Τὰς λαµπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφάψαι σπουδαίως προθυµηθείηµεν, ὅπως εἰσέλθωµεν, σὺν ταῖς φρονίµοις Παρθένοις, εἰς τὸν φωτεινότατο

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Εισαγωγή στη Φιλοσοφία

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

(Κεφ. Γ', 1-19) Υἱέ, ἐµῶν νόµων µὴ ἐπιλανθάνου, τὰ δὲ ῥήµατά µου τηρείτω σῇ καρδίᾳ µῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεηµοσύ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

ᾨδὴ γ' Ἐν Κυρίῳ Θεῷ µου, ἐστερεώθη ἡ καρδία µου διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναµιν. Ὁ θαυµάσιος Ἐνώχ, δι' ἐγκρατείας µετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτ

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος βαρύς. Θεοφυλάκτου Νικομηδείας τοῦ Ὁμολογητοῦ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ὁσίων καί θεοφόρων Πατέρων

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Transcript:

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ Ἀπόστιχα Ἰδιόµελον Ἦχος β' Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόµος ἐγκρατείας οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήµασι, καὶ ταῖς ἐπιθυµίαις, ἐξ ὧν καὶ ἡµεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶµεν, τῷ φιλανθρώπως ἡµᾶς οἰκειωσαµένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν µεταδόντι, τῷ ἔχοντι τὸ µέγα ἔλεος. ( ίς) Μαρτυρικὸν Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν µὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συµπολῖται γεγόνασι Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡµᾶς. όξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ Βότρυν, τὸν παµπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν µήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεµάµενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ µέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐµοῦ τῆς σὲ τετοκυῖας, θείαις παρακλήσεσιν, ὡς εὔσπλαγχνος. Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΤΥΡΙΝΗΣ ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν β' Στιχολογίαν Καθίσµατα Ἦχος βαρὺς Ὡς ἔχουσα τὸ συµπαθὲς ΤΟ ΑΚΟΥΤΕ Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίµιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάµει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡµᾶς τὴν προποµπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ ἐν σοὶ γὰρ ἐγκαυχώµεθα, Ξύλον εὐλογηµένον. όξα... Τὸ αὐτὸ Καὶ νῦν... Σταυροθεοτοκίον Ὡς ἔχουσα τὸ συµπαθές, εἰς τὴν ταπείνωσιν ἡµῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογηµένη Θεοτόκε, ἐπίµεινον πρεσβεύουσα, µὴ ἀπολλώµεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡµῶν, Παναγία Παρθένε. ᾨδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαµψε πᾶσι, µετανοίας τὸν φωτισµόν, τὸ σκότος ἐξαίρων τῶν πταισµάτων, τοῦτον προθύµῳ καρδίᾳ δεξώµεθα. Ἰδοὺ µετανοίας ἡ καλλονή, ψυχὰς µεταπλάττει, τῆς νηστείας προσαγωγή ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισµάτων πιστοὶ λύσιν λάβωµεν. Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίµ, καὶ πᾶσαι δυνάµεις, δυσωπήσατε τὸν καιρόν, ἡµᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν µετανοίᾳ καὶ πάσῃ σεµνότητι. Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις µόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι. ᾨδὴ γ' Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ Τὰ ὀλέθρια πάθη, τὰ τῆς ψυχῆς φύγωµεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως, ἐπιδειξώµεθα, καρποὺς οἱ πρὶν ἁµαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον παραπικράναντες.

Τὰς λαµπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφάψαι σπουδαίως προθυµηθείηµεν, ὅπως εἰσέλθωµεν, σὺν ταῖς φρονίµοις Παρθένοις, εἰς τὸν φωτεινότατον νυµφῶνα χαίροντες. Θεηγόροι Προφῆται, θεοειδεῖς Μάρτυρες, θεῖοι Μαθηταὶ τοῦ Σωτῆρος, τοῦτον αἰτήσασθε, καλῶς ἀπάρξασθαι, καὶ εὐαρέστως τελέσαι, τὸ νηστείας στάδιον πάντας δεόµεθα. Ὡς αἰτίαν σε πάντων, τῶν ἀγαθῶν έσποινα, πάντες ἐκτενῶς δυσωποῦµεν, συνεισελθεῖν ἡµᾶς, τῇ µεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον. «Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δοµῆτορ, σύ µε στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγµα, µόνε φιλάνθρωπε». ᾨδὴ δ' «Εἰσακήκοα Κύριε, τῆς οἰκονοµίας σου τὸ µυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Ὥσπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, µετανοίας τὸν καιρὸν ἡµῖν, ὀφληµάτων σκότος διαλύοντα. ιαθρέψωµεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαµβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας ἀποπλύνωµεν. Ἐπουράνιοι Ἄγγελοι, τὸν ἀγαθοδότην ἐκδυσωπήσατε, τὴν οἰκτρὰν ἡµῶν µετάνοιαν, οἰκτιρµοῖς ἀµέτροις ὑποδέξασθαι. Καθαρὸν ἱλαστήριον, τῶν ἁµαρτανόντων ἁγία έσποινα, µεσιτείᾳ σου διάρρηξον, τῶν ἁµαρτιῶν µου τὸ χειρόγραφον. ᾨδὴ ε' «Ἵνα τί µε ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ µε, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν µε, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς µου κατεύθυνον δέοµαι». Τὴν παροῦσαν ἡµέραν, ἀπαρχὴν ποιούµενοι βίου σεµνότητος ἑαυτοὺς προθύµως, πρὸς ἀγῶνας πιστοὶ εὐτρεπίσωµεν, τῆς σαρκὸς τοὺς πόνους, καὶ τῆς ψυχῆς τὴν εὐκαρπίαν, τῷ τῶν ὅλων εσπότῃ προσάγοντες. Μωϋσῆν ἡ νηστεία, θείας θεοπτίας ἀνέδειξε µέτοχον, τοῦτον οὖν ψυχή µου, µιµουµένη νηστείᾳ ἀνάλαβε, θείας ἀναβάσεις, ἐν σεαυτῇ διαθεµένη, ὅπως ἴδῃς Θεοῦ τὴν λαµπρότητα. Ἱερῶν Ἀποστόλων, καὶ ἱερωνύµων Μαρτύρων δεήσεσι, τῆς νηστείας χρόνον, διανύσαι ἡµᾶς καταξίωσον, Ἰησοῦ οἰκτίρµον, ἐν µετανοίᾳ καὶ παντοίᾳ, ἀποχῇ ἁµαρτίας δεόµεθα. Τῆς νηστείας τὴν πύλην, µέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦµέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς οἰκέταις σου έσποινα, καὶ πλατύναι πάντως, τοὺς λογισµούς καὶ διανοίας, τὰ σωτήρια πράττειν θελήµατα. ᾨδὴ ε' Ἦχος πλ. β' Τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ Σταυρῷ τὰς χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραµµατεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰµ διέρρρηξας διό σε Ζωοδότα ὕµνοις δοξάζοµεν. ολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθείς µοι ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάµας, ἐν τῷ Σταυρῷ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας.

Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων µώλωπας, ἦλθε νῦν ἐπέστη, πιστοὶ συνδράµωµεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώµεθα. Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον δεῦτε γηθοσύνως τοῦτον δεξώµεθα, νηστείᾳ καὶ δεήσει προκαθαιρόµενοι. Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῷ δι' ἡµᾶς, ταπεινωθέντι προσάξωµεν, ὅπως ἐν ἡµέρᾳ τῆς ἐγκρατείας, συγχώρησιν βραβεύσῃ τῶν ἐπταισµένων ἡµῖν. Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, έσποινα τοῦ κόσµου ἀγαθή, τὸ τῆς ψυχῆς µου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁµαρτίας µου, προθύµως ἵνα ψάλλω, καὶ µακαρίζω σε. Ἕτερον Ἦχος πλ. δ' Ἵνα τί µε ἀπώσω ΤΟ ΑΚΟΥΤΕ Τὸν Σταυρὸν προσκυνῶ σου, Κύριε φιλάνθρωπε, δι' οὗ µε ἔσωσας, καὶ ὑµνῶ τὰ πάθη, τὰ σωτήρια καὶ θεῖα έσποτα, δι' ὧν τῶν παθῶν µου, τῶν ἀλγεινῶν ἐρρύσθην Λόγε, εἰς ζωὴν µετελθὼν τὴν ἀπήµονα. Τῷ Σταυρῷ πεποιθότες, τὴν τῶν ἐναντίων ἀπάτην τρεπόµεθα, ἐν αὐτῷ παγέντες, οἱ πιστοὶ γνωρισθέντες ἐγνώσθηµεν, τῷ Θεῷ ὡς ἄρνες, νεογενεῖς ἐκλελεγµένοι, καὶ τὸ ἄδολον γάλα πεπώκαµεν. όξα... Τὸν Πατέρα καὶ Λόγον, πάντες καὶ τὸ ἅγιον Πνεῦµα δοξάζοµεν, ἐν µιᾷ τῇ φύσει, γνωρισµόν, τηλαυγῆ ἐκτιθέµενοι, προσκυνοῦντες ἄµφω, καὶ διαιροῦντες τοῖς προσώποις, ἀσυγχύτως ἀτρέπτως λατρεύοντες. Καὶ νῦν... Ἡ ἐλπὶς τῶν περάτων, ἡ χαρὰ τῶν δούλων σου, σὺ εἶ Παρθένε ἁγνή, τοὺς τιµῶντας πόθῳ, τὴν Εἰκόνα σου φύλαττε Πάναγνε, καὶ ταῖς σαῖς πρεσβείαις, πάντας ἡµᾶς τοῦ ἀλλοτρίου, ἐλευθέρωσον ὡς συµπαθέστατος. όξα σοι, ὁ Θεὸς ἡµῶν, δόξα σοι. Τὴν εὐθεῖαν ὁδόν σου, Κύριε κατεύθυνον, πᾶσι τοῖς δούλοις σου, τοῖς τιµῶσι πόθῳ, τῆς νηστείας τὸ στάδιον στήριξον, καὶ ταῖς εἰς τὸ κρεῖττον, ἐπαγωγαῖς τῆς σῆς ἁγίας, Βασιλείας ἡµᾶς καταξίωσον. «Ἵνα τί µε ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ µε, τὸ ἀλλότριον σκότος τὸν δείλαιον ἀλλ' ἐπίστρεψόν µε, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς µου κατεύθυνον δέοµαι». ᾨδὴ ς' Ἱλάσθητί µοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ Νηστεύσας ὁ Λυτρωτής, τὸν ἐνεστῶτα καιρὸν ἡµῖν, ὡρίσατο ψυχικῶν, κηλίδων καθάρσιον, ζεούσῃ προσέλθωµεν, οἱ πιστοὶ καρδίᾳ, ὅπως λάβωµεν συγχώρησιν. Ὁ τοῦ Τελώνου Χριστέ, τὸν στεναγµὸν προσδεξάµενος, καὶ Πόρνης τὸν ἐκ ψυχῆς, κλαυθµὸν προσαγόµενος, δέξαι ὡς φιλάνθρωπος, τὰς ἡµῶν δεήσεις, ἱλασµὸν ἡµῖν δωρούµενος. Κηρύκων καὶ Προφητῶν, Μαρτύρων καὶ Ἀποστόλων σου, Ὁσίων Ἱεραρχῶν, καὶ Χριστὲ παρακλήσεσιν, πάντων ικαίων σου, ἱλασµὸν πταισµάτων, ταῖς ψυχαῖς ἡµῶν κατάπεµψον. Ἡ µόνη τὸ ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιρρώσασα, συνεργός µοι φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον. «Ἱλάσθητί µοι Σωτήρ πολλαὶ γὰρ αἱ ἀνοµίαι µου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέοµαι πρὸ σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν µου, ὁ Θεὸς τῆς σωτηρίας µου». ᾨδὴ ζ' Παῖδες Ἑβραίων ἐν καµίνῳ ΤΟ ΑΚΟΥΤΕ Πάλαι ἐν ἅρµατι πυρίνῳ, ἀνεφέρετο Ἠλίας τῇ νηστείᾳ, λαµπρυνθείς, ὦ ψυχή, τοῦτον ἐκµιµουµένη, τὰς τῆς σαρκὸς θανάτωσον, ἀκρασίας ἐγκρατείᾳ.

Ἴδε καιρὸς τῆς ἐγκρατείας, ὑπεµφαίνων σοι τὸ φῶς τῆς σωτηρίας, µὴ ἀµέλει ψυχή, Θεοῦ µακροθυµοῦντος, ἀλλὰ προθύµως βόησον, Ἀγαθὲ οἰκτείρησόν µε. Παῖδας στοµώσασα νηστεία, διετήρησε τὸ πῦρ ἀκαταφλέκτους, Ἰησοῦ ταῖς αὐτῶν δεήσεσι πυρός µε, τοῦ αἰωνίου λύτρωσαι, τῇ πολλῇ σου εὐσπλαγχνίᾳ. Μόνη βοήθεια ἀνθρώπων, βοηθὸς ἡµῖν καιρῷ τῆς ἐγκρατείας, τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν µετανοίᾳ, εὐαρεστοῦντες λάβωµεν, οὐρανῶν τὴν βασιλείαν. ᾨδὴ η' «Ἑπταπλασίως κάµινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐµµανῶς ἐξέκαυσε, δυνάµει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν ηµιουργόν, καὶ Λυτρωτήν ἀνεβόα οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυµνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Τῆς µετανοίας κάµινον, προθυµίᾳ ἐκκαύσωµεν, καὶ τὰς ἡδονάς, ἐν αὐτῇ καταφλέξωµεν, ἁπάσας τοῦ σώµατος, καὶ τοῦ πυρὸς τοῦ µέλλοντος, πεῖραν µὴ λαβεῖν, τόν πλούσιον ἐν ἐλέει, αἰτήσωµεν βοῶντες Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ εἰσιὼν καιρὸς ἡµῖν, τῆς νηστείας γενήσεται, πάσης ἁµαρτίας, ἀποχῆς παραίτιος µὴ οὖν κάτω κλίνωµεν, µηδὲ ῥαθύµως δράµωµεν, ὅπως ἐν βραχείαις, καὶ ὀλίγαις ἡµέραις, ἐτῶν πολλῶν κηλῖδας, κατανύξει καρδίας, ἐκπλύνωµεν τὸν µόνον, Θεὸν ἡµῶν ὑµνοῦντες. Τὰ τῶν Ἀγγέλων τάγµατα, τῶν Μαρτύρων ὁ σύλλογος, θείων Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος, Ὁσίων ὁµήγυρις, Ἱεραρχῶν τε καὶ Προφητῶν, σὲ ἐκδυσωποῦσιν, Ἀγαθὲ πανοικτίρµον, µετάνοιαν γνησίαν, τοῖς σοῖς δούλοις παράσχου, καιρῷ τῆς ἐγκρατείας, τῆς νῦν εἰσαγοµένης. Θεοκυῆτορ πάναγνε, ἐπὶ σὲ καταφεύγοµεν, οἴκτειρον ἡµᾶς, τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου εὐΐλατον, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἅπασιν ἡµῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς νῦν, εἰσαγοµένης, εἰς πιστῶν σωτηρίαν, τῶν σὲ ὑµνολογούντων, εἰς πάντας τοὺς αἰῶνας. Τὸ Τριῴδιον ᾨδὴ η' Νόµων πατρῴων ΤΟ ΑΚΟΥΤΕ Κλῆρον πατρῷον µὴ φυλάξαντες, τῆς ἁµαρτίας νόµῳ κατεδουλώθηµεν, ἀλλ' ἐκτείνας τὰς παλάµας σου, ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοι πίστει προσάγοµεν, ἐν ἡµέραις ἁγίαις. Ἐλέησον ἡµᾶς Ἐλεῆµον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Ὁ τῷ Σταυρῷ σου τὴν διάστασιν, καὶ τοῦ φραγµοῦ ἐξάρας τε τὸ µεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούσῃ δίδου, διελθεῖν ἡµᾶς Χριστέ, καταστάσει τὴν µέλλουσαν νηστείαν, σὲ Κύριον ὑµνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Ἡ τῆς νηστείας χάρις σήµερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁµαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώµεθα τὸ δῶρον φιλοφρόνως. Τὸν Κύριον ὑµνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραµµατεῖον, προσήλωσας τῆς αὐτοῦ ἁµαρτίας διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυµνολογοῦµεν, εἰς πάντας τοὺς αἰῶνας, Νόµον νηστείας ἀπωσάµενοι, τῆς ἁµαρτίας, βόθρῳ, κατωλισθήσαµεν, καὶ νηστείας ἐδεήθηµεν, τῆς νῦν εἰσαγοµένης, ἥν περ Οἰκτίρµον, χάριν διανύουσιν ἡµῖν, οὐρανόθεν κατάπεµψον, καὶ εἰρήνην πλουσίαν. Τὸν Κύριον ὑµνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταπιπτόντων ἐπανόρθωσις, ἁµαρτωλῶν µεσῖτις, ξένων ἀνάψυξις, λυπουµένων ἡ παράκλησις, Παναγία Παρθένε, τὴν τῆς ψυχῆς µου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ µοι δοθῆναι, δυσώπει µελῳδοῦντι προθύµως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας. Ἄλλος Ἄγγελοι καὶ οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ Καθηλούµενον σαρκί, ἐν τῷ Σταυρῷ Οἰκτίρµον, κατιδοῦσά σε, ἡ τῶν κτισµάτων φύσις, διεστρέφετο, φῶς ἡµέρας εἰς σκότος, ἐσαλεύετο ἡ γῆ, καὶ πάντα ἐκλονεῖτο. Ἐν τῷ ὕψει τοῦ Σταυροῦ, τὴν τῶν ἀνθρώπων φύσιν, συνανύψωσας, καὶ ἐκ πλευρᾶς σου θείας, πλοῦτον ἔβλυσας σωτηρίας, τοῖς πίστει προσκυνοῦσι Σωτήρ, τὸ ἄχραντόν σου Πάθος. Εὐλογοῦµεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦµα. Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἴδια καὶ ἄµφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας. Καὶ νῦν... Πῶς ἐγέννησας, εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύµατι ἀνυµνούµενον; ἢ ὡς οἶδεν ὁ µόνος, εὐδοκήσας τεχθῆναι, ἐκ σοῦ εἰς τοὺς αἰῶνας. όξα σοι, ὁ Θεὸς ἡµῶν, δόξα σοι. Τὴν µετάνοιαν ἡµῶν, ὡς ἀγαθὸς τῇ φύσει προσδεξάµενος, τῶν τοῦ ἐχθροῦ παγίδων ῥῦσαι Κύριε, ἵνα πίστει καὶ πόθῳ, σὴν νῦν ἀνυµνῶµεν, ἁγίαν δεσποτείαν. Αἰνοῦµεν, εὐλογοῦµεν καὶ προσκυνοῦµεν... «Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούµενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόµενον, εὐλογεῖτε, ὑµνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ᾨδὴ θ' Ὁ Εἴρµός ΤΟ ΑΚΟΥΤΕ «Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωµατικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι µεγαλύνουσιν». Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡµέρα, ἐπέλαµψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν µέθην µίσησον. Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁµαρτηµάτων ἀποτροπάς, καὶ ἱλασµὸν σωτήριον, καὶ τῶν χαρισµάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦµεν, µετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡµᾶς ποίησον. Συνήθως τὰ ἐλέη σου ἐφ' ἡµᾶς, ἐπιρραίνων Οἰκτίρµον τὰ πλούσια, δίδου ἡµῖν, δάκρυα καθαίροντα µολυσµούς, καὶ λογισµοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, µετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν µόνον Πολυέλεον. Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσατε ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραµεῖν ἀνεµποδίστως, ἡµᾶς ἐνδυναµώσῃ, καὶ νικηφόρους ἀπεργάσηται. Φιλάγαθε Παρθένε τὸν ἀγαθόν, ἡ τεκοῦσα Σωτῆρα ἀγάθυνον, πάντας ἡµᾶς, πάθεσιν ἀµέτροις καὶ λογισµοῖς, κεκακωµένους έσποινα, καὶ βεβαρηµένους ἁµαρτιῶν, φορτίοις δυσβαστάκτοις, ἵνα σε κατὰ χρέος, ὡς Θεοτόκον µεγαλύνωµεν. Ἄλλος Ἀπορεῖ πᾶσα γλῶσσα ΤΟ ΑΚΟΥΤΕ

Ἀτονεῖ πᾶσα φύσις, καὶ βροτῶν καὶ Ἀγγέλων, τὴν εὐσπλαγχνίαν σου, εὐχαριστεῖν Εὐεργέτα, ὅτι σάρκα θέλων, δι' ἡµᾶς ἐπτώχευσας, καὶ ἐπὶ ξύλου ὑπὲρ ἡµῶν ἐτάθης, κατάρα γεγονώς, ἵνα τὴν πρὶν κατάραν ἀνέλῃς, τῆς ἀνθρωπότητος. Φαιδρὰ ἡµέρα, ἡ τῆς ἐγκρατείας ἐπέστη, φαιδρῷ τῷ προσώπῳ, δεῦτε ὑπαντήσωµεν, ψυχή µου τῷ εσπότῃ, χάριν ἐκπεµφθῆναι ἄνωθεν, ἡµῖν αἰτοῦντες, καὶ τῶν πολλῶν σφαλµάτων διόρθωσιν εὑρεῖν, ὅπως φρικωδεστάτης γεέννης, µὴ πειραθῶµεν ἐκεῖ. Τοῖς ἐν τῷ σκότει, τῶν ἁµαρτιῶν συσχεθεῖσι, τῆς µετανοίας νῦν τὰ ἱερά εἰσόδια ἐπέστη, πάντων τὰς ψυχὰς φωτίζοντα διὸ ψυχή µου, τὸν σκοτασµὸν ἔκκλινον, τοῦ κόρου τῶν παθῶν, σπεῦσον ἵνα τρυφῆς αἰωνίου, ἐπαπολαύσῃς ἐκεῖ. Ἐπὶ τοῦ ξύλου χεῖρας, ἑκουσίως ἁπλώσας, τὰ διεστῶτα πάντα συνηγάγω Ζωοδότα, τῇ δὲ λόγχῃ, σὴν διανυγεὶς µακρόθυµε πλευράν, τὴν ἥτταν τὴν ἐκ πλευρᾶς φυεῖσαν, ἠνώρθωσας ἡµῶν ὅθεν εὐχαριστοῦντες, ὑµνοῦµεν τὴν εὐσπλαγχνίαν σου. Ἡ φωτοφόρος, νῦν ἐπιδηµοῦσα νηστεία, προσδεξιοῦται τράπεζαν ἀγώνων, προτιθεῖσα διὰ τοῦτο, ταύτης νηφαλέως ἅπαντες, σεπτὸν κρατῆρα καθαρτικῶν δακρύων ληψώµεθα πιστοί, ἵνα τῶν ἀνηκέστων δακρύων, µὴ πειραθῶµεν ἐκεῖ. Ἡ προστασία, πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις, ἄγρυπνος ὑπάρχουσα προστάτις Θεοτόκε, τῆς αἰωνιζούσης λύτρωσαι, ὑµᾶς γεέννης, καὶ τῶν ἀποκειµένων, κολάσεων πικρῶν, ὅπως χρεωστικῶς ὑµνῶµεν, τὰ µεγαλεῖά σου. «Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφηµεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσµιος, ὑµνεῖν σε Θεοτόκε ὅµως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡµῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ µεγαλύνοµεν». Ἀπόστικα Ἰδιόµελον Ἦχος πλ. β' Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁµαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐµακαρίζετο, τρυφὴ σωµατικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ µυστήριον πέπρακται, καὶ δαιµόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται διὸ νηστεία τιµᾶται, ἐγκράτεια λάµπει, προσευχὴ κατορθοῦται, καὶ µάρτυς καιρός, ὁ παρὼν δεδοµένος ἡµῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡµῶν. ( ίς) Μαρτυρικὸν Κύριε, ἐν τῇ µνήµῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡµᾶς. όξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεµάµενον, θρηνῳδοῦσα, ἀνεβόα µητρικῶς Υἱέ µου καὶ Θεέ µου, γλυκύτατόν µου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον. ΕΝ Ε ΤΑΙΣ ΩΡΑΙΣ Μετὰ τὴν Τ ρ ι θ έ κ τ η ν, ψάλλοµεν τὸ παρὸν Τροπάριον τῆς Προφητείας. Ἦχος πλ. β' ὸς ἡµῖν βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡµᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε. ( ίς) Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ' ἡµᾶς. Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ. Προκείµενον Ἦχος α' Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσµα

(Κεφ Η' 7-17) Τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδού, ἐγὼ σῴζω τὸν λαόν µου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσµῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν µέσῳ Ἱερουσαλήµ, καὶ ἔσονταί µοι εἰς λαόν, καὶ ἐγὼ ἔσοµαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑµῶν τῶν ἀκουόντων ἐν ταῖς ἡµέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόµατος τῶν Προφητῶν, ἀφ' ἧς ἡµέρας τεθεµελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ' οὗ ᾠκοδόµηται. ιότι πρὸ τῶν ἡµερῶν ἐκείνων, ὁ µισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ µισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευοµένῳ, καὶ τῷ εἰσπορευοµένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡµέρας τὰς ἔµπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην ἡ ἄµπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήµατα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονοµήσω τοῖς καταλοίποις τοῦ λαοῦ µου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑµᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑµῶν, διότι τάδε λέγει Κύριος Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑµᾶς, ἐν τῷ παροργίσαι µε τοὺς πατέρας ὑµῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ µετενόησα, οὕτω παρατέταγµαι καὶ διανενόηµαι, ἐν ταῖς ἡµέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήµ, καὶ τῷ οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖµα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑµῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ µὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑµῶν, καὶ ὅρκον ψευδῆ µὴ ἀγαπᾶτε διότι ταῦτα πάντα ἐµίσησα, λέγει Κύριος Παντοκράτωρ. Ψάλατε τῷ Θεῷ ἡµῶν, ψάλατε. Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Προκείµενον Ἦχος γ'