίχ. δ. Ἀνατελεῖ ἐν ταῖς ἡµέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης. Σῷσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ δι ἡµᾶς σαρκωθείς Δόξα... Καὶ νῦν. Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάµενος * διὰ τὴν ἡµετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόµενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύµατι, * σῶσον ἡ- µᾶς. Ἀντίφωνον Γ. Ἦχος β. Ψαλµὸς Ϟδ (94). Στίχ. α. Ἔσται τὸ ὄνοµα αὐτοῦ εὐλογηµένον εἰς τοὺς αἰῶνας. Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Στίχ. β. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυµάσια µόνος. Σήµερον τῆς σωτηρίας.. Στίχ. γ. Εὐλογηµένον τὸ ὄνοµα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σήµερον τῆς σωτηρίας.. 9

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ - Εἰσοδικόν. Ἦχος β. Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυµαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον. Ἦχος δ. Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Ἀπολυτίκιον. Ἦχος δ. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦµέν σε ἀεὶ ἡµεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡµᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀϋλου σου δόξης, φρουρῶν ἡµᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας ἐκ τῶν κινδύνων λύτρωσαι ἡµᾶς, ὡς Ταξιάρχης τῶν ἄνω δυνάµεων. Ἦχος δ. Ταχύ προκατάλαβε. Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδροµος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέµψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει διὸ καὶ τοῖς τιµῶσιν αὐτὸν βρύει ἰάµατα. Ἦχος δ. Ταχύ προκατάλαβε. Στολαῖς ταῖς ἐξ αἵµατος, ὡραϊζόµενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιµε ὅθεν σὺν Ἀσωµάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῆ τρισαγίῳ, καὶ φρικτῇ µελωδίᾳ, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος πλ. δ. Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύµφη ἀνύµφευτε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ - ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. γ 12-36) Προκείµενον. Ἦχος πλ. β. Εὐφράνθητι ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι. Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνοµίαι. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. Ἀδελφοί, βλέπετε, ἀδελφοί, µή ποτε ἔσται ἔν τινι ὑµῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ ἑκάστην ἡµέραν ἄχρις οὗ τὸ σήµερον καλεῖται, ἵνα µὴ σκληρυνθῇ ἐξ ὑµῶν τις ἀπάτῃ τῆς ἁµαρτίας µέτοχοι γὰρ γεγόναµεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως µέχρι τέλους βεβαίαν κατάσχωµεν, ἐν τῷ λέγεσθαι σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν ὡς ἐν τῷ παραπικρασµῷ. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωῡσέως; Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * µακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειµακάριστον καὶ παναµώ- µητον * καὶ µητέρα τοῦ Θεοῦ * Τὴν τι- µιωτέραν τῶν Χερουβὶµ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίµ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ µεγαλύνοµεν. Κοινωνικόν. Ἐξελέξατο Κύριος τὴν Σιών, ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα.. Μετὰ τὴν µετάδοσιν. Ἦχος β. Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, * εὕροµεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡµᾶς ἔσωσεν. 10

Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόµα ἡµῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυµνήσωµεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡµᾶς * τῶν ἁγίων σου µετασχεῖν µυστηρίων * τήρησον ἡµᾶς ἐν τῷ σῷ ἁγιασµῷ, * ὅλην τὴν ἡµέραν * µελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. ΕΥΛΟΓΗΣΙΣ ΤΩΝ ΚΟΛΛΥΒΩΝ Ἀπολυτίκιον. Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦµέν σε ἀεὶ ἡµεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡµᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀϋλου σου δόξης, φρουρῶν ἡµᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας ἐκ τῶν κινδύνων λύτρωσαι ἡµᾶς, ὡς Ταξιάρχης τῶν ἄνω δυνάµεων. Δόξα. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος πλ. δ. Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύµφη ἀνύµφευτε. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α. Τῇ πρεσβείᾳ, Κύριε, * πάντων τῶν ἁγίων * καὶ τῆς Θεοτόκου, * τὴν σὴν εἰρήνην δὸς ἡµῖν * καὶ ἐλέησον ἡµᾶς, * ὡς µόνος οἰκτίρµων. Εἶτα Ἦχος β. Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Χριστὸς ὁ ἀληθινὸς Θεὸς.. Δι εὐχῶν... Ἀµήν. 11