ΠΕΜΠΤΗ 23 ΑΠΡΙΛΙΟΥ 2015 Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου. Εἰ βούλεται ὁ Προεστὼς ποιῆσαι Ἀγρυπνίαν.

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ +ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ 23 AΠΡΙΛΙΟΥ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ΕΩΘΙΝΟΝ Α ΟΡΘΡΟΣ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Ἑωθινὸν α. (Τ.Μ.Ε. 23 Ἀπριλίου, 7 9). Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ

23 ΑΠΡΙΛΙΟΥ 2012 Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου ( 303). ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ (22/4/12)

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

2 ΜΑΪΟΥ Σήμερον συμψάλλεται ἐκ μεταθέσεως καὶ ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Γεωργίου

23 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

23 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ ΣΟΤ ΑΝΣΙΠΑΧΑ (ΘΩΜΑ) ΚΑΙ ΣΟΤ ΑΓΙΟΤ ΜΕΓΑΛΟΜΑΡΣΤΡΟ ΓΕΩΡΓΙΟΤ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων 23 ΑΠΡΙΛΙΟΥ 2014 Τετάρτη Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου

Ἑωθινὸν α. Τῇ αὐτῇ Κυριακῇ τῶν ἐκ Σαμοθράκης πέντε νεομαρτύρων

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΕΣΠΕΡΑΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ἐξώφυλλο: Ἅγιος Γεώργιος ὁ Τροπαιοφόρος, Βυζαντινό Μουσεῖο Ἱερᾶς Μητροπόλεως Πάφου. Ἔκδοσις Ἱερᾶς Μητροπόλεως Πάφου Πάφος ,000 ἀντίτυπα.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

ἐβόησας Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

29 ΑΠΡΙΛΙΟΥ 2019 Δευτέρα Διακαινησίμου Ἰάσονος καὶ Σωσιπάτρου Ἁγ.Γεωργίου ἐκ μεταθέσεως * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. ὁ β χορὸς Φριστὸς ἀνέστη ἐκ νεκρῶν...

20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ. ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,...

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

Ἦχος γ. Ἑωθινὸν ε. Τυπικὸν Πεντ

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Ἦχος δ. Κανόνα πίστεως. (Ποίημα Πατρῶν Νικοδήμου Βαλληνδρᾶ).

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

15 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

24 MAΪΟΥ 2017 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

29 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Ἡ τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». Θεοδοσίας παρθενομάρτυρος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

11 ΜΑΪΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΕΙΣ ΤΗΝ ΑΠΟΔΟΣΙΝ ΤΟΥ ΠΑΣΧΑ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

26 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Δαυῒδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ ( 540). Ἰωάννου ἐπισκόπου Γοτθίας.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Transcript:

ΠΕΜΠΤΗ 23 ΑΠΡΙΛΙΟΥ 2015 Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου ( 303). (τυπικὸν ΚΓ Ἀπριλίου, περίπτωσις Α, 10 12). Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Μηναίου ψάλλεται μετὰ τῶν μεθεόρτων τῆς ἑβδομάδος τοῦ Θωμᾶ, ἅ τινα ζήτει ἐν τῷ Πεντηκοσταρίῳ, Τετάρτῃ Θωμᾶ ἑσπέρας καὶ Πέμπτῃ Θωμᾶ πρωΐ. Εἰ βούλεται ὁ Προεστὼς ποιῆσαι Ἀγρυπνίαν. * * ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῆς ἀληθείας τὸ ἔαρ λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τῆς ἀληθείας τὸ ἔαρ λαμπρῶς ἐφέστηκε,... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Τῷ Βασιλεῖ τῶν αἰώνων σὺ ἐστρατεύσω σοφέ, καὶ παρατάξεις πάσας, καθελὼν τῶν ἀνόμων, Γεώργιε τρισμάκαρ, στεῤῥὸς ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ θαυματουργέ διὸ πρέσβευε σωθῆναι ἡμᾶς. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ῥεῖθρα ἰάσεων νέμεις τοῖς σοὶ προστρέχουσι, Γεώργιε τρισμάκαρ καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα. Δόξα. Ἦχος α. Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου Θεῷ γὰρ εὐηρέστησας πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτός σε δοξάζει μακάριε. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος β. Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τούς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Εὖγε τῆς ὑπὲρ νοῦν, χαρᾶς ἧς ἠξιώθης, Γεώργιε τρισμάκαρ, παρὰ Χριστοῦ τοῦ Κτίστου, ὡς Μάρτυς ἀπαράγραπτος. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Χαίροις τῶν Ἀθλητῶν, ὁ μέγας ταξιάρχης καὶ τῶν πιστῶν ἁπάντων, προσφύγιον καὶ τεῖχος, καλλίνικε Γεώργιε. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Λύτρωσαι τῶν δεινῶν, τῶν νῦν παρενοχλούντων, τὴν ταπεινὴν ψυχήν μου, ὡς ἄριστος προστάτης, Μάρτυς Χριστοῦ Γεώργιε. Δόξα. Ἦχος δ. Ἀνατολίου. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ὅτι ἐν ξύλῳ ὑ ψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐ σκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι. 1

Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Νέμεις ὦ Λυτρωτά, εἰρήνην τῷ λαῷ σου, καὶ ὀφλημάτων λύσιν, πρεσβείαις τῆς πανάγνου, καὶ μόνης Θεομήτορος. Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι πρέπει σοι πᾶσα δόξα... Ὁ χορός Ἀμήν. ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ (140). Ἦχος δ. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δε ήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου ἐ πὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. 2

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Εἰς στίχους Ϛ. Ψάλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ. Αὐτόμελον. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον εὐφημοῦμέν σε ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον ὃν ἱκέτευε ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀ εισέβαστον μνήμην σου. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ῥωμαλέῳ φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε πρὸς τὴν ἄθλησιν, ὑ περορῶν μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ ψυχῆς, σοφῶς ἐ πιμελούμενος καὶ κολάσεων, πολυτρόποις ἰ δέαις ἐπυρώθης, ὡς χρυσὸς κεκαθαρμένος, ἑ πταπλασίως Γεώργιε. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τῷ Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος, συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων, ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε. Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε καὶ ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος. Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν. Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα, περιφρούρησον ἐ παγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου. Δόξα. Ἦχος πλ. β. Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ ὤ μων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν, ἐκαλλιέργησας καὶ τὴν ἀ κανθώδη θρησκείαν, τῶν εἰδώλων ἐκριζώσας, τῆς ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης. Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος δ. Ὢ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν εἰπὼν γὰρ ὁ Θωμᾶς Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τόν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ ἐγνώρισεν ὡς πεπονθότα 3

σαρκί ἐκήρυξε τὸν ἀναστάντα Θεόν καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ Ὁ Κύριός μου καὶ ὁ Θε ός μου, δόξα σοι. ΕΙΣΟΔΟΣ ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑ πὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος Σοφία ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος Ἑσπέρας προκείμενον. Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α. Ψαλμὸς νγ (53). Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (νγ 3) Στίχ. α. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. (νγ 4) Στίχ. β. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. (νγ 6) ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ 9 14). Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐ μοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠ νείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός ὅτι ἀπ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ 1 9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀ φρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔ ξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀ θανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁ σίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε 15 23, στ 1 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα 4

ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀ πὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε μάθετε Δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄ χλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ προεστώς ἢ ὁ ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγί ῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός Ἀμήν. Ὁ διάκονος Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν Παράσχου, Κύριε. Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ χορός Ἀμήν. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος τῆς βασιλείας σου... Ὁ χορός Ἀμήν. Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α. Ἀνατολίου. Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω δυνάμεις εὐφραίνει καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονεν. Διό περ αὐτὸν ἀ ξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Ὁ αὐτός. Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παῤῥησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔ λεος. 5

Ὁ αὐτός. Τοῦ Μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου Θεῷ γὰρ εὐηρέστησας πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτός σε δοξάζει μακάριε. Ἦχος δ. Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ παγκόσμιος μνήμη, Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς. Αὐτὸν καὶ νῦν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ὁ αὐτός. Ἀνατολίου. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ὅτι ἐν ξύλῳ ὑ ψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐ σκύλευσε καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι. Ὁ αὐτός. Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε τὸν γὰρ ἀόρατον ἐ χθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς πλάνης αὐτοῦ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Χριστῷ τῷ ἀναστάντι. Ὁ αὐτός. ᾎσμα ᾀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῷ Χριστῷ φιλομάρτυρες ὅτι τὸν τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε διὸ πάντες ᾄσωμεν ἀπαύστοις φωναῖς Δόξα Σῶτερ τῇ φρικτῇ σου ἀναστάσει, δι ἧς ἔσωσας τὸν κόσμον. Δόξα. Ἦχος β. Ἰωάννου Μοναχοῦ. Νευέτω δίκαια, ἔφησεν ὁ Σολομών, τοῖς βροτοῖς τὰ βλέφαρα ἐλεηθήσεται γὰρ παρὰ Χριστοῦ τοῦ Θεοῦ ὁ βλέπων λεῖα, προηγόρευσεν. Εὐμαρῶς δὲ ταῦτα ἐνωτισθείς, ὦ πολύτλα Γε ώργιε, τοῦ Δεσπότου ταῖς διδαχαῖς ἠκολούθησας καὶ ἀνόμοις ἐκδοθεὶς ἐκαρτέρησας, τῆς πλάνης τὰ ὄργια καταπτύσας ὡς βέβηλα καὶ σῶμα τὸ σόν, ὑπὲρ ἀγάπης τοῦ πλάσαντος, ὅ λον μεληδὸν κατετέμνετο καὶ ὁ Βελίαρ μᾶλλον, ὅλος αἰσχυνθεὶς ἐτιτρώσκετο, στεφηφόρον σε ὁρῶν ἀκμαιότατον. Ὅθεν ἐν αὐλαῖς οἰκῶν τοῦ Κυρίου σου, σὺν ταῖς ἄνω δυνάμεσι, πρέσβευε ἀθλοφόρε Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος πλ. δ. Ἀνατολίου. Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ Δεῦρο ψηλάφησον, καὶ ἴδε τοὺς τύπους τῶν ἥλων ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀ νάστασιν. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ὁ ἐξ ὑψίστου κληθείς. Ἀνευφημοῦσι λαοὶ ψαλμοῖς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον, μνήμην Γεώργιε ὡς εὐπρεπὴς γὰρ ἐξέλαμψε, καὶ φωτοφόρος, πεποικιλμένη δόξῃ καὶ χάριτι ὅθεν καὶ σκιρτῶσι νῦν, Ἀγγέλων τάγματα ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν ἀγώνων Μάρτυς τὰ ἔπαθλα, καὶ ἀνυμνοῦσι τὸν δοξάσαντα, σὲ Σωτῆρα Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἐνδεδυμένος Χριστοῦ τὴν πανοπλίαν, εὑρέθης Γεώργιε, τοῖς μὴ ζητοῦσί σε, ὑπὲρ Χριστοῦ πυρπολούμενος, καὶ μυκτηρίζων, θεῶν ματαίων πλάνην ψυχόλεθρον τότε καὶ στρατεύομαι, τῷ βασιλεῖ μου Χριστῷ, τοῖς παρανόμοις ἐκραύγαζες οὐδὲ γὰρ θῆρες, οὐδὲ τροχοὶ οὐ πῦρ οὐδὲ μάχαιρα, ἐμὲ χωρίσαι κατισχύσουσι, τῆς ἀγάπης Χριστοῦ τοῦ Θεοῦ ἡμῶν 6

ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡ μῶν. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. Καταφρονήσας ὀργάνων πολυμόρφων, ποικίλων βασάνων τε, καὶ καταπέλτου φρικτοῦ, στεφανηφόρε Γεώργιε, τῆς εὐσεβείας, μαρτυρικῶς τὸν δρόμον τετέλεκας ὅθεν τὴν ὑπέρλαμπρον, μνήμην σου ἄνθεσιν, ᾀσματικοῖς περιστέφομεν, καὶ τὰ σεπτά σου, περιπτυσσόμεθα πίστει λείψανα ἀλλ ὡς τῷ θρόνῳ παριστάμενος, λαμπροφόρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Δόξα. Ἦχος δ. Τοῦ Στουδίτου. Τὸν νοερὸν ἀδάμαντα, τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐ ραστήν, διαβῆναι πρὸς τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος δ. Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς Ὁ Δεσπότης, σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ. Αὐτόμελον. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Μαρτύρων τὸ κλέος, καὶ λαμπρὸν ἀκροθίνιον, τῶν καινῶν τροπαίων τὴν στήλην, καὶ ὁπλίτην περίδοξον, τιμήσωμεν ἐν ὕμνοις ἱεροῖς, Γεώργιον τὸν μέγαν Ἀθλητήν σαλπίζει γὰρ τοῖς θαύμασιν πᾶσαν γῆν, καὶ σῴζει τοὺς κραυγάζοντας Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐ νεργοῦντι διὰ σοῦ, ξένα θαυμάσια. Καὶ νῦν. Τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος βαρύς. Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. Εἰς τὴν εὐλόγησιν τῶν ἄρτων, τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς ἢ τὸ Θεοτόκε Παρθένε. Ἦχος πλ. α. Θεοτόκε Παρθένε, * χαῖρε, κεχαριτωμένη Μαρία * ὁ Κύριος μετὰ σοῦ * εὐλογημένη σὺ ἐν γυναιξί, * καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, * ὅτι σωτῆρα ἔτεκες * τῶν ψυχῶν ἡμῶν. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς Ὁ ἀναστὰς ἐκ νεκρῶν Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... * * ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, τὰ διὰ τὴν λιτὴν στιχηρὰ τοῦ Μηναίου, Καὶ νῦν, τῆς ἑορτῆς «Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης» (ζήτει Πέμπτῃ Θωμᾶ εἰς τοὺς αἴνους) τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἐσφραγισμένου τοῦ μνήματος» (ΤΜΕ Ἀπρ. 23, 14 καὶ 31). * * 7

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος δ. Αὐτόμελον. Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος βαρύς. Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τοῦ ἁγίου] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἀνέτειλεν ἰδού, τὸ τῆς χάριτος ἔαρ ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι, καὶ ταύτῃ συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος, καὶ φωτοφόρος ἡμέρα δεῦτε ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ὅμοιον. Ἰδών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλὰς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Θείας πίστεως. Πόθῳ ζέοντι, τῷ τοῦ Δεσπότου, πυρπολούμενος, ἀνδρειοφρόνως, τὰ τῆς πλάνης ταμεῖα κατέβαλες, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ Γεώργιε, Μάρτυς ἔνδοξε. Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος πλ. α. Τὸν συνάναρχον. Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτός, τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν τῷ κόσμῳ, καὶ δυσωπεῖ τὸν Σωτῆρα, ἐλεηθῆναι τὰς ψυχὰς ἡ μῶν. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Γεωργήσας ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα τὸν πλοῦτον εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν ὅθεν πεποιθώς, πρὸς ἀγῶνας χωρεῖς, καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε καὶ κοινωνὸς γενόμενος τοῦ πάθους, τοῦ 8

ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας, αὐτοῦ μετέσχες, ὑπὲρ ἡμῶν νῦν δεόμενος. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἰδών μου τὴν πλευράν, καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν, ἀναστὰς ἐκ τοῦ μνήματος, ὀ πτανόμενος, τοῖς Ἀποστόλοις ἀῤῥήτως ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ Κτίστῃ Θεός μου εἶ καὶ Κύριος. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ * καὶ σῶσον, Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γὰρ πυρὶ * ἔσεσθε ἀπεξηραμμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται * τῇ τριαδικῇ Μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς... Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. (κα 12 19). Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς ἑορτῆς ἀπὸ τῆς Ὡραίας Πύλης. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσιν γὰρ ἐφ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ 9

μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τοῦ σοῦ Ἁγίου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β. Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Γεώργιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε. Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. 10

ΟΙ ΚΑΝΟΝΕΣ Ὁ τῆς προλαβούσης Κυριακῆς καὶ ὁ α τοῦ ἁγίου. Τοῦ Θωμᾶ. Ποίημα Ἰωάννου Μοναχοῦ. ᾨδὴ α. Ἦχος α. Ὁ εἱρμός. ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἁβρόχως ὁδηγήσαντι, ᾠ δὴν ἐπινίκιον, ὅτι δεδόξασται. Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥ σπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται. Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀ παύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν. Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν ἀλλ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν. Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς Ὑμνῶ σε Γεώργιε Δαυῒδ ἐκ πόθου δεῖ γὰρ δή. ᾨδὴ α. Ἦχος α. Ἀναστάσεως ἡμέρα. Ὑπὲρ ἥλιον, ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα ὡς γὰρ ἀκτῖνας παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε, φωτοφόρε Γεώργιε. Μονομάχε μυριόνικε, Χριστοῦ Ἀθλητά, δός μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά, ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος. Δόξα. Νέος ὤφθης ἐν πολέμοις, ἱκανὸς τῇ χειρί, ἄλλος Δαυῒδ ἀνδρεῖος ὡς γὰρ αὐτὸς τὸν Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελών, βολαῖς ταῖς τῶν λόγων σου, στεφανῖτα Γεώργιε. Καὶ νῦν. Θεοτοκίον. Ὡς ἀνέκφραστος ὡραῖος, φρικαλέος ὁ σός, ξένος ὁ τόκος Κόρη ὡς ὑπομάζιον καὶ γάρ, τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε. ᾨδὴ γ. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε. Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀ φθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας. Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε. Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως. Τοῦ ἁγίου. Δεῦτε πόμα πίωμεν καινόν. Σύνδρομος ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑ ορτάσωμεν. Εὐφράνθητε γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε ῥεῖθρα θαυμάτων καὶ γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος. 11

Δόξα. Γῆ πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει στρατὸς Ἀγγέλων τε ὁ πρωτοστράτηγος γὰρ Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια. Καὶ νῦν. Θεοτοκίον. Εὐφράνθητι τέρπου Μαριάμ εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου Σταυρὸς διῆλθεν, ἀλλ οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισμα τοῦ ἁγίου. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τοῦ ἐχθροῦ τὰ φρυάγματα τῷ γὰρ θείῳ ζήλῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα ὅθεν ἐ παξίως, ἀμοιβὴν τῶν βασάνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, ἀθλοφόρε Γεώργιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Τὸν ἐπίγειον πλοῦτον τὸν ἐπὶ γῆς, διανέμων τοῖς πᾶσι Μάρτυς σοφέ, πλοῦτον τὸν οὐράνιον, ἐκληρώσω τοῖς πόνοις σου τὸν γὰρ Σταυρὸν τὸν ἄχραντον, ἐν σοὶ τεθωράκισαι, καὶ ἐν τούτῳ ᾔσχυνας, τυράννων τὸ φρύαγμα ὅθεν σῇ πρεσβείᾳ, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Τῆς ἑορτῆς. Τοῦ Θωμᾶ. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποι ός, καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ διὰ σὲ παθητός. ᾨδὴ δ. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε. Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως. Χαίρεις ἐρευνώμενος, διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων διαπιστοῦντι τὴν πλευράν, τῷ κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν. Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος. Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος. Τοῦ ἁγίου. Ἐπὶ τῆς θείας φυλακῆς. Ὡς ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλὶς Ἀλεξάνδρα εἰς τὴν σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμε ὅθεν σοι συμπαρίσταται Μάρτυς, ἐκ δεξιῶν τοῦ Θεοῦ ὡς βασίλισσα. Ῥημάτων σου οὐκ ἐνεγκών, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα φεῦ! τὸ σὸν Γεώργιε τὸ δὲ καίπερ κρουόμενον, 12

κύμβαλον ὡς ἀντήχει, κραυγάζον Μόνος Θε ὸς ἀψευδής, ὁ Χριστός ἐστιν. Δόξα. Γνήσιε φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς, Μάρτυς Γεώργιε. Καὶ νῦν. Θεοτοκίον. Ἰδοὺ καὶ τέτοκας, Ἁγνή, καὶ παρθενεύεις ἐν ταὐτῷ θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν ξενήκουστον Θεὸν γὰρ τὸν παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην Χριστὸν Κόρη νήπιον. ᾨδὴ ε. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε. Ἐπιστὰς τοῖς Φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσία ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ. Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν. Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος. Τοῦ ἁγίου. Ὀρθρίσωμεν ὄρθρου βαθέος. Ἑόρτιον κρότει σκιρτῶσα, ἡ Ἐκκλησία τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν μετάθεσιν, τοῦ Ἀθλοφόρου ψάλλουσα δύο τὰ καλὰ γὰρ συνέδραμον. Δοξάζει σου τέρας τὸ ξένον, θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗ περ θαυμαστῶς ἐζώωσας, αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας. Δόξα. Αἰνέσεως ὅπως τὴν δόξαν, τὴν σὴν ὑμνήσω πλήρωσον, τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου. Καὶ νῦν. Θεοτοκίον. Ὑπέραγνε πῶς ὑπὲρ λόγον, γαλακτοτρόφος, καὶ παρθένος πέφυκας; Ἀπορῶ σου, τὸ φρικτὸν μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου, σὲ προσκυνῶ Παναγία μου. ᾨδὴ Ϛ. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι. Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν. Ὁ Σωτὴρ ἡμῶν ἔλεγε Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα ἐγὼ οὐκ ἠλλοίωμαι. Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρὼν σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν. Τοῦ ἁγίου. Κατῆλθες ἐν τοῖς κατωτάτοις. Ἰδού σοι, καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ θαυμαστῶς, ὁ Γεώργιος καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες. Δριμείας, βασάνους δεινῶν ἐνεγκών, ὡς τρυφὰς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ καὶ ψάλ 13

λων ἔνδοξε ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο. Δόξα. Εὐφραίνου, καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν εὑρηκότες, ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ δαυϊτικῶς ἡμέρα γὰρ Κυρίου. Καὶ νῦν. Θεοτοκίον. Καὶ τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη καὶ ἀ νεκλάλητος τὸν ὑπέρχρονον, βρεφωθέντα καθ ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον τοῦ ἁγίου. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις ἀθλήσας δὲ δι αἵματος, τὸν Χριστὸν ἐκομίσω καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν. Ὁ Οἶκος. Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατι ώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκὼς αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡ μεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν. Συναξάριον. Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου. Στίχ. Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις, Ἑκὼν παρ ἐχθρῶν τέμνεται διὰ ξίφους. Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός. Ὁ ἔνδοξος καὶ θαυμαστὸς καὶ μέγας Μάρτυς Γεώργιος, κατὰ τοὺς χρόνους ἦν Διοκλητιανοῦ τοῦ βασιλέως, ἐκ χώρας τῆς Καππαδοκῶν, γένους ἐπισήμου, ἐν ταῖς τῶν Τριβούνων στρατείαις διαπρέψας ἐν ᾧ δὲ ἀθλεῖν ἔμελλε, Κόμης ἦν τὴν ἀξίαν. Τοῦ οὖν βασιλέως τὸν κατὰ τῶν Χριστιανῶν ὠδίνοντος πόλεμον, καὶ δόγμα ἐξενεγκόντος, τοὺς μὲν ἐξομνυμένους καὶ ἀθετοῦντας τὸν Χριστὸν τιμῶν βασιλικῶν καὶ δωρεῶν ἀξιοῦσθαι τοῖς δὲ μὴ πειθομένοις θάνατον εἶναι τὴν ζημίαν, αὐτὸς παρὼν ὁ Ἅγιος, Χριστιανὸν ἑαυτὸν ἀνεκήρυξε, τὴν τῶν εἰδώλων ματαιότητα διελέγχων καὶ ἀσθένειαν καὶ μυκτηρίζων τοὺς πιστεύοντας ἐπ αὐτά. Ἐπεὶ δὲ οὔτε κολακείαις οὔτε ὑποσχέσεσι τοῦ τυράννου, ἃς καὶ πολλὰς ἐποιεῖτο, ὑπεῖξεν οὔτε ἀπειλαῖς, ἀλλὰ δῆλος ἦν πάντων ὑπερορῶν, πρῶτον μὲν κοντῷ κατὰ τῆς γαστρὸς ἐλαύνεται. Τοῦ δὲ κοντοῦ τῆς μὲν σαρκὸς ἁψαμένου, ὥς τε καὶ πολὺ αἷμα καταῤῥεῦσαι, ἀποστραφείσης δὲ τῆς αἰχμῆς, διέμεινεν ὁ Ἅγιος ἀβλαβής. Εἶτα ἐν τροχῷ, ἀκμαῖς σιδηραῖς ἡρμοσμένῳ, δεθείς, κατὰ πρανοῦς ἀφίεται τοῦ πεδίου καὶ τὸ σῶμα εἰς πολλὰ διαμερισθείς, αὖθις ὑγιὴς καθίσταται, θείου Ἀγγέλου ἐπιστασίᾳ. Ἐμφανισθεὶς δὲ τῷ βασιλεῖ καὶ Μαγνεντίῳ τῷ συνέδρῳ αὐτοῦ θύουσι τοῖς εἰδώλοις, ἐπὶ τῷ σῷος φανῆναι πολλοὺς πρὸς τὴν εἰς Χριστὸν ἐπεσπάσατο πίστιν οἳ τῇ τοῦ βασιλέως προστάξει ἔξω τῆς πόλεως τὰς κεφαλὰς ἀπετμήθησαν. Προσῆλθε δὲ τῷ Χριστῷ καὶ ἡ βασίλισσα Ἀλεξάνδρα, καὶ τοῦ τυράννου ἐνώπιον τὸν Χριστὸν Θεὸν ὡμολόγησεν. Ἐπίστευσαν δὲ καὶ ἕτεροι πολλοὶ τῷ Χριστῷ ἀβλαβῆ τὸν Ἅγιον ἐκ τοῦ λάκκου τῆς ἀσβέστου, ἐν ᾧ ἐβλήθη, ἰδόντες ἐξελθόντα. Μετὰ ταῦτα, κρηπῖσι σιδηραῖς, ἥλους ἐχούσαις, τοὺς πόδας ἐμπείρεται καὶ τρέχειν καταναγκάζεται καὶ προσέτι, ξηροῖς νεύροις βοῶν τύπτεται ἀφειδῶς. Ἐπιζητήσαντος δὲ τοῦ Μαγνεντίου σημεῖον, εἰ ἀνασταίη τις τῶν κειμένων ἐν τῇ φαινομένῃ σορῷ τῶν πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντων, εὐξαμένου τοῦ Ἁγίου ἐπὶ τῷ τοῦ τάφου καλύμματι, ἀνέστη νεκρός, καὶ τῷ Ἁγίῳ προσεκύνησε, καὶ ἐδόξασε τὴν Θεότητα τοῦ Χριστοῦ. Ἐρωτήσαντος δὲ τοῦ βασιλέως Τίς τε εἴη καὶ πότε τὸν βίον ἀ πέλιπε; Τῶν πρὸ τῆς Χριστοῦ παρουσίας βιωσάντων εἶναι εἶπε, καὶ διὰ τὴν πρὸς τὰ εἴδωλα πλάνην, ἐν τοσούτοις χρόνοις ἤδη πυρὶ κατακαίεσθαι. Ἐφ ᾧ, πολλῶν τῷ Χριστῷ πιστευσάντων καὶ ἀεὶ προστιθεμένων τῇ πίστει, τὸν Θεὸν μιᾷ φωνῇ ἐδόξαζον. Ἐν οἷς ἦν καὶ Γλυκέριος, οὗ τὸν βοῦν τελευτήσαντα, ὁ Ἅγιος ἤγειρε τῷ δὲ τοιούτῳ θαύματι πρὸς τὴν εἰς Χριστὸν πίστιν βεβαιωθείς, τὸν διὰ μαρτυρίου στέφανον ἐκομίσατο ξίφεσιν ὑπὸ τῶν ἀπίστων εἰς πολλὰ κατατμηθείς. Πολλῶν οὖν ἐπὶ τούτοις τῷ Χριστῷ προσερχομένων, καὶ ἔτι, διὰ τὸ τὸν Ἅγιον Μάρτυρα Γεώργιον εἰσελθόντα ἐν τῷ ναῷ τῶν εἰδώλων, ἑνὶ τῶν ξοάνων ἐπισκῆψαι εἰπεῖν, εἰ αὐτὸς εἴη ὁ Θεὸς καὶ αὐτῷ δεῖ προσκυνεῖν. 14

Τὸν δὲ ἐν αὐτῷ δαίμονα ὀλοφυρόμενον ἀποκρίνασθαι ὡς μόνος Θεός ἐστιν ὁ Χριστός καὶ ἐπὶ τούτῳ ταραχθέντα τὰ εἴδωλα πάντα καταπεσεῖν καὶ συντριβῆναι. Μηκέτι δὲ ἐνεγκεῖν τοὺς λατρευτὰς τῶν Δαιμόνων, ἀλλὰ κρατήσαντας τὸν Ἅγιον ἐνεγκεῖν πρὸς τὸν βασιλέα καὶ θᾶττον τὴν κατ αὐτοῦ ἀπόφασιν ἐξαιτήσασθαι. Τοῦ δὲ βασιλέως κελεύσαντος αὐτόν τε καὶ τὴν βασιλίδα Ἀλεξάνδραν διὰ ξίφους τελειωθῆναι, ὁ μὲν Ἅγιος τὴν κεφαλὴν ἀπετμήθη ἐκείνη δέ, εὐξαμένη ἐν τῇ φυλακῇ τῷ Θεῷ, τὸ πνεῦμα παρέθετο. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ τῷ ὄντι ἐν τῷ Δευτέρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου. Στίχ. Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, στρατηλατῶν. Στίχ. Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας, Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου. Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων, Χριστῷ πεποιθὼς ὥσπερ ἀλκαίᾳ λέων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων. Στίχ. Ἀθανάσιος φαρμακὸς τομὴν κάρας Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ. Στίχ. Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην, Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται. Στίχ. Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ, Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος νεομάρτυς Γεώργιος, ὁ μαρτυρήσας ἐν πόλει Πτολεμαΐδος κατὰ τὸ αψνβ (1752), μαχαίραις κατακοπείς, τελειοῦται. Στίχ. Γεώργιος νῦν τῷ Γεωργίῳ ἅμα, Νέος παλαιῷ συνετάχθη ἐνθάδε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Νεομάρτυρος Λαζάρου τοῦ Βουλγάρεως, ἀθλήσαντος ἐν ἔτει αωβ (1802). Στίχ. Λάζαρος ὤφθη Χριστοῦ ὁπλίτης νέος Στεῤῥῶς ἀθλήσας αἰκίαις ἀνυποίστοις. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Αἱ λοιπαὶ ᾠδαὶ τοῦ Κανόνος. ᾨδὴ ζ. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες Ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδόας τελοῦσα τοῦ μέλλοντος. Ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργέτησας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ ἑαυτῷ δὲ τὸν στέφανον πλέκει σαφῶς, λέγων Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν ὅθεν δι ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀ συγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τοῦ ἁγίου. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος. Ποθῶ σου ἐξυμνεῖν τὰ θαυμάσια, καὶ πάλιν 15

συστέλλομαι ὅταν γὰρ αὐτὰ ἐξαριθμῆσαι βουληθῶ, ὑπὲρ ἄμμον εὑρίσκονται πληθυνόμενα καὶ δέξαι μου τὸ λοιπὸν Ἀθλητά, τὸ βραχὺ τοῦτο ἐφύμνιον. Οὐκ ἔστιν οὐδὲ γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα ἀληθῶς, τῶν σῶν θαυμάτων οἱ κρουνοί, πελαγίζοντες Μάρτυς οὐχ ὑ περβλύζουσι τὸ σὸν γὰρ θαυμαστὸν ἐν πάσῃ, τῇ γῇ ᾄδεται ὄνομα. Δόξα. Θαμβεῖταί σου στρατάρχα τὴν ἄθλησιν, Ἀγγέλων τὸ στράτευμα σὲ δ ὁ τῶν Ἀγγέλων, Βασιλεὺς καταπλαγείς, ἐπεθύμησε Μάρτυς τοῦ κάλλους σου διό περ καὶ σὺν αὐτῷ, βασιλεύειν ἀεί σε κατηξίωσε. Καὶ νῦν. Θεοτοκίον. Ὁλόφωτε σκηνὴ θεοδόμητε, λυχνία κατάχρυσε, στάμνε κιβωτέ, θεοκατοίκητε ναέ, ξενοβλάστητε ῥάβδε Μητράνανδρε, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πολυώνυμε Κόρη διαφύλαττε. ᾨδὴ η. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριον σε ἐκάλει Δέσποτα ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἀνασχόμενον, τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑ ποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ, Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Τοῦ ἁγίου. Αὕτη ἡ κλητή. Ὕμνους ὡς εὐώδη, συλλέξαντες ἄνθη, ἄλλου Παραδείσου, τοῦ θεοπνεύστου Ψαλτῆρος, δεῦτε στέφος λαμπρὸν ᾀσματόπλοκον τῷ Μάρτυρι πλέξωμεν ἠρίστευσε γάρ, καθελὼν Σατὰν τὸ κράτος. Δεῦρο Μελουργέ, προφητόπρωτε φράσον Ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοίνιξ, τίς καὶ ποῖος ἐστίν; Ὁ μεγάλαθλος ὑπάρχει Γε ώργιος, γλυκύκαρπον ὄντως φυτόν, καρδιοτρόφον. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἔρχου ἐπιφάνηθι, τάχυνον φθάσον, ἡμᾶς τὴν νοσσιάν σου, ὡς ἀετὸς χρυσοπτέρυξ, περιθάλπων ἀεί, καθυπόδεξαι διεὶς τὰς πτέρυγάς σου σκιὰν ὑπὸ σὴν γάρ, καλὸν ἀναπεπαῦσθαι. Καὶ νῦν. Θεοτοκίον. Ἴδε ἣν προέφης, Προφῆτα Παρθένον, συνέλαβεν ἀσπόρως, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ὡς Μήτηρ γεννᾷ, τὸν Παντάνακτα πανάφθορος μείνασα. Μυστήριον ξένον, ὁ τοκετός σου Κόρη! ΚΑΤΑΒΑΣΙΑΙ Τοῦ Πάσχα. Ψάλλονται ἀπὸ τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι τοῦ Σαββάτου πρὸ τῆς Κυριακῆς τοῦ Τυφλοῦ, (ἐκτὸς τῆς Μεσοπεντηκοστῆς καὶ τῶν μεθεόρτων αὐτῆς), καὶ τῇ Τετάρτῃ τῆς ἀποδόσεως τοῦ Πάσχα. ᾨδὴ α. Ἦχος α. Ἀναστάσεως ἡμέρα, * λαμπρυνθῶμεν, λαοί * Πάσχα Κυρίου Πάσχα * ἐκ γὰρ θανάτου πρὸς ζωὴν * καὶ ἐκ γῆς πρὸς οὐρανὸν * Χριστὸς ὁ Θεὸς * ἡμᾶς διεβίβασεν, * ἐπινίκιον ᾄ δοντας. 16

ᾨδὴ γ. Δεῦτε πόμα πίωμεν καινόν, * οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, * ἀλλ ἀφθαρσίας πηγὴν * ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, * ἐν ᾧ στερεούμεθα. ᾨδὴ δ. Ἐπὶ τῆς θείας φυλακῆς, * ὁ θεηγόρος Ἀββακοὺμ * στήτω μεθ ἡμῶν καὶ δεικνύτω * φαεσφόρον ἄγγελον * διαπρυσίως λέγοντα * Σήμερον σωτηρία τῷ κόσμῳ, * ὅτι ἀνέστη Χριστὸς * ὡς παντοδύναμος. ᾨδὴ ε. Ὀρθρίσωμεν ὄρθρου βαθέος * καὶ ἀντὶ μύρου τὸν ὕμνον * προσοίσωμεν τῷ Δεσπότῃ * καὶ Χριστὸν ὀψόμεθα, * δικαιοσύνης ἥλιον, * πᾶσι ζωὴν ἀνατέλλοντα. ᾨδὴ στ. Κατῆλθες * ἐν τοῖς κατωτάτοις τῆς γῆς * καὶ συνέτριψας μοχλούς, * αἰωνίους κατόχους * πεπεδημένων, Χριστέ, * καὶ τριήμερος, * ὡς ἐκ κήτους Ἰωνᾶς, * ἐξανέστης τοῦ τάφου. ᾨδὴ ζ. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, * γενόμενος ἄνθρωπος * πάσχει ὡς θνητὸς * καὶ διὰ πάθους τὸ θνητὸν * ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, * ὁ μόνος εὐλογητὸς * τῶν πατέρων Θεὸς * καὶ ὑπερένδοξος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, * ἡ μία τῶν Σαββάτων, * ἡ βασιλὶς καὶ κυρία, * ἑορτῶν ἑ ορτὴ * καὶ πανήγυρίς ἐστι πανηγύρεων, * ἐν ᾗ εὐλογοῦμεν * Χριστὸν εἰς τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἐκ τῶν Κανόνων ἡ θ ᾠδή. ᾨδὴ θ. Τῆς ἑορτῆς. Ὁ εἱρμός. Σὲ τὴν φαεινὴν λαμπάδα καὶ μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν. Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλ 17

λει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν. Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀ ΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν. Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν. Καὶ ψάλλεται ἡ θ ᾠδὴ τοῦ κανόνος μετὰ τῶν μεγαλυναρίων. Τοῦ ἁγίου. Φωτίζου, φωτίζου. Μεγάλυνον ψυχή μου, τὸν ἔνδοξον ὁπλίτην, Χριστοῦ τοῦ Βασιλέως, Γεώργιον τὸν μέγαν. Γλυκύτατον δρόσον, ὄρη σταλάξατε καὶ σύ, κατ ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον! Χόρευε νῦν, καὶ ἀγάλλου φαιδρῶς εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον ὀροφύλακα. Μεγάλυνον ψυχή μου, τὸν λαμπρὸν φωστῆρα, πάσης οἰκουμένης, Γεώργιον τὸν μέγαν. Αἰνοῦσιν αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐ θνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος Ἀθλοφόρων, Γεώργιε ὑ περθαύμαστε. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Μεγάλυνον ψυχή μου, τὸν ἕτοιμον προστάτην, τῶν ἐπικαλουμένων, Γεώργιον τὸν μέγαν. Ῥαβδίσματα ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας τὸν λάκκον τῆς ἀσβέστου σέβομαι, τἆλλά τε ὅσα, ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν τροχὸν κατασπάζομαι. Μεγάλυνον ψυχή μου, τοὺς δύο στρατηλάτας, σὺν τῷ Δημητρίῳ, Γεώργιον τὸν μέγαν. Δημήτριε Μάρτυς, σὺν Γεωργίῳ τῷ κλεινῷ, ἀγαθοὶ γὰρ οἱ δύο, μηδαμῶς ἐλλίπητε, τόν δε τὸν χῶρον, φρουροῦντες ἀεί, καὶ πειρασμῶν, ὅλας μυριάδας, μετακινοῦντες ἀμφότεροι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον. Μεγάλυνον ψυχή μου, Μαρίαν τὴν Παρθένον, ἐξ ἧς Χριστὸς προῆλθεν εἰς σωτηρίαν κόσμου. Ἡ δόξα τὸ κάλλος, ἡ ὡραιότης τῶν πιστῶν, ἡ τρυφὴ τῶν Ἀγγέλων, κόσμου τὸ διάσωσμα, πάναγνε Μήτηρ, Χριστοῦ τοῦ Θεοῦ, τοὺς εἰς τὴν σήν, σκέπην προσδραμόντας, συντήρησον Παναγία μου. Καταβασία. ᾨδὴ θ. Ὁ ἄγγελος ἐβόα * τῇ κεχαριτωμένῃ * Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ Χαῖρε * ὁ σὸς υἱὸς ἀνέστη * τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, * ἡ νέα Ἱερουσαλήμ * ἡ γὰρ δόξα Κυρίου * ἐπὶ σὲ ἀνέτειλε. * Χόρευε νῦν, καὶ ἀγάλλου Σιών * σὺ δὲ ἁγνή, * τέρπου, Θεοτόκε, * ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τοῦ ἁγίου. Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος. Τῆς ἑορτῆς. Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος Ὁ Κύριος καὶ Θεός μου. 18