Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Σχετικά έγγραφα
Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Ἀκολουθία Παναγίας Θεοσκεπάστου

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

1-7 Ιανουαρίου 2018 Θεός

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Κ Α Ι Ε Ι Σ Τ Η Ν ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ ΒΟΥΡΛΙΩΤΙΣΣΑ ΕΠΟΙΗΘΗ ΜΕ ΤΗΝ ΧΑΡΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Κυριακή 2 Ἰουνίου 2019.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ»

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Transcript:

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ (102) Ψαλμός, «Κύριε εἰσάκουσον τῆς προσευχῆς μου» καί τό «Θεός Κύριος» μετά τῶν στίχων αὐτοῦ. Καὶ τὸ ἑξῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σῦ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου. Δόξα. Καὶ νῦν. Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴν Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης σοῖς δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας λαμβάνομεν. Ὁ Ν (50) Ψαλμός. Και ὁ Κανών. Ὠδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧνπερ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν. Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν ἡμῖν, Κουτσουριώτισσα. Ὑμνοῦντες ἐν πίστει τῆς πρὸς ἡμᾶς πολλῆς Σου εὐνοίας, Θεοτόκε, τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι καὶ ἐξ Αὐτῆς θείαν χάριν καρπούμεθα. Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ Αὐτοῦ, Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν καὶ πειρασμῶν, Θεοτόκε, ἐκλύτρωσιν. Ὠδὴ γ. Οὐρανίας ἁψῖδος. Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἧ Φωκὶς πᾶσα σπεύδει καὶ πληροῦται, Δέσποινα, τῆς Σῆς χρηστότητος. [1]

Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου, ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα. Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς, Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι θᾶττόν με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης καὶ παθῶν μου κόπασον, Κόρη, τὸν τάραχον. Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼν, Ἄχραντε, ὅθεν τῆς Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι ῥύου ἡμᾶς πάσης βλάβης, ὡς ἡμῶν βοήθεια, Κουτσουριώτισσα. Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι. Ἐπίβλεψον, ἐν εὐμενείᾳ... Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Πρεσβεία τῇ Σῇ προσπίπτοντες, Πανύμνητε, καὶ πίστει θερμῇ τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ θλίψεων καὶ κινδύνων πολλῶν λυτρωθείημεν. Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν, βοήθειαν Ἄχραντε καὶ δύναμιν. Ὠδὴ δ. Εἰσακήκοα Κύριε. Ἰσχὺν δίδου δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν, Πανύμνητε, κατισχύειν ἐν ταῖς θλίψεσι καὶ πληροῦν Κυρίου τὰ προστάγματα. Ὣσπερ θεῖον ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου, Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ Σοι αἶνον χαριστήριον. Τοὺς πιστῶς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως, τούτων ἐκπληροῦσα τὰ αἰτήματα. Ἴασαί μου τὸν καύσωνα τῆς ψυχῆς, Παρθένε, δρόσῳ τῆς χάριτος καὶ κακίστης συνηθείας με λύτρωσαι, ἀφάτῳ συμπαθείᾳ Σου. Ὠδή ε. Φώτισον ἡμᾶς. Σκέπη ἀῤῥαγής Δωριεῦσι πέλεις, Ἄχραντε, τοῖς προστρέχουσι τῇ θείᾳ Σου Μονῇ καὶ δοξάζουσι τὰ θεῖα μεγαλεῖά Σου. [2]

Σύντριψον, Ἁγνή Κουτσουριώτισσα, δεόμεθα, τοῦ Βελίαρ καθ ἡμῶν τὰς μηχανάς καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον. Ἅπας εὐλαβῶς, προσκυνῶν Σου τὸ ἐκτύπωμα, ἀθυμίας ἀπαλλάττεται πικρῶς καὶ κηρύττει Θεοτόκε τὰ Σὰ θαύματα. Χαίρει ἀληθῶς, ἡ Δωρὶς τῇ προστασίᾳ Σου καὶ προσπίπτει, Θεοτόκε, εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου ἐκτυπώματι. Ὠδὴ στ. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον. Ἀγγέλων, ἡ Βασιλὶς καὶ Κυρία καὶ ἀνθρώπων ἀληθὴς σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε, ἐπιφορῶν καὶ δεινῶν περιστάσεων, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι Σου. Ἰάσεις, ἐπισκιάσει Σου θείᾳ, Κουτσουριώτισσα, ἡ θεία Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ ἰᾶται, ψυχῶν ὁμοῦ καὶ σωμάτων νοσήματα, τῶν προσιόντων εὐλαβῶς καὶ τὴν Σὴν ἐξαιτούντων βοήθειαν. Ῥημάτων ἱκετηρίων, Παρθένε, ἡμῶν δέχου συμπαθῶς τὰς δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ πλήρου, ὡς συμπαθείας πηγὴ ἀνεξάντλητος, τὰς ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων τῇ θείᾳ Εἰκόνι Σου. Ἐξ Ἄθῳ, ὡς θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼν Θεοτόκε, ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται, Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα πεπλήρωκε. Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι. Ἄχραντε... Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων Σου. Ὣσπερ κειμήλιον θεῖον κτησάμενοι, τὴν Σὴν Εἰκόνα Ἁγνὴ Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς κομιζόμεθα καὶ φωτισμὸν καὶ ὑγείαν καὶ λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν Σου. Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Στίχος: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. [3]

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα. Ἦχος β. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ὄλβον τῆς Σῆς χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη, ἐδεξάμεθα καὶ τῆς Σῆς χρηστότητος στήλην ἔνθεον χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν δόσιν, τῇ σεπτῇ ἐπισκιάσει Σου, ἧ καταφεύγοντες πάντες Δωριεῖς μετὰ πίστεως, λαμβάνουσιν ἰάματα καὶ τῶν αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν Σὴν ἐπισκοπήν καὶ τῆς πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε Ὠδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Καταφύγιον Κόρη καὶ λιμὴν σωτηρίας πρόκειται ἅπασι, Μονή Σου ἡ ἁγία, Παρθένε Παναγία, ἧ προστρέχοντες ψάλλομεν χαῖρε ἡμῶν προσφυγή καὶ κόσμου σωτηρία. [4]

Ὁ τὸ φῶς ἐπαλλήλως μοναστὴς ὁ θεόφρων ἰδὼν ἀνεύρατο, τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ τοῦ δένδρου καὶ αὐτὴν Κουτσουριώτισσαν, ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε. Ῥῦσαι πάσης ἀνάγκης καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ, καὶ ψάλλοντας χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία. Ἡ ἁγία Εἰκών Σου παραμύθιον δέδοται καὶ προσφύγιον, πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε, τῆς Δωρίδος, πρὸς αὐτὴν γὰρ προστρέχοντες, πληροῦται πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ. Ὠδὴ η. Τὸν Βασιλέα τῶν Οὐρανῶν. Γενοῦ Παρθένε, Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ, σπεύδουσι τῇ Μονῇ Σου. Ἔχει Φωκίς Σε, Κουτσουριώτισσα Κόρη, θεῖον στήριγμα καὶ ἔφορον καὶ σκέπην, ὅθεν καὶ προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι. Ῥῶσιν παράσχου κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη Πάναγνε, καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου Τόκον. Ἀφ ὗψους δίδου, Κουτσουριώτισσα Κόρη, τῆς προνοίας Σου τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν. Ὠδὴ θ. Κυρίως Θεοτόκον. Σκηνὴ τοῦ θείου Λόγου, Κεχαριτωμένη, Ὑπεραγία Παρθένε Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως ἡμᾶς καὶ φύλαττε. Ἰάτρευσον τὴν νόσον, Πάναγνε Παρθένε, τῆς ἀσθενούσης ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς δυναστείας τοῦ κοσμοκράτορος. Μονῇ Σου τῇ ἁγίᾳ, σπεύδοντες Παρθένε, τῇ Σῇ παντίμῳ Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ γεραίρομεν. Οἱ πίστει προσιόντες, τῇ σεπτῇ Μονῇ Σου, τὸν γλυκασμὸν τῆς Σῆς χάριτος δέχονται, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ δοξάζουσιν. Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον πόθον αὐτὸν ἀνύψωσον. Ἄξιόν ἐστὶν ὡς ἀληθῶς... Εἶτα τὰ ἑπόμενα Μεγαλυνάρια. [5]

Φῶς τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν ἐν πίστει, ἐν τῷ κορμῷ τοῦ δένδρου, προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε. Ὥσπερ θεῖον δῶρον καὶ ἱερόν, ἐξ Ἄθω Παρθένε ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν Εἰκόνα ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν Κουτσουριώτισσα. Χαίρει ἡ Μονή Σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις τὴ Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι χάριτος θεῖα ῥεῖθρα, Παρθένε Θεοτόκε Κουτσουριώτισσα. Πλήρου τὰς αἰτήσεις τῶν εὐλαβῶν, Κόρη, προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν καὶ τῇ μητρικῇ Σου πρεσβείᾳ πρὸς τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε. Χαίρει Θεοτόκε ὡς ἀληθῶς, πᾶσα τῆς Δωρίδος ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα καὶ χαῖρέ Σοι κραυγάζει Κουτσουριώτισσα. Δίδου κἀμοὶ Κόρη τῷ ταπεινῷ, χάριν οὐρανόθεν καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης παράστηθί μοι, Κόρη, καὶ ῥῦσαι αἰωνίου με κατακρίσεως. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί... Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε ἀνακράζοντες δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε. Ὲκτενὴς, Ἀπόλυσις, μεθ ἥν τὸ ἑξῆς: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς Σῆς χάριτος, ὡς προστασία ἡμῶν καὶ παθῶν ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε. Σὺ γὰρ προστασία τοῦ κόσμου καὶ πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν, Ἄχραντε. Δέσποινα πρόσδεξαι Τήν πᾶσαν ἐλπίδαν μου [6]

[7]