Ἀκολουθία Ὁσιομαρτύρων ΘΕΟΦΑΝΟΥΣ καί ΠΑΪΣΙΟΥ τῶν Κολλυβάδων

Σχετικά έγγραφα
Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΝΕΟΦΥΤΟΥ ΚΑΙ ΑΜΒΡΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Αγιολογία - Εορτολογία

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΝΕΟΦΥΤΟΥ ΚΑΙ ΑΜΒΡΟΣΙΟΥ ΜΑΚΑΡΙΟΥ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ἀκολουθία Ἀνακομιδῆς Λειψάνου Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

1 1 παυλος και σιλουανος και τιμοθεος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κυριακή 2 Ἰουνίου 2019.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Μητρ. Λαγκαδά: Θα πρέπει να κάνουμε βήματα «ασκήσεως» για να αλλάξει η ζωή μας

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

ΑΥΓΟΥΣΤΟΥ η ΚΥΡΙΑΚΗ ΜΗΝΟΣ. ΤΩΝ ΕΝ ΣΑΜΩ ΑΓΙΩΝ ΑΚΟΛΟΥΘΙΑ

Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Μετεωρίτου Ψαλλομένη τῇ 16 η Αὐγούστου


Ἀναγνωστικό Κατήχησης

ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΡΟΔΩι ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΟΚΤΩΒΡΙΟΣ 9!! ΟΣΙΟΙ ΑΝΔΡΟΝΙΚΟΣ & ΑΘΑΝΑΣΙΑ ΑΚΟΛΟΥΘΙΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Ακολουθία Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Βυζαντίου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Transcript:

Ἀκολουθία Ὁσιομαρτύρων ΘΕΟΦΑΝΟΥΣ καί ΠΑΪΣΙΟΥ τῶν Κολλυβάδων Ψαλλομένη τῇ 8 η Ἰουνίου Ποίημα Δρ. Χαραλάμπους Μπούσια ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Τῶν Κολλυβάδων Πατέρων ἐγκωμιάσωμεν, τὴν θείαν ξυνωρίδα, ἀσκουμένην ἐν Σκήτῃ, Ἁγίας Ἄννης ὕμνοις πάντες πιστοί, στεφηφόρον Παΐσιον, καὶ Θεοφάνη ῥιφεῖσαν χερσὶ λῃστῶν, εἰς βυθὸν θαλάσσης ἄμετρον. Ἁγίας Ἄννης ἀζύγων δυάδα μέλψωμεν, ἐν ὕμνοις Θεοφάνη, καὶ αὐτῷ τὸν ἐκθύμως, [1]

ὑπείκοντα τοῖς λόγοις μύστην Χριστοῦ, Μυστηρίων Παΐσιον, τοὺς διὰ φθόνον ῥιφέντας εἰς τὸν βυθόν, τῆς θαλάσσης οἱ φιλέορτοι. Τῶν ἐμμενόντων εἰς πίστιν ἀκαινοτόμητον, εἰς δόγματα πατρῷα, καὶ ὀρθὰς παραδόσεις, Πατέρας θεοφόρους καὶ εὐσταλεῖς, Νεομάρτυρας μέλψωμεν, σὺν Θεοφάνει τῷ Γέροντι τὸν σεπτόν, καὶ πανόσιον Παΐσιον. Χερσὶ λῃστῶν μιαιφόνων τοὺς ἐκμετρήσαντας, βυθὸν τὸν τῆς θαλάσσης, ἐν ἐσχάτοις τοῖς χρόνοις, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, νέους Ὁσιομάρτυρας, σὺν Θεοφάνει τῷ Γέροντι τὸν αὐτοῦ, ὑποτακτικὸν Παΐσιον. Δόξα. Ἦχος β. Ξυνωρίδα Πατέρων τὴν ἀκαινοτόμητον, μαρτυρικῶς σφραγίσασαν τὸν ὀρθόδοξον αὐτῆς βίον, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, ὡς πίστεως ὡραΐσματα οὕτω λέγοντες οἱ χερσὶ μιαιφόνοις ἀποκτανθέντες, καὶ διὰ θαλάσσης καταντήσαντες εἰς ἐπάλξεις οὐρανίους, ἀξιώσατε αὐτῶν καὶ ἡμᾶς ἀπολαῦσαι, τῶν Ὀρθοδοξίαν φιλούντων, καὶ τιμώντων ἐν ὕμνοις ὑμῶν τὸ μαρτύριον. Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Εἰς τὸν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Χαῖρε ἡ ξυνωρίς, Πατέρων Κολλυβάδων, Θεόφανες ἀζύγων, σεμνότης καὶ γενναῖε, Παΐσιε νεόαθλοι. [2]

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Φύλακας ἀκλινεῖς, δογμάτων Ὀρθοδόξων, τιμήσωμεν ἐν ὕμνοις, φωσφόρον Θεοφάνη, καὶ θεαυγῆ Παΐσιον. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Φαίνει πάσῃ τῇ γῇ, ὑμῶν ἡ ἀριστεία, ἐν τῇ ὑποστηρίξει, Παΐσιε πατρώων, δογμάτων καὶ Θεόφανες. Δόξα. Τριαδικόν. Δόξα Σοι ὁ Θεός, καὶ Κτίστης τῶν ἁπάντων, Τριὰς Ὑπεραγία, ὁ φωτισμὸς τοῦ κόσμου, τὸ σθένος καὶ ἡ δύναμις. Καὶ νῦν. Θεοτοκίον. Χαῖρε Μῆτερ Θεοῦ, Ἁγίου Ὄρους σκέπη, ἀκέστορ ἀντιλῆπτορ, καὶ φύλαξ καὶ προστάτις, καὶ δύναμις καὶ σέμνωμα. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Δεῦτε μέλψωμεν ὕμνοις Ὁσιομάρτυρας, χερσὶν ἀνόμων βληθέντας, εἰς τῆς θαλάσσης βυθόν, κακοδόξων ὡς ἀντιφρονοῦντας κράζοντες κλέη Ἁγιαννανιτῶν, εἰρηνεύσατε ὑμῶν, πρεσβείαις τὴν Ἐκκλησίαν, Χριστοῦ Παΐσιε μάκαρ, καὶ πνευματέμφορε Θεόφανες. Δόξα. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐκ τοῦ Ἄθωνος θεῖοι ὡς ἀστέρες ἀνέτειλαν, Σκήτην τῆς Προμήτορος Ἄννης, ἐν ἀσκήσει αὐγάσαντες ὁ Γέρων Θεοφάνης ὁ σοφός, Παΐσιος ὁμοῦ ὁ Αἰτωλός, καὶ τοὺς νόμους τοὺς πατρώους ἀθλητικοῖς, ἀγῶσιν ἐπεσφράγισαν χαίρετε [3]

Κολλυβάδες ἱεροί, χαίρετε στῦλοι πίστεως, χαίρετε οἱ θαλάσσης εἰς βυθόν, ἐν δόξῃ τελευτήσαντες. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί δόξα τῷ προελθόντι ἐκ Σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου. Ἀπόλυσις. ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ἐπαξίως Θεόφανες, καὶ Παΐσιε ἄφθαρτον, στέφος ἐξ Ὑψίστου χειρῶν εἰλήφατε, ὡς Ὀρθοδόξου φρονήματος, λαμπάδες νεόφωτοι, καὶ πυρσοὶ νεολαμπεῖς, ἀριστείας ἐν σκάμμασι, τῆς ἀθλήσεως διὸ μνήμην ὑμῶν ἐπιτελοῦντες, εὐλαβῶς ὑμῶν πρεσβείας, θεοπειθεῖς ἐκδεχόμεθα. Πίστιν ἀκαινοτόμητον, τὴν πατρώαν τηρήσαντες, καὶ Ἁγίας Ἄννης καθαγιάσαντες, τὴν Σκήτην πόνοις ἀσκήσεως, ὑμῶν ἀπειλήφατε, μαρτυρίου ἀληθῶς, στέφη μάκαρ Θεόφανες, καὶ Παΐσιε, Κολλυβάδων οἱ φέροντες τὸ στίγα, καὶ σφραγῖδα Ὀρθοδόξου, Ὁσιομάρτυρες πίστεως. [4]

Προσευχῆς καλλωπίσματα, ἀκτησίας σεμνώματα, ἐμμονῆς μυράλειπτρα εὐωδέστατα, ἐν τοῖς πατρώοις διδάγμασι, Θεόφανες ἔνθεε, καὶ Παΐσιε σεπτέ, οἱ βληθέντες εἰς θάλασσαν, δι εὐσέβειαν, ἀφθαρσίας εἰλήφατε στεφάνους, ἐκ χειρῶν τοῦ Στεφοδότου, νέμοντος πᾶσι τὰ πρόσφορα. Καλλιγράφε Παΐσιε, Ἱερέων εὐπρέπεια, σταθηρὸς ἐμμένων ἐν παραδόσεσι, ταῖς Ὀρθοδόξοις ἐνήθλησας, στεῤῥῶς σὺν τῷ Γέροντι, Θεοφάνει σοῦ σεπτῷ, καὶ Μαρτύρων τοῖς τάγμασι, συνηρίθμησαι ὅθεν μνήμην τὴν σὴν ἐπιτελοῦντες, οἱ φιλόκαλοι αἰνοῦμεν, τὴν σὴν πανίερον ἄθλησιν. Νεοάθλων τῆς πίστεως, κοσμιότης Θεόφανες, τῆς Ἁγίας Ἄννης οἰκῆτορ Σκήτεως, σὺν Παϊσίῳ διήνυσας, ὁδὸν τῆς ἀσκήσεως, σοῦ τῷ ὑποτακτικῷ, εὐλαβῶς καὶ ἀθλήσεως, χαίρων Ὅσιε, σὺν αὐτῷ ἐμβληθεὶς εἰς τῆς θαλάσσης, τὸν βυθὸν ἵνα εἰς ὕψος, ἀνέλθῃς πόλου ὑπέρφωτον. Κολλυβάδων ὁμήγυριν, τὴν σεπτὴν ἠγλαΐσατε, τῶν ἐνισταμένων Πατέρων ἔνδοξοι, διὰ δογμάτων τῆς πίστεως, πατρώων ἀλλοίωσιν, Ἀθωνῖται εὐλαβεῖς, καὶ βυθὸν ἐκμετρήσατε, τὸν θαλάσσιον, μιαιφόνοις χερσὶ σεπτοὶ Πατέρες, σὺν ἐνθέῳ Παϊσίῳ, σοφίας φάρε Θεόφανες. Δόξα. Ἦχος πλ. β. Τοὺς ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας ἀρτίως, πατέρας τῆς Σκήτεως Ἁγίας Ἄννης, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, ὡς φωστῆρας [5]

τῆς εὐσεβείας καὶ ἀριστείας, οὕτω λέγοντες ὀσφράδια τῆς ἀκαινοτομήτου ἡμῶν πίστεως πάντερπνα, οἱ φιλοκάλως τὸν βίον ἀνύσαντες, καὶ ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενοι ἕως μαρτυρίου, εὐφράνατε ἡμῶν τὰς καρδίας, εὐωδίᾳ τῶν ὑμετέρων κατορθωμάτων, καὶ Χριστῷ πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ 9-14). Τάδε λέγει Κύριος πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ [6]

σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ 7). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν [7]

μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τήν Λιτήν. Ἦχος α. Εὐφραίνου ἐν Κυρίῳ Ὀρθοδόξων ὁ δῆμος, τελῶν τὴν μνήμην τῆς ξυνωρίδος τῶν νέων ἀσκητῶν καὶ Μαρτύρων, Παϊσίου καὶ Θεοφάνους αὐτοὶ γὰρ θεαρέστως ἀσκήσαντες ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης, μαρτυρικῶς δι εὐσέβειαν, ἐν τῷ βυθῷ τῆς θαλάσσης τὸν βίον ἐτέλεσαν καὶ νῦν Ὁσίων καὶ Μαρτύρων τὰ βραβεῖα δεξάμενοι, Χριστῷ ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Ἀσκήσεως πόνοις λαμπρύναντες τῶν ψυχῶν τὸ ἔνδυμα, ἀθλητικοῖς καμάτοις αὐτὸ ἐπεχρώσατε, Παΐσιε καὶ Θεόφανες οὐρανῶν γὰρ φωτόλαμπρον στολὴν ἀμπεχόμενοι, εἰς τὴν χαρὰν εἰσήλθατε τοῦ ὑμῶν Κυρίου, Αὐτῷ ἀπαύστως συνευφραίνεσθαι, καὶ πρεσβεύειν ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Ἦχος γ. Ὀρθοδοξίας ἐγείραντες τρόπαια, καὶ ὑπερμαχήσαντες τῶν πατρώων παραδόσεων, ἀσκήσει καὶ μαρτυρίῳ Θεῷ εὐηρεστήσατε, νέοι [8]

Ὁσιομάρτυρες Παΐσιε καὶ Θεόφανες ὅθεν τὴν μνήμην ὑμῶν ἐπιτελοῦντες σήμερον, τοὺς ὑπὲρ τῆς εὐσεβείας ὑμῶν ἀγῶνας μεγαλύνομεν, καὶ Χριστὸν δοξάζομεν τὸν πᾶσι πιστοῖς παρέχοντα, τὸ μέγα καὶ πλούσιον ἔλεος. Ἦχος δ. Χερσὶν ἀργυρωνήτων λῃστῶν συλληφθέντες, καὶ ἰταμῶς ὑπ αὐτῶν κολαφιζόμενοι καὶ μαστιγούμενοι, εἰς βυθὸν θαλάσσης ἐβλήθητε, νέοι τῆς εὐσεβείας καλλιμάρτυρες, Γέρον Θεόφανες καὶ Ἱερεῦ Παΐσιε λιπόντες οὖν ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης ὑμῶν κονίστραν, τῷ παρέχοντι πᾶσιν ὑμῶν δεήσεσι τὸ ἄμετρον ἔλεος. Δόξα. Ὁ αὐτός. Ὡς νεόδρεπτα λείρια τῆς εὐσεβείας, ἐν Ἁγίῳ Ὄρει ἀσκητικῶν καμάτων εὐωδίᾳ, καὶ ὀδμαῖς μαρτυρίου ηὐφράνατε τὰ σύμπαντα, Ὀρθοδόξων Πατέρων κλεΐσματα, Παΐσιε καὶ Θεόφανες εὐφραινόμενοι οὖν καὶ ἡμεῖς νεόαθλοι, τῇ ὑμῶν παῤῥησίᾳ καὶ ἀνδρείᾳ, τὰς θεοπειθεῖς ὑμῶν εὐχὰς ἐκδεχόμεθα, πρὸς ἐνίσχυσιν τοῦ Ὀρθοδόξου ἡμῶν φρονήματος, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. [9]

Εἰς τὸν Στίχον. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις, Νεομαρτύρων δυάς, τῶν ἀσκητῶν Ἁγίας Ἄννης τῆς Σκήτεως, ἐν ἔτεσι τοῖς ἐσχάτοις, ἀσκητικῇ ἀγωγῇ, καὶ λαμπρᾷ ἀθλήσει, διαλάμψασα Πατέρες πανόσιοι, ἀρετῆς ὡραΐσματα, ὀρθῶν δογμάτων, καὶ σεπτῶν παραδόσεων, πολυτίμητοι, καὶ χρυσόπλοκοι στέφανοι πανευσθενὲς Θεόφανες, σοφίας ἐκτύπωμα, καὶ εὐλαβῶν Ἱερέων, καὶ καλλιγράφων ἀκρώρεια, Παΐσιε μάκαρ, οὐρανοῦ περικοσμεῖτε, λαμπρὰ σκηνώματα. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Χαίροις, ἡ θαυμαστὴ ξυνωρίς, τῶν Κολλυβάδων ἀσκητῶν ἡ ἐν ἔτεσιν, ἀθλήσασα τοῖς ἐσχάτοις, ὑπερμαχοῦσα ἠθῶν, τῶν σεπτῶν καὶ θείων, παραδόσεων Παΐσιε Ὅσιε, Ἱερέων εὐπρέπεια, σὺν Γέροντί σου, Θεοφάνει τῷ ἔμφρονι, εὐτελέστατον, τῆς ἀσκήσεως τρίβωνα, αἵμασιν ἐπιχρώσαντες, ὑμῶν καὶ τοῖς ὕδασι, καθαγιάσαντες ἄρτι, τοῖς θαλαττίοις μακάριοι, Κυρίῳ συγχαίρειν, ἠξιώθητε ἐν δόμοις, αἰωνιότητος. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Μνήμην ἐπιτελοῦντες ὑμῶν, τὴν ἱερὰν καὶ παμφαῆ καὶ πανέορτον, ὡς πίστεως Ὀρθοδόξου, ὑμᾶς τιμῶμεν πυρσούς, φάρους εὐσεβείας, παραδόσεως πατρώας ὑπέρφωτα καὶ λαμπρὰ φρυκτωρήματα, καὶ ἀριστείας ἄστρα νεολαμπέστατα, καλλιμάρτυρες, Ἀθλοφόρε Παΐσιε καὶ θεαυγὲς Θεόφανες οἰκήτορες Ἄθωνος, Ἁγίας Σκήτεως Ἄννης, στρουθία τὰ ἐπὶ δώματος, [10]

μονάζοντα θεῖοι, καὶ εὐλαλῶς κελαδοῦντα, πατρῷα δόγματα. Δόξα. Ἦχος πλ. δ. Ἀνδρειοτάτῃ ψυχῇ καὶ φωνῇ πεπαῤῥησιασμένῃ, τῆς εὐσεβείας κήρυκες ἀνεδείχθητε, καὶ ὀρθῶν δογμάτων προασπισταὶ ἄχρι θανάτου, Παΐσιε καὶ Θεόφανες νεόαθλοι ὅθεν τὴν μνήμην ὑμῶν εὐλαβῶς πανηγυρίζοντες, τὰς πρὸς Κύριον ὑμῶν ἀπεκδεχόμεθα δεήσεις, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος. Καὶ νῦν. Θεοτοκίον. Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Δεῦτε μέλψωμεν ὕμνοις Ὁσιομάρτυρας, χερσὶν ἀνόμων βληθέντας, εἰς τῆς θαλάσσης βυθόν, κακοδόξων ὡς ἀντιφρονοῦντας κράζοντες κλέη Ἁγιαννανιτῶν, εἰρηνεύσατε ὑμῶν, πρεσβείαις τὴν Ἐκκλησίαν, Χριστοῦ Παΐσιε μάκαρ, καὶ πνευματέμφορε Θεόφανες. Δόξα. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐκ τοῦ Ἄθωνος θεῖοι ὡς ἀστέρες ἀνέτειλαν, Σκήτην τῆς Προμήτορος Ἄννης, ἐν ἀσκήσει αὐγάσαντες ὁ Γέρων Θεοφάνης ὁ σοφός, Παΐσιος ὁμοῦ ὁ Αἰτωλός, καὶ τοὺς νόμους τοὺς πατρώους ἀθλητικοῖς, ἀγῶσιν ἐπεσφράγισαν χαίρετε [11]

Κολλυβάδες ἱεροί, χαίρετε στῦλοι πίστεως, χαίρετε οἱ θαλάσσης εἰς βυθόν, ἐν δόξῃ τελευτήσαντες. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί δόξα τῷ προελθόντι ἐκ Σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου. Ἀπόλυσις ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Πατέρες παμφαεῖς, τῶν πατρώων δογμάτων, φωστῆρες τηλαυγεῖς, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀκτῖσιν ἐλάμψατε, θεαρέστου ἀσκήσεως, καὶ ἀθλήσεως, στεῤῥᾶς Παΐσιε μάκαρ, καὶ Θεόφανες, Ἁγίας Σκήτεως Ἄννης, λαμπρὰ ὡραΐσματα. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Χαρὰ Χριστιανῶν, Θεοτόκε Παρθένε, τῶν θλίψεων ἀχλύν, ἀποδίωξον τάχος, τῶν πίστει σπευδόντων Σοι, ἐν δειναῖς περιστάσεσι, καὶ ἀπάλλαξον, ἐκ λυπηρῶν τῆς ὀμίχλης, τοὺς προστρέχοντας, Σῇ ἀῤῥαγεῖ ἀντιλήψει, καὶ σκέπῃ καὶ χάριτι. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Νεόδρεπτα λείρια τῆς Ἐκκλησίας Χριστοῦ, κιννάμωμα εὔοσμα ἀσκητικῶν ἀρετῶν, [12]

ηὐφράνατε Ἄθωνος, Σκήτην Ἁγίας Ἄννης, ἐμμονῆς εὐωδίᾳ, δόγματα εἰς πατρῷα, καὶ σεπτοῦ μαρτυριου, Παΐσιε στεῤῥὲ καὶ λαμπάς, θάῤῥους Θεόφανες. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Ἄθωνος σέμνωμα Θεογεννῆτορ ἁγνή, θεόθεν ἐπόπτευε καὶ περιφρούρει ἀεί, τοὺς ὕμνοις τιμῶντάς Σε, Δέσποινα Παναγία, πολυτίμητον εὖχος, σκέπη καὶ προστασία, καὶ ἀντίληψις θεία, ἀζύγων ἐν αὐτῷ εὐλαβῶς, μεγαλυνόντων Σε. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Δυάδα ἔνθεον, τὴν ἀθλοφόρητον, Πατέρων μέλψωμεν, φαιδροῖς ἐν ᾄσμασιν, ἐνασκουμένων ταπεινῶς ἐν Σκήτῃ Ἁγίας Ἄννης, ἀπηνῶς εἰς ῥεύματα, τῶν βληθέντων θαλάσσια, ἐν ἐσχάτοις ἔτεσι, δι εὐσέβειαν ἅπαντες, καὶ στέφη μαρτυρίου λαβόντων, θεῖα χειρῶν ἐκ τοῦ Ὑψίστου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι χαῖρε ἡ Κεχαριτωμένη. Εἶτα, οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. [13]

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιε 17 - ιστ 2). Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. [14]

Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τῶν Σῶν Μαρτύρων πρεσβείαις, Ἐλεῆμον... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με ὁ Θεός... Τοὺς χερσὶ λῃστῶν κακοπαθήσαντας, καὶ εἰς βυθὸν θαλάσσης βληθέντας, διὰ τὴν πατρώαν εὐσέβειαν, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, τοὺς θεαυγεῖς οἰκήτορας τῆς Σκήτεως Ἁγίας Ἄννης, ἐν κατανύξει κραυγάζοντες Κολλυβάδων Πατέρων ὡραΐσματα, οἱ ἀσκήσει καὶ μαρτυρίῳ διαπρέψαντες, μὴ παύσησθε Κυρίου δεόμενοι, ὑπὲρ τῶν τιμώντων ὑμῶν τὰ παλαίσματα. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Παϊσίῳ καὶ Θεοφάνει ἐγκώμιον πλέκω. Χ. Μ. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Παΐσιε πάντιμε, καὶ θεοφόρε Θεόφανες, ἀσκήσει οἱ λάμψαντες, καὶ μαρτυρίῳ λαμπρῶς, ὡραΐσατε, Χριστοῦ τὴν Ἐκκλησίαν, καὶ πίστιν Ὀρθόδοξον, κατελαμπρύνατε. Ἀνδρείῳ φρονήματι, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, χοροὺς ἐφαιδρύνατε, σεπτῶν Ἁγιορειτῶν, οἱ ἀθλήσαντες, ὠλέναις μιαιφόνοις, διὰ τὴν Ὀρθόδοξον, πίστιν θειότατοι. Ἰσχὺν ἐνδυσάμενοι, Ἁγίας Ἄννης οἰκήτορες, τῆς Σκήτεως ἔνθεοι, θεόθεν τρίβους λαμπρῶς, ἐβαδίσατε, ἀθλήσεως ἀρίστης, καὶ στέφη ἐλάβετε, ἀϊδιότητος. Θεοτοκίον. [15]

Σὲ πάντες γεραίρομεν, καὶ εὐλαβῶς μακαρίζομεν, ἁγνὴ Ἀειπάρθενε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, Παντευλόγητε, καταφυγὴ μερόπων, καὶ ἄσειστον στήριγμα, τῶν προστρεχόντων Σοι. ᾨδὴ γ. Τοὺς Σοὺς ὑμνολόγους. Ἰθύναντες πρὸς Ἁγίας Ἄννης, τὴν Σκήτην τὰ βήματα ὑμῶν, καὶ ἐξ αὐτῆς πρὸς ἄθλησιν, θεάρεστον Παΐσιε, καὶ θαυμαστὲ Θεόφανες, διπλοῦς στεφάνους εἰλήφατε. Ὡς κλέη Πατέρων Κολλυβάδων, Θεόφανες λύχνε ἀρετῆς, καὶ Ἱερεῦ Παΐσιε, κοσμῆτορ ταπεινώσεως, ὑμᾶς τιμῶμεν ἄσμενοι, μελισταγέσιν ἐν ᾄσμασι. Κατάστικτοι μώλωψι Πατέρες, χερσὶ μιαιφόνοις ἀπηνῶς, εἰς τὸν βυθὸν ἐβλήθητε, θαλάττης Νεομάρτυρες, περιφανὲς Θεόφανες, καὶ καρτερόφρον Παΐσιε. Θεοτοκίον. Ἀπείρανδρε Κεχαριτωμένη, ἐπόπτευε πάντας ἀκλινῶς, θεόθεν τοὺς προστρέχοντας, τῇ παναγίᾳ σκέπῃ Σου, καὶ ἀρωγῇ ἐν κλύδωσι, καὶ ἀλγειναῖς περιστάσεσι. Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Δεῦτε μέλψωμεν, τοὺς φιλοκάλους, εὐσεβόφρονας, καὶ τῶν πατρώων, παραδόσεων κοσμήτορας Μάρτυρας, σὺν Θεοφάνει Παΐσιον Σκήτεως, Ἁγίας Ἄννης γενναίους οἰκήτορας, ὡς προπύργια ἀσάλευτα ὁσιότητος, καὶ στύλους φωταυγεῖς λαμπρᾶς ἀθλήσεως. Δόξα. Καὶ νῦν. Θεοτοκίον. [16]

Θεία ἔφορε, Ἁγίου Ὄρους, καταφύγιον, ἐμπεριστάτων, φύλαξ ἄγρυπνε πιστῶν ὁμηγύρεως, παραμυθία τῶν ὄντων ἐν θλίψεσι, καὶ οὐρανόσδοτε σκέπη προσφύγων Σου, φρούρει πάντοτε Παρθένε ἐν περιστάσεσι, τοὺς σπεύδοντας τῇ θείᾳ προστασίᾳ Σου. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Ἱερέων Ἀθλοφόρων, νέον σέβας Παΐσιε, σὺν τῷ Γέροντί σου, Θεοφάνει δρόμον διήνυσας, τοῦ μαρτυρίου καὶ στέφανον χρυσόπλοκον, ἀφθαρτότητος, ἐκ τοῦ Ὑψίστου ἀπείληφας. Θεοφάνη εὐφημοῦμεν, τὸν ἐν Σκήτῃ ἀσκήσαντα, τῆς Ἁγίας Ἄννης, καὶ σὺν Παϊσίῳ βαδίσαντα, αὐτῷ ὑπείκοντι διόδον ἀθλήσεως, δι εὐσέβειαν, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσιν. Ἐνηθλήσατε γενναίως, καὶ εἰς ῥεῦμα έβλήθητε, τῆς θαλάσσης λίθους, ἐν τραχήλοις φέροντες ἔνδοξοι, σὺν Θεοφάνει Παΐσιε τρισόλβιοι, καλλωπίσματα, Ἁγίας Ἄννης τῆς Σκήτεως. Θεοτοκίον. Οὐρανῶν ὑψηλοτέρα, Θεοτόκε πανύμνητε, Ὄρους τοῦ Ἁγίου, σκέπη ἀντιλῆπτορ καὶ ἔφορε, τῶν μονοτρόπων χορείαις ἐπιβράβευσον, προστασίαν Σου, τὴν ἀῤῥαγῆ καὶ βοήθειαν. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. Φωτὶ τῆς ἀθλήσεως, Παΐσιε φωτόλαμπρε, καὶ φαιδρὲ Θεόφανες φωσφόρε, τῇ ταπεινώσει, πᾶσαν ηὐγάσατε γῆν, ὑμῶν τῇ πανσέπτῳ ἐμμονῇ, εἰς πατρῷα δόγματα, καὶ Ὀρθόδοξον φρόνημα. [17]

Ἀσκήσεως πρότυπα, τοῦ μαρτυρίου σκάμματα, πίστει διηνύσατε Πατέρες, Ἁγίας Ἄννης, πανευλαβεῖς ἀσκηταί, τῆς Σκήτεως θεῖε Ἱερεῦ, ταπεινὲ Παΐσιε, καὶ τρισμάκαρ Θεόφανες. Νεόαθλοι ἔνδοξοι, λῃστῶν χερσὶ ἐβλήθητε, ῥεῦμα εἰς θαλάσσιον Πατέρες, ὑπερμαχοῦντες, τῶν φιλοκάλων ἠθῶν, Θεόφανες Γέρον θεαυγές, καὶ φανὲ Παΐσιε, ἀγαθότητος πάμφωτε. Θεοτοκίον. Ἐπάκουσον Δέσποινα, τῶν πίστει δεομένων Σου, καὶ ὁδήγει δήμους μονοτρόπων, Ἁγίου Ὄρους, πρὸς οὐρανίους σκηνάς, τοὺς Σὲ μεγαλύνοντας ἀεί, ὡς φρουρὸν καὶ φύλακα, καὶ ἀκέστορα Ἄθωνος. ᾨδὴ στ. Τὴν θείαν ταύτην. Ἰσχὺν λαβόντες Θεόφανες, ὑψόθεν καὶ Παΐσιε ὄλβιε, καθυπεμείνατε, ὀνειδισμοὺς καὶ ῥαπίσματα, ἀνδρείως καὶ εἰς ῥεῦμα, πνιγμὸν θαλάσσιον. Εὐκλείας κατηξιώθητε, τοῦ πόλου ὡς γενναῖοι νεόαθλοι, καὶ ὁσιώτατοι, Πατέρες πάνσεμνοι Μάρτυες, σὺν πάνυ Παϊσίῳ, λαμπρὲ Θεόφανες. Γεραίρει δῆμος Χριστώνυμος, ὑμῶν τὴν παῤῥησίαν καὶ ἄθλησιν, τὴν ὑπερένδοξον, διὰ δογμάτων προάσπισιν, τῶν πατρικῶν γενναῖοι, Ὁσιομάρτυρες. Θεοτοκίον. Καυχᾶται Ἄθως Σῇ χάριτι, καὶ θείᾳ προστασίᾳ πανύμνητε, Θεογεννήτρια, καὶ καταφεύγει τῇ σκέπῃ Σου, ἐν πάσαις βίου ζάλαις, καὶ περιστάσεσι. [18]

Κοντάκιον. Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ. Ἁγίας Ἄννης ἀσκητὰς τῆς θείας Σκήτεως, διὰ πατρώας παραδόσεις καὶ εὐσέβειαν, εἰς τὴν θάλασσαν βληθέντας χερσὶν ἀνόμοις, ἐν ἐσχάτοις τοῖς καιροῖς ἐγκωμιάσωμεν, Θεοφάνη καὶ Παΐσιον ὡς Μάρτυρας, νέους κράζοντες χαίροις ζεῦγος νεόαθλον. Ὁ Οἶκος. Ἄριστοι εὐσεβείας, ἀθληταὶ Ἀθωνῖται, Παΐσιε σὺν τῷ Θεοφάνει, τῶν πατρώων δογμάτων πυρσοί, μαρτυρίου φέγγει εὐσεβῶν τάγματα, ηὐγάσατε ὧν στόματα, ἠνοίξατε ὑμῖν κραυγάζειν Χαῖρε, Παΐσιε Νεομάρτυς χαῖρε, Θεόφανες καλλιμάρτυς. Χαῖρε, εὐσεβείας Παΐσιε κόσμημα χαῖρε, ἀριστείας Θεόφανες ἄγλαμα. Χαῖρε, Ἄννης θείας Σκήτεως, ὦ Παΐσιε λαμπάς χαῖρε, πάσης παραδόσεως, ὦ Θεόφανες ἰκμάς. Χαῖρε, ζεῦγος Πατέρων, μαρτυρίῳ στεφθέντων χαῖρε, τεῖχος δογμάτων, ἀῤῥαγὲς τῶν πατρώων. Χαῖρε, ἀστὴρ Παΐσιε πίστεως χαῖρε, φωστὴρ Θεόφανες νήψεως. Χαῖρε, ἀζύγων Θεόφανες εὖχος χαῖρε, Μαρτύρων Παΐσιε κλέος. Χαίροις, ζεῦγος νεόαθλον. Συναξάριον. Τῇ Η τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐκ Κολλυβάδων Ἁγίων Ὁσιομαρτύρων Παϊσίου καὶ Θεοφάνους, τῶν ἐκ τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης τοῦ Ἄθωνος, χερσὶ μιαιφόνοις εἰς βυθὸν βληθέντες θαλάσσης, ἐν ἔτει 1773, τελειοῦνται. [19]

Στίχοι Φαίνετε, Θεόφανες σὺν Παϊσίῳ, φῶς πᾶσι μαρτυρικῆς εὐσεβείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν. Ὡς πολύτιμα, τῆς εὐσεβείας μάργαρα ὑμᾶς γεραίρομεν, μελισταγέσιν ᾠδαῖς, στρουθία φιλέρημα, τοῦ Ὄρους Ἄθωνος, Ὁσιόαθλοι, Θεόφανες τρισόλβιε, καὶ Παΐσιε θεόφρον. Μνήμην σήμερον, ὑμῶν τὴν πανσεβάσμιον πανηγυρίζοντες, ἐν κατανύξει ψυχῆς, ὑμῶν τὴν εὐσέβειαν, καὶ τὸ μαρτύριον, καταστέφομεν, Θεόφανες στεῤῥόψυχε, καὶ Παΐσιε ἀλκίφρον. Ἱερώτατε, Παΐσιε ἐν ἔτεσιν ἐσχάτοις ἤθλησας, σὺν Θεοφάνει σεπτῷ, καὶ νέοις τῆς πίστεως, Μαρτύρων τάγμασι, συνηρίθμησαι, ὑπακοῆς ἀρχέτυπον, σὺν αὐτῷ ἐν πόλῳ δόξης. Θεοτοκίον. Ὄλβε ἄσυλε τῆς παρθενίας ἄχραντε Θεογεννήτρια, ἅγνιζε πάντων ἡμῶν, τὰ σώματα Δέσποινα, ἐννοίας κάθαρον, καὶ διόρθωσον, τοὺς λογισμοὺς τῶν δούλων Σου, Παναγία Θεοτόκε. ᾨδὴ η. Παῖδας εὐαγεῖς. Νίκης ὡς στεφάνους ἐν τραχήλοις, ὑμῶν λίθους φέροντες εἰς θάλασσαν, ἀπηνῶς ἐβλήθητε, νέοι ὁσιόαθλοι, Παΐσιε πανεύφημε, βαλβὶς χρηστότητος, καὶ εὔψυχε Θεόφανες κρῖνα, Ἄθωνος εὐώδη, καὶ ῥόδα μυροβόλα. [20]

Πλήρεις χαρμονῆς ὑμῶν τραχήλους, ἐκλίνατε τῶν λῃστῶν τοῖς λίθοις ἔνδοξοι, καὶ ἐπικαλούμενοι, τοῦ Θεοῦ τὸ ὄνομα, ἐβλήθητε εἰς θάλασσαν, Γέρον Θεόφανες, εὐχῆς ἀδιαλείπτου πυξίον, καὶ τῆς εὐσεβείας, Παΐσιε λαμπρότης. Λάμψεσιν ὑμῶν τοῦ μαρτυρίου, Παΐσιε καλλιμάρτυς καὶ Θεόφανες, Σκήτην ἠγλαΐσατε, τῆς Θεοπρομήτορος, Ἁγίας Ἄννης ἔνδοξοι, ἧσπερ οἰκήτορες, ὑπήρχετε σεπτοὶ ἐν ἐσχάτοις, ἔτεσι Πατέρες, Ὀρθοδοξίας εὖχη. Θεοτοκίον. Ἔφορε Ἁγιωνύμου Ὄρους, πανύμνητε Θεοτόκε καταφύγιον, τῶν ἐν περιστάσεσι, θεῖον παραμύθιον, τῶν θλιβομένων Δέσποινα, καὶ μέγα στήριγμα, ἐν βίῳ κλονουμένων ἀπαύστως, στήριζε τοὺς πίστει, Σὲ ἀνυμνολογοῦντας. ᾨδὴ θ. Ἅπας γηγενής. Κλέη ἀρετῆς, εὐχῆς ταπεινώσεως, νηστείας νήψεως, Ὀρθοδόξου πίστεως, ὑπερμαχοῦντες, καὶ Μεταλήψεως, συχνῆς ὁδῷ ἀθλήσεως, ἠκολουθήσατε, ὁλοθύμως, Ἱερεῦ Παΐσιε, καὶ Θεόφανες Γέρον σεβάσμιε. Ὤφθητε λαμπροί, φωστῆρες σεμνότητος, ἀστέρες πάμφωτοι, ἀπαθείας Ὅσιοι, Ἁγίας Ἄννης, μεγίστης Σκήτεως, Θεόφανες πανένδοξε, δογμάτων πρόμαχε, Ὀρθοδόξων, καὶ στεῤῥὲ Παΐσιε, εὐσεβείας διάκοσμε τίμιε. [21]

Χαίρετε φανοί, πατρώων τῆς πίστεως, δογμάτων πάμφωτοι, νεαυγὲς Θεόφανες, ἐνασκουμένων, Πατέρων σέμνωμα, καὶ θαυμαστὲ Παΐσιε, ἀζύγων καύχημα, Ἱερέων, τιμαλφὲς διάδημα, καὶ τοῦ Ἄθωνος πάντιμον κλέϊσμα. Θεοτοκίον. Μῆτερ τοῦ Θεοῦ, μνημόνευε δούλων Σου, τιμώντων σήμερον, μνήμην τὴν πανέορτον, Ὁσιοάθλων, τῶν νέων πίστεως, τοῦ Παϊσίου Δέσποινα, θεοχαρίτωτε, καὶ τοῦ πάνυ, Θεοφάνους Ἄθωνος, κοσμητόρων ἐσχάτοις ἐν ἔτεσιν. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Ἁγίας Ἄννης Σκήτεως, δυάδα ἀθλοφόρητον, βληθεῖσαν εἰς τῆς θαλάσσης, βυθὸν χερσὶ μιαιφόνοις, διὰ πατρώα δόγματα, Παΐσιον τιμήσωμεν, καὶ Θεοφάνην πάνσεπτον, ὡς Κολλυβάδων Πατέρων, τῆς ὁμηγύρεως ῥόδα. Θεοτοκίον. Ἁγίου Ὄρους ἔφορε, καὶ χαρμονὴ καὶ καύχημα, Θεογεννῆτορ Παρθένε, μὴ διαλίπῃς θεόφρον, ἀζύγων τὰ συστήματα, διατηρεῖν ἀπήμονα, τῶν προβολῶν τοῦ δράκοντος, καὶ πτερνιστοῦ τοῦ ἀρχαίοι, παντὸς βροτείου τοῦ γένους. Αἶνοι. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Πατέρων δυάδα τὴν σεπτήν, τῆς μεγίστης Σκήτεως, Ἁγίας Ἄννης τοῦ Ἄθωνος, ἐγκωμιάσωμεν, τοὺς ὑπερμαχοῦντας, Ὀρθοδόξου πίστεως, Ὁσίους Κολλυβάδας ἐν ᾄσμασι, καὶ μελῳδήμασιν, ἱερόαθλε Παΐσιε, καὶ τρισμάκαρ, Θεόφανες χαίρετε. [22]

Χερσὶ μιαιφόνοις εἰς βυθόν, ἀπηνῶς ἐβλήθητε, θαλάσσης ἄρτι νεόαθλοι, Ἄθωνος λείρια, τῆς φιλοκαλίας, καὶ τῶν παραδόσεων, ὑπέρμαχοι πατρώων Θεόφανες, Γέρον θειότατε, καὶ καλλίνικε Παΐσιε, Ἱερέων, σεπτῶν σεμνολόγημα. Στεῤῥὰν ξυνωρίδα ἀσκητῶν, Θεοφάνη πάνσεπτον, καὶ θεοφόρον Παΐσιον, ἐγκωμιάσωμεν διὰ φθόνον ἄρτι, τοὺς κακοπαθήσαντας, καὶ διὰ τὴν πατρώαν παράδοσιν, τοὺς ἐκμετρήσαντας, τὸν βυθὸν θαλάσσης ἄσμενοι, Χριστωνύμων, ἁπάντων οἱ σύλλογοι. Ἀσκήσεως τὸ μελαμβαφές, εὐτελὲς τριβώνιον, τῷ βαπτισμῷ τῆς ἀθλήσεως, καθηγιάσατε, ἐν βυθῷ θαλάσσης, Ἀθωνῖται Ἅγιοι, Παΐσιε σεπτὲ καὶ Θεόφανες, οἱ ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις μαρτυρήσαντες, μιαιφόνοις, χερσὶ δι εὐσέβειαν. Δόξα. Ἦχος πλ. α. Καινοτόμων τοὺς καθελόντας τὴν ἔπαρσιν, καὶ χερσὶ μιαιφόνοις θανατωθέντας, ἀσκητὰς Ἁγίας Ἄννης τῆς Σκήτεως ἐγκωμιάσωμεν, Παΐσιον καὶ Θεοφάνη οὕτω λέγοντες οἱ διπλοῦς στεφάνους λαβόντες ἀσκήσεως καὶ μαρτυρίου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύοντες ἐν οὐρανίῳ λειμῶνι, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην τὴν πάνσεπτον. Θεοτοκίον. [23]

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάριον. Τοὺς τῆς εὐσεβείας ὑπογραμμούς, καὶ ἠθῶν πατρώων, τοὺς φωστῆρας τοὺς παμφαεῖς, σὺν τῷ Θεοφάνει, Παΐσιον τὸν θεῖον, ὡς Ὁσιομαρτύρων, βάθρα τιμήσωμεν. [24]