APOLODORO, BIBLIOTECA (II, 4, 1). Perseo ὁ Ἀκρίσιος βασιλεύς χρηστηριάζεται τῷ μαντείῳ τοῦ Ἀπόλλωνος περὶ γενέσεως παίδων ἀρρένων. ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατασκευάσας θάλαμον χάλκεον ὑπὸ γῆν, τὴν Δανάην ἐφρούρει ἐν αὐτῷ. ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν ὑετὸν εἰσῆλθε διὰ τῆς τοῦ θαλάμου ὀροφῆς καὶ συνῆλθε τῇ Δανάῃ. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον παῖδα, Περσέα ὀνόματι, μὴ πιστεύσας αὐτὸν Διὸς ὑιὸν εἶναι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. Perseo y Medusa Ἡ Μέδουσα ἀναϕέρεται ἐν τῇ ἑλληνικῇ μυθολογίᾳ ὡς μία τῶν τριῶν Γοργόνων. ἦσαν δὲ αὗται Σθενὼ, Εὐρυάλη καὶ Μέδουσα. μόνη δὲ Μέδουσα ἦν θνητὴ διὰ τοῦτο ἐπέμφθη Περσεὺς ἐπὶ τὴν κεφαλὴν αὐτῆς. εἶχον δὲ αἱ Γοργόνες ἐν ταῖς κεφαλαῖς δράκοντας ἀντὶ τριχῶν, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι ὧν ἐπέτοντο. αἱ Γοργόνες ἦσαν τόσον φοβεραὶ ὥστε τοὺς δὲ αὐτὰς ἰδόντας ἐποίουν λίθους. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος, πτηνὸς ἵππος.
Perseo libera a Andrómeda léxico: Νηρηΐς Νηρηΐδος: Nereidas, ninfas marinas; Ἄμμων, ωνος : Ammón, divinidad de Egipto, célebre por su oráculo; χρῄζω profetizar ἦλθε δὲ Ὀρφεὺς εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, καὶ εὗρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην ὡς βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ ηὔχησεν καλλίων εἶναι πασῶν τῶν Νηρηΐδων, ὅθεν αἱ Νηρηίδες ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε καὶ κῆτος ἔπεμψε ἐπὶ τὴν χώραν. Ἄμμωνος δὲ χρῄσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτίθεται τῷ κήτει βορά. ὁ Κηφεὺς, ἀναγκασθεὶς ὑπὸ τῶν Αἰθιόπων, τοῦτο ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρᾳ. ταύτην θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς αὐτῆς ὑπέσχετο Κηφεῖ τὸ κῆτος ἀναιρήσειν καὶ σῴζειν τὴν θυγατέρα, εἰ Κηφεὺς μέλλει αὐτὴν δώσειν αὐτῷ γυναῖκα. οὗτως δὲ ὁ Περσεὺς τὸ κῆτος ἔκτεινε καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν. Gea y Urano, dioses primitivos: su descendencia Léxico: Βριάρεως Briareo; Οὐρανὸς πρῶτος ἐδυνάστευσε τοῦ παντὸς κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας: Βριάρεων, Γύην καὶ Κόττον, οἳ τῷ μεγέθει τε καὶ τῇ δυνάμει ἀνυπέρβλητοι ἦσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες. μετὰ τούτους δὲ τεκνοῖ ἡ Γῆ τοῦς Κύκλωπας, Ἄργην, Στερόπην καὶ Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον διάστημα ἀπὸ γῆς ἔχων ὅσον ἡ γῆ ἀπ οὐρανοῦ). τεκνοῖ δὲ Οὐρανὸς αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας προσαγορευθέντας, Ὠκεανὸν, Κοῖον, Ὑπερίονα, Κρεῖον, Ἰαπετὸν καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν, Ρέαν, Θέμιν, Μνημοσύνην, Φοίβην, Διώνην καὶ Θείαν.
[ Urano] ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν παίδων πείθει τοὺς Τιτᾶνας ἐπιτίθεσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Τιτᾶνες (χωρὶς Ὠκεανοῦ) ἐμπίπτουσι τῷ Οὐρανῷ καὶ Κρόνος ἀποτέμει τὰ αἰδοῖα τοῦ πατρὸς. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ αἵματος αἱ Ἐρινύες ἐγένοντο, Ἀληκτὼ, Τισιφόνη καὶ Μέγαιρα. τῆς δὲ ἀρχῆς ἐκβαλόντες τὸν Οὐρανόν, τούς ἀδελφοὺς ἐκ τοῦ Ἅιδου ἀνήγαγον καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν. ὁ δὲ Κρόνος τούτους μὲν δήσας τῷ Ταρτάρῳ πάλιν καθεῖρξε, τὴν δὲ ἀδελφὴν Ῥέαν ἔγημεν. ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι, κατέπινε τὰ τέκνα. καὶ πρώτην μὲν γεννηθεῖσαν Ἑστίαν κατέπιεν, εἶτα Δήμητραν καὶἥραν, μεθ' ἃς Πλούτωνα καὶ Ποσειδῶνα. Ῥέα δὲ ὀργισθεῖσα ἐπὶ τούτοις παραγίνεται μὲν εἰς Κρήτην, γεννᾷ δὲ τὸν Δία ἐν ἄντρῳ. καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι τoῖς Κούρησί τε καὶ ταῖς νύμφαις, Ἀδραστείᾳ τε καὶ Ἴδῃ. αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι. οἱ δὲ Κούρητες, ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες, τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ ἀκούσῃ ὁ Κρόνος τῆς τοῦ παιδὸς φωνῆς. Ῥέα δὲ λίθον ἐσπαργάνωσε καὶ δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν γεγεννημένον παῖδα. Reparto del mundo entre Zeus, Poseidón y Hades ἐπειδὴ δὲ Ζεὺς ἐγένετο τέλειος, ἡ θεὰ Μῆτις δίδωσι Κρόνῳ καταπιεῖν φάρμακον, ὑφ οὗ ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς παῖδας οὓς κατέπιε, μεθ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας ἐξήνεγκε πόλεμον. μαχομένων δὲ αὐτῶν ἐνιαυτοὺς δέκα ἡ Γῆ τῷ Διὶ ἔχρησε τὴν νίκην, ἂν ἔχῃ τοὺς Κύκλωπας ὡς συμμάχους ὁ δὲ Ζεὺς ἔλυσε τὰ δεσμὰ αὐτῶν καὶ οἱ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι τῶν Τιτάνων, καὶ
καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας κατέστησαν φύλακας. αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς, καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ δυναστείαν, Ποσειδῶν δὲ τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν Ἅιδου. TEXTO B2, Faetonte Πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ Φαέθοντα, τὸν Ἡλίου υἱόν, παῖδα ἔτι ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν ἐνδοῦναι αὐτῷ τὸ τέθριππον λέγουσι τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δ ἵππους ἀπαλλαχθῆναι τοῦ συνήθους δρόμου, καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον κύκλον, μετὰ δὲ ταῦτα πολλὰς χώρας τῆς οἰκουμένης κατακάειν. Διὸ καὶ ὁ Ζεὺς, ἀγανακτήσας ἐπὶ τοῖς γεγενημένοις, βουλεύεται κεραυνῶσαι μὲν τὸν Φαέθοντα, στῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν συνήθη πορείαν. Τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ (τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου), ἔθρήνησαν μὲν αἱ ἀδελφαὶ αὐτοῦ τὴν τελευτὴν, διὰ δὲ τὴν ὑπερβολὴν τῆς λύπης μετασχηματίζουσι τὴν φύσιν καὶ γίγνονται αἰγείροι. léxico: αἴγειρος -ου, ὁ : álamo negro (populus nigra), chopo. Texto B3, Eneas ὁ Διόδωρος λέγει ὅτι, τῆς Τροίας ἁλισκομένης, ὁ Αἰνείας μετά τινων καταλαβόμενος μέρος τῆς πόλεως τοὺς ἐπιόντας ἠμύνετο. οἱ δὲ Ἕλληνες ὑποσπόνδους τούτους ἀφίασιν, καὶ συγχωροῦσιν ἑκάστῳ λαβεῖν ὅσα δύναιτο τῶν ἰδίων. οἱ μὲν ἄλλοι πάντες ἄργυρον ἢ χρυσὸν ἤ τινα τῆς ἄλλης πολυτελείας ἔλαβον, Αἰνείας δὲ τὸν πατέρα, γέροντα ὄντα, ἀράμενος ἐπὶ τοὺς ὤμους ἐξήνεγκεν.
ORFEO Καλλιόπης μὲν οὖν καὶ Οἰάγρου παῖς ἦν Ὀρφεὺς, ὃς ἀσκήσας κιθαρῳδίαν καὶ ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα. ἀποθανούσης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ, δηχθείσης ὑπὸ ὄφεως, Ὀρφεὺς κατῆλθεν εἰς Ἅιδου θέλων ἀνάγειν αὐτήν, καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι τὴν γυναῖκα. ὁ δὲ Πλούτων ὑπέσχετο τοῦτο ποιήσειν, ἂν μὴ ἐπιστραφῇ Ὀρφεὺς πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ ἀϕικνεῖσθαι ὁ δὲ Ὀρφεὺς, ἐπιλανθανόμενος τῶν ῥημάτων τοῦ Πλούτωνος, ἐπιστραφεὶς ἐθεάσατο τὴν γυναῖκα ἡ δὲ πάλιν ὑπέστρεψεν εἰς ᾍδου καὶ ἐκεῖ ἔμεινε. Οὐ δυνάμενος ὑποφέρειν τὴν ὀδύνην ἐπὶ τῇ ἀπωλείᾳ τῆς Εὐρυδίκης, Ὀρφεὺς ἀποθνῄσκει, διασπασθεὶς ὑπὸ τῶν γυναικῶν τῆς Θρᾴκης. ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν Μέλανα Κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾄδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος, τὴν λύραν δὲ αὐτὴν ὑπηχεῖν τῶν ἀνέμων ἐμπιπτόντων ταῖς χορδαῖς, καὶ οὕτω μετ' ᾠδῆς προσενεχθῆναι τῇ Λέσβῳ, κἀκείνους ἀνελομένους τὴν μὲν κεφαλὴν καταθάψαι ἵναπερ νῦν τὸ Βακχεῖον αὐτοῖς ἐστι, τὴν λύραν δὲ ἀναθεῖναι εἰς τοῦ Ἀπόλλωνος τὸ ἱερόν, καὶ ἐπὶ πολύ γε σώζεσθαι αὐτήν.
DEUCALIÓN Y PIRRA Δευκαλίων δὲ Προμηθέως παῖς ἐγένετο. οὗτος, βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύρραν τὴν θυγατέρα Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν ἀφανίσαι θεοὶ Ζεὺς Δευκαλίων ποιεῖ πρώτην τὸ γυναῖκα. χαλκοῦν λάρνακα, ἐπεὶ ἠθέλησε καὶ τὰ δὲ γένος, ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ οὐρανοῦ ἔχεε καὶ τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς, οἳ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπιτρέπει αἱρεῖσθαι ὅ τι βούλεται ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Δευκαλίων Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. IMPERATIVO aoristo ἐ-λύ-θη-ν ἐ- λύ -θη-ς ἐ- λύ -θη ἐ- λύ -θη-μεν ἐ λύ -θη-τε ἐ λύ -θη-σαν λυ-θῶ λύ -θη-τι λυ -θῇς λυ-θή-τω λυ -θῇ λυ -θῶμεν λύ -θη-τε λυ -θῆτε λυ-θέ-ντων λυ -θῶσιν λέ-λυ-μαι urofut indicativo λυ θή σομαι λυ θή σῃ (-ει) λυ θή σεται λυθήσόμεθα λυ θή σεσθε λυ θή σονται perfect VOZ PASIVA SUBJUNTIVO OPTATIVO INFINITIVO λυ θησ -oί-μην λυ θήσ-οι-ο λυ θή-σ-οι-το λυ θή σ ε σθαι λυ θησ-οί-μεθα λυ θησ-οι-σθε λυ θησ-οι-ντο λέ-λυ -σο λελυμένος ὦ λυ-θείην λυ-θείης λυ-θείη λυ-θεῖμεν λυ-θεῖτε λυ-θεῖεν λελυμένος εἴην λυ θῆ- ναι λε-λῦ-σθαι participio λυ θησ ό μενος M λυ θησ ο μένη F λυ θησ ό μενον N λυ -θείς M λυθέντ ος λυ-θεῖσα λυθείσης F λυ-θέν λυθέντος N λελυμένος λελυμένη λελυμένον
Αἴσωπος, ἀλώπηξ καὶ βότρυς ------------- ESOPO, LA ZORRA Y LAS UVAS ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο βότρυας ἀπό τινος ἀναδενδράδος κρεμαμένους, βούλεται αὐτῶν περιγενέσθαι καὶ οὐκ δύναται. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν ὄμφακές εἰσιν. Oὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μὴ δυνάμενοι ἐφικέσθαι τῶν πραγμάτων δι' ἀσθένειαν, τοὺς καιροὺς αἰτιῶνται. Vulpes fame coacta altae vineae uvas capere conabatur saliens summis viribus. Quod eas adsequi non potuit, discedens dixit:"nondum maturae sunt; non mihi placent". Qui verbis contemnunt ea quae consequi non possunt, hanc fabulam sibi adscribere debebunt. VOCABULARIO coacta < coagere,coegi,coactum:obligar, forzar alta vinea: parra salire: saltar vis,vis: fuerza (plural: vires, virium, viribus) adsequi, consequi: alcanzar, conseguir; ambos compuestos de sequi: seguir. contemnere: despreciar adscribere: aplicar
El rapto de Europa Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν Φοινίκην γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ παῖδας μὲν Κάδμον καὶ Φοίνικα καὶ Κίλικα, θυγατέρα δὲ Εὐρώπην. ταύτης Ζεὺς ἐρασθείς, ταῦρος χειροήθης γενόμενος, ἐκόμισεν αὐτὴν διὰ τῆς θαλάσσης εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα, Σαρπηδόνα καὶ Ῥαδάμανθυν. ὁ δὲ πατὴρ Ἀγήνωρ ἐξέπεμψε τοὺς παῖδας ἐπὶ ζήτησιν αὐτῆς, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα καὶ Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ ἦσαν ἀδύνατοι εὑρεῖν Εὐρώπην, οὐκ ἐθέλοντες εἰς οἶκον ἐπανιέναι, ἄλλος ἀλλαχοῦ κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης πλησίον, καὶ πᾶσαν τὴν χώραν ἐγγὺς τοῦ Πυράμου ποταμοῦ ἐκάλεσε Κιλικίαν : Κάδμος δὲ καὶ Τηλέφασσα ἡ μήτηρ ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν. Εὐρώπην δὲ ἔγημεν Ἀστέριος, ὁ Κρητῶν δυνάστης, καὶ τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν. ὁ Λάϊος βασιλεύς χρηστηριάζεται τῷ μαντείῳ τοῦ Ἀπόλλωνος περὶ γενέσεως παίδων ἀρρένων. ὁ θεὸς ἔφη γενέσθαι παῖδα, ὃς αὐτὸν ἀποκτενεῖ. ἀλλ οὗτος μὲν ἐκτίθησι τὸν παῖδα εἰς ὄρος Κιθαιρῶνα. ὅμως δὲ βουκόλοι τινες τὸ βρέφος εὑρόντες πρὸς τὴν γυναῖκα τοῦ Κορινθίων βασιλ έως ἤνεγκαν. ἡ δὲ γυνή, Περίβοια ὀνόματι, τὸ βρέφος ἀνελοῦσα ὑποβάλλεται, καὶ θεραπεύσασα τὰ σφυρὰ καλεῖ αὐτὸν Οἰδίπουν, τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. ὁ δὲ παῖς, ὡς διέφερε τῶν ἡλίκων ῥώμῃ, ἐκεῖνοι διὰ φθόνον ἔλεγον αὐτὸν ὑπόβλητον εἶναι. ὁ δὲ πυνθανόμενος τὴν ἀληθείαν παρὰ τῆς Περιβοίας, μαθεῖν οὐκ ἠδύνατο ἀφικόμενος δ ὲ ε ἰς Δελφο ὺς ἐπυνθ άνετο περ ὶ τῶν ἰδίων γονέων. ὁ δὲ θεὸς εἶπεν αὐτῷ εἰς τὴν πατρίδα μὴ πορεύεσθαι τὸν μ ὲν γ ὰρ πατ έρα φονε ύσειν, τ ῇ μητρ ὶ δ ὲ μιγήσεσθαι. τοῦτο ἀκούσας, καὶ νομίζων γεγεννῆσθαι τούτων ἐξ ὧν ἐλέγετο, Κόρινθον μὲν ἀπέλιπεν.
ἐφ ἅρματος δὲ διὰ τῆς Φωκίδος φερόμενος συντυγχάνει Λαΐῳ, κατά τινα στενὴν ὁδὸν ἐφ ἅρματος ὀχουμένῳ. καὶ Πολυφόντης (κῆρυξ δὲ οὗτος ἦν Λαΐου) κελεύει αὐτὸν ἐκχωρεῖν καὶ δι ἀπείθειαν αὐτοῦ καὶ ἀναβολὴν κτείνει τῶν ἵππων τὸν ἕτερον. ἀγανακτήσας Οἰδίπους καὶ Πολυφόντην καὶ Λάιον ἀπέκτεινε, καὶ παρεγένετο εἰς Θήβας. Λάιον μὲν οὖν θάπτει βασιλεὺς Πλαταιέων Δαμασίστρατος, τὴν δὲ βασιλείαν τῶν Θηβῶν Κρέων ὁ Μενοικέως παραλαμβάνει. τούτου δὲ βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα τὴν Σφίγγα, ἣ μητρὸς μὲν Ἐχίδνης ἦν πατρὸς δὲ Τυφῶνος, εἶχε δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ Μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται; χρησμοῦ δὲ Θηβαίοις ὑπάρχοντος τηνικαῦτα ἀπαλλαγήσεσθαι τῆς Σφιγγὸς ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντες εἰς ταὐτὸ πολλάκις ἐζήτουν τί τὸ λεγόμενόν ἐστιν, ἐπεὶ δὲ μὴ εὕρισκον, ἁρπάσασα ἕνα κατεβίβρωσκε. πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι γίνεσθαι τὸν ἄνθρωπον τετράπουν βρέφος ὄντα, τοῖς τέτταρσιν ὁχούμενον κώλοις, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ προσλαμβάνειν τρίτην βάσιν: τὸ βάκτρον. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκη καὶ Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην.