αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. β, ἑωθινὸν δ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ὁ α χορὸς Καὶ νῦν...τὸ προεόρτιον ἦχος β'

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν. ( 130) Ἰωνᾶ προφήτου (880 π.χ.

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Ηχος πλ. β, ἑωθινὸν δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Σοφίας καὶ τῶν τριῶν θυγατέρων αὐτῆς Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, μαρτύρων ( 137). Ἦχος πλ. β. Ἑωθινὸν δ.

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 Κυριακὴ μετὰ τὴν Ὕψωσιν Μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης καὶ Ἐλπίδος. Ἦχος πλ. β. Ἑωθινὸν Δ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΜΑΡΤΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Φωκᾶ ἱερομάρτυρος. Ἰεζεκιὴλ προφήτου (600 π.χ.), Πελαγίας ὁσίας τῆς ἐν Τήνῳ ( 1834). Ἦχος πλ. β. Ἑωθινὸν ζ.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

2 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΕ (Β ΛΟΥΚΑ) Κυπριανοῦ ἱερομάρτυρος καὶ Ἰουστίνης μάρτυρος ( 304). Θεοδώρου Γαβρᾶ μάρτ. ( 1098). Ἦχος πλ. β. Ἑωθινὸν δ.

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ἰωάννου τοῦ Ἐλεήμονος, πατριάρχου Ἀλεξανδρείας ( ) Νείλου ὁσίου (ε αἰ.). ΤΥΠΙΚΟΝ. Ἦχος πλ. β. Ἑωθινὸν α.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ αἰ.). Ἦχος δ. Ἑωθινὸν β.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΜΑΡΤΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Transcript:

13 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ἀναστάσεως (335) καὶ προεόρτιος τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κορνηλίου ἑκαντοτάρχου (α αἰ.). Ἱεροθέου ὁσίου ἐκ Καλαμῶν ( 1745). Ἦχος πλ. β. Ἑωθινὸν δ. (Τυπικὸν 13ης Σεπτεμβρίου 2 4). Τῇ αὐτῇ Κυριακῇ πρὸ τῆς Ὑψώσεως, συμφώνως τῇ ὑπ ἀριθμὸν 2556/5.7.1993 ἐγκυκλίῳ τῆς Ἱ. Συνόδου, μνήμην ἐπιτελοῦμεν τῶν μητροπολιτῶν καὶ ἐθνομαρτύρων Χρυσοστόμου Σμύρνης, Ἀμβροσίου Μοσχονησίων, Γρηγορίου Κυδωνιῶν, Προκοπίου Ἰκονίου, Εὐθυμίου Ζήλων καὶ τῶν σὺν αὐτοῖς ἀναιρεθέντων κατὰ τὴν μικρασιατικὴν καταστροφὴν μαρτύρων (1922). Ἡ ἀκολουθία αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β. Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Δόξα. Τῶν Ἐγκαινίων. Ἦχος δ. Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος β. Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου μόνε φιλάνθρωπε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. β. Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Κύριε, παρίστατο τῷ τάφῳ σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα σοι. 1

Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός τὸν κόσμον ἀνεκαίνισε, Πνεύματι θείῳ αὑτοῦ ψυχαὶ ἐγκαινίζονται οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β. Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν καὶ τοὺς ἐ χθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος. Δόξα. Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν ἔγερσιν, τὴν ἔνθεον ἀθάνατε Κύριε κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας ἀνέστης δὲ ἄ νευ φθορᾶς, ὡς Δεσπότης τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει. Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς Λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... 2

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. β. Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡ μῶν. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε οἴκτειρόν με, ἵνα ζῶ σοι. Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία εἴ τινι τοῦτο κατ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται. Τοῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε οἴμοι! πῶς μέλλω τῶν ἐ χθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων; Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ. Ἀντίφωνον Γ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί ἄνω γὰρ ὁρῶσιν. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω. Προκείμενον. Ψαλμὸς πθ (79). Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς) Στίχ. Ὁ ποιμαίνων Ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Δ Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ 1 12). Τῇ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ 3

Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑ ποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰω άννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 4

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες ὁ Ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) εἰς δ, ὁ προεόρτιος τοῦ Σταυροῦ καὶ ὁ τῶν ἐγκαινίων. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ἦχος πλ. β. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. Τροπάρια. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄ δομεν. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν ἀνάστασιν. Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀ ληθῶς, ἐδείχθης Δέσποινα. Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων. Γερμανοῦ. ᾨδὴ α. Ἦχος δ. Τριστάτας κραταιούς. Ἀγάλλου οὐρανέ, καὶ ἡ γῆ εὐφραινέσθω, ὁ πανάγιος Σταυρός, προέρχεται ἡμᾶς, ἁγιάζων ἐν χάριτι, τοῦτον κατασπαζομένους, ὡς πηγὴν ἁγιάσματος, καὶ τῆς πάντων θεώσεως αἴτιον. Βαδίζειν εὐσεβῶς, τὴν οὐράνιον τρίβον, ἐνδυνάμωσον ἡμᾶς, πανάγιε Σταυρέ, τοὺς πιστῶς προσκυνοῦντάς σε, ὅπως τὰ τῶν ἐναντίων, ἀ ποκλίναντες βάραθρα, κοινωνοὶ θείας δόξης γενώμεθα. Γνωστοὶ τῷ Ποιητῇ, διὰ σοῦ γεγονότες, πανσεβάσμιε Σταυρέ, καρδίᾳ καὶ ψυχῇ, προσπτυσσόμεθα πάντοτε, σὲ προκείμενον ὁ ρῶντες, καὶ τὸν νοῦν φωτιζόμεθα, τὸν παναίτιον Λόγον δοξάζοντες. Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πα 5

νάμωμε, φρούρησον τὴν κληρουχίαν τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου. Κανὼν τῶν Ἐγκαινίων. Ἰωάννου Μοναχοῦ. ᾨδὴ α. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Ὁ στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν ἐκλεκτὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. Δόξα. Οὐ νόμῳ, ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. Καὶ νῦν. Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι ἡμᾶς ἐκ σοῦ ἀπάτορα. ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑ ψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. Τροπάρια. Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο. Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄ πνους τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ ἀνάστασις. Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. Προεόρτιος. ᾨδὴ γ. Ἦχος δ. Οὐκ ἐν σοφίᾳ. Δόξαν Χριστοῦ σε, χρηματίσαντα πίστει δοξάζομεν, δοξαζόμενοι ταῖς σαῖς, δεδοξασμένε Κυρίου Σταυρέ, σεπταῖς περιπτύξεσι, καὶ φωτιζόμενοι. Ἐν εὐφροσύνῃ, προσελθόντες πιστοὶ ἀρυσώμεθα, ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ ἀείζωα νάματα, καὶ διασῳζόμενοι, Θεὸν ὑμνήσωμεν. Ζωὴ ὑπάρχων, Ἰησοῦς κρεμασθεὶς τεθανάτωται, ἐπὶ ξύλου τοῦ Σταυροῦ ὃν νῦν πιστῶς προσπτυσσόμενοι, πάθη ἀποφεύγομεν, θανάτου πρόξενα. Ἐπιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον ἁμαρτίας τὰς σειράς, ἁγνὴ Παρθένε δι άῤῥηξον σῶσόν με κυήσασα, τὸν Πανοικτίρμονα. Τῶν Ἐγκαινίων. ᾨδὴ γ. Ἦχος δ. Εὐφραίνεται ἐπὶ σοί. Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, σῆς ἀγαλλιάσεως ἔλαιον. Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔ χουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι. 6

Δόξα. Ἀνέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον. Καὶ νῦν. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ Χαῖρε προσάγομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα. Ἦχος πλ. δ. Τὸ προσταχθέν. Τοῦ μαρτυρίου τὴν σκηνὴν Θεὸς παρέδειξε, καὶ ὁ θεσπέσιος Μωσῆς ἐν γῇ ἐπήξατο, καὶ ναὸν ἐγκαινίζει Σολομὼν ἐν θυσίαις ἡμεῖς δὲ ἐπὶ τὴν νέαν Ἱερουσαλήμ, τῇ πίστει καταφυγόντες δαυϊτικῶς, δῶμεν θείαν ἀνύμνησιν, τῷ Σταυρωθέντι δι ἡμᾶς, αἰτούμενοι συγχώρησιν, πάντων ὧν περ ἡμάρτομεν. Δόξα. Καὶ νῦν. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου σου ἄχραντε εὐλογημένη ἁγνή, Παρθένε πανύμνητε χαίροντες τῇ ἐλπίδι, τῇ εἰς σὲ Θεοτόκε, αἰτοῦμέν σε τοῦ πρεσβεύειν, τῷ Σωτῆρι ἀπαύστως, αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ, σῶσαι τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. β. Τὴν ὑπὲρ ἡμῶν. Τῇ ζωαρχικῇ, παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν, κευθμώνων ὁ ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι ὑ πάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός. Ὁ Οἶκος. Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα, ἀ νυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν σου, δι ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός. Συναξάριον. Τῇ ΙΓ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. (335) Στίχ. Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος, Ἐγκαινίοις σοι τάφον τιμᾷ, Λόγε. Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου. Στίχ. Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις, Πιστῶν ἀπαρχὴν τῶν ἀπ ἐθνῶν, Χριστέ μου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀριστείδου, τοῦ Ἀθηναίου, ἀπολογητοῦ καὶ Μάρτυρος, ἐν ἔτει ρκ (120) ἀγχόνῃ τελειωθέντος. Στίχ. Ἀριστεὺς ὀφθεὶς ἀθλητῶν, Ἀριστείδη, Κλεινῶν Ἀθηνῶν ἐπορφύρωσας χθόνα. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος, Σελεύκου, Γορδιανοῦ, Μακροβίου, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ καὶ Οὐαλεριανοῦ. ( 304) Στίχ. Ὑπῆρξεν ᾆθλος ἡ θάλασσα καὶ τάφος, Σεραπίωνι, Kρονίδῃ, Λεοντίῳ. Tὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις, Oἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις. Ὁ Mακρόβιος τὸν μακρὸν ποθῶν βίον, Θηρῶν ὁδοῦσι τὸν βραχὺν λείπει βίον. Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως, Ἐρᾷν ἐποίει καὶ στεφανοῦντος ξίφους. 7

Λύπῃ παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον, Ἠλεὶ δὲ μάρτυς σὺν χαρᾷ θνήσκει ξίφει. Oὐαλλέριος ἐκ πόθου τῶν Mαρτύρων, Θνήσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Mαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς τοῦ Χριστοῦ Στράτων, ὁ ἐν Νικομηδείᾳ, ταῖς κορυφαῖς κέδρων προσδεθεὶς καὶ τούτων ἐκτιναχθέντων διαμερισθείς, τελειοῦται, ἐν ἔτει τδ (304). Στίχ. Kέδροις ὁ Mάρτυς προσδεθεὶς Στράτων δύω, Eἷς ὢν τὸ σῶμα, δείκνυται μέρη δύω. Ὁ ὅσιος πατὴρ ἡμῶν Πέτρος, ὁ ἐν τῇ Ἀγρείᾳ, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Pαγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου, Πρὸς ἀῤῥαγῆ μετῆλθε τὸν Θεὸν πέτραν. Ὁ ὅσιος Ἱερόθεος, ὁ Νέος, ὁ ἐν τῇ κατ Ἄθω ἱ ερᾷ Μονῇ τῶν Ἰβήρων ἀσκήσας, ἐν εἰρήνῃ τῷ 1745 τελειοῦται. Στίχ. Ἱερόθεε ἱερὸς Θεῷ γίνῃ, Kτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Ἅγίας ἐνδόξου μεγαλομάρτυρος Κετεβάν, εὐσεβεστάτης βασιλίσσης τῆς Ἰβηρίας, ἥτις πολλαῖς βασάνοις πρῶτον ὑποβληθεῖσα, εἶτα ἀπανθρώπως ἐστραγγαλίσθη ὑπὸ τῶν μουσουλμάνων Περσῶν, ἐν ἔτει αχκδ (1624). Στίχ. Χριστὸν ποθῶ καὶ τὴν Αὐτοῦ Βασιλείαν, Κετεβὰν κραυγάζουσα ἐστραγγαλίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡ μῶν Ἰωάννου τοῦ ἐν Πρισλὸπ τῆς Ῥουμανίας ἀσκήσαντος. Στίχ. Νηστείαις βιοὺς καὶ ἀσκήσεσι πλείστοις, Ἰωάννης εἴληφε καὶ μάρτυρος στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡ μῶν Κορνηλίου, Διονυσίου καὶ Μιχαήλ, τῶν ἐν Παντὰν Ὄλονετς ἀσκησάντων. Στίχ. Οἱ τρεῖς ἀσκηταὶ Τριάδος τῇ δυνάμει, Τὸν πολυμήχανον ἀπέκτεινον ὄφιν. * Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Χρυσοστόμου τοῦ νέου, ἐπισκόπου Σμύρνης, μαρτυρήσαντος αὐτόθι ὑπὲρ πίστεως καὶ πατρίδος, ἐν ἔτει αϡκβ (1922). Ἔτι δὲ καὶ μνήμη τῶν ἐν Μικρασίᾳ καὶ τῇ καθ ἡμᾶς Ἀνατολῇ μαρτυρησάντων ἁγίων ἱεραρχῶν Γρηγορίου ἐπισκόπου Κυδωνιῶν, Ἀμβροσίου ἐπισκόπου Μοσχονησίων, Προκοπίου ἐπισκόπου Ἰκονίου, καὶ Εὐθυμίου ἐπισκόπου Ζήλων, καὶ τῶν σὺν αὐτοῖς ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων καὶ τελειωθέντων ἱερέων, καὶ πάντων τῶν ἀπὸ τοῦ ἱεροῦ Κλήρου καὶ τοῦ φιλοχρίστου στρατοῦ καὶ τοῦ πιστοῦ καὶ ὀρθοδόξου λαοῦ θυμάτων, «ἐκ τῆς θλίψεως τῆς μεγάλης» ἐκείνης. Στίχ. Τιθεὶς ψυχὴν Χρυσόστομος ὁμοῦ συμμύσταις, λαοῦ καὶ στρατοῦ τε ἀπαρχὴ προσηνέχθη. Πρωτομάρτυς Χρυσόστομος ἀποφράδι ἐτύθη, συνάθλων πληθύος ἑπομένης τῷ πότμῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν ἀ ναριθμήτων νεομαρτύρων, ἀγνώστων καὶ ἀ φανῶν, ἀνδρῶν, γυναικῶν καὶ παιδίων, ἀποκαρτερησάντων ἐν τῷ Παμμικρασιατικῷ διωγμῷ ὑπὲρ τῆς ἀμωμήτου ἡμῶν πίστεως μαρτυρησάντων. (1918 1922). Στίχ. Νέοι Μάρτυρες ἐκ τῆς Μικρᾶς Ἀσίας, Ὤφθησαν πλῆθος ἐκ χειρῶν τέκνων Ἄγαρ. Στίφος νεόλεκτον ἱερῶν μαρτύρων, ᾌδω Ἰωνίας σὺν Ποιμέσιν ἄρνας. Πληθὺς τῶν νεάθλων θώκῳ θεοῖο πάρα ἔστη. Ἕνδεκα θεοϊδεῖς ἀνέρας ὁμᾷ τιμᾶν χρεὼν ἡμᾶς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ Ψάλλονται τῇ 1ῃ Αὐγούστου, ἀπὸ τῆς 6ης μέχρι τῆς 13ης Αὐγούστου καὶ ἀπὸ τῆς 24ης Αὐγούστου μέχρι τῆς 21ης Σεπτεμβρίου. ᾨδὴ α. Ἦχος πλ. δ. Σταυρὸν χαράξας Μωσῆς * ἐπ εὐθείας ῥάβδῳ, * τὴν Ἐρυθρὰν διέτεμε * τῷ Ἰσραὴλ πεζεύσαντι * τὴν δὲ ἐπιστρεπτικῶς * Φαραὼ τοῖς ἅρμασι * κροτήσας ἥνωσεν, * ἐπ εὔρους διαγράψας * τὸ ἀήττητον ὅπλον * διὸ Χριστῷ ᾄσωμεν, * τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 8

ᾨδὴ γ. Ῥάβδος εἰς τύπον * τοῦ μυστηρίου παραλαμβάνεται * τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα * τῇ στειρευούσῃ δὲ πρῴην * Ἐκκλησίᾳ νῦν ἐξήνθησε * ξύλον Σταυροῦ * εἰς κράτος καὶ στερέωμα. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε, * τῆς οἰκονομίας σου τὸ μυστήριον, * κατενόησα τὰ ἔργα σου * καὶ ἐ δόξασά σου τὴν θεότητα. ᾨδὴ ε. Ὦ τρισμακάριστον Ξύλον! * ἐν ᾧ ἐτάθη Χριστός, * ὁ βασιλεὺς καὶ Κύριος * δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, * τῷ ἐν σοὶ δελεασθεὶς * Θεῷ τῷ προσπαγέντι σαρκί, * τῷ παρέχοντι * τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾨδὴ Ϛ. Νοτίου θηρὸς ἐν σπλάγχνοις * παλάμας Ἰωνᾶς * σταυροειδῶς διεκπετάσας, * τὸ σωτήριον πάθος * προδιετύπου σαφῶς * ὅθεν τριήμερος ἐκδύς, * τὴν ὑπερκόσμιον ἀνάστασιν * ὑπεζωγράφησε * τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ * καὶ τριημέρῳ ἐγέρσει * τὸν κόσμον φωτίσαντος. ᾨδὴ ζ. Ἔκνοον πρόσταγμα * τυράννου δυσσεβοῦς * λαοὺς ἐκλόνησε, * πνέον ἀπειλῆς * καὶ δυσφημίας θεοστυγοῦς * ὅμως τρεῖς παῖδας * οὐκ ἐδειμάτωσε * θυμὸς θηριώδης, * οὐ πῦρ βρόμιον * ἀλλ ἀντηχοῦντι * δροσοβόλῳ πνεύματι * πυρὶ συνόντες ἔψαλλον * Ὁ ὑπερύμνητος * τῶν πατέρων καὶ ἡμῶν * Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε, παῖδες, * τῆς Τριάδος ἰσάριθμοι, * δημιουργὸν Πατέρα Θεόν * ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον * καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα * καὶ ὑπερυψοῦτε * τὸ πᾶσι ζω ὴν παρέχον * Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος, * ἀγεωργήτως βλαστήσασα Χριστόν, * ὑφ οὗ τὸ τοῦ Σταυροῦ * ζωηφόρον ἐν γῇ * πεφυτούργηται 9

δένδρον * δι οὗ νῦν ὑψουμένου, * προσκυνοῦντες αὐτόν, * σὲ μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Δ. Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντας, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι. Προεόρτιον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἐν Γολγοθᾷ ὁ Κύριος, ὑψωθεὶς ἑκουσίως, ἐπὶ Σταυροῦ εἰργάσατο, τὴν ἡμῶν σωτηρίαν, καινίσας πᾶσαν τὴν κτίσιν τάφῳ δὲ ζωοδόχῳ, ἐ τέθη καὶ τριήμερος, ὡς Θεὸς ἐξανέστη, οὗ τῆς λαμπρᾶς, καὶ σεπτῆς ἐγέρσεως ἐκτελοῦμεν, σὺν ἀσωμάτοις τάξεσι, τὰ ἐγκαίνια πάντες. Ἕτερον. Ὅμοιον. (Κοινὸν τοῦ Σταυροῦ καὶ τῶν Ἐγκαινίων) Μέσον τῆς γῆς ὁ Κύριος, καὶ Θεὸς σωτηρίαν, διὰ Σταυροῦ εἰργάσατο, σαρκωθεὶς ἑκουσίως, εἰς ἀνακαίνισιν κόσμου τάφῳ κατατεθεὶς δέ, τριήμερος ἐγήγερται, καὶ ζωῆς ἀῤῥαβῶνα, τὴν ἑαυτοῦ, προδεικνύει ἔγερσιν, ἧς ἐν πίστει, τελοῦμεν τὰ Ἐγκαίνια, τοῦ Θεοῦ σὺν Ἀγγέλοις. Ὅμοιον. Μετ εὐφροσύνης κράζομεν, σοὶ τὸ Χαῖρε Παρθένε Χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας Χαῖρε δι ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρὸς δόξαν ὑπερκόσμιον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου Χαῖρε δι ἧς, ὑπ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς πανύμνητε, Θεοτόκε Μαρία. ΑΙΝΟΙ Ἦχος πλ. β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. β. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑ πάρχει τῷ λαῷ σου καὶ ἐπ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐ λέησον ἡμᾶς. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀ νάστασις ἐλέησον ἡμᾶς. Αὐτόμελον. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν 10

διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν. Τῶν Ἐγκαινίων προσόμοια γ εἰς δ. Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος, τῆς Χριστοῦ ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται, φωτοφόρος οἶκος καὶ νέμει ἐν κόσμῳ, τάφος ὁ θεῖος τὴν ζωήν, καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον βλυστάνει ῥεῖθρα χάριτος θαυμάτων βρύει τὰ νάματα καὶ δωρεῖται ἰάματα, τοῖς αὐτὸν πίστει μέλπουσιν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος,... Στίχ. ζ. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Ἤστραψεν ἡ ἄνωθεν, φωτοφανὴς αἴγλη λάμπουσα, καὶ τὰ πάντα φωτίζουσα πιστῶς οὖν τιμήσωμεν, τὴν Χριστοῦ τοῦ Κτίστου, ἀνάστασιν πάντες, καὶ ἐγκαινίων ἱερῶν, τὴν ζωηφόρον θείαν πανήγυριν, ἐν ὕμνοις ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν, ὅπως ἵλεων εὕρωμεν, τὸν Σωτῆρα καὶ Κύριον. Στίχ. η. Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἰερουσαλήμ. Μέσον γῆς ὑψούμενον, προκατιδεῖν ἐφιέμενοι, τοῦ Σταυροῦ σκῆπτρον ἅγιον, ψυχὰς προκαθάρωμεν, ἀστραφθῶμεν φρένας, φωτὶ λαμπρυνθῶμεν, καὶ ἐν δυνάμει θεϊκῇ, καταυγασθέντες Χριστὸν ὑμνήσωμεν, τῷ ξύλῳ τῷ σεπτῷ αὑτοῦ, ἁγιασμὸν παρεχόμενον, τοῖς ἐν πίστει γεραίρουσι, καὶ θερμῶς αὐτὸν μέλπουσιν. Δόξα. Ἑωθινὸν Δ. Ἦχος δ. Ὄρθρος ἦν βαθύς, καὶ αἱ γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ ἀλλὰ τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα, μετὰ τῶν νεκρῶν ζητεῖτε; ἔλεγον ἠγέρθη ὡς προεῖπε τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον ἀλλ ἐδόκει λῆρος τὰ εὐαγγέλια οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί ἀλλ ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια. Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 11

Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ έλεε. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ καὶ δ ἐκ τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τῶν ἐγκαινίων. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρβ (102). Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρμε (145). Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... 12

Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος ὁ τυχών. Ψ. ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ Ἀπολυτίκιον τῶν Προεορτίων. Τὸ Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῶν Ἐγκαινίων. Ἦχος δ. Ἐπεφάνης σήμερον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Οὐρανὸς πολύφωτος * ἡ Ἐκκλησία, * ἀνεδείχθη ἅπαντας, * φωταγωγοῦσα τοὺς πιστούς * ἐν ᾧ ἑστῶτες κραυγάζομεν * Τοῦτον τὸν οἶκον * στερέωσον Κύριε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς πρὸ τῆς Ὑψώσεως, ζήτει τῇ ΚΒ Κυριακῇ ἑβδομάδος ἐπιστολῶν. Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος πλ. β. (Ψαλμὸς κζ ). Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ ἐμοῦ. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γαλ. Ϛ 11 18) Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔ γραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ αὐτοὺς καὶ ἔλεος, καὶ ἐ 13

πὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί ἀμήν. Ἀλληλούϊα (γ ). Ἦχος α. (Ψαλμὸς πη ). Στίχ. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς πρὸ τῆς Ὑψώσεως. Ἐκ τοῦ κατὰ Ἰωάννην (γ 13 17). Εἶπεν ὁ Κύριος Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. Οὕτως γὰρ ἠ γάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ ἵνα σωθῇ ὁ κόσμος δι αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία, θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα. Τροπάρια. Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζω ὴν ἡμῖν ἐβλάστησεν. 14

Οὐκ ἔτι ὄφις μοι, ψευδῶς τὴν θέωσιν, ὑποβάλλει Χριστὸς γάρ, ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν. Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε, θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια. Προεόρτιος. ᾨδὴ δ. Δι ἀγάπησιν Οἰκτίρμον. Ἡλιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου ὃν κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα. Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει ἑκάστοτε δεινῶν ἐξαιρούμενος. Ἱλασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι, σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον. Μὴ κενώσας τοὺς Πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον. Τῶν Ἐγκαινίων. ᾨδὴ δ. Ἦχος δ. Ἐπαρθέντα σε ἰδοῦσα. Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα Δόξα τῇ δυνάμει σου Κύριε. Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως κραυγάζουσι Δόξα τῇ δυνάμει σου Κύριε. Δόξα. Εἰκονίζουσα τὴν χρῖσιν ἡ Ἐκκλησία, τοῦ ἐ κλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται, τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα. Καὶ νῦν. Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν ὅθεν ἀ σιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων, ἀνακαλούμενον. Τροπάρια. Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰ δόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, λῃστῇ ὁ δοποιήσαντα, τὸν Παράδεισον. Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας, τῇ ἀναστάσει σου. Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον σὲ γὰρ προστασίαν, ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως, θεογεννήτριαν. Προεόρτιος. ᾨδὴ ε. Ἦχος δ. Τὸν φωτισμόν σου Κύριε. 15

Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, τοὺς σὲ τιμῶντας, καὶ ἀσπαζομένους τίμιε Σταυρὲ ἁγίου πάθους, ἁγιώτατον σύμβολον. Λελαμπρυσμένοι σήμερον, καρδίας καὶ ψυχάς, καλῶν ἰδέαις, προσέλθωμεν πιστοί καὶ τὸ σεπτὸν καὶ θεῖον ξύλον, τοῦ Σταυροῦ προσκυνήσωμεν. Μεῤῥᾶς γλυκαίνει πρότερον, τὰ ὕδατα Μωσῆς, σημαίνων ξύλῳ, σὲ τίμιε Σταυρέ, δι οὗ γλυκασμὸν σωτηριώδη, τοῖς βροτοῖς ἐναπέσταξας. Ὑπὲρ ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν ἁγνῶν αἱμάτων, πανάχραντε Κόρη, σάρκα ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα. Τῶν Ἐγκαινίων. ᾨδὴ ε. Ἦχος δ. Σὺ Κύριέ μου φῶς. Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑ πέδειξας τῷ θεόπτῃ, Μωυσῇ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου. Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας σὺ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτεις τῇ δυνάμει σου. Δόξα. Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα σὺ Ἅ γιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου. Καὶ νῦν. Σὲ ὅπλον ἀῤῥαγὲς κατ ἐχθρῶν προβαλλόμεθα σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Τροπάρια. Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀ ράν, τὴν καθ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας τὸν κόσμον ἠλευθέρωσας. Ἀδὰμ κατενήνεκται, δι ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾅδου βάραθρον ἀλλ ὁ φύσει Θε ός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ ὤμων βαστάσας συνανέστησας. Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου. Προεόρτιος. ᾨδὴ Ϛ. Ἦχος δ. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Νυγεὶς ἐπὶ σοὶ πλευρὰν ὁ Κτίστης, Σταυρὲ ἐ θελουσίως, ἀναρτώμενος, αἷμα καὶ ὕδωρ ἀ ποκενοῖ δι ὧν ἀνεπλάσθημεν, οἱ πιστῶς σε ἀσπαζόμενοι. Ξύλον ζωοδώρητον Κυρίου, πηγὴ ἀθανασίας, ἀπολύτρωσις παντὸς τοῦ κόσμου, σῷζε ἡμᾶς, τοὺς ἀσπαζομένους σε, ὡς φρουρὸν ἡμῶν σωτήριον. Ὅπλον ἡμῖν ἄῤῥηκτον ἐδόθης, δι οὗ νικῶμεν πάσας, τὰς ἐνέδρας τῶν ἀντικειμένων, θεῖε Σταυρέ, οἱ ψυχῆς εὐθύτητι, ἱερῶς σε ἀσπαζόμενοι. 16

Ἅγιος ναὸς τοῦ ἐν ἁγίοις, ἐπαναπεπαυμένου, ἐχρημάτισας Θεογεννῆτορ ὅθεν ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, ἁγιάζεις Μητροπάρθενε. Τῶν Ἐγκαινίων. ᾨδὴ Ϛ. Ἦχος δ. Θύσω σοι, μετὰ φωνῆς. Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, νῦν τῆς σεπτῆς Ἐκκλησίας, καὶ ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας υἱοθετουμένων διὰ τοῦ Πνεύματος. Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις. Δόξα. Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, στεφανοῦται κάλλει τῷ ἀπροσίτῳ, καὶ διαδήματι, τῆς βασιλείας ἐγκαλλωπίζεται. Καὶ νῦν. Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις παισί τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Τροπάρια. Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν, Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοῶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια ὁ προπάτωρ δὲ θυμηδίας, ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Διὰ σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν τὸν γὰρ κτίστην σὺ τῶν ἁπάντων, τέτοκας Θεόν ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς, τὸ μέγα ἔλεος. Προεόρτιος. ᾨδὴ ζ. Ἦχος δ. Νέοι τρεῖς ἐν Βαβυλῶνι. Πάλαι ἐν ταῖς εὐλογίαις, τῶν παίδων ὁ Ἰακώβ, σὲ προδιεχάραττε τίμιε Σταυρέ ἀλλ ἡ μεῖς σὲ νῦν προσκυνοῦντες πάντοτε, φωτισμὸν ἀρυόμεθα. Ῥάβδῳ σε προεικονίζει, θεῖος πάλαι Μωυσῆς, Σταυρέ, τέμνων θάλασσαν ἡμεῖς δέ σε νῦν προσκυνοῦντες, παθῶν ἀβρόχως πέλαγος, χαλεπὸν περαιούμεθα. Στόματί σε καὶ καρδίᾳ, πανσεβάσμιε Σταυρέ, νῦν περιπτυσσόμενοι, τὸν ἁγιασμόν, τὴν ὑ γείαν, τὴν σωτηρίαν πάντοτε, ἀπαντλοῦμεν ψυχῆς τε καὶ σώματος. Παρθένε εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, καθικετευόντων σε εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν Δέσποινα μὴ παρίδῃς τὴν ποίμνην σου. Τῶν Ἐγκαινίων. ᾨδὴ ζ. Ἦχος δ. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. 17

Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ νῦν δὲ ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε. Ὡς ἐν καμίνω, τῇ θεοδόχῳ ταύτῃ νέᾳ σκηνῇ, πάντες οἱ ἐξ Ἰσραὴλ τοῦ πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν Εὐλογημένος εἶ ἐν τῷ να ῷ, τῆς δόξης σου Κύριε. Δόξα. Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε ἐν παστάδι ταύτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ Εὐλογημένος εἶ ἐκβοῶντες, τῆς δόξης ὁ Κύριος. Καὶ νῦν. Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας ἅπαντα γὰρ δρᾷς, Χριστὲ μόνῳ τῷ βούλεσθαι σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Ἰουδαίων τὸν πάλαι, προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος, νῦν ἀπειργάσατο, σὲ ἐ πὶ Σταυροῦ, ἀναρτήσαντα Λόγε Θεοῦ ὃν ὑ περυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Οὐρανίους ἁψῖδας, οὐ καταλέλοιπας, καὶ εἰς ᾅδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας. Ἐκ φωτὸς φωτοδότην, Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως, τοῦτον δεδόξασαι Πνεῦμα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Προεόρτιος. ᾨδὴ η. Ἦχος δ. Λυτρωτὰ τοῦ παντός. Τὸ σωτήριον ὅπλον καὶ ἄῤῥηκτον, τῶν πιστῶν τὴν ἑτοίμην βοήθειαν, τὴν κραταιὰν ἀντίληψιν, τὸν Σταυρὸν τοῦ Κυρίου, νῦν προσκυνοῦμεν, κατενώπιον πάντων προκείμενον. Ὑψηλῶς ἐπὶ ξύλου ἀνήρτησεν, ἐγκαρσίως τὸν ὄφιν ὡς γέγραπται, ὁ Μωυσῆς προγράφων σε, πανσεβάσμιον ξύλον δι οὗ τῆς βλάβης, νοητῶν ἐκλυτρούμεθα ὄφεων. Φωτισμὸς τῶν ψυχῶν ἡμῶν πέφυκας, φωτοδότα Σταυρὲ πανσεβάσμιε σὲ γὰρ περιπτυσσόμενοι, τὰς ἀρχάς τε τοῦ σκότους καὶ ἐξουσίας, ἐκτρεπόμεθα θείᾳ δυνάμει σου. Τὴν ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ἀναβοῶντες Εὐλογοῦμεν Παρθένε τὸν τόκον σου. Τῶν Ἐγκαινίων. ᾨδὴ η. Ἦχος δ. Χεῖρας ἐκπετάσας Δανιήλ. Σήμερον χιτῶνα νοητόν, τὸν ἄνωθεν ὑφαντὸν ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, ὥσπερ νύμφη ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ πρὸς εὐφροσύνην λαούς, εἰς τὸ μέλπειν Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, τὴν νέαν ταύτην σκηνήν, φέρουσαν κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. 18

Τριαδικόν. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Πατρὸς ἐξ ἀνάρχου σε Υἱόν, καὶ Πνεῦμα Ἅγιον μίαν Θεότητα, τελείαν ἄναρχον ἄτμητον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισὶ σέβοντες ψάλλομεν Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Καὶ νῦν. Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. β. Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν. Τροπάρια. Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκὶ προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας, πάθος Σωτὴρ ἡμῶν μόνος γὰρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος. Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾅδῃ, οὐ καταλέλειπται ἀλλ ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄῤῥητον καὶ ὑπερένδοξον, Πνεύματος παναγίου, δύναμιν σέβομεν μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος. Προεόρτιος. ᾨδὴ θ. Ἦχος δ. Ὁ τόκος σου ἄφθορος ἐδείχθη. Χριστὸς ἐπὶ σοὶ ἀνηρτημένος, τὸν κόσμον ἀ νύψωσε πεσόντα, εἰς βυθὸν ἀπωλείας ἀληθῶς, Σταυρὲ Κυρίου ὅθεν σε πόθῳ, νῦν προσκυνοῦμεν, καὶ τιμῶμεν καὶ δοξάζομεν. Ψυχὰς ἁγνισθῶμεν καὶ καρδίας, καλῶν ἐπιμόνοις ἐργασίαις, καὶ προκείμενον μέσον, τὸ σωτήριον ὁρῶντες τοῦ Σταυροῦ ξύλον, πίστει καὶ πόθῳ, θεοφρόνως προσκυνήσωμεν. Ὡς ἥλιος μέγας ταῖς ἀκτῖσι, ταῖς σαῖς καταυγάζεις τοὺς ἐν σκότει, καὶ τοὺς δαίμονας φλέγεις, ὡραιότατε Σταυρέ ὅθεν φώτισον πάντας, τοὺς ἐν πίστει προσκυνοῦντάς σε. Φωτί με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον Παρθένε, τῶν παθῶν μου τὸ σκότος, καὶ τῶν ἡδονῶν τὴν βαθυτάτην ὄντως νύκτα, Θεοκυῆτορ, παναγία ἀπελαύνουσα. Τῶν Ἐγκαινίων. ᾨδὴ θ. Ἦχος δ. Λίθος ἀχειρότμητος. Δεῦτε καθαρᾷ τῇ καρδίᾳ, καὶ νηφαλέοις ὄμμασι νοός, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκλησίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν. Χαῖρε καὶ εὐφραίνου ἡ νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα Σὲ Ζωοδότα μεγαλύνομεν. Δόξα. Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου ἄλλον γὰρ οὐκ οἶδεν, εἰ μὴ σέ, 19

τὸν ὑπὲρ ταύτης τὴν σὴν φιλάνθρωπε, πάλαι ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει μεγαλύνουσα. Καὶ νῦν. Χαῖρε κεχαριτωμένη ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου ὅτι διὰ σοῦ τῆς κατάρας, τῆς Εὔας πάντες Ἁγνὴ ἐῤῥύσθημεν, καὶ τὴν ζωὴν εὑράμεθα, ἐν τῇ κυήσει σου ἀνύμφευτε. * * Δίστιχον παρακλητικόν. Στερέωσον Ἱερομάρτυς ἐν ὁδῷ ὁμολογίας τὸν ἐν τῇ ὁμωνύμῳ σοι ὁδῷ παρεπιδημοῦντα. * * Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιοῦμαι Γρηγορίου, τοῦ ἐν Ῥεθύμνῃ τῆς Κρήτης γεννηθέντος, ἐν Σκουπιᾷ δὲ Προικοννήσου κατασταθέντος γεωργοῦ τε καὶ προπάππου τῆς ἡμετέρας γενεᾶς γενομένου, ὅστις ἐνέδρᾳ μοχθηρᾷ ἐμπεσὼν καὶ βασάνοις πλείστοις ὑποστάς, ἕ νεκα τῆς ἀμωμήτου ἡμῶν πίστεως, μαχαίρᾳ ἐτελειώθη ὑπὸ τῶν μιαροτάτων Ὀθωμανῶν, ἐν ἔτει αϡκβ. * * 20