ΙΟΥΝΙΟΣ ΙΑ.(11) ΠΑΝΑΓΙΑ ΑΞΙΟΝ ΕΣΤΙ ΑΚΟΛΟΥΘΙΑ

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Τῇ 15ῃ Αὐγούστου Κοίμησις τῆς Ὑπεραγίας Θεοτόκου

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Οἱ Θεομητορικές Ἑορτές Τά ἱστορικά καί θεολογικά τῆς Ὑπεραγίας Θεοτόκου

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

1 1 παυλος και σιλουανος και τιμοθεος

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Iohannes Damascenus - De theologia

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΕΥΧΕΣ ΑΠΟΛΥΣΗΣ ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΑΙ ΔΕΗΣΕΙΣ ΕΠΙ ΤΟΥ ΛΑΟΥ. Α. Στις Ακολουθίες Περιόδου

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΠΡΟΟΙΜΙΟ ΚΟΙΝΟ 1 Η αποκατάσταση των πάντων διά του Ιησού Χριστού

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΣΕ παρακαλούμε, λοιπόν, Πατέρα πολυεύσπλαχνε,

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

7 ο - ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Η δύναμις των Χαιρετισμών ως παρακλητική προσευχή

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ντοκουμέντο: Ο Αρχιεπ. Αμερικής στον Γέροντα Εφραίμ της Αριζόνας. Δηλώνει στήριξη στα Μοναστήρια και ευγνωμοσύνη στον Γέροντα (ηχητικό)

Ἀναγνωστικό Κατήχησης

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:


Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Cirillus Alexandrinus - De synagogae defectu

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Iohannes Damascenus - De azymis

ΠΡΟΓΡΑΜΜΑ ΛΕΙΤΟΥΡΓΙΩΝ ΚΑΙ ΧΟΡΟΣΤΑΣΙΩΝ ΤΩΝ ΘΕΟΦΙΛΕΣΤΑΤΩΝ ΒΟΗΘΩΝ ΕΠΙΣΚΟΠΩΝ ΔΕΡΒΗΣ κ. ΙΕΖΕΚΙΗΛ & ΜΙΛΗΤΟΥΠΟΛΕΩΣ κ. ΙΑΚΩΒΟΥ

Ο ΕΟΡΤΑΣΜΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΓΕΝΝΕΣΙΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΤΑ ΤΟ ΣΩΤΗΡΙΟΝ ΕΤΟΣ 2013

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Οι ευχές του Εσπερινού της Γονυκλισίας

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

16. Παναγία, η μητέρα του Θεού

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Ανάλυση και αξία των Χαιρετισμών της Θεοτόκου! Χαίρε Νύμφη Ανύμφευτε. Και πάλιν και πολλάκις Χαίρε Νύμφη Ανύμφευτε

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Transcript:

ΙΟΥΝΙΟΣ ΙΑ.(11) ΠΑΝΑΓΙΑ ΑΞΙΟΝ ΕΣΤΙ ΑΚΟΛΟΥΘΙΑ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) ΕΣΠΕΡΙΝΟΣ Εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν στ προσόμοια. Ἦχος α. Ὢ τοῦ παραδόξου θαύματος. Ὢ τοῦ παραδόξου θαύματος, μελῳδία καινὴν οὐρανόθεν ἤκουσται, φωνῇ ἀρχαγγελικῇ ὕμνον προσάδουσα, Παρθένε Μήτηρ Θεοῦ τιμιωτέρα ὑπάρχεις τῶν Χερουβίμ, ἀΰλων δὲ Σεραφεὶμ ἐνδοξοτέραν Θεὸν ὑπερύψωσεν Ἄξιόν ἐστίν Σοι ψάλλειν ἀληθῶς Πανάχραντε. Βαβαὶ τοῦ Σου μυστηρίου ἁγνή, τῆς βουλῆς Ὑψίστου ὑπήκοος γέγονας, καὶ ὤφθης κυοφορεῖν Υἱὸν Θεοῦ ἐν σαρκί, ἡ δόξα Σου εὐκλεὴς ἐν οὐρανῷ καὶ ἐν γῇ Θεονύμφευτε, νενίκηνται δὲ ἐν Σοὶ φύσεως ὅροι Παρθένε τῷ Τόκῳ Σου Ἄξιόν ἐστιν ὦ Μῆτερ τῆς ζωῆς ἀείζωε, μακαρίζειν Σε πάντες οἱ λατρεύοντες Ὃν ἔτεκες. Τὴν Σὴν Εἰκόνα πανάμωμε, ἀκλινῇ τῇ πίστει προσκυνεῖν προστρέχομεν, αἰτοῦντες πανευλαβῶς τὴν Σὴν βοήθειαν, ὁρῶντες δὲ ἐν αὐτῇ τὸν Σὸν Υἱὸν δεξιᾷ ἐν ἀγκάλῃ Σου, βαστάζουσα μητρικῶς ἀναβοῶμέν Σοι ὕμνον ἐξαίρετον Ἄξιόν ἐστιν Παρθένε Παναγία Δέσποινα, ἐνδοξάζειν Σε πάντες ἐν ναῷ Σου οἱ φιλέορτοι. Ἄξιόν ἐστιν ὡς ἀληθῶς τῶν Ἀγγέλων τάξεις, καὶ ἀνθρώπων οἱ χοροί, δοξάζει καὶ ἀνυμνεῖν Σὲ τὴν πανάχραντον, τὴν πύλην τοῦ οὐρανοῦ καὶ οἰκουμένης ἁπάσης ἀγλάϊσμα, πρεσβεύεις γὰρ συμπαθῶς, ὑπὲρ ἡμῶν Παναγία πρὸς Κύριον, καὶ ἀπὸ παντοίων νόσων ῥύστιν Σε γινώσκομεν, οἱ πιστῶς προσκυνοῦντες, σαρκωθέντα τὸν Θεάνθρωπον. [1]

Ἄξιόν ἐστὶ ὡς ἀληθῶς Σὲ ὑμνεῖν Παρθένε, πάντα γῆς τὰ πέρατα, τὴν μόνην ἐν γυναιξὶν ἀειμακάριστον, ἐξ ὕψους Ἀνατολὴν καὶ φῶς ἀνέσπερον κόσμῳ ἐκλάμψασαν, Υἱὸν γὰρ τὸν τοῦ Θεοῦ δικαιοσύνης τὸν Ἥλιον ἀπεκύησας, Κεχαριτωμένη Χαῖρε Σοὶ βοῶμεν Δέσποινα στοργικῶς παρεστῶσα ἐκ κινδύνων ἡμᾶς λύτρωσαι. Ἄξιόν ἐστὶ ὡς ἀληθῶς ὑπερτέρα πάντων, τῶν Ἁγίων ἄχραντε, ἐν ὕμνοις τε καὶ ᾠδαῖς αἰνεῖν Σε οἴδαμεν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, τὸ μάννα ἐξ οὐρανοῦ, ἄρτον ζωῆς τὸν Χριστὸν βρῶσιν μένουσαν, καὶ λαοῖς δοθεῖσαν διὰ Σοῦ Μητρόθεε, μεγαλύνομεν πάντες οἱ γευσάμενοι τῆς χάριτος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α. Δεῦτε τῇ Εἰκόνι τῆς Θεομήτορος εὐλαβῶς προσπέσωμεν, καὶ τὴν τοῦ Θεοῦ Μητέρα ἑορτίως ἀνυμνήσωμεν, Ἀρχαγγέλου δὲ τὴν ᾠδὴν Αὐτῇ προσάδοντες οὕτως εἴπωμεν Ἄξιόν ἐστὶ ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν καὶ ἐν πίστει προσκυνήσωμεν τῇ Αὐτῆς χάριτι, Ἧς ταῖς πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα. Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ 10) Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, [2]

καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ ἧς σὺ καθεύδεις ἐπ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν : Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ ἤ οἶκος Θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ 27) Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ 1) Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν : Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε [3]

ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β. Ἡ τὸν ἀχώρητον Θεὸν ἐν γαστρὶ χωρήσασα, Ἄξιόν ἐστι μεγαλύνεσθαι ὑπ Ἀγγέλων καὶ ἀνθρώπων, ἐν Ἐκκλησίᾳ λαοῦ μετὰ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, διὸ βοῶμέν Σοι Παναγία Μητροπάρθενε καὶ ὑπερένδοξε, ἐξ ἧς Χριστὸς σάρκα περιέθετο, Κεχαριτωμένη Χαῖρε ἡ μόνη ἐν γυναιξὶν εὐλογημένη. Ἀπόστιχα. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, σάρκα Αὐτῷ ἐκ τῆς σαρκός Σου δανείσασα, τοῦ Πνεύματος ἐπελεύσει καὶ τῇ δυνάμει Θεοῦ, ὅ τε ὑπὲρ φύσιν ἐνηνθρώπησε, σεπταῖς δὲ ἀγκάλαις Σου, τὸν Σωτῆρα ἐβάστασας, ὡς θεῖον βρέφος, καὶ σῷ γάλακτι ἔθρεψας, τὸν Θεάνθρωπον, ἐν σαρκὶ νηπιάσαντα, ὅθεν Σε μακαρίζουσιν, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν ἀνθρώπων τὸ γένος, ὡς ἀληθῶς Ἄξιόν ἐστι, πρεσβείαις Σου Μῆτερ, καὶ ἡμεῖς ἐνθέου δόξης ἀξιωθείημεν. Στ.: Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. [4]

Χαίρει, ὁ οὐρανὸς καὶ ἡ γῆ, δόξαν Θεοῦ διὰ παντὸς διηγούμενοι, καὶ Ἄγγελοι σὺν ἀνθρώποις, τὴν εὐδοκίαν Θεοῦ, ἀνομολογοῦσι καὶ θαυμάζουσι, δι ἧς τὸ ἀνθρώπινον, ἐν Χριστῷ Ὃν ἐγέννησας, ἀπελυτρώθη, Παναγία Θεόνυμφε, ἐκδεχόμενον, Βασιλείαν οὐράνιον, ὅθεν ὡς Ἄξιόν ἐστιν, ἀεὶ μακαρίζομεν, καὶ ἀνυμνοῦμέν Σε Μῆτερ, τιμιωτέρα τῶν Χερουβίμ, εὐχαῖς Σου ἁγίαις, καὶ ἡμεῖς ἀξιωθείημεν τῆς λυτρώσεως. Στ.: Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν τοῦ βασιλέως. Ἆρον Σοῦ τὴν φωνὴν ἀληθῶς, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀναμέλπουσα, τὸν ὕμνον τῇ Θεοτόκῳ τῇ παναχράντῳ Μητρί, Χριστοῦ τοῦ Σωτῆρος Ὃν ἀπέστειλε, Πατὴρ ὁ οὐράνιος, συνεργίᾳ τοῦ Πνεύματος, σῶσαι τὸν κόσμον, ἁμαρτίαις ὑπεύθυνον, καὶ εἰς κόλασιν, αἰωνίαν φερόμενον, ὅθεν Σε Ἄξιόν ἐστιν, ἀεὶ μακαρίζεσθαι, καὶ ἀνυμνεῖσθαι ἐν δόξῃ, ὡς Πλατυτέρα τῶν Οὐρανῶν, Αὐτῆς ταῖς πρεσβείαις καὶ ἡμεῖς, τοῦ Παραδείσου ἀξιωθείημεν. Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ. Ἔσχηκεν ἡ θειοτάτη Σου ψυχὴ πανάχραντε Δέσποινα, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ὅτι ὁ Υἱός Σου καὶ Θεὸς παραλαβὼν αὐτήν, συνεκάθισε παρὰ τὸν θρόνον τῆς Αὐτοῦ Θεότητος, ὡς γὰρ ζωῆς μητέρα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, Ἄγγελοι δὲ ὑπεδέξαντο, Κυρίαν Σε αὐτῶν ὁμολογοῦντες, καὶ ἀναμέλποντες Ἄξιόν ἐστιν ὡς ἀληθῶς, Θεοτόκε μακαρίζειν Σε εἰς τοὺς αἰῶνας. Νῦν ἀπολύεις. Τρισάγιον. [5]

Ἀπολυτίκια. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ Σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. ᾯ Ἄξιόν ἐστι ψάλλειν δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς. Δόξα. Ἦχος δ. Ταχὺ προκατάλαβε. ᾨδήν Σου μιμούμενοι ἀγαλλιῶμεν φαιδρῶς, καὶ Σὲ μεγαλύνομεν Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡμεῖς οἱ ἀνάξιοι, ὅθεν σὺν τῷ Ἀγγέλῳ, Θεοτόκιον ὕμνον, ψάλλομεν ἐκ βαθέων, μακαρίζειν μαθόντες, ὡς Ἄξιόν ἐστι ἀειμακάριστε. Καὶ νῦν. Ἦχος δ. Ταχὺ προκατάλαβε. (Τὸ παλαιό.) Πατέρων ἀθροίσθητε, πᾶσα τοῦ Ἄθω πληθύς, πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ, τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ Ἀγγέλου, παραδόξως ὑμνεῖται διὸ ὡς Θεοτόκον ἀεὶ ταύτην δοξάζομεν. Ἀπόλυσις. [6]

ΟΡΘΡΟΣ Μετὰ τὴν α στιχολογίαν, κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἀπὸ καρδίας μου, λόγον ἐρεύξομαι, ἵνα ὑμνήσω Σε, τὴν ἀειπάρθενον, τοῦ Βασιλέως ἐκλεκτὴν τῷ κάλλει διαλάμπουσαν, ἄκουσον δὲ Θύγατερ, κλῖνον οὖς Σου εὐήκοον, ὅτι Ἄξιόν ἐστι μακαρίζειν καὶ ψάλλειν Σοι Μεγάλη Σου ἡ δόξα Παρθένε, Χαῖρε ἡ Κεχαριτωμένη. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὴν β στιχολογίαν, κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐν ἀγκάλαις τῆς Μητρός, Υἱὸς Θεοῦ ὁ σαρκωθείς, προσηνέχθη τῷ Ναῷ, καθάπερ οἴκῳ τοῦ Πατρός, καὶ Συμεὼν ὑπεδέξατο ὁ πρεσβύτης, στέργειν τελευτᾶν, ἑωρακὼς τὸν Χριστόν, ὡς ἦν αὐτῷ γνωστὸν ὑπὸ τοῦ Πνεύματος, χρηματισμὸν ὡς ἔλαβε μηνῦσαι, πτῶσιν πολλῶν καὶ Ἀνάστασιν, δόξα Κυρίου, φῶς ἐν τῷ κόσμῳ, ἐφάνη ὡς Ἄξιόν ἐστι. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος. Τοῦ Ἀγγέλου τῷ ῥήματι πειθαρχήσαντες, ἐν τῷ τόπῳ τοῦ ᾌδειν αὐτοῖς λαλήσαντος, οἱ ἐν τῷ Ὄρει τῷ Ἁγίῳ μονάζοντες, καὶ ὡς Ἄξιόν ἐστι τὴν Θεοτόκον οἱ πιστοί, διδάξαντος μακαρίζειν, Τιμιωτέραν εἰδότες, τῶν Χερουβὶμ ἐμεγάλυνον. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. [7]

Οἱ ἀναβαθμοί, τὸ α ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α 39-49, 56) Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Ὁ Ν ψαλμός. Δόξα: Ταῖς τῆς Θεοτόκου... Και νῦν: Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος β. Στ: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... [8]

Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου Κύριε, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, καὶ ὑπὲρ λαοῦ πρεσβεύουσα ἡμαρτηκότος καὶ ἀπεγνωσμένου. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος Εὐλογημένη Σὺ ἐν γυναιξίν, Ἄξιόν ἐστι μακαρίζειν Σε τὴν Θεοτόκον, τῇ σεπτῇ Σου Εἰκόνι προσπίπτοντες. Εἶτα ὁ Μικρὸς Παρακλητικός Κανὼν τῆς Θεοτόκου, καὶ τῆς Ἑορτῆς, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Ποιητῇ τῶν αἰώνων. Νικοδήμου Μ(ητροπολίτου) Π(ατρῶν) ᾨδὴ α. Ὑγρὰν διοδεύσας. Ἀξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου Παναγία Μήτηρ Θεοῦ, ἀλλ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν. Ξένον τὸ μυστήριον τὸ ἐν Σοί, Μῆτερ καὶ Παρθένε ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος. Ἵλεον γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε καὶ προστρέχω ταῖς Σαῖς εὐχαῖς, Σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ ἐλπίδα εἰς Σὲ ἀνατίθημι. Ὁ πάντων Δεσπότης καὶ πλαστουργός, θείᾳ εὐδοκίᾳ ὁ σκηνώσας ἐν Σῇ γαστρί, ἄξιόν ἐστιν Σοι δι Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν. ᾨδὴ γ. Οὐρανίας ἀψίδος. [9]

Ναὸς ἔμψυχος οὖσα τοῦ ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων. Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσιν ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν, Σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε νῦν τὴν ζωὴν ἡμῶν. Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν Σὲ ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν δωρεῶν Σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν. Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου Σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου Κάθισμα. Ἦχος β. Πρεσβείαις ταῖς Σαῖς προσφεύγοντες πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ἱκετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους Σου ἀξίωσον, τοὺς ἐν Σοὶ πεποιθότας ἐκ πίστεως. Νέαν κτίσιν εἰσήνεγκεν, κόσμῳ ὁ Υἱός Σου Παρθένε ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δὸς ἡμῖν σωτήριον. [10]

Ὢ πανύμνητε πρόσδεξαι, ὕμνον Σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζειν Σε, τὴν τιμιωτέρα τῶν Χερουβίμ. Σκέπην Σὴν ἐφαπλώσασα, ἐπὶ τὰ Σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους Σου. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου Σου, συνέλαβες ἀφράστως ἐν Σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα. Ἄξιόν ἐστιν, τὴν τεκοῦσαν τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένην τιμᾶν Σε ὡς Θεομήτορα. Κάλλους Σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς Σου ἡμῶν ἐπακούουσα. Ἄγγελος Θεοῦ, παρεστὼς εὐηγγελίσατο, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, Σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν. ᾨδὴ στ. Τὴν δέησιν. Ῥυόμενος, ἐκ φθορᾶς καὶ πτώσεων, ὁ Υἱός Σου Θεοτόκε Παρθένε, τοῖς Σοῖς ἱκέταις ὁ δοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς Σὲ μεσίτριαν θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον. Ἱλάσθητι, πανοικτίρμον Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι Σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας ἀχράντου Ἣν ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένην εὑρεῖν Σε εὐήκοον. [11]

Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ Σῇ Σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν Σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα. Ἐνώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν Σοὶ προσφευγόντων, καὶ τῶν πενήτων Σου μὴ ἐπιλάθη, Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί Σου. Κοντάκιον. Ἦχος γ. Ἠ Παρθένος σήμερον. Ἑορτίως σήμερον, τῇ Θεοτόκῳ τὸν ὕμνον, τοῦ Ἀγγέλου ᾄσωμεν, θερμῶς Αὐτῇ ἐκβοῶντες Ἄξιόν ἐστιν ἀπαύστως, Σὲ μακαρίζειν, ἄχραντε ἀειμακάριστε, καὶ δοξάζειν, τὸν πανάγιόν Σου Τόκον, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. Ὁ Οἶκος. Ἄγγελος οὐρανόθεν, μοναχῶν ἐπεφάνη, διδάξαι Θεοτόκιον ὕμνον, καὶ ἐν τῷ τόπῳ ᾌδειν παρεστώς, ὑφηγεῖται εὔηχον ᾠδήν. ἐγκώμιον θεόλεκτον προσάδων τῇ Ἀειπαρθένῳ Χαῖρε, ὅτι ἄξιόν ἐστι ἀνυμνεῖν Σε χαῖρε, ἣν ἀληθῶς μακαρίζειν προσήκει. Χαῖρε, ἡ ἀειμακάριστος Μήτηρ οὖσα τοῦ Θεοῦ χαῖρε, ὅτι παναμώμητος ἐκηρύχθης τοῦ Θεοῦ. Χαῖρε, ὅτι τιμιωτέρα τῶν Χερουβὶμ ἀνεδείχθης χαῖρε, ὅτι ἐνδοξοτέρα τῶν Σεραφὶμ ἐγνωρίσθης. [12]

Χαῖρε, ἡ ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσα χαῖρε, ἡ πνευματοφόρως ἐν γαστρὶ συλλαβοῦσα. Χαῖρε, ὅτι δυνάμεως τοῦ Ὑψίστου ἐπλήσθης χαῖρε, ὅτι τῇ χάριτι Παρακλήτου ἐστέφθης. Χαῖρε, ὅτι τὰ οὐράνια ἐπαγάλλονται ἐν Σοί χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε Νύμφη Ἀνύμφευτε. Συναξάριον Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησιν τελοῦμεν τῆς ἐν Ἁγίῳ Ὄρει, ἐν τοποθεσίᾳ τῇ καλουμένῃ ᾌδειν ἀγγελικῆς παρουσίας καὶ διδαχῆς τοῦ προϋμνίου Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν τὴν Θεοτόκον, προτασσομένου τῆς ᾨδῆς Τὴν τιμιωτέρα τῶν Χερουβίμ. Ἄξιόν ἐστιν, Ἄγγελος ὑφηγεῖται, Σεπτὴν Μητρόθεον Μαριὰμ μεγαλύνειν. Ἐνδεκάτῃ Ἄγγελος ὑμνολόγος παρέστη Θεοτοκίον προσθῆναι. Εἰς τὴν πρωτεύουσαν τοῦ Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῇ άριστερᾷ ὄχθῃ τοῦ κατιόντος χειμάρρου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου Ἀνδρέου, εἰς τὰ ὅρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ ὁποῖος ἔχει κελλία διάφορα. Εἰς ἕνα τῶν κελλίων τούτων ἐπ ὀνόματι τιμώμενον τῆς Κοιμήσεως τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος ἐνάρετος μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ [13]

γίνεται ἀγρυπνία καθ ἑκάστην Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου λοιπὸν τῆς 10 ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς τὴν ἀγρυπνίαν μόνος, λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον, ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ οὕτως εἰπών, ἀπῆλθε. Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ κελλίου ὁ δὲ ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις μοναχός, ἄγνωστος εἰς αὐτόν ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν τὴν νύκτα ἐκείνην εἰς τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ τὴν καθορισμένην ἀκολουθίαν καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν ὑποτακτικὸς ἔψαλλε μόνον τὴν Τιμιωτέραν τῶν Χερουβίμ καὶ καθ ἑξῆς ἕως τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμᾶ τοῦ Ποιητοῦ ὁ δὲ ξένος ἐκεῖνος μοναχός, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ περισσῆς εὐλαβείας καὶ φόβου, ἔκαμεν ἀρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ φωνῇ οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός, λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν τιμιωτέραν ψάλλομεν, τὸ δὲ Ἄξιόν ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ πρότεροι ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν θαυμαστὸν τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ ἀποκριθείς: φέρε μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος ἀντέφη: Δὲν ἔχω οὔτε μελάνι, οὔτε χαρτί. Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν λοιπόν, προσεκόμισεν πλάκα τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ ξένος, ὦ τοῦ παραδόξου θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς τὸν ῥηθέντα ὕμνον τοῦ Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα ἐχαράχθησαν ἐπάνω εἰς τὴν σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος. Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς συνάξεως, ἀκούσαντες ὑπ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν, ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα, καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ [14]

Πρωτάτου. Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα. Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος, Μιμούμενός σε, σταυρικὸν φέρει πάθος. Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει, Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται. Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους, Εὑρὼν συνάθλους πέμπτος αὐτὸς εὑρέθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν Βάσῃ ἀσκήσαντος. Ὄφιν νεκρώσας δι ἀσκήσεων πόνων, Εὗρες βραβεῖα βίον φθαρτὸν ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ζαφείριος, ἐν ἔτει 1821, ἐν Θεσσαλονίκῃ, τελειοῦται. [15]

Χριστοῦ κηρύξας θεότητα γενναίως, Μαρτύρων εὗρες Ζαφείριε, τὴν δόξα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, ἱερέως τῆς ὀρθοδόξου ἱεραποστολῆς ἐν Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ πρεσβυτέρας Τατιανής, τῶν υἱῶν αὐτοῦ Ἰωάννου καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ- Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης Τσού, καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900 μ. Χ. Ὡς ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ, δόξης δοχεῖα ἡ σποδὸς ἡμῶν ὤφθη, τράπεζα σινικοῖς Χριστοῦ, σκεύεσιν κοσμηθεῖσα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ ἰατροῦ. Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης, καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν ποταμῷ Βετολοῦγκα, τοῦ Ῥώσσου. [16]

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἱερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα Σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ Σου, ἀσπαζόμενοι ψάλλομεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ Σοῦ σαρκωθέντος θείῳ βουλήματι, Παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει Ὃν ψάλλομεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σὸν ναὸν περιέπει τῶν πιστῶν Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων, ἔνθα ὕμνον ἐξάδομεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν τῷ θείῳ ναῷ Σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ Σὲ μακαρίζειν, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾯ προσάδομεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Τὸν Βασιλέα. Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, Ἣν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν Σε Παναγία Παρθένε, Μητέραν Θεοτόκον, γινώσκειν εἰς αἰῶνας. [17]

Τιμιωτέρα, τῶν Χερουβὶμ ἀνυψώθης, Σεραφὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ὀ Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ Σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν Σὴν βοήθειαν. Κλέος τῶν ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, Σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν. Οἰκτίρμονα Υἱόν Σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ θείῳ Πνεύματι, Σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες. Ναμάτων Σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει Σὲ μεγαλύνωμεν. Ἐξαποστειλάρια. Ὀ οὐρανὸν τοῖς ἄστροις. Πρὸς Μαριὰμ ἀπεστάλη, παρὰ Θεοῦ ὁ Γαβριήλ, εὐαγγελίσασθαι ταύτῃ, ὡς εὗρε χάριν παρ Αὐτῷ, κυοφορῆσαι ἀφράστως, Χριστὸν Σωτῆρα τοῦ κόσμου. Ἰδοὺ ἡ δούλη Κυρίου, ἀποκριθεῖσα ἡ ἁγνή, κατὰ τὸ ῥῆμά Σου ἔφη, ὡς ἀληθῶς γένοιτό μοι, νικᾷ δὲ φύσεως τάξιν, ἡ ἄχραντος Θεοτόκος. [18]

Αἶνοι. Ἦχος δ. Ἔδωκας σημείωσιν. Ἔχοντες μεσίτριαν, τὴν Παναγίαν Μητέρα Σου, ὑπερύμνητε Κύριε, Θεόλεκτον Ἄνασσαν, Δέσποιναν τοῦ κόσμου, Σοὶ παρεστηκυῖαν καὶ αἰτουμένη δι ἡμᾶς, τὴν θείαν χάριν καὶ μέγα ἔλεος, Αὐτὴν ἀεὶ δοξάζομεν, καὶ εὐλαβῶς μακαρίζομεν, παναμώμητον ἄχραντον, τῶν ψυχῶν ἡμῶν πρέσβειραν. Ἄσπιλε ἀμόλυντε, ἄφθορε ἄχραντε Δέσποινα, Θεοτόκε πανύμνητε, ἑόρτιον πρόσδεξαι, παρ ἡμῶν τὸν ὕμνον, ἄξιόν ἐστιν Σοι ὡς ἀληθῶς Θεοῦ Μητρί, τὸ μεγαλύνειν καὶ μακαρίζειν Σε, διὸ ἀεὶ δοξάζομεν, καὶ ἱκεσίαν ποιούμεθα, Σαῖς πρεσβείαις πρὸς Κύριον, τῶν Σῶν δούλων μνημόνευε. Ἔδωκας Φιλάνθρωπε, τοῖς Σοῖς οἰκέταις βοήθειαν, ἐν ἀνάγκαις καὶ θλίψεσιν, Μητέρα Θεόνυμφον, Σοῦ τοῦ σαρκωθέντος, Θεοῦ τοῦ Ὑψίστου, εἰς ἀναγέννησιν βροτῶν, καὶ ἀπολύτρωσιν τῇ Σῇ χάριτι, Αὐτὴν ἀεὶ δοξάζομεν, ὡς ἀληθῶς μακαρίζοντες, καὶ πιστῶς προσκυνοῦμέν Σε, τὸν Σωτῆρα καὶ Κύριον. Ἄξιον καὶ δίκαιον, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τῶν Ἀγγέλων τὰ τάγματα, ἀνθρώπων συστήματα καὶ πᾶσα ἡ κτίσις, ὕμνον Σοι προσφέρειν, τὴν πλατυτέρα οὐρανῶν, καὶ Θεοῦ Λόγου Μητρὶ πανάχραντε, διὸ ἐν ἐκκλησίᾳ Σε, ἀξιοχρεώς δοξάζομεν, ἐπὶ Σοὶ χαίρειν ψάλλοντες, Ὀρθοδόξων τὸ πλήρωμα. Δόξα. Καὶ νῦν. Ἦχος πλ. β. [19]

Σήμερον ἐπέλαμψεν ἡμέρα εὐφρόσυνος, ἐπὶ λαμπρᾷ Συνάξει τῆς Παναγίας Παρθένου, Ἄγγελος γὰρ ἐξ οὐρανοῦ, ἐν φερωνύμῳ τόπῳ ἐπιστάς, ὕμνον Αὐτῇ καινὸν ᾌδειν ἐξηρεύξατο Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε, τὴν ἀειμακάριστον καὶ παναμώμητον Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ἣν καὶ ἡμεῖς, Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέραν γινώσκοντες, λόγον ἀγαθὸν προσειπόντες, μεγαλύνομεν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάρια. Ἄξιόν ἐστίν Σοι ὡς ἀληθῶς, ἄχραντε Παρθένε Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν Σου, ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν, ἐν ὥραις θλίψεων. Παράκλησιν δέξαι ὡς ἀγαθή, Μῆτερ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν Σοι φιλανθρωπεύεσθαι. [20]