Searching in the following:



Σχετικά έγγραφα
Δηµοσθένης. Ὀλυνθιακοί. Μετάφραση-Σχόλια Νικ. Σ. Γκινόπουλος ΠΡΟΛΟΓΟΣ

ΘΟΥΚΙ Ι ΗΣ ΙΣΤΟΡΙΑ Β. Ο επιτάφιος λόγος του Περικλή

ΟΝΟΜΑΤΙΚΕΣ ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ΠΡΟΤΑΣΕΙΣ / 1 ΕΙΣΑΓΩΓΗ

Book 1 The Peloponnesian War Thucydides

Α Ι ΑΚΤΑ ΚΕΙΜΕΝΑ. 1. Ἰσαίου περί τοῦ Κλεωνύµου κλήρου, 41-42

KALLIMACOU EPIGRAMMATA. Τίμων (ο ὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; τ ὸ σκότος ὑμέων γὰρ πλείονες εἰν Ἀΐδ ῃ.

φ σει ἡμῖν ἐγγ νεται

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΛΟΓΟΙ ΑΠΟ ΕΙΚΤΙΚΟΙ ΥΟ ΠΕΡΙ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

ΕΛΛΗΝΙΚΗ ΝΟΜΑΡΧΙΑ. Συντεθείς τε καὶ τύποις ἐκδοθεὶς ἰδίοις ἀναλώμασι πρὸς ὠφέλειαν τῶν Ἑλλήνων ΠΑΡΑ ΑΝΩΝΥΜΟΥ ΤΟΥ ΕΛΛΗΝΟΣ Ἐν Ἰταλίᾳ

ΕΥΡΙΠΙΔΗΣ [ΑΝΔΡΟΜΑΧΗ]

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον

Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1

Η ενότητα της Εκκλησίας. Από: Στ. Παπαδόπουλος, Άγιος Ιωάννης ο Χρυσόστομος, τ. 2, εκδ. Αποστολικής Διακονίας, Αθήναι 1999.

ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ. Μετάφραση, προλεγόµενα: Αρ. Καµπάνης

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ - Α Ι ΑΚΤΟ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΙΑΓΩΝΙΣΜΑ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Αντωνυμίες ονομάζονται οι κλιτές λέξεις που χρησιμοποιούνται στο λόγο αντί των ονομάτων (ουσιαστικών ή επιθέτων). Τα είδη των αντωνυμιών είναι:

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΑΓΝΩΣΤΟ) ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ

«Οὐ, μὰ τὸν ἁμετέρᾳ γενεᾷ παραδόντα τετρακτύν, παγάν ἀενάου φύσεως ῥιζώματ' ἔχουσαν»

Á. ÄÉÄÁÃÌÅÍÏ ÊÅÉ ÌÅ ÍÏ. Ισοκράτους: «Περί Ειρήνης» (Παράγραφοι 15 16)

ΘΕΜΑΤΑ ΚΑΙ ΑΠΑΝΤΗΣΕΙΣ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ 2014 ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν...

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures

Z ELEGII THEOGNISA. Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός, Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne

Á. ÄÉÄÁÃÌÅÍÏ ÊÅÉ ÌÅ ÍÏ. Δημοσθένους: «Ὑπέρ τῆς Ροδίων ἐλευθερίας» Παράγραφοι 17 18

Ενότητα 9 Διόνυσος, Ἀπόλλων καὶ Ποσειδῶν ἐν Ἀττικῇ

Transcript:

Searching in the following: Plato Phil.: Epistulae [Dub.] Stephanus page 352, section c, line 6 Ἔσθ' ὑμῖν κατ ὰ Σικελίαν πᾶσαν λελυμένης τῆς τυραννίδος πᾶσα μάχη περ ὶ αὐτῶν τούτων, τῶν μὲν βουλομένων ἀναλαβεῖν πάλιν τὴν ἀρχήν, τῶν δ ὲ τ ῇ τῆς τυραννίδος ἀπο- φυγ ῇ τέλος ἐπιθεῖναι. Stephanus page 353, section b, line 3 τότε γὰρ εἵλοντο Διονύσιον μὲν ὡς νέον κα ὶ πολεμικὸν ἐπ ὶ τὰς το ῦ πολέμου πρεπούσας αὐτ ῷ πράξεις, σύμβουλον δ ὲ κα ὶ πρεσβύτερον Ἱππαρῖνον, ἐπ ὶ σωτηρί ᾳ τῆς Σικελίας αὐτοκράτορας, ὥς φασιν, τυράννους ἐπονομά- ζοντες. Stephanus page 353, section c, line 2 τοιούτων οὖν αὐτῶν γεγονότων, δίκαιόν που τοῖς σώσασιν πάντας χάριν ἔχειν ε ἰ δέ τι τὸν μετέπειτα χρόνον ἡ τυραννὶς οὐκ ὀρθῶς τ ῇ τῆς πόλεως δωρε ᾷ κατακέχρηται, τούτων δίκας τὰς μὲν ἔχει, τὰς δ ὲ τινέτω.

Stephanus page 353, section e, line 1 κα ὶ πόνων, ἢ 'κεῖνοι ἑλεῖν εὐπετῶς πάλιν τὴν ἀρχήν, οὐδ' ἂν συμβουλεύειν οἷόν τ' ἦν τ ὰ μέλλοντα ῥηθήσεσθαι νῦν δ' ἐννοεῖν ὑμᾶς ἀμφοτέρους χρεὼν κα ὶ ἀναμιμνῄσκεσθαι ποσάκις ἐν ἐλπίδι ἑκάτεροι γεγόνατε το ῦ νῦν οἴεσθαι σχεδὸν ἀεί τινος σμικρο ῦ ἐπιδεεῖς εἶναι τ ὸ μ ὴ πάντα κατ ὰ νοῦν πράττειν, κα ὶ δ ὴ κα ὶ ὅτι τ ὸ σμικρὸν τοῦτο μεγάλων κα ὶ μυρίων κακῶν αἴτιον ἑκάστοτε συμβαίνει γιγνόμενον, κα ὶ πέρας οὐδέν ποτε τελεῖται, συνάπτει δ ὲ ἀε ὶ παλαι ὰ τελευτ ὴ δοκοῦσα ἀρχ ῇ φυομέν ῃ νέ ᾳ, διολέσθαι δ' ὑπ ὸ το ῦ κύκλου τούτου κινδυνεύσει κα ὶ τ ὸ τυραννικὸν ἅπαν κα ὶ τ ὸ δημοτικὸν γένος, ἥξει δέ, ἐάνπερ τῶν εἰκότων γίγνηταί τι κα ὶ ἀπευκ- τῶν, σχεδὸν εἰς ἐρημίαν τῆς Ἑλληνικῆς φωνῆς Σικελία πᾶσα, Φοινίκων ἢ Ὀπικῶν μεταβαλοῦσα εἴς τινα δυναστείαν κα ὶ κράτος. Stephanus page 354, section a, line 4 λέγω γὰρ δ ὴ διαιτητο ῦ τινα τρόπον διαλεγόμενος ὡς δυοῖν, τυραννεύσαντί τε κα ὶ τυραννευθέντι, ὡς ἑν ὶ ἑκατέρ ῳ παλαιὰν ἐμὴν συμβουλήν κα ὶ νῦν δ ὲ ὅ γ' ἐμὸς λόγος ἂν εἴη σύμβουλος τυράνν ῳ παντ ὶ φεύγειν μὲν τοὔνομά τε κα ὶ τοὖργον τοῦτο, εἰς βασιλείαν δέ, ε ἰ δυνατὸν εἴη, μεταβαλεῖν. Stephanus page 354, section b, line 3 δυνατὸν δέ, ὡς ἔδειξεν ἔργ ῳ σοφὸς ἀνὴρ κα ὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τ ὸ τῶν οἰκείων γένος ἐν Ἄργει κα ὶ Μεσσήν ῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν ἀφικομένους κα ὶ διαφθείραντας ἑαυτούς τε κα ὶ τὴν πόλιν

ἑκατέρους ἑκατέραν, δείσας περ ὶ τῆς αὑτο ῦ πόλεως ἅμα κα ὶ γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν κα ὶ τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον, ὥστε γενεὰς τοσαύτας ἤδη μετ' εὐκλείας σῴζεσθαι, νόμος ἐπειδ ὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλ' οὐκ ἄνθρωποι τύραννοι νόμων. Stephanus page 354, section c, line 3 ὃ δ ὴ κα ὶ νῦν οὑμὸς λόγος πᾶσιν παρακελεύεται, τοῖς μὲν τυραννίδος ἐφιεμένοις ἀποτρέπεσθαι κα ὶ φεύγειν φυγ ῇ ἀπλήστως πεινώντων εὐδαιμόνισμα ἀν- θρώπων κα ὶ ἀνοήτων, εἰς βασιλέως δ' εἶδος πειρᾶσθαι μεταβάλλειν κα ὶ δουλεῦσαι νόμοις βασιλικοῖς, τὰς μεγίστας τιμὰς κεκτημένους παρ' ἑκόντων τε ἀνθρώπων κα ὶ τῶν νόμων τοῖς δ ὲ δ ὴ ἐλεύθερα διώκουσιν ἤθη κα ὶ φεύγουσιν τὸν δούλειον ζυγὸν ὡς ὂν κακόν, εὐλαβεῖσθαι συμβουλεύοιμ' ἂν μή ποτε ἀπληστί ᾳ ἐλευθερίας ἀκαίρου τινὸς εἰς τ ὸ τῶν προγόνων νόσημα ἐμπέσωσιν, ὃ δι ὰ τὴν ἄγαν ἀναρχίαν ο ἱ τότε ἔπαθον, ἀμέτρ ῳ ἐλευθερίας χρώμενοι ἔρωτι. Stephanus page 354, section e, line 3 ο ἱ γὰρ πρ ὸ Διονυσίου κα ὶ Ἱππαρίνου ἀρξάντων Σικελιῶται τότε ὡς ᾤοντο εὐδαι- μόνως ἔζων, τρυφῶντές τε κα ὶ ἅμα ἀρχόντων ἄρχοντες ο ἳ κα ὶ τοὺς δέκα στρατηγοὺς κατέλευσαν βάλλοντες τοὺς πρ ὸ Διονυσίου, κατ ὰ νόμον οὐδένα κρίναντες, ἵνα δ ὴ δουλεύοιεν μηδεν ὶ μήτε σὺν δίκ ῃ μήτε νόμ ῳ δεσπότ ῃ, ἐλεύθεροι δ' εἶεν πάντ ῃ πάντως ὅθεν α ἱ τυραννίδες ἐγένοντο αὐτοῖς.

Stephanus page 356, section a, line 1 νῦν οὖν τοῖς μὲν ἐλευθερία γιγνέσθω μετ ὰ βασιλικῆς ἀρχῆς, τοῖς δ ὲ ἀρχ ὴ ὑπεύθυνος βασιλική, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν κα ὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν ἐπ ὶ δ ὲ Stephanus page 356, section a, line 5 τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν ἐπ ὶ δ ὲ

Stephanus page 356, section a, line 6 Stephanus page 357, section b, line 1 ταῦθ' ὑμῖν ἐγ ὼ κα ὶ ζῶν διενοήθην γίγνεσθαι κα ὶ νῦν διανοοῦμαι, κα ὶ τότε κρατήσας τῶν ἐχθρῶν μεθ' ὑμῶν, ε ἰ μ ὴ ξενικα ὶ ἐρινύες ἐκώλυσαν, κατέστησα < ἂν> ᾗπερ κα ὶ διενοούμην, κα ὶ μετ ὰ ταῦτα Σικελίαν ἂν τὴν ἄλλην, εἴπερ ἔργα ἐπ ὶ ν ῷ ἐγίγνετο, κατῴκισα, τοὺς μὲν βαρβάρους ἣν νῦν ἔχουσιν ἀφελόμενος, ὅσοι μ ὴ ὑπὲρ τῆς κοινῆς ἐλευθερίας διεπολέμησαν πρὸς τὴν τυραννίδα, τοὺς δ' ἔμπροσθεν οἰκητὰς τῶν Ἑλληνικῶν τόπων εἰς τὰς ἀρχαίας κα ὶ πατρῴας οἰκή- σεις κατοικίσας ταὐτ ὰ δ ὲ ταῦτα κα ὶ νῦν πᾶσιν συμβουλεύω κοιν ῇ διανοηθῆναι κα ὶ πράττειν τε κα ὶ παρακαλεῖν ἐπ ὶ ταύτας τὰς πράξεις πάντας, τὸν μ ὴ 'θέλοντα δ ὲ πολέμιον ἡγεῖσθαι κοιν ῇ.