ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:13 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

Σχετικά έγγραφα
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β. WH NIV ] + ἐθνῶν Treg RP

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ

Β Τιμ. 1,1 Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ κατ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ,

Η ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΕΥΤΕΡΑ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

English Texts and New Testament Greek Sources For Comparative Study

ΠΡΟΣ ΤΙΤΟΝ 1:1 1 ΠΡΟΣ ΤΙΤΟΝ 1:15 ΠΡΟΣ ΤΙΤΟΝ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

1 1 παυλος και σιλουανος και τιμοθεος

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:4 2 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:5

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΟΜΙΛΙΑ ΣΤΟΝ ΑΓΙΟ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΙΑΜΑΤΙΚΟ ΠΑΝΤΕΛΕΗΜΟΝΑ ιονυσίου Λ. Ψαριανού, Μητροπολίτου Σερβίων και Κοζάνης

Οι Άγιοι της Θεσσαλονίκης.

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΙΩΑΝΝΟΥ Ά ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

This arrangement of the Greek text and the English translation is in the Public Domain.

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8


Iohannes Damascenus - De azymis

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Κυριακή 28 Ἰουλίου 2019.

Κ Υ Ρ Ι Α Κ Η Ι Σ Τ Τ Ο Υ Λ Ο Υ Κ Α

ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36

ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, ΑΘΗΝΑ ΤΗΛ FAX: ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Κυριακή 23 Ἰουνίου 2019.

Κυριακή 3 Μαρτίου 2019.

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Iohannes Damascenus - De theologia

Αγιολογία - Εορτολογία

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

BLOCK DIAGRAM OF SECOND THESSALONIANS

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).


1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Κυριακή 19 Μαΐου 2019.

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ.

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

Origenes - Adnotationes in Numeros

Cirillus Alexandrinus - De synagogae defectu

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GFS DIDOT CLASSIC GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ

Transcript:

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:13 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. 3 Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 Δι ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου 7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συνκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος. 12 δι ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1:14 2 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 2:14 ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. 16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν 18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, Βέλτιον σὺ γινώσκεις. 2 1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 συνκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ λέγω δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ, κατὰ τὸ εὐαγγέλιόν μου 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. 14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ οὐδὲν χρήσιμον, ἐπὶ

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 2:15 3 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3:4 καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. 20 ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας 24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. 3 1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί 2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4 προδόται, προπετεῖς, τετυφωμένοι,

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3:5 4 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4:2 φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι καὶ τούτους ἀποτρέπου. 6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν 9 ἀλλ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. 10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρύσατο ὁ κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. 4 1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, παρακάλεσον, ἐπιτίμησον, ἐν πάσῃ μακροθυμίᾳ

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4:3 5 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4:19 καὶ διδαχῇ. 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. 7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. 9 Σπούδασον ἐλθεῖν πρός με ταχέως. 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλλίαν, Τίτος εἰς Δαλματίαν 11 Λουκᾶς ἐστιν μόνος μετ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. 16 ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρύσθην ἐκ στόματος λέοντος. 18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4:20 6 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4:22 οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ ὑμῶν.

Η Καινή Διαθήκη The New Testament in Koine Greek, based on Tischendorf's 8th edition Public Domain 7 Tischendorf's 8th edition Greek New Testament with morphological tags Version 2.7 Based on G. Clint Yale's Tischendorf text and on Dr. Maurice A. Robinson's Public Domain Westcott-Hort text Edited by Ulrik Sandborg-Petersen This text and its analysis are in the Public Domain. Copy freely. Language: Ελληνική (Greek) Dialect: Koine Translation by: Tischendorf, etc. 2014-01-11 PDF generated using Haiola and XeLaTeX on 14 Jun 2017 from source files dated 14 Jun 2017 f92a1f78-192c-5d54-9ebc-f6afd789e675