13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΔΗΣΙΣ. Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται πᾶσα

17 ΔEKEMΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ (ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ)

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Κυριακὴ ΙΑ Λουκᾶ Δανιὴλ τοῦ Στυλίτου, Λουκᾶ τοῦ νέου Στυλίτου, Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν Ἁγίων Προπατόρων. Ἦχος πλ. δ. Ἑωθινὸν Γ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΔΗΣΙΣ. Στίχ. η. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Κ Υ Ρ Ι Α Κ Η Ι Α Τ Ο Υ Λ Ο Υ Κ Α

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁ μοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Ὅτι σὸν τὸ κράτος. ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

15 ΔΕΚΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΚΕ (ΙΑ ΛΟΥΚΑ). «Τῶν ἁγίωνπροπατόρων». Ελευθερίου ἱερομάρτυρος καὶ τῆς μητρὸς αὐτοῦ Ανθίας (β αἰ.) Ηχος πλ.

Transcript:

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΚΗ (ΙΑ ΛΟΥΚΑ) «Τῶν ἁγίων προπατόρων». Εὐστρατίου, Αὑξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου τῶν μαρτύρων (δ αἰ.) Λουκίας μάρτυρος ( 304). Ἦχος γ. Ἑωθινὸν Ϛ. (τυπικὸν Κυριακῆς ἁγίων προπατόρων 1 3). * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος γ. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐ πίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον πρωτότοκος τῶν νεκρῶν ἐγένετο ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τὸ αὐτό. Καὶ νῦν. Τῶν προπατόρων. Ἦχος β. Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ ἐθνῶν δι αὐτῶν, προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπὸς εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡ Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος γ. Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑ αυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾅδης ἐπωδύρετο Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με διὸ καὶ οὓς κατέχω κραυγάζουσι Δόξα Χριστὲ τῇ ἀναστάσει σου. 1

Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀ νερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον μυστήριον σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον, ἀφθαρσίαν ἐνδέδυται διὸ καὶ εὐχαρίστως κραυγάζομεν Δόξα Χριστὲ τῇ ἀναστάσει σου. Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁ μοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι διὸ καὶ εὐχαρίστως βοῶμέν σοι Χαῖρε ἡ Κεχαριτωμένη. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος γ. Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. Οἱ Ἀναβαθμοί. Ἦχος γ. Ἀντίφωνον Α. Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζωὴν ἕλκυσον Λόγε. Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. Καὶ νῦν. 2

Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. Ἀντίφωνον Β. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία οὐσιοῖ πᾶσαν γὰρ κτίσιν αὐτῷ λατρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε, καὶ Λόγῳ. Ἀντίφωνον Γ. Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. Προκείμενον. Ψαλμὸς Ϟε (95). Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς) Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἴπατε ἐν τοῖς ἔθνεσιν... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ϛ Ἐκ τοῦ κατὰ Λουκᾶν (κδ 36 53). Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔ χει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς Ὅτι οὕτω γέγραπται καὶ οὕτως 3

ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτι ῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰ δοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 4

Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, καὶ ὁ α τῶν προπατόρων. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ἦχος γ. Ὁ Εἱρμός. Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν, Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Τροπάρια. Ὁ τὴν γῆν κατακρίνας τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τὴν κατάραν ἔλυσεν, ὅτι δεδόξασται. Νικητὴς τροπαιοῦχος κατὰ θανάτου, ὁ θάνατον δεδυκὼς ἀνεδείχθη παθητὴν σάρκα γὰρ ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀληθῆ Θεοτόκον πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ ἡμᾶς οὐσιώθη, καὶ Θεὸς καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται. Κανὼν τῶν προπατόρων, οὗ ἡ ἀκροστιχίς Πατράσιν αἶνον εἰκότως νῦν εἰσφέρω. Ἰωσήφ. ᾨδὴ α. Ἦχος α. Χριστὸς γεννᾶται. Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ, νῦν ἀπολαύουσιν. Ἀδὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον. Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος τοῦτον δὲ μιαιφόνῳ πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς, ὡς θεῖον Μάρτυρα. Ῥητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν ἰδοὺ γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου οὗ τὸν φρικτόν, τόκον προμηνύει, Ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος. 5

ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με. Τροπάρια. Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε ταπεινῶν ὑψώθη δέ, Χριστὲ τὸ κέρας ἐν τῇ σῇ ἀ ναστάσει. Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕ δωρ ἐκάλυψε τὰς θαλάσσας Φιλάνθρωπε ἀ ναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη. Τῶν Προπατόρων. ᾨδὴ γ. Ἦχος α. Τῷ πρὸ τῶν αἰώνων. ᾌδεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ Ἅγιος εἶ Κύριε. Στόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅ λων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἀπηνέγκατο. Ἱερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀ φθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφυκώς, δοῦλος γνησιώτατος. Νῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐ πανακλινόμενον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡ.. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Ἡ Ὑπακοή. Ἦχος β. Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο ὁ θρῆνος εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο. Ἄγγελος γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον. Ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι. Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος γ. Ἡ παρθένος σήμερον. Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. Ὁ Οἶκος. Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐ πάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταρράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... 6

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον μετὰ τοῦ οἴκου τῶν προπατόρων. Κοντάκιον. Ἦχος β. Αὐτόμελον. Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ ἀ γράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θε ὸν ἐπεκαλεῖσθε Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος. Ὁ Οἶκος. Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ σατὰν ὁ μισῶν ἡμᾶς ἀλλ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐ λεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος. Συναξάριον. Τῇ ΙΓ τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀ ρέστου, ἐν ἔτει τε (305). Στίχ. Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύο, Ἅπαξ δύο κτείνουσι πῦρ τε καὶ ξίφος. Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, τῆς μαρτυρησάσης ἐν ἔτει τδ (304). Στίχ. Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία, Ὡς δ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡ μῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ. Στίχ. Τὸν Ἀρσένιον ἐκμιμούμενος, Πάτερ, Καὶ Ἀρσενίῳ συγχορεύεις ἐν πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄρης ἢ Ἀρές, ὁ σοφός, ὁ ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου μονάσας ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ἄρης ὁ θεῖος οὐκ Ἄρης ἦν ὀργίλος, Πρᾷος δὲ μᾶλλον, καὶ πατεῖ γῆν πραέων. Μνήμη τοῦ ἁγίου νέου Ἱερομάρτυρος Γαβρι ήλ, Ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος αχνθ (1659). Στίχ. Ὑψοῦ κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ, Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Μαρδαρίου, Ρώσου, τοῦ πτωχοῦ, τῆς Λαύρας τῶν σπηλαίων τοῦ Κιέβου κατὰ τὸν ιδ αἰῶνα διαλάμψαντος. Στίχ. Πτωχὸς Μαρδάριος διὰ Χριστὸν κάτω, Σὺν πτωχῷ Λαζάρῳ κατοικεῖ Παραδείσῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δοσιθέου Μητροπολίτου Μολδοβλαχίας, θεοφωτίστου Μεταφραστοῦ ἱερῶν κειμένων εἰς τὴν Ῥουμανικὴν γλῶσσαν ἐν ἔτει αψε (1705) εἰρηνικῶς τελειωθέντος. Στίχ. Θεῷ ἐδόθη ὡς δοτὸς Δοσίθεος ὁ θεῖος, τῆς Μολδαβίας ὁ ποιμήν, Ἀζόρης τε ὁ λύχνος. Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐπιτελοῦμεν πάντων τῶν ἐν Ἀλάσκᾳ Ἁγίων καὶ τῶν πρώτων Μαρτύρων τῆς ἐν Ἀμερικῇ Ὀρθοδόξου Ἐκκλησίας, ἤτοι τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερμανοῦ, πρώτου Ἱεραποστόλου καὶ Φωτιστοῦ τῆς Ἀ λάσκα, Πέτρου τοῦ Ἀλεουτίου τοῦ καὶ πολυάθλου, πρώτου Μάρτυρος τῆς τοπικῆς Ἐκκλησίας, Ἰουβεναλίου τοῦ Ἱερομάρτυρος, Ἰννοκεντίου τοῦ Βενιαμίνωφ, Μητροπολίτου Μόσχας καὶ Φωτιστοῦ πάσης Ἀλάσκας καὶ Σιβηρίας, Ἰωάσαφ, Ἰακώβου καὶ τῶν λοιπῶν, τῶν ἐν τῇ Ἀμερικανικῇ Γῇ ἁγιασθέντων. Στίχ. Σὺν τοῖς Ἀγγέλοις αἴνεσιν προσάξατε Κυρίῳ, πάντες οἱ συνυμνούμενοι Ἅγιοι ἐν Ἀλάσκᾳ. Φωτίσας ζήλῳ Γερμανὸς Ἀλεούτους Φωτὸς πληροῦται σὺν θείοις Ἀποστόλοις. Ἰουβεναλίου διπλόριθμον τὸ στέφος, Ἀποστόλου τε καὶ Μάρτυρος Κυρίου. Πρῶτος ἀθλήσας Ἀμερικῇ ὁ Πέτρος, Τοῦ Ἀρχιμάρτυρος Χριστοῦ βλέπει δόξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐπιτελοῦμεν τῶν τεσσάρων Ὁσίων καὶ Θεοφόρων Πατέρων 7

πρώτων κτιτόρων καὶ Ἐφόρων τῆς Ἱερᾶς καὶ Βασιλικῆς Σταυροπηγιακῆς Μονῆς τῆς Θεοτόκου ἐν τῷ ὄρει τοῦ Μαχαιρᾶ τῆς Κύπρου, ἤ τοι Νεοφύτου, Ἰγνατίου, Προκοπίου καὶ Νείλου Ἐπισκόπου Ταμασοῦ. Στίχ. Δέχου υἱϊκὰ ψελλίσματα πρεπόντως Μονῆς Μαχαιρᾶ ἡ τετράριθμος βάσις. Τρίτῃ τε δεκάτῃ Πατέρας αἰνετέον τέτταρας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῆς ἐπανόδου τῶν ἱερῶν λειψάνων τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Λουκᾶ τοῦ ἐν τῷ Στειρίῳ, ἅτινα κατὰ ταύτην τὴν ἡμέραν, ἐν ἔτει αϡπϛ (1986) ὁ τῆς Θηβῶν καὶ Λεβαδείας ἁ γίας Ἐκκλησίας τότε Ἀρχιποίμην καὶ Πρόεδρος κ. Ἱερώνυμος μετήνεγκεν ἐκ Βενετίας, καὶ τῇ οἰκείᾳ Μονῇ αὖθις ἐναπέθεσε. Στίχ. Χαρᾶς πολλῆς ἔπλησας ἡμᾶς, ὦ Πάτερ, Τῇ τῶν σεπτῶν σου λειψάνων ἐπανόδῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Ἁγίων ἐνδόξων Προπατόρων, διὰ τὸ ἐγγίζειν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Γέννησιν, μνείαν ποιούμεθα τῶν πρὸ τοῦ Νόμου καὶ ἐν Νόμῳ κατὰ σάρκα Προπατόρων Αὐτοῦ, ἐξαιρέτως δὲ τοῦ Πατριάρχου Ἀβραάμ. Στίχ. Δέξασθε χαρὰν οἱ πάλαι Προπάτορες, Βλέποντες ἐγγίζοντα Χριστὸν Μεσσίαν. Γήθεο Ἀβραάμ, ὅτι πρόπαππος Χριστοῦ ἐδείχθης. Ταῖς τῶν Ἁγίων Προπατόρων καὶ πάντων σου τῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐ λέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Χριστοῦ Γεννήσεως. (Ψάλλονται ἀπὸ 21ης Νοεμβρίου μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί). ᾨδὴ α. Ἦχος α. Χριστὸς γεννᾶται δοξάσατε * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε * Χριστὸς ἐπὶ γῆς ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ * ἀνυμνήσατε, λαοί, * ὅτι δεδόξασται. ᾨδὴ γ. Τῷ πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ * καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου * σαρκωθέντι ἀσπόρως * Χριστῷ τῷ Θεῷ βοήσωμεν * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν * ἅ γιος εἶ, Κύριε. ᾨδὴ δ. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετὸς * κατασκίου δασέος * ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν * ὅθεν θεογνωσίας * πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν σε, φιλάνθρωπε. ᾨδὴ στ. Σπλάγχνων Ἰωνᾶν * ἔμβρυον ἀπήμεσεν * ἐ νάλιος θήρ, * οἷον ἐδέξατο * τῇ Παρθένῳ δὲ * ἐνοικήσας ὁ Λόγος * καὶ σάρκα λαβών, * διελήλυθε φυλάξας ἀδιάφθορον * ἧς γὰρ οὐχ ὑ πέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀ πήμαντον. ᾨδὴ ζ. Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες, * δυσσεβοῦς προστάγματος καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, * ἀλλ ἐν μέσῳ τῆς φλογὸς * ἑστῶτες ἔψαλλον * Ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος * ἐξεικόνισε κάμινος τύπον * οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, * ὡς οὐδὲ πῦρ * τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν * Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον * καὶ ὑπερυψούτω * εἰς πάντας τοὺς αἰῶνας. 8

Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μεγάλυνον, ψυχή μου, * τὴν τιμιωτέραν * καὶ ἐνδοξοτέραν * τῶν ἄνω στρατευμάτων. Μυστήριον ξένον * ὁρῶ καὶ παράδοξον * οὐρανὸν τὸ σπήλαιον θρόνον * χερουβικόν, τὴν Παρθένον * τὴν φάτνην χωρίον, * ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος * Χριστὸς ὁ Θεός * ὃν ἀνυμνοῦντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ϛ. Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρωπε, δόξα τῇ σῇ ἐγέρσει. Τῶν προπατόρων. Γυναῖκες ἀκουτίσθητε. Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσα ὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν. Ἕτερον, ὅμοιον. Ἀδὰμ ἀνευφημήσωμεν, Ἄβελ Σὴθ καὶ τὸν Ἐ νώς, Ἐνὼχ καὶ Νῶε Ἀβραάμ, Ἰσαὰκ καὶ τὸν Ἰ ακώβ, Μωσῆν Ἰὼβ καὶ τὸν Ἀαρών, Ἐλεάζαρ Ἰησοῦν, Βαρὰκ Σαμψὼν Ἰεφθάε, Δαυῒδ καὶ τὸν Σολομῶντα. Θεοτοκίον, ὅμοιον. Ἁγνὴ Παρθένε Ἄχραντε, Μαρία θεονύμφευτε, ἐν ὥρᾳ τῇ φοβερᾷ μοι, πρόστηθι καὶ μεσῖτις, πρὸς τὸν Υἱόν σου φάνηθι, τῷ ταπεινῷ καὶ ῥῦσαί με, τῆς καταδίκης ἐκείνης, καὶ τῶν κολάσεων πάντων. ΑΙΝΟΙ Ἦχος γ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν 9

Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος γ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν Χριστὸς γὰρ ὁ Σωτὴρ ἡ μῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσεως τὴν πεῖραν εἰληφότα Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐ ξαστράπτοντα, καὶ λέγοντα Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. Καὶ τῶν προπατόρων, προσόμοια γ εἰς δ. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι ἧς ἐμεγαλύνθησαν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πάντες τὴν τῶν σεπτῶν,... Στίχ. ζ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον. Στίχ. η. Καὶ ἐπὶ τὴν Πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ. Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐ δείκνυτο κακώσεως. Ἦχος βαρύς. Γερμανοῦ. Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν τῶν Προφητῶν τὰς προῤῥήσεις, ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν Ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ ὅ ἐστι μεθ ἡμῶν ὁ Θεός. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογη 10

τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. Εἰς τὴν Α Ὥραν. Ἑωθινὸν Ϛ. Ἦχος πλ. β. Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾶν ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου πλὴν ἀπιστούντων ἔτι, τῇ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς οἷς καὶ τὴν πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. 11

Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρβ (102). Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρμε (145). Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος ὁ τυχών. Ψ. ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τῶν προπατόρων. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον προεόρτιον τῶν Χριστουγέννων. (ἀπὸ κστ Νοεμβρίου ἕως κδ Δεκεμβρίου πλὴν τῆς θ Δεκεμβρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) 12

Ἦχος γ. Ἡ Παρθένος σήμερον. Ἡ Παρθένος σήμερον * τὸν προαιώνιον Λόγον * ἐν σπηλαίῳ ἔρχεται * ἀποτεκεῖν ἀπορρήτως. * Χόρευε, ἡ οἰκουμένη, * ἀκουτισθεῖσα * δόξασον μετὰ ἀγγέλων * καὶ τῶν ποιμένων, * βουληθέντα ἐποφθῆναι * παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Τῶν προπατόρων, ἤτοι τῆς ΚΘ Κυριακῆς. Προκείμενον καὶ Ἀλληλούϊα τῆς Κυριακῆς τῶν προπατόρων. Προκείμενον. Ἦχος πλ. δ. Ὕμνος Τριῶν Παίδων (Δαν. γ ). [Προσευχὴ Ἀζαρίου] Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡ μῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου. Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀ νάγνωσμα. (Κολ. γ 4 11) Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡ μῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥ τις ἐστὶν εἰδωλολατρία, δι ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐ πίγνωσιν κατ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅ που οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἀλληλούϊα (γ ). Ἦχος πλ. δ. (Ψαλμ. Ϟη ). Στίχ. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΑ Λουκᾶ. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιδ 16 24, Ματθ. κβ 14). Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, ὁ πρῶτος εἶπεν αὐτῷ ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀ νάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν ἐρωτῶ σε, ἔ χε με παρῃτημένον. Καὶ ἕτερος εἶπε ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁ δοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γὰρ εἰσι κλητοί, ὀλίγοι δὲ εκλεκτοί. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. 13

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡ * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας διό σοι κραυγάζομεν εὐχαριστοῦντες, δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤ νεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι ὧν κατειργάσω μοι τὴν σωτηρίαν, δόξα τῇ δυνάμει σου Κύριε. Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ, ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε Φιλάνθρωπε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μνήσθητι Χριστέ, ἧς ἐκτήσω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε. Καὶ τῶν Προπατόρων. ᾨδὴ δ. Ἦχος α. Ῥάβδος ἐκ τῆς ῥίζης. Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤ φθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελῳδοῦμεν πιστῶς Δόξα τῇ δυνάμει σου Κύριε. Ἰδών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀ κέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέ 14

ρου κόσμου σαφῶς, ἀρχηγόν σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα ὡς αὐτὸς διετάξατο. Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σώσαντα, πάλαι Κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕ μνοις εὐσεβῶς μακαρίσωμεν. Οἶνον κατανύξεως ἡμῖν, πηγάζει τοῖς τιμῶσί σε, Νῶε μακάριε ἡ μνήμη σου, εὐφραίνουσα καὶ ψυχάς, καὶ καρδίας πάντοτε, τῶν εἰλικρινῶς μακαριζόντων, τοὺς τρόπους σου τοὺς σεμνούς, καὶ τὴν πολιτείαν τὴν ἔνθεον. Νῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον καὶ Μάγοι ἀνατολῶν, βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι σὺν δώροις πιστῶς. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον. Τροπάρια. Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ Παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατακρίσεως. Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡ Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σκηνὴ ἁγία, καὶ Πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος. Καὶ τῶν Προπατόρων. ᾨδὴ ε. Ἦχος α. Θεὸς ὢν εἰρήνης. Ἐπαίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος. Ἰδεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡ μέραν τοῦ Κτίστου αὑτοῦ καὶ ἔμπλεως ἐγένετο, χαρᾶς πνευματικῆς τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα. Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας, τὸ γενέσθαι ἀπείρων, ἐ θνῶν πατὴρ διὰ τῆς πίστεως. Ὁ Πλήρης κενοῦται, σαρκὶ δι ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται πτωχεύει δὲ ὁ Πλούσιος καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων, τῶν ἀπ αἰῶνος ἐργαζόμενος. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον. Τροπάρια. Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας. 15

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος τῆς σῆς ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα. Θεοτοκίον. Πάναγνε ἡ μόνη τῷ Πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑ πέρμαχον, χρηματίσαι δυσώπησον. Καὶ τῶν Προπατόρων. ᾨδὴ Ϛ. Ἦχος α. Σπλάγχνων Ἰωνᾶν. Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαάκ, μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι διὰ τοῦτο μεμακάρισαι καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησι ώτατος, μετὰ πάντων δικαίων σκηνούμενος. Ὤφθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ ὅθεν ἐπάλαισε, μετ Ἀγγέλου, νοῦς καθορῶν τὸν Θεὸν μετωνόμασται καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾗπερ Θε ὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι. Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος καὶ λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε, Αἰγύπτου ἐχρημάτισε, σώφρων, γεγονὼς καὶ δίκαιος, βασιλεύς τε παθῶν ἀληθέστατος. Νέον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρί, ἀεὶ καὶ Πνεύματι σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ, τῶν ἀλόγων ἀνακέκλιται τούτου, νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον, εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ Τροπάρια. Ἐῤῥάγη τὸ τοῦ ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν, εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόῤῥυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀ ποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν, εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισὶ πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν θεότητα, εὐλογητὸς εἶ κράζοντες, ὁ Θεὸς ὁ τῶν πατέρων ἡ Καὶ τῶν Προπατόρων. ᾨδὴ ζ. Ἦχος α. Οἱ Παῖδες εὐσεβείᾳ. Ὑμνείσθω Ἀνανίας Ἀζαρίας, Μισαὴλ σὺν τῷ Δανιὴλ κάμινον σβέσαντες, πυρὸς καὶ λεόντων χαλινώσαντες, τὰς ὁρμὰς καὶ τῷ Χριστῷ, συμφώνως ψάλλοντες Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Νομίμως ἐναθλήσας πειρασμοῖς, καὶ ἀνενδότοις θλίψεσι, θεράπων κέκληται Ἰώβ, τοῦ Θε 16

οῦ παναληθέστατος, πρᾶος ἄκακος εὐθύς, τέλειος ἄμεμπτος, ἀναβοῶν Ὁ Θεὸς εὐλογητὸς εἶ. Ἐν πίστει Μωυσέα Ἀαρών τε, καὶ τὸν Ὢρ τιμήσωμεν, ἀνευφημοῦντες Ἰησοῦν, καὶ Λευῒ τὸν ἱερώτατον, Γεδεών τε καὶ Σαμψών, καὶ ἀ νακράζοντες Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. Ἰδοὺ καθὼς προεῖπεν ὁ Προφήτης, ἐν γαστρὶ συνέλαβεν ἡ ἀπειρόγαμος, Θεὸν καὶ τεκεῖν σαφῶς ἐπείγεται, ἐν σπηλαίῳ Βηθλεέμ, ᾧ πάντες ψάλλομεν Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Ἐῤῥάγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα, εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε τὸν ποιητήν, τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Καὶ τῶν Προπατόρων. ᾨδὴ η. Ἦχος α. Θαύματος ὑπερφυοῦς. Σήμερον τῶν ἀπ αἰῶνος θείαν μνήμην, ἐκτελέσωμεν θείων Πατέρων, τοῦ Ἀδὰμ τοῦ Ἄβελ τε, Σὴθ καὶ Νῶε καὶ τοῦ Ἐνώς, καὶ Ἐνὼχ καὶ Ἀβραὰμ Μελχισεδὲκ καὶ Ἰώβ, καὶ τοῦ Ἰσαὰκ σὺν τῷ πιστῷ Ἰακώβ, Εὐλογείτω ἡ κτίσις βο ῶντες τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Φάλαγγα θεοτερπῆ θείων Πατέρων, εὐφημήσωμεν Βαρὰκ καὶ Νάθαν, καὶ τὸν Ἐλεάζαρον, Ἰωσίαν καὶ τὸν Δαυΐδ, Ἰεφθάε Σαμουήλ τε τὸν τὰ ἔμπροσθεν, ὁρῶντα σεπτῶς καὶ ἀνακράζοντα Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἔπαινον μελῳδικῶς Θεοῦ Προφήταις, προσαγάγωμεν ἀνευφημοῦντες, Ὠσηὲ Μιχαίαν τε, Σοφονίαν καὶ Ἀββακούμ, Ζαχαρίαν Ἰωνᾶν, Ἀγγαῖόν τε καὶ Ἀμμώς, καὶ τὸν Ἀβδιοὺ καὶ Μαλαχίαν Ναούμ, Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ Ἰεζεκιήλ, ἅμα Δανιήλ, Ἠλιοὺ καὶ Ἑλισσαῖον. Τριαδικόν. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥήμασι τριαδικοῖς τὴν παναγίαν, ἀνυμνήσωμεν πιστοὶ Τριάδα, τὸν Πατέρα ἄναρχον, τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον, Τριάδα ὁμοούσιον, ἣν πᾶσα πνοὴ δοξάζει κράζουσα Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ὤφθης ἐκ παρθενικῶν Χριστὲ αἱμάτων, σωματούμενος ἀῤῥήτῳ λόγῳ, καὶ ὡς βρέφος τέλειον, ἐν Σπηλαίῳ ὑπερβολῇ, εὐσπλαγχνίας Ἰησοῦ ἀποτικτόμενος ἀστὴρ δέ σε πόῤῥωθεν ἐμήνυσεν, ἀστρολόγοις, Ὑμνεῖτε πίστει κραυ 17

γάζουσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰ ῶνας. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος γ. Ὁ Εἱρμός. Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν. Τροπάρια. Φρικτὸν ἰδέσθαι σὲ τὸν Ποιητήν, ἐπὶ ξύλου ἀ ναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν. Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζω ὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας ὅθεν ταῖς ἀλήκτοις σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ βασιλεῖ ἡμῶν καθυπόταξον. Καὶ τῶν Προπατόρων. ᾨδὴ θ. Ἦχος α. Μυστήριον ξένον. Ἰσχύι σου πάλαι, δυνάμεις ἐποίησαν, θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ Δεβόῤῥα, Ὀλδὰ Ἰαήλ τε, Ἐσθὴρ Σάῤῥα Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες. Ὡς σβέσαντας Παῖδας, Ἁγίους τὴν κάμινον, ἱ ερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι Δικαίοις, σαφῶς τοῖς πρὸ Νόμου διαλάμψασι, καλῶς καὶ ἐν Νόμῳ τὸν Δεσπότην θεραπεύσασιν. Σοφώτατοι θεῖοι, Προφῆται γεγένηνται, Ἀ βραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ, καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς προαναγγείλαντες ἐν Πνεύματι αὐτῶν ἱκεσίαις Ἰησοῦ, πάντας οἰκτείρησον. Ἡγίασται πᾶσα, ἡ κτίσις τῇ μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει ἱκετικῶς ἐκβοῶσα Δέησιν Κυρίῳ, ἀεὶ προσαγάγετε μακάριοι, τυχεῖν αἰωνίων, ἀγαθῶν τοὺς εὐφημοῦντας ὑ μᾶς. Φορέσας με ἐκ τῆς Παρθένου, προέρχεται, καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ Πατρὸς ἀ συγχύτως χόρευε ἡ κτίσις, φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν δι οἶκτον, παναγίαν συγκατάβασιν. * * 18