A new fragment of Euripides Cresphontes



Σχετικά έγγραφα
University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures

ΘΟΥΚΙ Ι ΗΣ ΙΣΤΟΡΙΑ Β. Ο επιτάφιος λόγος του Περικλή

Δηµοσθένης. Ὀλυνθιακοί. Μετάφραση-Σχόλια Νικ. Σ. Γκινόπουλος ΠΡΟΛΟΓΟΣ

ΟΝΟΜΑΤΙΚΕΣ ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ΠΡΟΤΑΣΕΙΣ / 1 ΕΙΣΑΓΩΓΗ

ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Romanos Melodos (t.) (pro.) (1.) (2.) (3.) (4.) (5.) (6.)

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

Ενότητα 9 Διόνυσος, Ἀπόλλων καὶ Ποσειδῶν ἐν Ἀττικῇ

FUNERAL SERVICE SIR JOHN TAVENER

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Αντωνυμίες ονομάζονται οι κλιτές λέξεις που χρησιμοποιούνται στο λόγο αντί των ονομάτων (ουσιαστικών ή επιθέτων). Τα είδη των αντωνυμιών είναι:

Β Βασ. 1,1 Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.

ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ. Μετάφραση, προλεγόµενα: Αρ. Καµπάνης

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

ΕΥΡΙΠΙΔΗΣ [ΑΝΔΡΟΜΑΧΗ]

Β Επεισόδιο Β ΣΚΗΝΗ: Κρέοντας-Αντιγόνη-Χορός (στ )

Z ELEGII THEOGNISA. Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός, Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου. Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

ο αιρων την αμαρτιαν του κοσμου 8ουκ ην εκεινος το φως αλλ ινα μαρτυρηση περι του φωτος

ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

Chapter 7. PLUSES AND MINUSES CREATING OR IMPROVING RHETORICAL FIGURES

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΛΟΓΟΙ ΑΠΟ ΕΙΚΤΙΚΟΙ ΥΟ ΠΕΡΙ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

The holy glorious and all-praiseworthy Apostle Philip Τοῦ Ἁγίου ἐνδόξου καί πανευφήµου Ἀποστόλου Φιλίππου November 14

ΕΛΛΗΝΙΚΗ ΝΟΜΑΡΧΙΑ. Συντεθείς τε καὶ τύποις ἐκδοθεὶς ἰδίοις ἀναλώμασι πρὸς ὠφέλειαν τῶν Ἑλλήνων ΠΑΡΑ ΑΝΩΝΥΜΟΥ ΤΟΥ ΕΛΛΗΝΟΣ Ἐν Ἰταλίᾳ

Transcript:

A new fragment of Euripides Cresphontes by Tom Keeline Tom Keeline Cresphontes Editorial preface: A remarkable late 9 th -century anthology of Athenian tragedy has recently emerged from the dusty shelves of the monastic library of the Great Lavra on Mt. Athos. The manuscript preserves hypotheses and scenes from several lost Euripidean dramas, including occasional scholia that look almost like stage directions perhaps figments of some lonely Byzantine scholar s overactive imagination? In this the editio princeps I present one of the most interesting and important new texts, the famous scene from Euripides Cresphontes so tantalizingly alluded to by Aristotle (Poet. 1454a) and Plutarch (Mor. 998e). The scene opens with a long rhesis delivered by Merope as she stands above her sleeping son Cresphontes, ax in hand and poised to strike; for she does not realize that he is her son and instead believes that he is her son s murderer. (For details see the hypothesis below.) Only the fortuitous arrival of Arcas, the faithful go-between who had been their sole connection for years, narrowly averts the disaster and allows for a classic moment of anagnorisis and peripeteia. The hypothesis found in the manuscript has also preserved the fullest known summary of the myth. 1 of 5

ΥΠΟΘΕΣΙΣ ΚΡΕΣΦΟΝΤΟΥ ΕΥΡΙΠΙΔΟΥ Πολυφόντης ἀποκτείνας Κρεσφόντην τὸν βασιλέα τῶν Μεσσηνίων ἔγημε μὲν Μερόπην, ἣ τὸ πρὶν ἦν ἡ γυνὴ αὐτοῦ, ἦρξε δὲ πάσης τῆς Μεσσηνίας. καὶ δὴ καὶ καταλαβὼν τὴν ἀρχὴν πάντας ἀπέκτεινε τοὺς υἱοὺς τοῦ Κρεσφόντου πλήν γ ἑνὸς ὃν ἡ Μερόπη ἐκκλέψασα ἐδύνατο σώιζειν παιδάριον γὰρ ἔτι ὂν (ἡ γὰρ μήτηρ αὐτὸν ἔτεκεν ὕστατον) ἐπέμφθη κρυφῆι πρὸς ξένους τινὰς ἐν Αἰτολίαι ἵνα λανθάνοι τρεφόμενος ἦν δὲ καὶ αὐτῶι τοὔνομα Κρεσφόντης. μετὰ δὲ ταῦτα ὁ Πολυφόντης οὐκ ἐπαύσατο ζητῶν ὅπου εἴη, ἀλλ οὐδέποτε οἷός τ ὢν ἐξευρεῖν προὔθηκεν μισθὸν εἴ τις ἐπιτύχοι ἀποκτείνας αὐτόν. ἐπειδὴ δὲ τάχιστα οὗτος ὁ παῖς ἥβησεν, ἐμηχανᾶτο ὅπως τιμωρήσειε τῶι τε πατρὶ καὶ τοῖς ἀδελφοῖς τὸν φόνον προσελθὼν οὖν ὡς τὸν Πολυφόντην ἤιτησε τὰ χρήματα αὐτός ἀποκτεῖναι γὰρ τὸν παῖδα. καὶ μὴν θαυμάζων γ ὁ Πολυφόντης ταῦτα ἀκούσας ἐκέλευσεν αὐτὸν μένειν παρ ἑαυτῶι ἕως ἀκριβέστερον πύθοιτο ὅπως τὰ πράγματα ἔχοι. ὁμολογήσας δὲ ὁ νεανίας εἰσήχθη εἰς τὸν ξενῶνα ὅπου εὐθὺς κατέδαρθε τετρυμένος τῆι ὁδῶι. ἐν δὲ τούτωι ἀφικνεῖται δακρύων ὁ γέρων ὧι ἐχρῶντο διαγγέλωι ἥ τε μητὴρ καὶ ὁ παῖς, καὶ ἀφικόμενος οὐκ ἔφη εἰδέναι ὅτι πεπονθὼς εἴη ὁ Κρεσφόντης αὐτὸν γὰρ οὐ παρεῖναι οἴκοι οὐδὲ δύνασθαι εὑρεθῆναι ἄλλοθι, ἀλλ ἀπροσδοκήτως ἀφανισθῆναι. ἐπειδὴ οὖν ταῦτα ἤκουσε Μερόπη, πεισθεῖσα καθεύδειν τότε ἐν τῶι οἰκήματι τὸν φονέα τοῦ παιδὸς πέλεκυν ἔλαβε καὶ εἰσῆλθεν ὡς ἀποκτενοῦσα αὐτόν τῶι δ ὄντι ἔμελλεν ἀποκτενεῖν αὐτὴ ἑαυτῆς τὸν παῖδα (καὶ γὰρ οὐκ εἶδεν αὐτὸν ἐξ οὗ ἀπεπέμφθη). ὁ δὲ γέρων ἑσπόμενος ἀνεγνώρισε τὸν παῖδα ὅστις εἴη καὶ μόλις ἔφθασε κωλύων μὴ ἀπολλύναι τὴν τεκοῦσαν τὸ τέκνον. ἡ οὖν Μερόπη ἐκπλαγεῖσα οὐκ αὐτίκα συνίει τὰ πράγματα, ἀλλ ἐπειδὴ ἀνεγνώρισεν αὐτὴ τὸν παῖδα χαίρουσα ἠσπάσατο αὐτόν. ἔπειτα δὲ μαθοῦσα τὸν καιρὸν τῆς τιμωρίας τέλος παρόντα προσεποιεῖτο διαλλαγεῖσα τῶι Πολυφόντηι τῆι δ οὖν ὑστεραίαι ἔδοξε τῶι Πολυφόντηι εὐτυχοῦντι, ὡς γοῦν ὤιετο, θύεσθαι ὁ δὲ Κρεσφόντης μετέχων τῆς θυσίας καὶ μέλλων θύσειν ἔσφαξεν αὐτὸν ἀντὶ τοῦ ἱερείου τοιγαροῦν τιμωρήσας τοῖς φονευθεῖσιν ἀνέλαβε τὴν πατρώιαν βασιλείαν. 2 of 5

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ Tom Keeline Cresphontes ΜΕΡΟΠΗ ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ ΠΟΛΥΦΟΝΤΗΣ ΛΑΙΑΣ ΚΡΕΣΦΟΝΤΗΣ ΘΕΡΑΠΩΝ ΕΤΕΡΟΣ ΘΕΡΑΠΩΝ ΓΕΡΩΝ ΟΝΟΜΑΤΙ ΑΡΚΑΣ Incipit fragmentum: 5 10 15 20 25 ΜΕΡΟΠΗ: ὅδ' ἥσυχος δὴ 1 τέρπεται ταῖς ἡδοναῖς ὕπνου πανόπται καὶ πανίστορες θεοί, πῶς νῦν ἐᾶτε τοὺς κακουργοῦντας καλῶς εὕδειν, πονούντων τῶν ἀναιτίων ἀεὶ ἀγρυπνίαι τε καὶ κακοῖς βαρυστόνοις; τί γάρ ποτ' ἄν σοι, τί ποτ' ἂν ἥδιον πορεῖν θέλοιμι παύλης, υἱέ, τοιαύτης κακῶν; ἀλλ' οὐκέτι ζῆις οὐδὲ κοιμήσηι πάλιν. ἐγὼ δέ σ' εὕδοντ' ὧδε πολλάκις γε νῶι εἶδον, ματαίως εἰ γὰρ ἔμψυχος τὸ φῶς ἔτ' ἔβλεπες, πῶς οὐκ ἂν εἶχες, ὦ τέκνον, ὁμοῖον εἶδος καὶ σύ, τηλίκουτος ὤν, κυκλουμένων δὴ πάντοθεν τῶν βοστρύχων εἰκῆι μετώπου προσφιλεστάτου πέρι, γενναῖος, ὡς ὁρᾶι τις ἐκ τῆς ὄψεως; ὦ φίλτατ', οἴμοι νῦν δὲ ποῦ κεῖσαι καμών; ἐν τῆι σκιᾶι που δυστυχεῖ πεύκης τινός, ἢ 'ν τοῖς πέτροις ἀβάτοισι Κυλλήνης ὄρους, ἔνθ' οὐ παραστείχουσιν ἔμποροί ποτε, εἰ μή γε γῦπες καὶ κύων τις ἄγριος ἐκεῖ σὺ κεῖσαι κατθανών, ὦ παῖ, τάλας. καὶ νῦν καταστάζει μὲν αἷμ' ἐκ τραυμάτων νέων ἔτ', ὀμμάτων δὲ χρηιζόντων τίσιν μάτην. χέρας σὰς ἐχομένας τόξου τε καὶ οἰστῶν ἀπρὶξ νῦν εἰσορᾶν δοκῶ, βέλη ἃ πρὸς κυναγίαν μὲν ἔφερες, ἄγριον φονέα δὲ τηρῶν ἀντὶ θηρὸς οὔποτε. αἰαῖ αἰαῖ. 1 ὅδ' ἥσυχος δή: ἀνοίγεται ἡ σκηνὴ καὶ ἐπὶ ἐκκυκλήματος ὁρᾶται ὁ Κρεσφόντης καθεύδων ἐπὶ κλίνης τότε δὴ εἰσπηδᾶι ἡ Μερόπη πέλεκυν ἔχουσα ἵνα ἀποκτείνηι τὸν νεανίαν ἀγνοεῖ γὰρ ὅστις ἐστίν. 3 of 5

30 35 40 45 50 55 60 καὶ μὴν σύ γ', ὦ κάκιστ', ἕκηλος ἔνθαδε κεῖσαι, καθεύδεις ἔνθα παῖς οὑμός ποτε, ἐν τοῖς δόμοισι βασιλικοῖς οὕσπερ νέμειν χρῆν ἂν δικαίως αὐτόν, εἰ μόνον πνόας εἶχ' ἀλλ' ἐγρηγερὼς μὲν ἐξ ὕπνου βαθέως τὸν μισθὸν ἀνθ' ὧν ἐξέπραξας εὐχέρως δήπου νομίζεις, μῶρε, δέξεσθαι μέγαν. μισθόν γε δέξει μᾶλλον ἐξ Ἐρινύων, αἳ δή σ' ἐν Ἅιδου καταδιώκουσαι πικρῶς σπεύσουσι λυπεῖν ἐξεγερθήσηι γὰρ ἐν τοῖσι σκοτοῖσι Ταρτάρου, βίας μέτα Ἰξίονός τε καὶ Σισύφου καὶ Ταντάλου, οἳ πολλὰ καὶ δείν' ἀνθ' ἁμαρτιῶν ἀεὶ πάσχουσι πείσονταί τε. νῦν δ' αὐτὸς μολὼν ἐκεῖσε πρῶτος τὴν ὁδὸν τοῦ δεσπότου ἑτοιμάσεις κεῖνον γὰρ εἶτ' ἀποκτενῶ. ὁσιωτέραν δὴ τήνδ' ἐγὼ δίδωμί σοι πλήγην ΑΡΚΑΣ: τύραννος οὐκ ἄγει 2 τοῦτον ξένον εὐθὺς πρὸς αὐλήν, ὡς καμόντ ἐκ τῆς ὁδοῦ. οἶμαι καθεύδειν αὐτόν ἀλλ ὁρῶ τί νῦν; ΜΕ: μέλλοντα τόνδε φόνεα διολεῖσθαι κακῶς. ΑΡ: φόνεα; τί ποτε φήις; ΜΕ: φόνεα δὴ καὶ χείριον ληφθέντα μητρί τοῦ φονευθέντος πικρᾶι. ΑΡ: ἀλλ, ὦ τάλαιν, ἔπισχε τὴν πλήγην. σὺ γὰρ παίσουσα τοῦτον ἀγνοεῖς ὅστις γ ἔφυ. ΜΕ: αὐτοῦ γε λίαν οἶδα τἀδικήματα. ΑΡ: ἄκουε παίσεις ΜΕ: πλῆγμα πανδικώτατον. ΑΡ: μέλλεις δὲ, γῆς ἄνασσα τῆσδ, ἀποκτενεῖν ΜΕ: ἐμοὶ μεθίστασ ἐκπόδων ΑΡ: τὸ σὸν τέκνον. ΜΕ: ἰώ μοί μοι, 3 αἰαῖ αἰαῖ. 2 τύραννος οὐκ ἄγει: ἀπροσδοκήτως ἀφικνεῖται διάγγελος ὀνόματι Ἄρκας διαλεγόμενος ἑαυτῶι ἐπειδὴ δὲ τάχιστα ὁρᾶι ὅτι ἡ Μερόπη μέλλει ποιήσειν, πειρᾶται ἀπείργειν. 3 ἰώ μοί μοι: ἡ μὲν Μερόπη ἀναβοῶσα ἐκβάλλει τὸν πέλεκυν, ὁ δὲ Κρεσφόντης ἀκούσας αὐτῆς εὐθὺς ἐγείρεται. 4 of 5

65 70 75 80 85 90 95 ΚΡΕΣΦΟΝΤΗΣ: τί δ ἐστὶ ταῦτα; καὶ βοαῖσιν ὀρθίαις τίς ὠλόλυξεν ὥστε νῦν ἐγρήγορα; ηὗδον γὰρ ὕπνον ἥσυχον, καίπερ παρὼν ἐνταῦθ ἐν ἐχθροῖς καὶ παλιγκότοις δόμοις. ἀλλ ἐστὶν Ἀρκάς, ἢ βλέπω σκίας ὄναρ; ΑΡ: εἴμ ἐνθάδ, εἰμί, καί με νῦν ὄντως βλέπεις. ὦ δεσποτίσκε, χαῖρε, καὶ συγχαίρομεν. ἀσπάζομαι γὰρ ζῶντ ὃν ὡς τεθνηκότα ὠδυρόμεσθα. πῶς γὰρ ἐμπνέων ἔτ εἶ; ΚΡ: λόγωι μὲν ἔθανον ὡς ἔχοιμ ἔργωι βίον. ἀλλ εἰπέ μοι, τίνας ποτ εἰσορῶ κόρας; ΑΡ: Μεσσηνίας δὴ παρθένους, ἡμῖν φίλας. ΚΡ: καὶ μὴν γυναῖκα τήνδ ὀκνῶ δ ἐκμανθάνειν. ΑΡ: θαρσῶν δ ἐρώτα πάντ ἅπερ βούληι μαθεῖν. ΚΡ: τίς τοίνυν ἐστὶν ἥδε πάλλευκος γυνή; ΑΡ: Μερόπην ὁρᾶις ἐνταῦθα, τὴν σὴν μητέρα. ΚΡ: ὦ μῆτερ, ὡς νῦν ἥδομαί σ ἰδὼν τέλος. ΜΕ: τίς μέμφεταί με; 4 φεῦ, πέλεκυν ἐξίσταμαι. ΚΡ: ἀλλ οὔτις, οὔτις μέμφεταί σ αὐδώμενος. ΜΕ: εἶ πρευμενής μοι καὶ καλῶς με δρᾶις θέλω ΚΡ: ὅσ ἂν θέληις, ἅπαντα ποιήσω τάχα. ΜΕ: ἐμοί σ ἀφαιρεῖν τὸν πέλεκυν ἀνδρόφθορον. ΚΡ: υἱὸς δ ὁ σὸς πάρεστιν ἥκει γὰρ τέλος. ΜΕ: οὕτως γ ἔφη τις ἄρτι ΚΡ: σὸν δέχου τέκνον. ΜΕ: σὺ δῆτα χειροῖν 5 ταῖνδ ἀποκτείνας ἔχεις; ΚΡ: ἥκιστά γ, ἀλλὰ ζῶ τε καὶ βιώσομαι. ΜΕ: πῶς οὐκ ὀνειροπόλουσα 6 φάσματ εἰσορῶ; ΚΡ: ἀλλ ὧδ ὀνειροπόλουσά γ εἴθ εὕδοις ἀεί. ΜΕ: οὑμὸς ἄρα παῖς ζῆι καὶ πάρεστιν ἀσφαλής; ΚΡ: φὴις γὰρ κατ ὀρθόν εἰμὶ Κρεσφόντης ἐγώ. ΜΕ: τέλος νυν ἥκεις ΚΡ: κοὐκ ἀπαλλαγήσομαι. 7 4 τίς μέμφεταί με: οὔπω γὰρ συνίησιν ἡ Μερόπη. 5 σὺ δῆτα χειροῖν: ἔτι καὶ νῦν ταραχθεῖσα νομίζει ἡ Μερόπη τὸν κείμενον ἀποκτεῖναι τὸν παῖδα ἑαυτῆς. 6 πῶς οὐκ ὀνειροπόλουσα: τέλος δὲ ἡ Μερόπη ἄρχει συνιεῖσα. 7 κοὐκ ἀπαλλαγήσομαι: νῦν ἡ μητὴρ ἀσπάζεται τὸν παῖδα. 5 of 5