ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΞΕΝΙΑΣ ΤΗΣ ΕΚ ΚΑΛΑΜΩΝ

Σχετικά έγγραφα
ΜΑΪΟΣ 3. ΑΓΙΑ ΞΕΝΙΑ ΜΑΡΤΥΣ ΚΑΛΑΜΑΤΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΪΟΣ 3. ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΞΕΝΙΑΣ ΤΗΣ ΕΚ ΚΑΛΑΜΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΜΑΪΟΣ Γ.(3) ΝΙΚΟΛΑΟΣ ΒΕΛΙΜΙΡΟΒΙΤΣ, ΕΠΙΣΚΟΠΟΣ ΑΧΡΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΜΑΪΟΥ Γ!! ΟΙΚΟΥΜΕΝΙΟΣ ΤΡΙΚΚΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

1 1 παυλος και σιλουανος και τιμοθεος

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Iohannes Damascenus - De azymis

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Origenes - Adnotationes in Numeros

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Αγιολογία - Εορτολογία

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Κυριακή 23 Ἰουνίου 2019.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Οι Άγιοι της Θεσσαλονίκης.

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ. ΤΑΞΗ: Α Γυμνασίου. ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΙΟΥΛΙΟΥ

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακή 19 Μαΐου 2019.

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

Transcript:

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΞΕΝΙΑΣ ΤΗΣ ΕΚ ΚΑΛΑΜΩΝ Μνήμη 3 Μαΐου ἑκάστου ἔτους σελίδα 1 ἀπὸ 19

ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ καὶ τῆς Ἁγίας γ. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Φιλεόρτων συστήματα, εὐσεβῶς συνελθόντες νῦν, ἐν ψαλμοῖς καὶ ὕμνοις ἀνευφημήσωμεν, Χριστοῦ τὴν νύμφην τὴν ἄσπιλον, Ξενίαν τὴν πάνσεμνον, τῶν παρθένων καλλονήν, καὶ Μαρτύρων ἀγλάϊσμα, τὴν ἀείῤῥοον, τῶν θαυμάτων τὴν βρύσιν, τὴν δροσίζουσα αὐτῇ τοὺς προσιόντας, ψυχῆς ἐκ βάθους ἑκάστοτε. Πρὸ τυράννων τοῦ βήματος, παραστᾶσα κατέπληξας, τῇ στεῤῥᾷ ἐνστάσει σου καλλιπάρθενε, τοὺς ἐναντίους καὶ ὤλεσας, Ξενία πανεύφημε, τῇ δυνάμει τοῦ Σταυροῦ, τῶν δαιμόνων τὰς φάλαγγας ὅθεν εἴληφας, πρὸς Χριστοῦ τοῦ Σωτῆρος νίκης στέφος, ᾧ πρεσβεύουσα μὴ παύσῃ, ὑπὲρ τῶν πίστει τιμώντων σε. Τοῖς στεῤῥοῖς σου παλαίσμασι, τὸν ἐχθρὸν καταβέβληκας, καὶ Χριστῷ παρίστασαι τῷ Νυμφίῳ σου, Ὃς καὶ ἰσχύν σοι δεδώρηται, Ξενία πανεύφημε, τῶν σῶν πόνων ἀμοιβήν, ἀπελαύνειν τοὺς δαίμονας, καὶ βουλεύματα, φθονερῶν ἀφανίζειν Ἀθληφόρε, καὶ κινδύνων ἐκλυτροῦσθαι, τοὺς σὴν αἰτοῦντας ἀντίληψιν. Δόξα. Ἦχος πλ. α. Δεῦτε οἱ φιλέορτοι πάντες, λαμπροφοροῦντες ἐν τῇ σεπτῇ τῆς Ἀθληφόρου Ξενίας μνήμῃ, ὕμνοις καὶ ᾠδαῖς πανηγυρίσωμεν. Αὕτη γάρ, ἀντὶ θνητοῦ ἐραστοῦ, πόθῳ προέκρινεν ἀθάνατον, τὸν Σωτῆρα Χριστόν, Ὃν ἐκήρυττεν ὅθεν, νῦν σὺν ταῖς φρονίμοις παρθένοις καὶ τῶν Μαρτύρων τοῖς θεοστέπτοις χοροῖς, συμβασιλεύει αἰωνίως Αὐτῷ, ἰάματα τοῖς πᾶσι προχέουσα, τοῖς εἰλικρινῶς αὐτῇ προσιοῦσι, καὶ τὸν μεγαλύναντα αὐτὴν Κύριον, ἐν πίστει ἀνυμνοῦσι, καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα. 10-31) Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ σελίδα 2 ἀπὸ 19

ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ πάντες γὰρ οἱ παρ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς. Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ 9-14) Τάδε λέγει Κύριος πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ.7) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς σελίδα 3 ἀπὸ 19

ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖςαὐτοῦ. Λιτή. Ἦχος α. Εὐφραίνου, σκίρτα, χόρευε, ἡ πόλις Καλάμαι, φαιδρῶς πανηγύριζε, πίστει λαμπροφοροῦσα, ἐπὶ τῇ εὐσήμῳ σήμερον ἑορτῇ, Ξενίας τῆς καλλιπαρθένου, τῆς σῆς πολιούχου καὶ θαυματουργοῦ ἀνύμνησον τὴν προχέουσαν ἰάσεις ὡς ἐκ κρήνης, τοῖς πίστει προσπελάζουσι τῇ σεπτῇ αὐτῆς σκέπῃ, καὶ τῷ Σωτῆρι εὐλαβῶς ἀναβόησον Κύριε δόξα Σοι. Ἦχος β. Δεῦτε σήμερον πιστῶς τιμήσωμεν, τῶν Καλάμων τὸ θρέμμα, ἁπάσης τε τῆς Ἑλλάδος τὴν φρουρὸν τὴν ἀκοίμητον τὴν παραταχθεῖσαν γενναίως τοῦ ἐχθροῦ τῇ δυναστείᾳ, καὶ Σταυροῦ δυνάμει αὐτὸν συντρίψασαν, καὶ σχοῦσαν παρὰ Κυρίου τὴν χάριν, ἐκ μαγγανειῶν σώζειν ἅπαντας, τοὺς πόθῳ αὐτῆς τῇ σκέπῃ πάντοτε προστρέχοντας, βασκανίας ἀπαλλάττειν, καὶ παρέχειν Χριστὸν ἀπαύστως ὑπὲρ ἡμῶν εὐλαβῶς τῶν τιμώντων καὶ ἐκτελούντων σου πιστῶς τὸ μνημόσυνον. Ὁ αὐτός. Πανήγυριν τὴν εὔσημον, καὶ τὴν μνήμην τιμήσωμεν, Ξενίας τῆς θεόφρονος καὶ θαυματουργοῦ πτωχῶν ἐδείχθη θησαυρός, ἐκ τοῖς κινδύνοις βοηθός, παραμύθιον ἐν λύπαις γηγενῶν, καὶ προστάτις τῶν παιδίων ἐκ Θεοῦ ἀδαπάνητος. Πάντες οὒν βοήσωμεν Μάρτυς σῷζε τῶν δεινῶν ἡμᾶς. Δόξα. Ἦχος πλ. δ. Τῶν Καλάμων τὸ θρέμμα, καὶ τῶν Ἀθληφόρων τὸ ἐγκαλλώπισμα, τῶν θαυμάτων τὴν βρύσιν ἀπαύστως δροσίζουσαν πόθῳ τοὺς τρέχοντας, καὶ πάντων πιστῶν τὴν θερμὴν πρεσβείαν, πρὸς Θεόν, τὴν Ξενίαν τιμήσωμεν, φαιδρῶς ἑορτάζοντες τὴν μνήμην αὐτῆς καὶ πιστῶς βοῶντες Χριστῷ πρέσβευε καλλιμάρτυς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τῆς ἑορτῆς. σελίδα 4 ἀπὸ 19

Εἰς τὸν Στίχον. Ἦχος β. Ὅτε ἐκ τοῦ Ξύλου. Δεῦτε, φιλεόρτων ὁ ἑσμός, πίστει τῷ ναῷ προσδραμόντες, τὴν νύμφην πάντες Χριστοῦ, ᾄσμασι τιμήσωμεν καὶ πόθῳ κράξομεν τοὺς τελοῦντας τὴν μνήμην σου, θεόφρον Ξενία, ῥῦσαι περιστάσεων, δεινῶν καὶ θλίψεων, πάσης, φθονερῶν τῆς κακίας, καὶ ἐξ ἀδοκήτων κινδύνων, σαῖς πρεσβείαις ἔνδοξε πρὸς Κύριον. Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Χαίροις, θλιβομένων καρδιῶν, ἡ ἀφαιρεθεῖσα Ξενία, σοῦ τὴν καρδίαν σκληρῶς, θεῖον παραμύθιον τῶν προστρεχόντων σοι, Καλαμῶν τὸ ἀγλάϊσμα, καὶ τῆς Μεσσηνίας, χαίροις ἐγκαλλώπισμα, πιστῶν τὸ στήριγμα χαίροις, ἡ δεινῶς λυτρουμένη, Μάρτυς πρὸς Θεὸν σαῖς πρεσβείαις, τοὺς ἀνευφημοῦντάς σου τὴν ἄθλησιν. Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Ὕμνοις, τοὺς τιμῶντας εὐλαβῶς, σοῦ τὴν ἀεισέβαστον μνήμην, τῶν ἀοράτων ἐχθρῶν, καὶ τῶν ὁρατῶν ἡμᾶς Ξενίας φύλαξον, φθονερῶν τε ἀφάνισον, πᾶσαν μαγγανείαν, καθ ἡμῶν ὡς ἔχουσα, τὴν χάριν ἔνδοξε, καὶ τῷ σὲ δοξάσαντι ὄντως, πρέσβευε Χριστῷ Ἀθληφόρε, τοῦ σωθῆναι Μάρτυς τὰς ψυχὰς ἡμῶν. Δόξα. Ἦχος δ. Ἐν ᾠδαῖς πνευματικαῖς, νῦν τῷ ναῷ δραμόντες φαιδρῶς ἑορτάσωμεν, καὶ τὴν Ξενίαν ᾄσμασιν οἱ πιστοὶ τιμήσωμεν χάριν γὰρ εἴληφε παρὰ Θεοῦ, μαγείας τοῦ λύειν ἡ ἀοίδιμος, πνεύματα διώκειν ἀκάθαρτα, πάθη καὶ νοσήματα θεραπεύειν, πάντων τῶν μετὰ πίστεως τὴν σεπτὴν αὐτῆς ἑορτὴν ἐκτελούντων καὶ βοώντων θερμῶς Χριστὸν καθικέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. σελίδα 5 ἀπὸ 19

Βαφαῖς τῶν αἱμάτων σου φαιδρὰν στολὴν σεαυτῇ, Ξενία ἐπέχρωσας, παρισταμένη Χριστῷ ὡς νύμφη πανάσπιλος, εἴληφας δὲ τὴν χάριν, μαγγανείας τοῦ λύειν, δαίμονας ἐκδιώκειν, καὶ τὰς νόσους ἰᾶσθαι διὸ ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἀπόλυσις ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου Σωτήρ. Θαυμάτων ταῖς βολαῖς, πᾶσαν κτίσις αὐγάζεις, καὶ σώζεις χαλεπῶν, ἐκ κινδύνων καὶ νόσων, τοὺς πόθῳ σοι προστρέχοντας, καὶ δεινῶν περιστάσεων ὡς πρεσβείαν δέ, πρὸς τὸν Χριστὸν κεκτημένη, καθικέτευε, ὑπὲρ τῶν πίστει τελούντων, Ξενία τὴν μνήμην σου. Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Θείῳ ἔρωτι, καταφλεχθεῖσα, καλλιπάρθενε, σεμνὴ Ξενία, τῆς ἀσεβείας τὴν πλάνην κατέβαλες καὶ τῷ πυρὶ προσριφθεῖσα ἀνέδραμες, πρὸς τὸν καλοῦντα Χριστόν σε σελίδα 6 ἀπὸ 19

πολύαθλε Μάρτυς ἔνδοξε, Αὐτὸν ὡς Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθείς. Ἐν τοῖς ἀγῶσι διαπρέψασα ὄντως, τοῦ μαρτυρίου τὴν ἰσχὺν τῶν τυράννων, εἰς γῆν σεμνὴ κατέῤῥαξας δυνάμει Σταυροῦ ὅθεν χάριν τῶν ἰάσεων, ἐκομίσω καὶ δύναμιν, λύειν τῶν τρεχόντων σοι, φθονερῶν μαγγανείας, καὶ ἐπηρείας σώζειν τοῦ σατᾶν, ταῖς σαῖς πρεσβείαις, Ξενία πρὸς Κύριον. Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Εἶτα οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα Παρθένοις... (Ζήτει Σαββάτῳ ΙΖ ἑβδομάδος). Δόξα: Ταῖς τῆς Ἀθληφόρου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Στ.: Ἐλέησόν με ὁ Θεός... Ὁ Ν ψαλμός. Ἰδιόμελον. Ἦχος πλ. β. Σήμερον, ἡ τῆς Ξενίας μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ᾄσμαις καταστεφομένη κραυγάζει γηθοσύνως τοὺς πόθῳ οἰκτίρμον τελοῦντας Σῆς Μάρτυρος ἑορτήν, ῥῦσαι Σῶτερ κινδύνων ὡς φιλάνθρωπος. σελίδα 7 ἀπὸ 19

Εἶτα, οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας. ᾨδὴ α. Ἦχος α. Ἀναστάσεως ἡμέρα. Οὐρανόθεν μοι τὴν χάριν εὐφημῆσαι πιστῶς, Μάρτυς Χριστοῦ Ξενία, τὴν φωτοφόρον ἐν ᾠδαῖς, καὶ σεπτήν σου ἑορτήν, ποθοῦντι σεμνή, καὶ θείαν πανήγυριν, σαῖς λιταῖς ἐπιβράβευσον. Ἐν σταδίῳ τοῦ τυράννου πᾶσαν Μάρτυς ὁρμήν, θείᾳ Σταυροῦ δυνάμει, καταβαλοῦσα ἀνδρικῶς, νίκης στέφος ἐκ Θεοῦ, Ξενία σεμνή, ἀντάξιον ἔπαθλον, τῶν ἀγώνων σου εἴληφας. Ἵνα δόξης ἀϊδίου τύχῃς βίου τερπνά, Μάρτυς Χριστοῦ Ξενία, ὄντως παρεῖδες ὡς φθαρτά, Ἀθληφόρε καὶ ταχύ, πρὸς Κύριον ἔδραμες, τὸν καλοῦντά σε πάνσεμνε. Θεοτοκίον Γαβριὴλ σὺν Ἀρχαγγέλῳ, Σοὶ βοῶμεν πιστῶς Χαῖρε Παρθένε χαῖρε ἀρᾶς γὰρ ἔσωσας ἡμᾶς, τοῦ Προπάτορος ἁγνή, τεκοῦσα Χριστόν, ὡς Μήτηρ ᾯ πρέσβευε, ὑπὲρ τῶν ἀνυμνούντων Σε. ᾨδὴ γ. Δεῦτε πόμα πίωμεν καινόν. Πᾶσαν τῶν τυράννων τὴν ὁρμήν, εἰς οὐδὲν ἐλογίσω Ξενία πάνσεμνε, κραταιουμένη στεῤῥᾷ, Χριστοῦ τῇ ἀγάπῃ ἀληθῶς, πρὸς Ὃν καὶ ἀνέδραμες. Τάξεσι συνήθως ἀληθῶς, τῶν ἀΰλωμ Δυνάμεων ὑπομείνασα, πληγὰς Ξενία σεμνή, ἐν σώματι σῷ διὸ πιστῶς, ᾠδαῖς σε γεραίρομεν. Πέλαγος ἀβρόχως τῶν δεινῶν, πτερουμένη ἱστίῳ Σταυροῦ διέπλευσας, καταποντίσασα σύ, ἐχθρὸν τὸν ἀόρατον διὸ ἀξίως δεδόξασαι. Θεοτοκίον Ἔτεκες ἁγνὴ ἄνευ σπορᾶς, χρονικῶς τῆς Τριάδος τὸν ἕνα πάναγνε καὶ νῦν Αὐτὸν ὡς Θεόν, δυσώπει δωρήσασθαι ἡμῖν, πταισμάτων συγχώρησιν. σελίδα 8 ἀπὸ 19

Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Σοῦ τοῖς αἵμασι, πεφοινιγμένη, καλλιπάρθενε, σεμνὴ Ξενία, τοὺς τυράννους ἀνδρικῶς κατηγώνισαι τῆς ἀθεΐας δὲ πλάνην ἐλέγξασα, χειρὶ τοῦ Πλάστου νίκης στέφος εἴληφας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. ᾨδὴ δ. Ἐπὶ τῆς θείας φυλακῆς. Ἀντὶ νυμφίου τοῦ φθαρτοῦ, σεμνὴ προέκρινας Χριστόν, ᾯ καὶ ἠκολούθησας ὄντως, Μάρτυς μέχρις αἵματος, καὶ νῦν Αὐτῷ παρίστασαι Τοῦτον οὖν Ἀθληφόρε δυσώπει, ὑπὲρ ἡμῶν τῶν πιστῶς ἀνευφημούντων σε. Τῶν αἰκισμῶν τὰς προσβολάς, καὶ τὴν τοῦ σώματος τομήν, ἤνεγκας ἀνδρείας Ξενία, καὶ τὴν ἄνω εἴληφας, σὺ κληρουχίαν χαίρουσα πάντας οὖν τοὺς τιμῶντας σὴν μνήμην, ῥῦσαι λιταῖς σου δεινῶν καὶ περιστάσεων. Πλευρῶν ξεσμοὺς καὶ τῶν μαστῶν, τῶν σῶν ἀφαίρεσιν στεῤῥῶς, Μάρτυς ἐνεγκούσα Ξενία, τὸν ἐχθρὸν κατέβαλες, σθένει τοῦ θείου Πνεύματος ὅθεν τῆς νίκης ἤρω βραβεῖα, καὶ μακαρίας ζωῆς ὄντως ἠξίωσαι. Θεοτοκίον Ὡς τὸν οἰκτίρμονα Θεόν, τὴν τετοκυῖαν εὐλαβῶς, πάντες Σὲ τιμῶμεν Παρθένε, καὶ πιστῶς Σοι τρέχομεν, Θεοκυῆτορ κράζοντες σῶσον τῆς τῶν παθῶν τυραννίδος, καὶ πάσης ἄλλης πληγῆς, ἡμᾶς πρεσβείαις Σου. ᾨδὴ ε. Ὀρθρίσωμεν ὄρθρου βαθέος. Ἰδών σου τὸ σθένος Ξενία, καὶ ἐμμονὴν ἐν τῇ πίστει προσέταξε σὴν καρδίαν, τοῦ λαβεῖν ὁ τύραννος, παραφροσύνης ἴδιον, ὅπερ ζωήν σοι παρέσχετο. Τὸν ἔρωτα Μάρτυς Ξενία ἀποκηρύξασα, ἔδραμες χαίρουσα τῷ Νυμφίῳ, τῶν ψυχῶν καὶ ἤθλησας, νομίμως προσκομίσασα, στέφος τῆς δόξης ἀμάραντον. Θυμοῦ πληρωθείς τε καὶ λύσσης, ὁ πωρωθεὶς τὴν ψυχὴν αὐτοῦ τύραννος, ὦ Ξενία, τὸν συρμὸν δι ἵππων σοι, προσδιατάττει οὗ Χριστός, σὲ παραδόξως διέσωσε. σελίδα 9 ἀπὸ 19

Θεοτοκίον Ῥωσθεῖσα τῇ θείᾳ δυνάμει, τοῦ ἐξ ἁγνῶν Σου αἱμάτων τεχθέντος Χριστοῦ Ξενία, πρὸς ἀγῶνας ἔδραμεν, ἀγαλλομένη Δέσποινα, καὶ θείας δόξης τετύχηκεν. ᾨδὴ ς. Κατῆλθες ἐν τοῖς κατωτάτοις. Ἀγγέλων Δυνάμεις Ξενία τοὺς σούς, κατεπλάγησαν ὁρῶσαι ἀγῶνας, πῶς σώματι τῷ σῷ Μάρτυς ἐχθρόν, τὸν ἀόρατον, καταβέβληκας στεῤῥῶς, τοῦ Σταυροῦ τῇ δυνάμει. Γενναίως ποσί σου ὡραίοις ἐχθρόν, ἐν σταδίῳ κατεπάτησας Μάρτυς διὸ νῦν παρισταμένη Χριστῷ, καθικέτευε, τοῦ ῥυσθῆναι τῶν δεινῶν, τοὺς τιμῶντάς σε πόθῳ. Τμηθεῖσα ἐβλήθης πυρὶ τῷ φθαρτῷ, διασώζουσα πυρὸς σοὺς οἰκέτας, Ξενία τῶν πειρασμῶν, σαῖς λιταῖς καλλιπάρθενε, μαγειῶν τε φθονερῶν, ὡς τὴν χάριν λαβοῦσα. Θεοτοκίον Γενοῦ νῦν Σοῖς δούλοις ἁγνὴ βοηθός, ἡ τεκοῦσα τὸν οἰκτίρμονα Λόγον, καὶ λύτρωσαι φοβερᾶς ἐξ ὀργῆς, Θεονύμφευτε, καὶ δεινῶν ἐκ συμφορῶν, μητρικαῖς Σου πρεσβείαις. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Αἱμάτων ῥοαῖς τῶν σῶν ἐχθρὸν ἀπέπνιξας, Ξενία τὸ πῦρ, τῆς πλάνης ἐναπέσβεσας, καὶ Χριστῷ παρίστασαι ὅθεν πόθῳ πάντες σοὶ κράζομεν ἐκτενῶς μὴ παύσῃ ἀεί, πρεσβεύουσα Μάρτυς ὑπὲρ πάντων ἡμῶν. Ὁ Οἶκος. Τοῦ Σωτῆρος τὴν νύμφην καὶ παρθένον, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Ξενία πανσεβάσμιε, τὴν τῆς Ἑλληνίδος γῆς ἀναφανεῖσαν θρέμμα, τὴν πλάνην δὲ ταύτης πᾶσαν λιποῦσαν, καὶ Χριστῷ προσενεχθεῖσαν, μόνῳ Νυμφίῳ, θῦμα καὶ σφάγιον. Σὺ γὰρ παρεῖδες τὸν ἐπίγειον ἐρῶντά σε δικαστὴν ἀντὶ τοῦ Σωτῆρος πάνσεμνε διὸ καὶ τῆς νίκης πρὸς Χριστοῦ στέφος ἄφθαρτον εἴληφας, ἐκτενῶς ᾧ μὴ παύσῃ πρεσβεύουσα, νῦν ὑπὲρ πάντων ἡμῶν. Συναξάριον. σελίδα 10 ἀπὸ 19

Τῇ Γ τοῦ αὐτοῦ Μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ξενίας τῆς θαυματουργοῦ τῆς ἐκ Καλαμῶν. Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία, Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα. Ξενία τρίτῃ καμίνῳ βλήθη τμηθεῖσα. Αὕτη ἦν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοῦ ἄρχοντος τῆς πόλεως Καλαμῶν, ἔνθα ἐγεννήθη τῷ 291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον, κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ ἐμμανῶς παρὰ τοῦ Δομετιανοῦ καὶ ἀρνουμένη νυμφευθῆναι τούτον, δεσμεῖται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις προσδεθεῖσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς βουλὰς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ αὐτῆς τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθεῖσα τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας. Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι, Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ. Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ σχήματι ὤν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἦν, ἐκ κώμης Πεναπέων, ἄρτι πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δὲ διαγενομένων εἴκοσιν ἡμερῶν, διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν οὗ προστάξαντος ἀγαγεῖν αὐτῷ τὰς βίβλους, ἅς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μὲν οὐκ ἐποίησεν ἀντέφησε δὲ τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ τοῖς ὠσίν, ὑφ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ κρεμοῦσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες. Ὡς δὲ τούτοις οὐκ ἐνεδίδου, τὴν γαμετὴν αὐτοῦ Μαύραν ἀπατῆσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε κοσμησαμένην, διὰ κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δὲ οὐκ ἤκουσε, μᾶλλον δὲ ταῖς τοῦ Ἁγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν ἑαυτὴν ὡμολόγησε. Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται, καὶ βαπτίζεται ἐν θερμῷ ὕδατι ἐν ᾧ μείνασα ἄφλεκτος, σελίδα 11 ἀπὸ 19

ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι, ὡς οὐ θερμὸν ἦν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ᾧ ἐβαπτίσθη ὅθεν ἐπιῤῥαντισθῆναι αὐτῷ κατὰ τῆς χειρὸς κελεύει. Τῆς δὲ Ἁγίας τῇ χειρὶ λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροῖ αὐτοὺς ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρήνουν ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ οὕτω τὰ πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν. Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν διάβολον τῇ Ἁγίᾳ Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τὴν δὲ δι εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμούς (τὸ μέλι δηλαδὴ καὶ τὸ γάλα), καὶ πιεῖν ἐπιτρέπειν τὴν δὲ εἰπεῖν: Οὐκ ἐξ αὐτῶν πίομαι, ἀλλ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός καὶ οὕτω τὸν διάβολον ἡττημένον ἐλθεῖν ἀπ αὐτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν εἰς τὸν οὐρανὸν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδεῖξαι αὐτῇ θρόνον, καὶ στολὴν λευκὴν ἐπ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν: Ὅτι σοὶ ταῦτα ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν ὑποδεῖξαι θρόνον ἕτερον καὶ πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν: Ὅτι ταῦτα τῷ ἀνδρί σου ἀπεκληρώθησαν ἡ δὲ τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενός σοι τῆς σωτηρίας ἐγένετο. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ Ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ, τῷ ὄντι πέραν τοῖς Ἰουστινιαναῖς. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου Θεοφάνους τοῦ Ἁγιορείτου, ποιμενάρχου της Μητροπόλεως Ξάνθης καὶ Περιθεωρίου. Φωτὸς πλησθεὶς ἐντεῦθεν ὁ Θεοφάνης, Φωτὶ συνῆπται Βασιλείας ἀδύτῳ. Οὗτος, ἔζησε κατὰ τὸ πρῶτον ἥμισυ τοῦ ΙΔ αἰῶνος. Φλεγεὶς δὲ ὑπὸ τοῦ θείου ἔρωτος, ἀπηρνήθη τὸν κόσμον καὶ ὑπετάγη εἰς τὴν ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος Ἱερὰν Μονὴν τοῦ Βατοπαιδίου, ἠξιώθη καὶ τῆς διακονίας τῆς ἡγουμενείας. Συναυλιζόμενος δέ, ὡς φιλήσυχος καὶ τὴν εὐκτικὴν νῆψιν διώκων ἐπιμελῶς, τοῖς ἐν ἐρήμοις τοῦ Ὄρους συγχρόνοις αὐτῷ ἡσυχασταῖς, ἐφιλιώθη μετὰ τοῦ τότε φωτεινοῦ ἀστέρος τῆς τελείας ἀσκήσεως Ὁσίου Μαξίμου τοῦ Καυσοκαλύβη. Τοῦτον ἡμέραν τινά, ἐπισκεψάμενος ἐθεάσατο περώμενον ὡς πτηνὸν αἰθεροβάμον ἐν αέρι καὶ ὅστις ἐλθὼν ἡρέμᾳ προεφήτευσεν αὐτῷ τὴν μέλλουσαν πολιτείαν καὶ τοὺς εὑρήσοντας τοῦτον ποικίλους πειρασμούς. Μετὰ ταῦτα, παραιτησάμενος ἤδη τὴν ἡγουμενείαν καὶ ἐκλεγεὶς Ξάνθης καὶ Περιθεωρίου, διηκόνησεν πάση δυνάμει θεοφιλῶς τὴν ἐμπιστευθεῖσαν αὐτῷ ἐπαρχίαν, ἁγιάζων καὶ ἁγιαζόμενος εν κόποις, μόχθοις καὶ ἀσθενείας, καταλιπὼν ὁσιακὴ φήμην, κατὰ τοὺς πάλαι ἁγίους Πατέρας καὶ Ἱεράρχας. σελίδα 12 ἀπὸ 19

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Οἰκουμενίου, Ἐπισκόπου Τρίκκης τοῦ θαυματουργοῦ. Οἰκουμένιον καὶ θανόντα τοῖς λόγοις, τιμῶ Κατορθῶν ἔργον ἐκ λόγων μέγα. Οὗτος, πατρίδα ἔσχε τὴν τῶν Καππαδοκῶν μητρόπολιν Καισαρείαν. Ἀνῆλθεν εἰς τὸν τῆς Ἀρχιερωσύνης βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε μέρος εἰς τὴν Α Οἰκουμενικὴν Σύνοδον. Πλήρης ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω μετέστη ζωήν, καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν Ἀρχαγγέλων πρωτεύοντι ναῷ τῷ αὐτόθι ἐν Τρικάλοις, πολλῶν θαυμάτων καὶ πρὸ τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος αὐτουργός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου. Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα, Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι. Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ διὰ δὲ τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων συμπολιτῶν ὕβρεις πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν πνεύματα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ σημειοφόρου,ἐπισκόπου Ἄργους. Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ Ζωστιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται. Βληθεῖσιν εἰς πῦρ ἀνδράσι τρὶς ἐννέα, ἴαμα, Σῶτερ, σὴ τὸ τῆς Γραφῆς δρόσος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας, τελειωθέντων ἐν ἔτει 1821. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαμάϊ, τοῦ καθολικοῦ, τῆς Γεωργίας. Ὁ Καθολικὸς Μαμάϊ Γεωργίας, μισθὸν εἴληφεν ἐκ Βασιλέως ὅλων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Νικολάου, ἐπισκόπου Ζίτσης καὶ Ἀχρίδου, κοιμηθέντος ἐν Κυρίῳ τῇ 18ῃ Μαρτίου 1956 καὶ οὗ τὰ τίμια λείψανα σελίδα 13 ἀπὸ 19

ἀνεκομίσθησαν καὶ ἀπεθησαυρίσθησαν ἐν τῇ γενετείρᾳ αὐτοῦ Λέλιτς τῆς Σερβίας, κατὰ τὴν σήμερον ἡμέρα τοῦ σωτηρίου ἔτους 1991. Χρυσοῦς τοῖς λόγοις καὶ πάγχρυσος τοῖς ἔργοις, Νικόλαε ὤφθης, γόνε πιστῶν Σέρβων. Τρίτῃ γε Νικολέω ἤχθησαν ὀστᾶ γῇ γενετείρῃ. Οὗτος, ὁ χριστοκάρδιος καὶ Χρυσόστομος Πατὴρ Νικόλαος, τὸ μὲν φθαρτὸν γένος Σέρβος ὑπάρξας, καὶ γεννηθεὶς ἐξ εὐλαβῶν γονέων τῇ 23ῃ Δεκεμβρίου 1880 ἐν Λέλιτς τῆς ἐπαρχίας Βάλιεβο, ἐκ βρέφους ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου ἀνατραγείς, πόθῳ δὲ θείῳ καταφλεγείς, ὡς πλήρης ὢν χαρισμάτων φυσικῶν τε καὶ θείων, ὅλον ἑαυτὸν ἀνέθετο θῦμα λογικὸν τῷ Δεσπότῃ Χριστῷ. Ὀξυνοίᾳ δὲ ὑπερβαλλούσῃ κεκοσμημένος, συνέθετο ταύτῃ τὴν κατὰ κόσμον συλλεχθεῖσαν φιλοσόφως λιπαροτάτην μόρφωσιν, καὶ μέγας ἀνεδείχθη φωστὴρ καὶ διδάσκαλος τῆς Ἐκκλησίας. Εἰς δὲ τὸν παλαίφατον ἐπισκοπικὸν θρόνον τῆς Ζίτσης τὸ πρῶτον ἐπαξίως ἀναβιβασθείς, καὶ σοφώτατος ποιμὴν ἀναδειχθεὶς τῶν λογικῶν προβάτων, εἶτα δὲ ἐπὶ τὸν τῆς Ἀχρίδος μετατεθεὶς καὶ αὖθις ἐπαναστραφεὶς εἰς τὸν τῆς Ζίτσης, ποικίλοις ποιμαντικοῖς τρόποις κατηγλάϊσε τὸν ἱεραρχικὸν αὐτοῦ θῶκον, γενόμενος νέος Ἰωσὴφ τοῦ λαοῦ τοῦ Θεοῦ, χρυσέοις λόγοις ἀναμορφώσας πλήθη πιστῶν. Ὑπὸ δὲν τῶν ἀπανθρώπων χιλτερικῶν ἀρχῶν συλληφθεὶς ἐν τοῖς φρικτοῖς γερμανικοῖς στρατοπέδοις μετηνέχθη, μεγάλως δὲ ἐκεῖσε καταπονηθείς, καὶ ἀπτόητος ὁμολογητὴς γενόμενος, μετὰ τὴν ἐπικράτησιν τοῦ ἀθέου κομμουνισμοῦ εἰς τὴν ἑαυτοῦ πατρίδα, κατέφυγεν, προνοίᾳ Θεοῦ μέντοι γε, εἰς Ἀμερικήν, ἔνθα ἐπὶ δεκαετίαν ὅλην ἀναλώσας ἑαυτόν, μεγάλως συνέδραμε εἰς τὴν ὀρθόδοξον κατάρτισιν τῶν ἐκεῖ μεταναστῶν καὶ τὴν λαμπροτάτην προβολὴν τῆς πατρώας ἡμῶν Πίστεως ἐν τοῖς ἑτεροδόξοις, παρ ὧν καὶ μεγάλως ἐθαυμάζετο καὶ σπουδαίαις ἐπιστημονικαῖς διακρίσεσι ἐτιμήθη. Πλεῖστα οὖν κεχαριτωμένα συγγράμματα, μέλι τὸ ἐκ θείας Πέτρας ἡδύτατον ἀποστάζοντα συνθέμενος πρὸς οἰκοδομὴν τῶν πιστῶν καὶ σοφῶς ἱεραρχήσας κατὰ πάντα, ὥσπερ τὸ πάλαι Σάββας ὁ βασιλόγονος καὶ μέγας φωτιστὴς τοῦ Σερβικοῦ λαοῦ. Πολλὰ δὲ καταβληθείς, ὑπὸ τῶν συνεχουσῶν αὐτὸν σωματικῶν ἀσθενειῶν καὶ δοκιμασιῶν, ἐκοίμηθῃ τὸ ἔτος 1956, ταφεὶς ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἐν Λίμπερτβιλλ. Ἐκεῖθεν, κατὰ τὸ ἔτος 1991, τὰ τίμια αὐτοῦ λείψανα ἀνακομισθένταἐπανῆλθον εἰς τὴν Σερβίαν καὶ ἀπεθησαυρίσθησαν εἰς τὴν γενέτειρα Λέλιτς, ἔνθα χάριν πολλῶν θαυμάτων ἀναβλύζουσι καθ ἡμέραν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν Σπηλαίῳ, τοῦ Ῥώσσου. Ὁ τῶν Σπηλαίων Κιέβου ποιμενάρχης, εὗρε Θεοδόσιος Παμποιμενάρχην. σελίδα 14 ἀπὸ 19

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ἰουλιανῆς καὶ Εὐπραξίας τῆς Μονῆς τῆς Συλλήψεως τῆς Θεοτόκου, ἐν Μόσχᾳ. Ἰουλιανὴ καὶ Εὐπραξία ἅμα, χοροῦ μετέχουσι σωφρόνων παρθένων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μιχαὴλ καὶ Ἀρσενίου, ἰδρυτῶν τῆς Γεωργιανικῆς Μονῆς ἐν Ὀλύμπῳ τῆς Βιθυνίας. Ἐκ τοῦ Ὀλύμπου τοῦ κάτω πρὸς τὸν ἄνω, Μιχαὴλ ἐχώρησε σὺν Ἀρσενίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Παύλου ἐκ Βίλνιους Λιθουανίας. Ὁ Λιθουανὸς ἐμαρτύρησε Παῦλος, καὶ ἀεὶ συνήρμοσται Χριστῷ τῷ Λίθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος. Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα ὅς οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων. Ταῖς αὐτῶν Ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾨδὴ ζ. Ὁ Παῖδας ἐκ καμίνου. Τὴν θείαν καὶ πανίερον μνήμην σου, τοὺς πίστει γεραίροντας, ὕμνοις καὶ ᾠδαῖς, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς, ὁρατῶν νοητῶν τε διάσωσον, Ξενία μεγαλομάρτυς καὶ νόσων, ἡμᾶς ταῖς σαῖς δεήσεσι. Καὶ μόνη ἐπικλήσει ὀνόματος, τοῦ σοῦ φυγαδεύονται, δαίμονες σεμνή, καὶ πάθη Μάρτυς χαλεπά, τῶν πιστῶς σε καλούντων διώκονται καὶ λύονται φθονερῶν μαγγανεῖαι, πρὸς Κύριον πρεσβείαις σου. Τμηθεῖσαν τῷ πυρὶ παραδίδωσιν, ὁ τύραννος πάνσεμνε, ὅμως σὲ Χριστός, ὡς νύμφη τάσσει τοῖς χοροῖς, τῶν Μαρτύρων Ξενία καὶ ῥύεται, τοὺς πόθῳ τὴν σὴν γεραίροντας μνήμην, δεινῶν καὶ πάσης θλίψεως. Θεοτοκίον σελίδα 15 ἀπὸ 19

Ἰσχύν Σου κατ ἐχθρῶν νοητῶν ἁγνή, καὶ κράτος περίζωσον, Μῆτερ τοῦ Θεοῦ, ἡμᾶς αἰτοῦντάς Σε πιστῶς, Παναγίας ταῖς Σαῖς παρακλήσεσι, καὶ λύτρωσαι περιασμῶν καὶ κινδύνων, καὶ πάσης περιστάσεως. Ὠδὴ η. Αὕτη ἡ κλητή. Σῶμα τὸ φθαρτὸν ἀπηρνήσω Ξενία, νομίμως ἐναθλοῦσα, καὶ θείας ἔτυχες δόξης, καὶ ὡς νύμφη Χριστῷ, σὺν φρονίμοις τοῖς παρθένοις παρίστασαι Ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων. Ῥεύμασι τῶν σῶν καλλιμάρτυς αἱμάτων, τὸν δράκοντα Ξενία, τὸν νοητὸν ἀπεπνίξω, ἀμοιβὴν ὅθεν νῦν, τῶν ἀγώνων σου τὴν χάριν ἀπείληφας, μαγείας τοῦ λύειν, καὶ σώζειν τοὺς σοὺς δούλους. Σῇ μαρτυρικῇ παῤῥησίᾳ χρωμένη, πρὸς τὸν ἀγωνοθέτην, μεγαλομάρτυς Ξενία, τοὺς τιμῶντας πιστῶς, ἑορτήν σου τὴν σεπτὴν καὶ πανήγυριν, τῶν θλίψεων σῷζε, καὶ πάσης ἐξ ἀνάγκης. Θεοτοκίον Ὅλην μου πρὸς Σὲ εὐλαβῶς τὴν ἐλπίδα, μετὰ Θεὸν παρθένε, νῦν ἀνατίθημι Μῆτερ, καὶ βοῶ Σοι πιστῶς περιστάσεών με ῥῦσαι καὶ θλίψεων, ταῖς Σαῖς πρὸς Υἱόν Σου, θεόνυμφε πρεσβείαις. ᾨδὴ θ. Φωτίζου, φωτίζου. Εὐφραίνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐν τῇ μνήμῃ Ξενίας τῆς παρθενομάρτυρος αὕτη καὶ γὰρ τὰ τοῦ κόσμου τερπνά, ὥσπερ φθαρτὰ παριδοῦσα, ἐν οὐρανοῖς νῦν ἀγάλλεται. Νυμφίον ποθοῦσα, Ξενία νύμφη τοῦ Χριστοῦ, τούτου τάχει ὀπίσω τὸν φθαρτὸν μὴ στέργουσα, ἔδραμες σύ, τὴν λαμπάδα χερσίν, ἔχουσα σῶν, Μάρτυς ἐξ αἱμάτων, τὴν φαιδρυνθεῖσαν πολύαθλε. Δαιμόνων τὰ πλήθη, τῇ ἐπικλήσει τοῦ σεπτοῦ, σοῦ ὀνόματος μόνῃ τάχει φυγαδεύονται, καὶ χαλεπά, μαγειῶν τὰ δεσμά, Μάρτυς ταῖς σαῖς, ῥήγνυνται πρεσβείας διὸ ἐν πίστει τιμῶμέν σε. Θεοτοκίον σελίδα 16 ἀπὸ 19

Ὑπάρχεις Παρθένε, ἡ Μήτηρ φύσει τοῦ Θεοῦ, καὶ πιστῶν ἁπάντων, μήτηρ θέσει πάναγνε ὅθεν τῷ Σῷ, παρεστῶσα Υἱῷ, πάντας ἡμᾶς, πρέσβευε σωθῆναι, τοὺς προσκυνοῦντας τὸν Τόκον Σου. Ἐξαποστειλάριον τῆς Ἁγίας. Ἦχος β. Σαρκὶ ὑπνώσας. Τὴν μνήμην πάντες σου πιστῶς, μεγαλομάρτυς ᾄσμασι, γεραίροντες τῶν κινδύνων, βοῶμεν ῥῦσαι καὶ δεινῶν, Ξενία καλλιπάρθενε, καὶ πάσης ἐξ ἀνάγκης, λιταῖς σου πρὸς Κύριον. Καὶ τὸ τῆς Ἑορτῆς. Αινοι Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις, Ξενία Μάρτυς Χριστοῦ, τῆς Βασιλείας οὐρανῶν ἡ συμμέτοχος, ἡ δόξα τῶν Ἀθληφόρων, τῶν δὲ πιστῶν βοηθός, καὶ τῶν θλιβομένων παραμύθιον αἱμάτων τοῖς ῥεύμασι, τὴν στολὴν ἡ φοινίξασα, καὶ τοὺς τυράννους, τῇ ἐνστάσει ἐκπλήξασα, καὶ ὡς ἔπαθλον, στέφος σχοῦσα τὸ ἄφθαρτον πόθῳ σε νῦν γεραίροντες, βοῶμεν πανεύφημε τοὺς εὐφημοῦντας ἀγῶνας, τοὺς σοὺς κινδύνων ἐκλύτρωσαι, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Χαίροις, ἡ τῶν θαυμάτων πηγή, ἀδιαλείπτως τοῖς πιστοῖς ἡ προχέουσα, ἡμῖν ἰαμάτων ῥεῖθρα, τοῖς εὐλαβῶς πρὸς τὴν σήν, Ἀθληφόρε σκέπην καταφεύγουσι καὶ νῦν ἡμᾶς φύλαξον, τοὺς τελοῦντας τὴν μνήμην σου, ἐκ πάσης βλάβης, τῶν ἐχθρῶν καὶ κακώσεων, ἀοράτων τε, ὁρατῶν ἐξαλείφουσα, τούτων πάντα βουλεύματα, Ξενία πανεύφημε, καὶ οὐρανῶν Βασιλείας, ταῖς σαῖς πρεσβείαις ἀξίωσον, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Χαίροις, τῆς καρτερίας κανών, ἡ τῶν βασάνων τὸν χειμῶνα βαστάσασα, πυρός τε τὴν τιμωρίαν, καὶ τῆς καρδίας τομήν, καὶ τὸν διὰ ξίφους, Μάρτυς θάνατον διὸ στέφος εἴληφας, ἀμοιβὴν τῶν ἀγώνων σου, νίκης καὶ χάριν τῶν ἰάσεων ἔνδοξε, καὶ τὴν δύναμιν, φυγαδεύειν τοὺς δαίμονας, λύειν μάγων μαγείας τε, Ξενία πολύαθλε, τῶν εὐσεβῶς προστρεχόντων, τῇ κραταιᾷ προστασίᾳ σου Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Χαίροις, τῆς Μεσσηνίας φρουρός, καὶ πολιοῦχος Καλαμῶν ἀπροσμάχητος, Ξενία μεγαλομάρτυς, ἡ τῶν παιδίων ἡμῶν, προστασία θεία καὶ ἀδάπανος κινδύνων ἡ σελίδα 17 ἀπὸ 19

σώζουσα, καὶ δεινῶν ἀπαλλάττουσα, ἡ μηχανάς τε, φθονερῶν πάσας λύουσα, καὶ τὰ πνεύματα, πονηρὰ ἡ διώκουσα ὕμνοις σε νῦν γεραίροντες, ἐν πίστει κραυγάζομεν δεινῶν καὶ θλίψεων ῥῦσαι, τοὺς προσιόντας τῇ σκέπῃ σου, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. β. Σήμερον ἡ μνήμη τοὺς πιστοὺς τῆς Ἀθληφόρου συγκαλεῖται πρὸς πανήγυριν ταύτην οὖν ἐν πίστει ἑορτάσωμεν κράζοντες χαίροις, τῶν Καλαμῶν τῆς πόλεως μόνη πολιοῦχος καὶ θρέμμα πάντιμον χαίροις, παρθένων ἀγλάϊσμα καὶ Μαρτύρων ὁμόσκηνε χαίροις, ἡ πονηρὰ διώκουσα πνεύματα, καλλιμάρτυς, τῇ ἰσχύϊ τῇ δοθείσῃ σοι παρὰ τοῦ Θεοῦ χαίροις, ἡ τὴν καρδίαν σου σκληρῶς, σεμνὴ ἀφαιρεθεῖσα, ὑπὲρ τοῦ ἀθανάτου Νυμφίου Σωτῆρος Χριστοῦ Ὃν καθικέτευε ἐκτενῶς, ὦ Ξενία πανσεβάσμιε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ νοουμένων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ καὶ ς ᾠδή. Ἀπόστολος. Πρὸς Γαλάτας (γ 23 - δ 5). (Ζήτει τῇ Πέμπτῃ τῆς ΙΕ ἑβδομάδος). Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μεγαλυνάριον. Χαίροις τῶν καλούντων σε βοηθός, καὶ παρηγορία, θλιβομένων ἡ ταχινή, χαίροις καθαιρέτις, παντὸς μαγείας εἴδους, ἐξ ἧς τοὺς σὲ τιμῶντας, Ξενία φύλαττε. Σημ. Πρὸς διεξαγωγὴν τῆς ἑορτῆς τῆς Ἁγίας ἐπὶ τὸ πανηγυρικώτερον, ἴδε τυπικὴν διάταξιν τοῦ Ἁγίου Γεωργίου. σελίδα 18 ἀπὸ 19

σελίδα 19 ἀπὸ 19