τὴν παστάδα µόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Μετὰ τὴν γ' Στιχολ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Δ ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ(2017) 19 MAPTIOY 2017 ΚΥΡΙΑΚΗ Γ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

23 ΜΑΡΤΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

ἐµπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόµησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόµενος ὀρθῶς, φοβεῖτα

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

18 ΜΑΡΤΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Εισαγωγή στη Φιλοσοφία

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΖΩΝΗΣ

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

7 ΑΠΡΙΛΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (ΤΜΕ, 21 Μαΐου 9, καὶ 8 Μαΐου 13 15) * * * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

νεν η µιν ευ λο γη µε νος ο ερ χο ο µε νος εν ο νο µα τι Κυ ρι ι ι ου

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

17 ΜΑΡΤΙΟΥ Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ) Ἦχος α Ἑωθιμὸμ Θ. ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καί σεπτῶν Εἰκόνων

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

Transcript:

Τῌ ΑΥΤῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ Στιχηρὰ Ἦχος πλ. δ' Κύριε, εἰ καὶ κριτηρίῳ ΤΟ ΑΚΟΥΤΕ Κύριε, ὁ ἐπὶ Σταυροῦ ἑκουσίως, ὑφαπλώσας τὰς παλάµας σου, τοῦτον κατανύξει καρδίας, προσκυνεῖν ἡµᾶς ἀξίωσον, λελαµπρυσµένους καλῶς, νηστείαις καὶ δεήσεσι, καὶ ἐγκρατείᾳ, καὶ εὐποιΐᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Κύριε, τῶν ἁµαρτιῶν µου τὰ πλήθη, κατὰ τὸ πλῆθος ἐξάλειψον, τῶν σῶν οἰκτιρµῶν Πανοικτίρµον, καὶ τὸν Σταυρόν σου ἀξίωσον, ἐν καθαρᾷ τῇ ψυχῇ, καὶ βλέπειν καὶ προσπτύσσεσθαι, ἐν τῇ παρούσῃ τῆς ἐγκρατείας, Ἑβδοµάδι ὡς φιλάνθρωπος. Ἕτερον Προσόµοιον Ποίηµα Θεοδώρου Ἦχος γ' Μέγιστον θαῦµα ΤΟ ΑΚΟΥΤΕ Μέγιστον θαῦµα! τὸ Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστὸς σαρκὶ ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσµος καὶ φωτιζόµενος ἀνακράζει Ὢ τοῦ Σταυροῦ τῇ δυνάµει! καὶ θεωρούµενος δαίµονας καίει, καὶ ἐκτυπούµενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τὸ ἄχραντον Ξύλον, τιµῶ καὶ προσκυνῶ ἐν φόβῳ, καὶ Θεὸν δοξάζω, τὸν διὰ σοῦ µοι χαριζόµενον, ζωὴν τὴν ἀτελεύτητον. Καὶ τοῦ Μηναίου, Προσόµοια γ', όξα... Προκείµενον Ἦχος πλ. δ' Ἔδωκας κληρονοµίαν τοῖς φοβουµένοις τὸ Ὄνοµά σου, Κύριε. Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. Στίχ. Σκεπασθήσοµαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Ἀπόστιχα Ἰδιόµελον Ἦχος πλ. δ' Ἀτενίσαι τὸ ὄµµα εἰς οὐρανόν, οὐ τολµῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν µου πράξεων, ἀλλ' ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι Ὁ Θεός, ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαι µε, ὡς µόνος εὔσπλαγχνος. ( ίς) Μαρτυρικὸν Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡµῶν δεόµεθα. όξα... Τὰ οὐράνια ὑµνεῖ σε κεχαριτωµένη, Μῆτερ ἀνύµφευτε, καὶ ἡµεῖς δοξολογοῦµεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Τῌ ΕΥΤΕΡᾼ ΤΗΣ ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ δὲ τὴν β' Στιχολογίαν Καθίσµατα Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ Τὸ πάνσεπτον πιστοί, προσκυνήσωµεν Ξύλον, ἐν ᾧ ὁ Ποιητής, τῶν ἁπάντων ὑψώθη, πρόκειται ἁγιάζον, τοὺς προσιόντας ψυχῇ καὶ σώµατι, ῥύπον ἀποκαθαῖρον, τῆς ἁµαρτίας τῶν νηστευόντων πιστῶς, καὶ ἀνυµνούντων πάντοτε Χριστόν, τὸν µόνον εὐεργέτην. όξα... Τὸ αὐτὸ Ὁ Λόγος τοῦ Πατρός, ἐπὶ τῆς γῆς κατῆλθε, καὶ Ἄγγελος φωτός, τῇ Θεοτόκῳ ἐβόα Χαῖρε εὐλογηµένη, ἡ

τὴν παστάδα µόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Μετὰ τὴν γ' Στιχολογίαν Καθίσµατα Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ Μεσοπονήσαντες, νῦν τὴν ἐγκράτειαν, καὶ εἰς προσκύνησιν, Χριστέ µου φθάσαντες, τοῦ ζωηφόρου σου Σταυροῦ, προσπίπτοντες βοῶµέν σοι Μέγας εἶ Φιλάνθρωπε, καὶ µεγάλα τὰ ἔργα σου, ὅτι ἐφανέρωσας τὸν Σταυρόν σου τὸν τίµιον, ὃν φόβῳ προσκυνοῦντες κραυγάζοµεν όξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου. όξα... Τὸ αὐτὸ Ὡς ἀγεώργητος Παρθένε ἄµπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡµῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώµατα ὅθεν ὡς αἰτίαν σε τῶν καλῶν µακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶµέν σοι Χαῖρε ἡ Κεχαριτωµένη. ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρµατηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ Ἡ φωτοφόρος τοῦ Σταυροῦ προσκύνησις, πᾶσιν ἐπέφανεν, ἡλιακὴν αἴγλην, σωτηρίας πέµπουσα, καὶ πάντας καταυγάζουσα, τοὺς παθῶν ἀµαυρώσει, κεκρατηµένους, συνδράµωµεν, τοῦτον καθαρῶς κατασπάσασθαι. Τῇ τῆς νηστείας καθαρθέντες χάριτι, καθαρωτάτῳ νοΐ, τῷ καθαρῷ µόνῳ, δεῦτε ἐκβοήσωµεν, φωνὴν εὐχαριστήριον Σὺ τὸ Αἷµά σου Λόγε, ὑπὲρ ἡµῶν πάντων δέδωκας, σὺ καὶ τῷ Σταυρῷ ἁγιάζεις ἡµᾶς. Συµποδισθεὶς ταῖς προσβολαῖς τοῦ ὄφεως, τραῦµα ἐξαίσιον, διαπαντὸς κεῖµαι, Σῶτερ ὁ τὴν ἔκπτωσιν, τῶν πρωτοπλάστων πάθει σου, τοῦ Σταυροῦ ἀνορθώσας, ἀνόρθωσον, καὶ ὁδήγησον, σοῦ πρὸς θεληµάτων ἐκπλήρωσιν. Παρισταµένη τῷ Σταυρῷ σου Κύριε, ἡ, Ἀπειρόγαµος, καὶ τὰς ἐν σοὶ τρώσεις, καθορῶσα έσποτα, τιτρωσκοµένη ἔλεγεν Οἴµοι τέκνον! ὠδῖνας, ἀποφυγοῦσα τῷ τόκῳ σου, νῦν ὀδυνηρῶς κατατρύχοµαι. Ἕτερον Ποίηµα τοῦ κυρίου Θεοδώρου Ἦχος γ' ᾌσωµεν τῷ Κυρίῳ τῷ ποιήσαντι ΤΟ ΑΚΟΥΤΕ Ἑβδοµὰς ἁγία, καὶ φωσφόρος αὕτη, τὸν Σταυρὸν τὸν τίµιον, προτιθεµένη Κόσµῳ, δεῦτε ἀσπασώµεθα, φόβῳ τε καὶ πόθῳ, τὰς ψυχὰς φωτιζόµενοι, τὸν ἐν αὐτῷ παγέντα Χριστόν, ἐν ᾄσµασι δοξάζοντες. Τὸν Σταυρόν σου πάντες, προσκυνοῦµεν Χριστέ, προποµπὴν ποιούµενοι, τῆς Ἀναστάσεώς σου, ὑµνοῦµεν τοὺς ἥλους σου, τιµῶµεν καὶ τὴν λόγχην σου, τὰ χείλη καὶ τὰ ὄµµατα, ψυχῆς τε καὶ τοῦ σώµατος, ἐν τούτοις ἁγνιζόµενοι. όξα... Τριὰς ἡ ἐν Μονάδι, οὐσίας ὑµνουµένη, Πάτερ Υἱὲ σὺν Πνεύµατι, τῷ ὑπερπαναγίῳ, ἄναρχε ἀΐδιε, ἄκτιστε Θεότης, ἡ τοῦ φωτὸς πηγὴ καὶ ζωή. Σὲ προσκυνοῦµεν πάντες βροτοί, τὴν τὸ πᾶν οὐσιώσασαν. Ὑµνοῦµέν σε Παρθένε, Θεοτόκε ἁγνή, Χερουβικὸν ὄχηµα, ἐξ ἧς Θεὸς ἐτέχθη σὺ γὰρ µόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόµενοι, ἰάµατα λαµβάνοµεν. Τεσσαράκοντα νηστειῶν σταδίου, µέσον διϊππεύοντες, δεῦτε τῇ διαθέσει, Χριστῷ συναπίωµεν, πρὸς τὸ θεῖον Πάθος, ἵνα συσταυρωθέντες αὐτῷ, κοινωνοὶ γενώµεθα, τῆς αὐτοῦ Ἀναστάσεως. «ᾌσωµεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυµαστὰ τέρατα ἐν Ἐρυθρᾷ θαλάσσῃ πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραὴλ αὐτῷ µόνῳ ᾄσωµεν, ὅτι δεδόξασται». ᾨδὴ η'

Ἑπταπλασίως κάµινον ΤΟ ΑΚΟΥΤΕ Τὸν ἰοβόλοις πάθεσι, καὶ ψυχήν, καὶ διάνοιαν, τετραυµατισµένην κεκτηµένον Κύριε, ἐλέησον οἴκτειρον, τῷ σῷ Σταυρῷ θωράκισον, καὶ ταῖς ἐκ πλευρᾶς σου κενωθείσαις ῥανίσι, προθύµως ἵνα µέλπω Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐπὶ τοῦ ὄρους πάλαι σε, Μωϋσῆς προετύπωσε, χεῖρας ἀνυψῶν, καὶ Ἀµαλὴκ τροπούµενος, Σταυρὲ πανσεβάσµιε, ὃν προσκυνοῦντες σήµερον, τρέποµεν δαιµόνων τὰ ἀλλόφυλα στίφη, καὶ πίστει µελῳδοῦµεν Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὑπὸ παθῶν κλονούµενον, ὑπ' ἐχθρῶν σκελιζόµενον, ὑπὸ συνηθείας πονηρᾶς ἑλκόµενον, οἰκτείρησον Εὔσπλαγχνε, τῷ σῷ Σταυρῷ θωράκισον, ὅπως µελῳδῶ ἐν ἀκλονήτῳ καρδίᾳ Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυµνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὀδυνηρῶς στενάζουσα, µητρικῶς ὁλολύζουσα, καὶ τὴν ἐκ σῶν σπλάγχνων, συνοχὴν µὴ φέρουσα, Σταυρῷ, ἐνητένιζες, τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρός, Τέκνον, ἐκβοῶσα τί τὸ ὅραµα τοῦτο, πῶς πάσχεις ὁ τῇ φύσει, ἀπαθής; πάντων, θέλων, τὸ γένος τῶν ἀνθρώπων, φθορᾶς ἐλευθερῶσαι. Εἱρµὸς ἄλλος Τὸν ὑπ' Ἀγγέλων ΤΟ ΑΚΟΥΤΕ Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώµενοι, φόβῳ καὶ πίστει ἀδελφοί, προσελθόντες προσκυνήσωµεν, αὐτῷ ἀναβοῶντες Σὺ τὴν ζωὴν ἐξήνθησας, τοῖς βροτοῖς φωτοφόρε. Τροπαιοφόρον ἐν πολέµοις, Οὐρανός σε καθυπέδειξε, ζωοποιὲ ἡµῶν Σταυρέ, Βασιλέων ὅπλον ἄµαχον, ἐχθρῶν ὁ καθαιρέτης, Ἐκκλησιῶν τὸ κέρας, καὶ τῶν πιστῶν σωτηρία. Εὐλογοῦµεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦµα Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦµα ἅγιον ὑµνῶ, Ὁµοούσιον. Τριάδα ἁπλήν, Θεὸν ἕκαστον τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ Ἡλίου ἑνὸς προϊόντα. Χαῖρε πύλη ἀδιόδευτε, χαῖρε βάτε ἀκατάφλεκτε, χαῖρε ἡ στάµνος ἡ χρυσῆ, χαῖρε ὄρος ἀλατόµητον, χαῖρε Θεοτόκε ἐλπὶς ἀρραγής, καὶ τεῖχος τῶν ἐπὶ σοὶ πεποιθότων. Τὴν Νηστείαν ἐκµεσάσαντες, εὐθαρσήσωµεν τῷ πνεύµατι, πρὸς τὸ ἑξῆς νεανικῶς, εὐδροµοῦντες σὺν Θεῷ ἀδελφοί, ὅπως καὶ τὸ Πάσχα περιχαρῶς ὀψώµεθα, τοῦ Χριστοῦ ἀναστάντος. Αἰνοῦµεν, εὐλογοῦµεν, καὶ προσκυνοῦµεν... «Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν Ὑψίστοις δοξαζόµενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ, καὶ ὄρη, καὶ βουνοί, καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων ὕµνοις αὐτόν ὡς Κτίστην καὶ Ποιητήν, εὐλογεῖτε ὑµνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». ᾨδὴ θ' Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ Ἐγγόνους πάλαι Ἰακώβ, εὐλογῶν προδιετύπου τρανώτατα, Σταυρὸν τὸν τίµιον, δι' οὗ Οἰκτίρµον, ἡµᾶς εὐλόγησον, ἁγιασµοῦ παρεκτικήν, χάριν παρεχόµενος, τοῖς προσκυνοῦσιν αὐτόν, καὶ τῶν πάντων Λυτρωτήν σε δοξάζουσι. Νηστείας ὕδατι πιστοί, καθαρθέντες καὶ ψυχὴν καὶ διάνοιαν, τὸ ζωοδώρητον, καὶ θεῖον Ξύλον, περιπτυξώµεθα, πρόκειται πᾶσιν ἐµφανῶς, βρύον θείαν ἄφεσιν, καὶ φῶς οὐράνιον, καὶ ζωὴν καὶ ἀληθῆ ἀγαλλίασιν. Κριτήν σε οἶδα φοβερόν, ἐλευσόµενον ἐν δόξῃ Θεότητος, πάντων τὰ κρύφια, ἐλέγχειν τότε, µέλλοντα Κύριε διό σοι κράζω Ἀγαθέ Ἥµαρτον συγχώρησον, µὴ θριαµβεύσῃς µου, τὰ πολλὰ καὶ χαλεπὰ πληµµελήµατα. Τὸν Ἄρνα πάλαι ἡ Ἀµνάς, θεωροῦσα πρὸς σφαγὴν καθελκόµενον, καὶ σκοτιζόµενον, ἡλίου φέγγος, κλαίουσα ἔλεγεν Ἥλιε, δόξης Ἰησοῦ, ἔδυς θανατούµενος, ἀλλὰ ἀνάτειλον, τῆς ἐγέρσεως τὸ φῶς τοῖς ποθοῦσί σε.

Εἱρµὸς ἄλλος Ἐν Σιναίῳ τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ Εἰς τὸν τόπον οἱ πόδες οὗ ἔστησαν, τοῦ εσπότου καὶ Θεοῦ, προσκυνήσωµεν ἅπαντες σήµερον, τὸν σεπτότατον Σταυρόν, ὡς αυῒδ ἀνακράζει, ὁ θεοφωνότατος καὶ γὰρ ὁ ἅπαντα περιέχων δρακί, ἐν τούτῳ βέβηκεν. Οἱ τὴν γῆν κατοικοῦντες προσέλθετε, τῇ νηστείᾳ καθαροί, καὶ προκείµενον βλέποντες σήµερον, τὸν πανσέβαστον Σταυρόν, προσκυνήσατε φόβῳ, καὶ πίστει εὐφραίνεσθε, καὶ συναγάλλεσθε, τὸν ἁγιασµὸν ταῖς ψυχαῖς ἀρυόµενοι. όξα... Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτµητος, ἡ ὑπέρθεος Τριάς, ἑνουµένη τῇ φύσει µερίζεται, τοῖς προσώποις ἰδικῶς µὴ τµωµένη γὰρ τµᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦµα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν. Παιδοτόκον παρθένον τίς ἤκουσε; καὶ µητέρα πλὴν ἀνδρός; Μαριὰµ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε µοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας µου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις. Χαριστήριον αἶνον προσάξωµεν, τῷ Θεῷ πᾶς ὁ λαός, ὅτι βλέποντες νῦν ἀσπαζόµεθα, τὸν πανάγιον Σταυρόν γνῶτε οὖν καὶ ἡττᾶσθε, ἐν τούτῳ οἱ δαίµονες, ἔθνη τὰ βάρβαρα γνῶτε, καὶ ἡττᾶσθε, δι' οὗ µεθ' ἡµῶν ὁ Θεός. «Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, ανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόµητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης αυΐδ». Ἀπόστιχα τῶν Αἴνων Ἦχος πλ. β' Ἀρίστην ὁδὸν ὑψώσεως Χριστέ, τὴν ταπείνωσιν ἔδειξας, σεαυτὸν κενώσας, καὶ µορφὴν δούλου λαβών, τοῦ Φαρισαίου τὴν µεγάλαυχον εὐχὴν µὴ προσιέµενος, τοῦ δὲ Τελώνου τὸν συντετριµµένον στεναγµόν, ὡς ἱερεῖον ἄµωµον, ἐν τοῖς ὑψίστοις προσδεχόµενος διὸ κᾀγὼ βοῶ σοι Ἱλάσθητι ὁ Θεός, Ἱλάσθητι, Σωτήρ µου καὶ σῶσόν µε. ( ίς) Μαρτυρικὸν Κύριε, ἐν τῇ µνήµῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡµᾶς. όξα... Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡµῶν. ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ Τροπάριον τῆς Προφητείας Ἦχος βαρὺς Κύριε µὴ τῷ θυµῷ σου ἐλέγξῃς, λαὸν ἡµαρτηκότα, µηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡµᾶς, ἀγαθὸς ὑπάρχων Σὲ γὰρ δοξάζει πᾶσα ἡ γῆ, καὶ δεόµεθα Φεῖσαι ἡµῶν Ἅγιε. όξα... Καὶ νῦν... Τὸ αὐτὸ Προκείµενον Ἦχος πλ. β' Ψαλµὸς ξα' Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν µου καὶ ἡ δόξα µου. Στίχ. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή µου; Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσµα (Κεφ. Ι ' 24-32) Τάδε λέγει Κύριος Σαβαώθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευµαι, οὕτω µενεῖ,

τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐµῆς, καὶ ἐπὶ τῶν ὀρέων µου, καὶ ἔσονται εἰς καταπάτηµα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤµων ἀφαιρεθήσεται. Αὕτη ἡ βουλή, ἣν βεβούλευται Κύριος ἐφ ὅλην τὴν Οἰκουµένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλή, ἐπὶ πάντα τὰ ἔθνη ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλήν τίς ἀποστρέψει; Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἄχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆµα τοῦτο. Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑµᾶς ἐκ γὰρ σπέρµατος ὄφεως ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετώµενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ, πένητες δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ τὸ σπέρµα σου ἐν λιµῷ, καὶ τὸ κατάλειµµά σου ἀνελεῖ. Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγµέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεµελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Προκείµενον Ἦχος δ' Ψαλµὸς ξβ' Στίχ. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ µου. Ὁ Θεὸς ὁ Θεός µου, πρὸς σὲ ὀρθρίζω.