ΙΟΥΛΙΟΣ 12!! ΑΓΙΑ ΒΕΡΟΝΙΚΗ ΑΙΜΟΡΡΟΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΙΒ!! ΒΕΡΟΝΙΚΗ ΑΙΜΟΡΡΟΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων Ταγμάτων. Τῆς Βερονίκης τὴν μνήμην πανηγυρίσωμεν αὕτη γὰρ ἰαθεῖσα, τῇ ἀφῇ ἱματίου, Χριστοῦ τοῦ Ζωοδότου βίον σεμνόν, [1]
καταλλήλως διήνυσε, καὶ τῶν Ἁγίων τῆς δόξης ἐν οὐρανοῖς, ἀνεδείχθη ἰσοστάσιος. Εὐγνωμονοῦσα Κυρίῳ ψυχῆς θερμότητι, Αὐτοῦ τὴν θείαν στήλην, τῷ σῷ οἴκῳ Ἁγία, ἀνήγειρας ἐν πίστει ἐξ ἧς δαψιλής, χάρις πᾶσι δεδώρηται, εἰς σωτηρίαν σωμάτων τε καὶ ψυχῶν, Βερονίκη πανσεβάσμιε. Ὡς τετρωμένη τῷ πόθῳ Χριστοῦ πανεύφημε, Αὐτῷ κατηκολούθεις, ἥκοντι πρὸς τὸ πάθος, καὶ τούτου τὴν ἁγίαν ὄψιν σεμνή, τυπωθεῖσαν εἰσδέδεξαι, ἐν σουδαρίῳ βουλήσει θεαρχικῇ, Βερονίκη παμμακάριστε. Ἕτερα. Ἦχος δ. Ὠς γενναῖον ἐν Μάρτυσιν. Ὡς ἐν πίστει προσέδραμες, τῷ Σωτῆρι κηρύττοντι, τῆς ζωῆς τὸ ἅγιον Εὐαγγέλιον, τῆς σῆς ἐφέσεως ἔτυχες, Αὐτοῦ ὥσπερ ἥψω γάρ, ἱματίου εὐαβῶς, τῆς ἰάσεως πάραυτα, ἐκ τῆς μάστιγος, ἠξιώθης θεόφρον Βερονίκη, καὶ Αὐτοῦ τὴν εὐσπλαγχνίαν, μεγαλοφώνως ἐδόξαζες. Καθορῶσα τὸν Κύριον, πρὸς τὸ πάθος βαδίζοντα, καὶ περιῤῥεόμενον ὥσπερ ἄνθρωπον, πολλῷ ἱδρῶτι τὸ πρόσωπον, δι ἄφατον ἔλεος, τούτῳ δέδωκας σεμνή, ἀπομάξασθαι ῥάκιον, ᾧ τετύπωται, ἡ γλυκεῖα καὶ θεία Αὐτοῦ ὄψις, Βερονίκη μακαρία, ἁγιασμὸν πᾶσι νέμουσα. Θεαρέστως βιώσασα, ὡς Κυρίου μαθήτρια, καὶ Χριστὸν δοξάσασα θείαις πράξεσι, πρὸς τὸν νυμφῶνα ἀνέδραμες, τῆς ἄνω λαμπρότητος, καὶ Ἁγίων τοῖς χοροῖς, ὡς Ἁγίων ἠρίθμησαι, μεθ ὧν πρέσβευε, Βερονίκη πταισμάτων λύσιν δοῦναι, καὶ παθῶν τὴν θεραπείαν, τοῖς σὲ γεραίρουσι πάνσεμνε. Δόξα. Ἦχος πλ. β. Τῶν ἐντολῶν τοῦ Χριστοῦ, δεξαμένη τὸν σπόρον, τῆς εὐσεβείας τοὺς καρπούς, ἐγεώργησας Βερονίκη θεόφρον τῆς γὰρ θείας δωρεᾶς, κατανοοῦσα τὸ μέγεθος, κατάλληλον [2]
τρόπον ἐπεδείξω, τῶν φθειρομένων τὸν νοῦν χωρίσασα καὶ τῷ δι οἶκτον ἀμέτρητον, ἐπὶ γῆς ὀφθέντι, ἐν εἴδει σαρκός, ἀμέμπτως ἠκολούθησας, ἤθεσι σεμνοῖς, καὶ ἀρετῶν ἰδέαις καὶ νῦν τῆς δόξης Αὐτοῦ κατατρυφῶσα, ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε. Καὶ νῦν. Θεοτοκίον Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31) Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει [3]
εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ πάντες γὰρ οἱ παρ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. [4]
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ.7) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Λιτή. Ἦχος α. Τοῦ ἱματίου τοῦ Σωτῆρος, πίστει καὶ πόθῳ ἁψαμένη, οὐ μόνον τῆς συνεχούσης σε μάστιγος, τὴν θεραπείαν ἐκομίσω, ἀλλὰ καὶ θείου φωτισμοῦ πεπλήρωσαι, τῇ πρὸς Χριστὸν ἐγγύτητι ὁ γὰρ Κύριος τῆς δόξης, λαμπρῶς σε προσελάβετο, καὶ οἰκείαν θεράπαιναν ἔδειξε, Βερονίκη μακαρία καὶ τοῖς λόγοις Αὐτοῦ, τὰ σὰ ῥυθμίζουσα, ἀξίως μετέσχες, τῆς ἀλήκτου ζωῆς, ἧς καὶ ἡμεῖς μετασχοίημεν, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου. Ἦχος β. Ὡς ἀληθῶς μακαρία ὤφθης, Βερονίκη σεμνή, τὸν μόνον μακάριον, καὶ Θεὸν τῶν ολων, ἐπιλειμμένον βροτείας φύσεως, τοῖς ὀφθαλμοῖς ἰδοῦσα Αὐτῷ γὰρ προσεπέλασας, ἐν πίστει θερμῇ, καὶ τῆς μακαρίας φωνῆς ἤκουσας λεγούσης θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ τὸ ῥηθὲν εἰς ἔργον θεμένη, δικαιοσύνης ταῖς τρίβους πεπόρευσαι, καὶ ἀμέμπτως Χριστῷ ἐλάτρευσας ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. [5]
Ἦχος γ. Ἐναρέτοις πράξεσι, Χριστῷ δουλεύουσα, μαθήτρια Αὐτοῦ ἐδείχθης, ἀνενδοιάστῳ ψυχῇ, Βερονίκη παναοίδιμε, καὶ Αὐτῷ ἀκολουθοῦσα, πρὸς τὸ πάθος πορευομένῳ, παρ Αὐτοῦ ἐδέξω τὸ σουδάριον, ὃ πιστῶς ἐνεχείρισας, ἐκμάξαι τὸν τοῦ προσώπου ἱδρῶτα ὢ χάριτος ἧς ἔτυχες, καὶ δωρεᾶς θεοσδότου! ἐν αὐτῷ γὰρ μεμόρφωται, ἡ τοῦ Σωτῆρος παναγία μορφή, ζωὴν παρέχουσα, καὶ φῶς ἀληθινόν, καὶ εἰρήνην ἀκατάλυτον, τοῖς εὐσεβῶς βοῶσι Κύριε, δόξα Σοι. Δόξα. Ἦχος δ. Τῆς ἐν σαρκὶ ζωῆς, τοῦ Σωτῆρος κοινωνήσασα, ὡς αὐτόπτης Αὐτοῦ, τῆς αἰωνίου σωτηρίας μέτοχος ὤφθης, Βερονίκη θεόληπτε τῷ γὰρ θείῳ αἵματι, τῆς ἀρχαίας ἀρᾶς ῥυσθεῖσα, ἐν καινότητι ζωῆς ἐπολιτεύσω, ὡς τὰ ἄνω ποθοῦσα καὶ ζητοῦσα, ὁλοτρόπῳ σπουδῇ καὶ νῦν Ἀγγέλοις συνοῦσα, καὶ ἀνακεκαλυμμένως Χριστὸν ὁρῶσα, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εἰς τὸν Στίχον. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε, προσεπέλασας Χριστῷ, καὶ ἀφῇ κρασπέδου ἐδέξω, σαρκὸς τὴν ἴασιν, τότε καὶ τὸ ἄϋλον, φῶς καὶ οὐράνιον, τῆς Αὐτοῦ ἐπιγνώσεως, τῇ ψυχῇ ἐδέξω, καὶ τῆς θείας πίστεως, χάριν τὴν ἄφθονον ὅθεν, Βερονίκη θεόφρον, τῆς σῆς καθαρᾶς πολιτείας, μέλπομεν τὰ θεῖα προτερήματα. [6]
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Ὅτε, τὸ σουδάριον χερσί, δέδωκας Χριστῷ ἐρχομένῳ, πρὸς πάθος ἄχραντον, τότε ὡς ἀπέμαξεν, Αὐτοῦ τὸ πρόσωπον, παραδόξως τετύπωται, ἐν αὐτῷ ἡ θεία, ὄψις καὶ σεβάσμιος, καὶ πανακήρατος, ἥνπερ, εὐλαβῶς προσκυνοῦντες, μέλπομεν σεμνὴ Βερονίκη, τὰ τῶν ἀρετῶν σου κατορθώματα. Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. Βίον, διανύσασα σεμνόν, καὶ ἐν εὐσεβείᾳ ἀπάσῃ, Χριστῷ δουλεύσασα, τούτου τῆς λαμπρότητος, καὶ ὡραιότητος, Βερονίκη ἠξίωσαι, μετὰ θεῖον τέλος, καὶ Ἀγγέλων σύσκηνος, καὶ ὁμοδίαιτος, πᾶσι, τοῖς Ἁγίοις ἐδείχθης, μεθ ὧν ἐκδυσώπει ἀπαύστως, δοῦναι τῶν πταισμάτων ἡμῖν ἄφεσιν. Δόξα. Ἦχος πλ. δ. Τὸ τῆς φύσεως σαθρόν, ἐν ἀγάπῃ θείᾳ ἐπιῤῥώσασα, τοῦ Εὐαγγελίου τὸν δρόμον, ἀνδρείως τετέλεκας, Βερονίκη ἀοίδιμε τῶν γὰρ ῥήσεων Χριστοῦ, πρακτικῶς τὰς ἐκβάσεις δρεπομένη, θείων δωρεῶν μετέσχηκας, τῆς ὕλης ἐκβᾶσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, τῆς Εὔας τὸν πόθον καρπουμένην ἀλλὰ πρέσβευε μακαρία, σώζεσθαι τοὺς σὲ μακαρίζοντας. Καὶ νῦν. Θεοτοκίον Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. [7]
Εὑροῦσα τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Αὐτὸν ἐθεράπευσας δι ἐνάρετου ζωῆς, καὶ βίου σεμνότητος, ὅθεν τῆς ουρανίου, μετασχοῦσα εὐκλείας, πρέσβευε τῷ Κυρίῳ, Βερονίκη Ἁγία, ὑπὲρ τῶν εὐφημούντων, τὰ σὰ προτερήματα. Δόξα. Καὶ νῦν. Θεοτοκίον Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Ἀπόλυσις. ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου Σωτήρ. Τὴν ἄχραντον μορφήν, τοῦ Χριστοῦ Βερονίκη, πλουτήσασα πιστῶς, ἐν σεπτῷ σουδαρίῳ, Αὐτοῦ θεία θεράπαινα, ἀληθῶς ἐχρημάτισας τῆς ἀγάπης γάρ, Αὐτοῦ τὸ πῦρ δεξαμένη, πεπολίτευσαι, ὡς οὐρανόφρων ἐν κόσμῳ, ζωῆς καθαρότητι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Κυήσασα Χριστόν, ὑπὲρ νοῦν τε καὶ λόγον, καὶ μείνασα ἁγνή, ὥσπερ ἦσθα πρὸ τόκου, Παρθένε πανάμωμε, Θεοτόκε πανύμνητε, πάσης ῥῦσαί με, φθορᾶς καὶ πάσης μανίας, τοῦ ἀλάστορος, καὶ μετανοίας τῷ φέγγει, τὸν νοῦν μου καταύγασον. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὴν στήλην ἐνίδρυσας πρὸ τῆς οἰκίας τῆς Σῆς, Χριστοῦ τοῦ παντάνακτος εὐχαριστοῦσα Αὐτῷ, ἀνθ ὢν καλῶς ετυχες ἔνθεν οἰκειωθεῖσα, διὰ βίου τελείου, τούτῳ τῆς οὐρανίου, εὐκληρίας μετέσχες, θεόφρον Βερονίκη, Ἀγγέλων συνόμιλε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θεὸν σωματώσασα ἄνευ τροπῆς καὶ φυρμοῦ, ἐθέωσας ἄχραντε τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν τῷ τόκῳ Σου ὅθεν [8]
Σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, δοξάζομεν Θεοτόκε, καὶ πιστῶς Σοι βοῶμεν Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ἐπεφάνης σήμερον. Τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθοῦσα, πολιτείαν ἄμεμπτον, διέδραμες ἐπὶ τῆς γῆς, καὶ τῆς ἀλήκτου λαμπρότητος, ὦ Βερονίκη, συμμέτοχος γέγονας. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τὸν Χριστὸν κυήσασα, ἀνερμηνεύτως, τοὺς γενάρχας ὕψωσας, ἐκ τῆς φθορᾶς πρὸς τὴν ζωήν, ἐξ ἧς τὸ πάλαι ἐξώσθησαν, Θεογεννῆτορ, βροτῶν ἀνακαίνισις. Εἶτα, οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. Η, 41-48) Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ο δὲ Ἰησοῦς εἶπεν Ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ ἐμοῦ. Ιδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε πορεύου εἰς εἰρήνην. [9]
Ὁ Ν ψαλμός. Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ.: Ἐλέησόν με ὁ Θεός... Τῆς τοῦ Χριστοῦ ὑπὲρ νοῦν ὡραιότητος, ἐν οὐρανοῖς ἀπολαύουσα, καὶ μετοχῇ ἀΰλῳ θεουμένῃ, Βερονίκη πανεύφημε, μὴ παύσῃ πρεσβεύουσα δεόμεθα, πάσης βλάβης ῥύεσθαι, καὶ πειρασμῶν καὶ σκανδάλων, τοὺς πόθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τῇ Βερονίκῃ, μέλισμα θεῖον. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Ταῖς ὑπερφώτοις ἀκτῖσι τοῦ παντουργοῦ, λαμπομένη Πνεύματος, Βερονίκη νοητῶς, αἴτησόν μοι θεῖον φωτισμόν, ἀνυμνῆσαί σου τοῦ βίου τὴν λαμπρότητα. Ἡνίκα πίστει προσέδραμες τῷ Χριστῷ, καὶ ἁφῇ θεόληπτε, ἱματίων τῶν Αὐτοῦ, εὗρες θεραπείαν θαυμαστήν, κατηυγάσθης τῷ φωτὶ τῆς θείας πίστεως. Βεβαίαν πίστιν προσήγαγες τῷ Χριστῷ, ὡς Αὐτὸν ἐπέγνωκας, προσδοκίαν τῶν ἐθνῶν, καὶ Αὐτοῦ τῶν θείων ἐντολῶν, Βερονίκη τοὺς καρποὺς ἐκαλλιέργησας. Θεοτοκίον. Ἐκ τῶν ἁγνῶν Σου αἱμάτων σωματωθείς, Λόγος ὁ ὑπέρθεος, διπλοῦς ὤφθη ἐπὶ γῆς, καὶ ἐκ τῆς κατάρας τὸν Ἀδάμ, ἐλυτρώσατο Παρθένε ὡς φιλάνθρωπος. ᾨδὴ γ. Οὐκ ἔστιν Ἅγιος. Ῥύσεως αἵματος σεμνή, παραδόξως ῥυσθεῖσα, τῇ ἁφῇ τοῦ κρασπέδου, τοῦ Σωτῆρος Ἰησοῦ, Αὐτῷ ἀγάπην θερμήν, Βερονίκη, ἐκ ψυχῆς προσήγαγες. [10]
Ὅλον τὸν πόθον σου σεμνή, ἔχουσα πρὸς τὸν Κτίστην, τὴν Αὐτοῦ θείαν στήλην, πρὸ τοῦ οἴκου σου πιστῶς, κατέστησας εἰς πολλῶν, Βερονίκη, γνῶσιν τὴν σωτήριον. Νόμου εἰδυῖα πληρωτήν, τὸν Χριστὸν ἑκουσίως, πρὸς τὸ ἄχραντον πάθος, πορευόμενον σεμνή, ἐν σουδαρίῳ Αὐτοῦ, ἐκομίσω, πρόσωπον τὸ ἅγιον. Θεοτοκίον. Ἰσχύν μοι δίδου δυσωπῶ, κατὰ πάσης μανίας, καὶ δεινῆς ἐπηρείας, τοῦ ἀλάστορος ἐχθροῦ, Θεογεννῆτορ ἁγνή, ἵνα τούτου, φύγω τὰ βουλεύματα. Κάθισμα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῷ Χριστῷ κολληθεῖσα ἀφ οὗ τὴν ἴασιν, Βερονίκη ἐδέξω τῇ τοῦ κρασπέδου ἁφῇ, ἐπληρώθης φωτισμοῦ τῆς θείας χάριτος, καὶ διηκόνησας Αὐτῷ, καὶ τὸ πρόσωπον Αὐτοῦ, ἀφράστως ἐν σουδαρίῳ, ἐκτυπωθὲν ἐδωρήσω, τοῖς ἐν γῇ θείῳ θελήματι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε Παρθένε Μῆτερ ἀνύμφευτε, προστασία τοῦ κόσμου καὶ σωτηρία ἡμῶν, συνηθείας πονηρᾶς ταλαιπωρούσης με, ταῖς μητρικαῖς Σου προσευχαῖς, πρὸς τὸν φιλάνθρωπον Θεόν, ἀπάλλαξον ἱκετεύω, καὶ μετανοίας πρὸς τρίβον, κατεύθυνόν μου τὴν διάνοιαν. ᾨδὴ δ. Χριστός μου δύναμις. Καλῶς διήγαγες, τὴν πολιτείαν σου, τοῦ Σωτῆρος τῷ φόβῳ τὴν σὴν ψυχήν, Βερονίκη πάνσεμνε, ἀλλοτριοῦσα ὑλικῶν, θεοφρόνως ἐπιδόσεων. Ἡ τῆς καρδίας σου, ἔφεσις ἅπασα, τεταμένη πρὸς τὸν ἐκ δεινῆς, νόσου σε ῥυσάμενον, προτρέπει ἴχνεσιν Αὐτοῦ, Βερονίκη πιστῶς ἕπεσθαι. Μὴ δειλιάσασα, ὄπισθεν ἔδραμες, καὶ καθήψω χιτῶνος πίστει θερμῇ, τοῦ Χριστοῦ πανεύφημε, καὶ παραυτίκα ἡ ῥοή, ἡ τοῦ αἵματος ἐξήραται. [11]
Θεοτοκίον. Ἐκ Σοῦ ὁ ἄναρχος, Θεὸς προέδραμε, σαρκωθεὶς ὑπὲρ λόγον ἄνευ τροπῆς, ἐξ ἁγνῶν αἱμάτων Σου, καὶ ἀνεκαίνισεν ἡμᾶς, Θεοτόκε ὡς φιλάνθρωπος. ᾨδὴ ε. Τῷ θείῳ φέγγει σου ἀγαθέ. Λελαμπρυσμένη θείῳ φωτί, τοῦ Εὐαγγελίου τοὺς καρπούς, τῇ καθαρᾷ πολιτείᾳ σου, ἅπασι προβάλλεις ψυχὰς ἐκτρέφουσα, θεόφρον Βερονίκη τῶν γεραιρόντων σε. Ἵδρυσας στήλην τὴν ἱεράν, ἐν εὐγνωμοσύνῃ τοῦ Χριστοῦ, πρὸ τοῦ σοῦ οἴκου θεόπνευστε, τύπον παραστήσασα θείων πράξεων, θεόφρον Βερονίκη σαυτὴν τῷ βίῳ σου. Σωτῆρα βλέψασα τὸν Χριστόν, πρὸς σφαγὴν ἁγόμενον σεμνή, δακρύων ἔχεας ῥεύματα, καὶ ἐν ἐκμαγείῳ Αὐτοῦ τὸ πρόσωπον, ἐδέξω Βερονίκη πλούτῳ χρηστότητος. Θεοτοκίον. Μὴ διαλίπῃς Μῆτερ Θεοῦ, πάσης ῥυομένη με φθορᾶς, τοῦ παλαιοῦ πολεμήτορος, καὶ πρὸς ἐνταλμάτων θείων ἐκπλήρωσιν, ἀεὶ καθοδηγοῦσά με τὸν ἱκέτην Σου. ᾨδὴ στ. Τοῦ βίου τὴν θάλασσαν. Ἀγάπῃ τῇ κρείττονι, πτερουμένη πρὸς Θεόν, θεοπρεπῶς ἐβάδισας, τὴν ὁδὸν ἐνταλμάτων τῶν θεϊκῶν, καὶ πρὸς ἀτελεύτητον, προσεχώρησας ζωὴν ἀξιοθαύμαστε. Θεράπαινα πέφηνας, θεοφόρος τοῦ Χριστοῦ, Αὐτὸν θερμῶς ποθήσασα, καὶ διδάγματα τούτου τὰ ἱερά, ἐν σοὶ θησαυρίσασα, Βερονίκη καὶ εὐσεβῶς πληρώσασα. Ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κατὰ Δαβὶδ γεγένησαι, Βερονίκῃ ἐλαίῳ τῶν ἀρετῶν, ψυχὰς ἱλαρύνουσα, τῶν τελούντων τὴν μνήμην σου ἐν ᾄσμασι. Θεοτοκίον. Ἰσχὺς καὶ ὀχύρωμα, καὶ προπύργιον στεῤῥόν, γενοῦ ἡμῖν πανάμωμε, κατὰ πάσης μανίας τοῦ δυσμενοῦς, αὐτοῦ διαλύουσα, τὰς πικρὰς ἐπιθέσεις τῇ σῇ χάριτι. [12]
Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Τῷ Χριστῷ προσέδραμες, θερμῇ τῇν πίστει, καὶ τυχοῦσα πάνσεμνε, τῆς θεραπείας παρ Αὐτοῦ, δι ἀρετῆς κατηξίωσαι, ὦ Βερονίκη τῆς ἄνω λαμπρότητος. Ὁ Οἶκος. Συνεχομένη μάστιγι δεινῇ, καὶ ἐπὶ ἔτη δώδεκα κατατρυχομένη, πρὸς τὸν Σωτῆρα Χριστόν, τὸν μόνον ἰατῆρα ψυχῶν τε καὶ σωμάτων, πίστει θερμῇ προσέδραμες Ἁγία καὶ τῶν ἱματίων Αὐτοῦ, λάθρα ἁψαμένη, ἔστη ἡ ῥύσις τοῦ αἵματος, καὶ ἀνέβλυσεν ἐν σοί, ῥεῖθρον ζωῆς αἰωνίου, Θεὸν σεσαρκωμένον τοῦτον ἐπιγνούσῃ Ὃν θεασαμένη ἐπὶ τὸ ἑκούσιον πάθος πορευόμενον, ἐπέδωκας Αὐτῷ σουδάριον, τὸν ἱδρῶτα ἐκμάξαι τοῦ προσώπου, ἐν ᾧ ἡ θεία Αὐτοῦ μορφὴ παραδόξως τετύπωται καὶ δι ἐναρέτου ζωῆς θεραπεύσασα Αὐτον, κατηξίωσαι, ὦ Βερονίκη τῆς ἄνω λαμπρότητος. Συναξάριον. Τῇ ΙΒ τοῦ αὐτοῦ μηνός, ἡ Ἁγία Βερονίκη ἡ αἱμοῤῥοοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται. Ὅλου νοητῶς δράττεταί σου νῦν, Λόγε, Ἡ κρασπέδου σου πρὶν μόνον δραξαμένη. Δύο καὶ δεκάτῃ Βερονίκης ἦτορ γῆθεν ἀπέπτη. Αὕτη ἦν ἐκ κώμης Πανεάδος δεινῷ δὲ πάθει τῆς αἱμορροίας ἐπὶ δώδεκα ἕτη συνεχομένη, προσῆλθε τῷ Κυρίῳ, καὶ ἤψατο τῶν ἱματίων αὐτοῦ, καὶ πάραυτα ἰᾶται τῆς μάστιγος αὐτῆς (Μᾶρκ. ι 24-34). Εὐχαριστοῦσα δὲ τῷ Σωτῆρι, ἵδρυσε πρὸς τιμὴν αὐτοῦ πρὸ τοῦ οἴκου αὐτῆς τὸν ἀνδριάντα αὐτοῦ. Θεασαμένη δὲ τοῦτον πρὸς τὸ ἑκούσιον πάθος ἀγόμενον, καὶ ἱδρῶτι τὸ πρόσωπον περιῤῥεόμενον, ἐπέδωκεν αὐτῷ σουδάριον, μεθ oὗ ἀποσμήξας τὴν θείαν ὄψιν, τετύπωται αὕτη παραδόξως ἐν αὐτῷ. Ἀμέμπτως δὲ καὶ θεοφιλῶς ζήσασα ἡ μακαρία Βερονίκη, ἀπῆλθεν εἰς τὰς αἰωνίους μονάς. [13]
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου. Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη. Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν. Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως καὶ Μαξίμου ἡγεμόνος. Κατεσχέθη δὲ πρῶτον ὁ Ἅγιος Πρόκλος, καὶ ἐνώπιον τοῦ βασιλέως ὁμολογήσας τὸν Χριστόν, Μαξίμῳ τῷ ἡγεμόνι ἐκδίδοται καὶ λαμπάσι πυρὸς τὴν γαστέρα καὶ τὰς πλευρὰς κατακαίεται καὶ ξέεται καὶ ἐπὶ ξύλου κρεμᾶται καὶ λίθῳ βαρεῖται τοὺς πόδας καὶ ἀπαγόμενος τοῦ τοξευθῆναι, συναντᾷ τὸν ἑαυτοῦ ἀνεψιὸν Ἱλάριον, ἑλκόμενον ὑπὸ τῶν Ἑλλήνων. Καὶ ὁ μὲν Ἅγιος Πρόκλος ταῖς νιφάσι τῶν βελῶν κατατρωθείς, πρὸς Κύριον ἐξεδήμησεν. Ὁ δὲ Ἅγιος Ἱλάριος, ἐρωτηθεὶς καὶ χριστιανὸν ἑαυτὸν ἀποκαλεσάμενος, κρεμασθεὶς τύπτεται καὶ ἐπὶ μιλίοις τρισὶ σύρεται εἶτα τὴν κεφαλὴν ἐκτμηθείς, κατετέθη μετὰ τοῦ Ἁγίου Πρόκλου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεραπίων, πυρὶ τελειοῦται Πῖόν τι Xριστῷ θῦμα καὶ Σεραπίων, Xριστοῦ παρ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου τοῦ Στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ καὶ τῆς συνοδεία αὐτῶν. Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον, Εὑροῦσα, ἑξώρμησε τετρὰς Μαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου, τοῦ ἐν τῷ Ἄθῳ. Ζήσας, Μιχαήλ, ὡς ἄσαρκος ἐν βίῳ, Ὁμωνύμῳ νῦν συμπαρίστασαι Νόῳ. [14]
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Γερασίμου καὶ Ἀκακίου, τῆς Μονῆς τῆς Ἁγίας Τριάδος Τζαγκαρόλων Κρήτης. Γέρας εὕρατο Γεράσιμος ὁ θεῖος, ἐχθροῦ δὲ εἶλεν Ἀκάκιος κακίαν Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Παϊσίου τοῦ Ἁγιορείτου. Παΐσιε τοῦ ὄρους Ἄθωνος δένδρον, πολύκαρπον ὁσιώτατε ἐδείχθης. Οὗτος ὁ πανθαύμαστος καὶ πολύφημος τῆς Ἐκκλησίας ὅσιος Παΐσιος (Ἐζνεπίδης) ἐγεννήθη ἐν Φαράσοις τῆς Καππαδοκίας τῇ 25ῃ Ἰουλίου 1924 ὑπὸ χριστιανῶν γονέων λαβὼν κατὰ τὸ βάπτισμα αὐτοῦ τὸ ὄνομα Ἀρσένιος ὑπὸ τοῦ ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου. Ἐλθὼν μετὰ τῶν γονέων αὐτοῦ ἐν Ἑλλάδι, κατῴκησεν ἐν Κονίτσῃ τῆς Ἠπείρου διακριθεὶς ἀπὸ παιδὸς διὰ τὴν εὐλάβειαν καὶ πίστιν αὐτοῦ πρὸς τὸν Θεόν. Ἀνδρωθεὶς δὲ μετέβη εἰς τὸν Ἄθωνα καὶ ἐγένετο Μοναχὸς λαβὼν ἐν μὲν τῇ ῥασοευχῇ τὸ ὄνομα Ἀβέρκιος, εἶτα δὲ κατὰ τὴν εὐχὴν τοῦ μικροῦ σχήματος τὸ ὄνομα Παΐσιος. Διὰ περισσοτέραν ἄσκησιν μετέβη καὶ εἰς τὸ Σινᾶ. Καταλήξας ἐν τῷ κελλίῳ Παναγούδα ἐν ταῖς Καρυαῖς τοῦ Ἄθωνος, πολλὰ σημεῖα ἐν ζωῇ ἐποίει τοῖς προσερχομένοις αὐτῷ. Ἔτι δὲ διὰ τῆς διδασκαλίας αὐτοῦ μετέφερε πολλοὺς εἰς τὴν ὀρθὴν ὁδόν. Ἐγένετο καὶ πνευματικὸς καθοδηγητὴς τῆς Ἱερᾶς Μονῆς ἁγίου Ἰωάννου τοῦ Θεολόγου ἐν Σουρωτῇ. Ἐν τέλει τοῦ βίου αὐτοῦ ἀσθενήσας βαρέως ἐτελεύτησεν ἐνταφιασθεὶς ἐν τῇ προμνημονευθείσῃ Μονῇ τῇ 12ῃ Ἰουλίου 1994. Πολλὰ σημεῖα ἐποίησε καὶ μετὰ τὴν ὁσίαν αὐτοῦ κοίμησιν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Τριχερούσης, τῆς Μονῆς Χιλανδραρίου τοῦ Ἁγίου Ὄρους Εἰκών σου Ἁγνὴ ὡς θεία μυροθήκη, δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι. [15]
Ἡ Ἅγια αὕτη Εἰκὼν τῆς πανυμνητοῦ Θεοτόκου, ἣν κτῆμα Ἰωάννου τοῦ Δαμασκηνοῦ ὃς συκοφαντηθεὶς ὑπὸ τοῦ εἰκονομάχου Λέοντος τοῦ Ἰσαύρου τῷ ἀμηρᾷ τῆς Δαμασκοῦ, ὡς δῆθεν ἐπιβουλεύων αὐτῷ τῆς ἀρχῆς, ἀπεκόπη τὴν δεξιὰν χεῖρα. Λαβὼν αὐτὴν οὗτος, καὶ παννυχίως προσπέσας ἐν δάκρυσι τῇ Θεοτόκῳ πρὸ τῆς ἁγίας αὐτῆς εἰκόνος, ἔλαβε παραδόξως τὴν ἴασιν, συγκολληθείσης τῆς χειρός, ἀοράτῳ ἐπιστασίᾳ τῆς Ὑπεραγίας Παρθένου, ὡς ταῦτα ἱστορούνται κατὰ πλάτος ἐν τῷ βίῳ αὐτοῦ. Οὗτος ὁ θεῖος πατὴρ γενόμενος μοναχὸς ἐν τῇ περιωνύμῳ κατὰ Παλαιστίνην Λαύρα τοῦ Ἡγιασμένου Σάββα, ἔλαβε μεθ ἑαυτοῦ καὶ τὴν ἁγίαν Εἰκόνα, ἥτις προσφυῶς Τριχεροῦσα κέκληται, ἀνατεθέντος παρ αὐτοῦ ταύτῃ χρυσοῦ ὁμοιώματος τῆς ἰαθείσης χειρός, εἰς μνείαν τοῦ θαύματος. Εἶχεν οὖν ἡ τοῦ Ἡγιασμένου Σάββα Λαύρα τὴν ἁγίαν εἰκόνα μεσοῦντος δὲ τοῦ δεκάτου καὶ τρίτου αἰῶνος, παρεγένετο ἐκεῖσε προσκυνήσων ὁ ἱερώτατος Σάββας, ἀρχιεπίσκοπος ὤν τῆς Σερβίας, ᾧ καὶ δεδώρηται αὕτη, εὐλογίας χάριν, ἣν μετακομίσας ἐκεῖθεν τῇ οἰκείᾳ πατρίδι κατέθετο εὐλαβῶς. Ἄδηλος ὁ χρόνος τῆς ἐκεῖ παραμονῆς αὐτῆς. Ἐπισυμβάσης δὲ ἀνωμαλίας τινός, ἐτέθη αὕτη ἐπὶ ὄνου, ὅστις ἀφεθεὶς ἐλεύθερος, παρεγένετο ἄνευ ὁδηγίας τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω, παρακολουθούντων μακρόθεν εὐσεβῶν τίνων, καὶ ἐλθὼν ἔστη ἀκίνητος πρὸ τῆς ἱερᾶς τοῦ Χιλανδαρίου Μονῆς. Ἴδόντες τοῦτο οἱ μοναχοί, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς δεξάμενοι τὴν ἁγίαν τῆς Θεομήτορος Εἰκόνα, ἐναπέθεντο ἔνδον τοῦ ἱεροῦ Βήματος. Τελευτήσαντος τοῦ τῆς Μονῆς Ἡγουμένου, καὶ διαφωνούντων τῶν ἀδελφῶν περὶ τοῦ διαδεξομένου αὐτόν, εἰσελθόντων ὡς ἔθος περὶ τὸν ὄρθρον ἐν τῷ ναῷ, εὑρὸν αὐτὴν ἐν τῷ τοῦ Ἡγουμένου τόπῳ, ὁ καὶ ἐξέλαβον ἔργον ἀνθρωπίνης χειρός, καὶ ἐναπέθηκαν αὔθις ἔνδον τοῦ Βήματος ὁ καὶ τὴν ἐπιοῦσαν γέγονε καὶ ἐπιτηρήσαντες ἐπιμελῶς, σφραγίσαντες τὸν ναόν, ἐθαύμαζον εὑρόντες πάλιν τὴν ἁγίαν εἰκόνα, ἔνθα, ὡς ἔθος, ὁ Ἡγούμενος ἵσταται. Ἀπορούντων αὐτῶν, παρεγένετο ἐρημίτης τίς, ὅστις διεβεβαίου αὐτοῖς τὴν τῆς Θεοτόκου εὐδοκίαν, ἐπιφανείσης αὐτῷ ὅτι αὕτη τοῦ λοιποῦ θὰ [16]
προΐσταται τῆς Μονῆς. Δοξάσαντες οἱ ἀδελφοὶ τὴν Ὑπερένδοξον Δέσποιναν, καὶ ἔχοντες ἔκτοτε ταύτην ὡς Ἡγούμενον καὶ ὁδηγόν, λαμβάνουσιν ἐξ αὐτῆς πᾶσαν εὐλογίαν καὶ χάριν, προσκυνοῦντες εὐλαβῶς τὴν ἁγίαν Εἰκόνα, ἥτις παρὰ πάντων Τριχεροῦσα καλεῖται, καὶ ἀπαλλαττόμενοι παντὸς κινδύνου καὶ συμφορὰς τῇ κραταιᾷ προστασίᾳ αὐτῆς. Καὶ δὴ τῷ παρελθόντι αἰῶνι, ὅτε στρατὸς Τούρκων εἰσέδραμε τῷ Ὄρει, ταῖς Ἱεραῖς σκηνώσας Μοναῖς, ἡ τοῦ Χιλιανδαρίου οὐδὲν πέπονθεν, ἑώρων γὰρ γυναῖκά τινα περιφερομένην τοῖς τείχεσι τῆς μονῆς, ἥτις ἄφαντος ἐγένετο, ἡνίκα προσεπάθουν συλλαβεῖν αὐτὴν καὶ ἐπαλλήλως πειραθέντων τοῦτο, αὕτη ἐκρύπτετο ἔνδον τῆς Μονῆς. Οὕτω γὰρ φυλάττει καὶ σκέπει τὴν ἑαυτῆς Μονὴν ἡ Παντοβασίλισσα καὶ Πανύμνητος Θεοτόκος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φοβερᾶς Προστασίας τῆς Μονῆς Κουτλουμουσίου. Οὐ φόβον ἡμῖν ἡ κλῆσίς Σου Παρθένε, ἀλλ ἐλπίδα φέρει πολλὴν καὶ ἀγάπην. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Ἀχειροποιήτου, τῆς Ῥουμάνικης Σκήτης τοῦ Τιμίου Προδρόμου τοῦ Ἁγίου Ὄρους. Τῇ αὐτῇ ἡμέρα, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Γεωργίου, Ἐπισκόπου Ἀσσοῦ Μυτιλήνης. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου. Ταῖς τῶν Σῶν Ἁγίων, πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Δροσοβόλον μέν. Ὁλοκάρπωμα ὡς θεῖον καὶ εὐπρόσδεκτον, Κυρίῳ προσενήνοχας, Βερονίκη τὰ τῆς ζωῆς σου, πράξεις ἀγαθάς, [17]
βοῶσα καὶ λέγουσα Αὐτῷ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νόμου θείου τοῦ τῆς χάριτος τὴν ἔλλαμψιν, ἐν τῇ ψυχῇ πλουτήσασα, Βερονίκη βίῳ ἁγίῳ, οἷάπερ λαπάς, ἐξέλαμψας ψάλλουσα Χριστῷ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Γνώμην ἔμφρονα καὶ τρόπον ἐνθεώτατον, προσπτησαμένη πάνσεμνε, ἐθεράπευσας Βερονίκη, πράξεσι σεμναῖς, Χριστὸν ᾯ ἐβόας εὐλαβῶς Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον. Ἐσωμάτωσας Θεὸν τὸν ὑπερούσιον, ὑπὲρ αἰτίαν πάναγνε, καὶ τῷ τόκῳ Σου ἐλυτρώσω, τῆς προγονικῆς, ἀρᾶς τοὺς βῶντας ἐν χαρᾷ χαῖρε καθέδρα ὑψηλή, τοῦ Βασιλέως Χριστοῦ. ᾨδὴ η. Ἐκ φλογὸς τοῖς ὁσίοις. Ῥαντισμῷ τῶν ἱδρώτων περιῤῥεόμενος, ὁ Σωτὴρ πρὸς τὸ πάθος ἑκὼν ἐρχόμενος, ῥάκει δὲ σεπτῷ, ὃ παρέσχες ἐμάξατο, καὶ ἡ θεία θέα, ἐν τούτῳ ἐτυπώθη. Αὐτοψεὶ ὡς κατεῖδες Χριστὸν τὸν Κύριον, παρ Αὐτοῦ ἐπληρώθης πολλῆς συνέσεως, καὶ θεοπρεπῶς, τὴν ζωὴν διανύσασα, δόξης Βερονίκη, τῆς ἄνω ἠξιώθης. Σὺν Ἀγγέλοις καὶ πάντων Ἁγίων τάξεσιν, ἐν φωτὶ τῷ ἀΰλῳ περιχορεύουσα, πρέσβευε ἀεί, Βερονίκη τοῦ σώζεσθαι, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον. Μαριὰμ Θεοτόκε Μῆτερ ἀπείρανδρε, τοῦ τῶν ὅλων Δεσπότου καὶ παντοκράτορος, τῆς τοῦ πονηροῦ, κοσμοκράτορος ῥῦσαί με, πάσης μεθοδείας, καὶ πάσης ἐπηρείας. ᾨδὴ θ. Θεὸν ἀνθρώποις. [18]
Ὁδὸν βαδίσασα τὴν εἰσάγουσαν, πρὸς νοητὰ τῆς ἄνω Βασιλείας σκηνώματα, ἐν τῷ φωτὶ Κυρίου κατεσκήνωσας, καὶ τῆς ζωῆς τὸ στέφος ἐδέξω πάνσεμνε, παρὰ Χριστοῦ θεόφρον, Βερονίκη τοῦ παντάνακτος. Ὑμνεῖν καὶ ᾄδειν ὕμνον τὸν ἔνθεον, τῇ παντουργῷ Τριάδι σὺν Ἀγγέλοις ἠξίωσαι, ὡς καλῶς τὸν δρόμον σου τετέλεκας, μεθ ὧν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας, τοὺς σὲ Βερονίκη, ἐπαξίως μακαρίζοντας. Ὕψωσον χεῖρας Χριστῷ ἱκέτιδας, ὑπὲρ τῶν σὲ τιμώντων Βερονίκη θεόληπτε, καὶ τὸν ὕμνον τοῦτον ὅν σοι ἐξύφανα, πρόσδεξαι δυσωπῶ σε καὶ τῶν πταισμάτων μοι, αἴτει τὴν συγχώρησιν, παρὰ τοῦ παντοκράτορος. Θεοτοκίον. Ὕδωρ πηγάζουσα τὸ ἁλλόμενον, πρὸς τὴν ζωὴν Παρθένε τὴν αἰώνιον τέξασα, τὸν πάντων Βασιλέα καὶ Θεὸν ἡμῶν, πότισόν με διψῶντα τὴν θείαν χάριν Σου, καὶ τοὺς πεπυρωμένους, τῶν παθῶν μου σβέσον ἄνθρακας. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Τοῦ σώματος τὴν ἴασιν, παρὰ Χριστοῦ ὡς ἔλαβες, θεογνωσίας τὴν χάριν, ἐν τῇ ψυχῇ σου ἐδέξω, τῇ πρὸς Αὐτὸν ἐγγύτητι, ὡς καθαρὰ τῷ πνεύματι, ὦ Βερονίκη ἔνδοξε, καὶ τῶν Ἁγίων τῶν δήμων, ἰσότιμος ἀνεδείχθης. Θεοτοκίον. Σωματικῶς κυήσασα, ἀναλλοιώτως Δέσποινα, τὸν Ποιητὴν τῶν ἁπάντων, διὰ χρηστότητος πλοῦτον, σωματικῶς με λύτρωσαι, παθῶν τῶν ἐνοχλούντων με, καὶ τὴν ψυχήν μου λάμπρυνον, τῆς ἀπαθείας τῷ φέγγει, καὶ σῶσόν με Θεοτόκε. Αἶνοι. Ἦχος δ. Ἔδωκας σημείωσιν. Ἔδωκας φιλάνθρωπε, τῇ Βερονίκῃ τὴν ἴασιν, εὐλαβῶς προσελθούσῃ σοι, καὶ τῶν ἱματίων σου, πίστει ἁψαένη ὅθεν σε ἀνύμνει, τὸν δι ἡμᾶς ὑπερφυῶς, σωματωθέντα δι ἀγαθότητα, [19]
καὶ κόσμον λυτρωσάμενον, τῆς τοῦ Ἀδὰμ κατακρίσεως ἧς λιταῖς ἡμᾶς οἴκτειρον, καὶ παράσχου συγχώρησιν. Ἔδραμες καὶ δέδωκας, τῷ ἀγομένῳ εἰς θάνατον, δι ἀγάπην ἀμέτρητον, Χριστῷ τῷ Θεῷ ἡμῶν, τὸ σὸν ἐκμαγεῖον, δι οὗ τὸν ἱδρῶτα, ἀπέμαξε τοῦ ἑαυτοῦ, θείου προσώπου ἐν ᾧ τετύπωται, μορφὴ ἡ ὑπερκόσμιος, χάριν καὶ ἔλεος νέμουσα, Βερονίκη καὶ ἴασιν, καὶ εἰρήνην οὐράνιον. Λόγους καὶ διδάγματα, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, νουνεχῶς θησαυρίσασα, Βερονίκη πάνσεμνε, ψυχῆς τῷ ταμείῳ, ἐν αὐτοῖς τὸν βίον, τὸν σὸν ῥυθμίζεις εὐσεβῶς, καὶ θείαις πράξεσιν εὐηρέστησας, Χριστῷ τῷ Παντοκράτορι, οὗ καθορῶσα τὴν ἔλλαμψιν, ὑπὲρ πάντων ἱκέτευε, τῶν τελούντων τὴν μνήμην σου. Ὅλην τὴν διάνοιαν, καὶ τῆς ψυχῆς σου τὴν ἔφεσιν, τῷ Χριστῷ ἀνατείνουσα, θεοφρόνως ἤνυσας, τὴν σὴν πολιτείαν, καὶ τῶν ὑπὲρ λόγον, ἀξιωθεῖσα ἀγαθῶν, ὦ Βερονίκη ἀξιοθαύμαστε, ἀπαύστως καθικέτευε, χάριν διδόναι καὶ ἔλεος, τοῖς πιστῶς ἑορτάζουσι, τὴν ἀοίδιμον μνήμην σου. Δόξα. Ἦχος πλ. α. Τῆς κατ ἀρετῶν ζωῆς, ἀγαμένη τὴν λαμπρότητα, τῶν θείων ἐντολῶς ἐργάτις ὤφθης, Βερονίκη θεόφρον καὶ τῷ Σωτῆρι Χριστῷ, ἀμέμπτως λατρεύσασα, τῷ σὲ οἰκείαν θεράπαιναν ἀναδείξαντι, τῆς οὐρανίου Βασιλείας μετέσχες, καὶ τὸν καρπὸν ἐδρέψω, τῆς κατὰ χάριν θεώσεως. Ἀλλ ὡς τῆς θείας εὐφροσύνης κοινωνοῦσα, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων [20]
δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάριον. Χάριτος τυχοῦσα παρὰ Χριστοῦ, βίον Βερονίκη, ἐβιώσω θεοφιλῆ, οὗπερ ἐν ταῖς τρίβοις, ὁδήγει ταῖς λιταῖς σου, τοὺς τῇ θερμῇ πρεσβείᾳ σου καταφεύγοντας. [21]