5 ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

6 ΔΕΚΕΜΒΡΙΟΥ Τοῦ ἐμ Ἁγίοις Πατρός ἡμῶμ Νικολάου, Ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ Θαυματουργοῦ

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

21 ΜΑΪΟΥ Μμήμη σῶμ Ἁγίωμ ἐμδόνωμ, θεξςσέοσωμ, καὶ ἰςαοξςσόλωμ, μεγάλωμ Βαςιλέωμ, Κωμςσαμσίμξτ καὶ Ἑλέμηρ. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

+ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου Ἀποςτόλου Ἀνανίου, ἑνὸσ τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁςίου Πατρὸσ ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ηχος πλ. δ Εωθινόν Ϛ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

+Ἀμακομιδὴ τοῦ Λειψάμου τοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Ἰωάμμου, Ἀρχιεπισκόπου Κωμσταμτιμουπόλεως τοῦ Χρυσοστόμου.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

12 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ ἐν Αγίοις Πατρός ἡμῶν πυρίδωνος, Επισκόπου Σριμυθοῦντος τοῦ Θαυματουργοῦ

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

24 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τοῦ Ἀκαθίστου Ὕμνου. Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

17 ΔEKEMΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ (ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ)

29 ΙΟΥΝΙΟΥ Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμετυήμωμ Αοξςσόλωμ καί Ππωσξκξπτυαίωμ Πέσπξτ καί Παύλξτ.

21 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ +Μνήμη τοῦ Ὁσίοσ Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλοσ..

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

18 ΙΑΝΟΥΑΡΙΟΥ Μμήμη τῶμ ἐμ ἁγίξις Πατέρωμ ἡμῶμ Ἀθαμασίξυ καὶ Κυρίλλξυ, Πατριαρχῶμ Ἀλεναμδρείας.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

13 ΝΟΕΜΒΡΙΟΤ 2016 ΚΤΡΙΑΚΗ Η ΛΟΤΚΑ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

12 ΜΑΡΣΙΟΤ 2017 ΚΤΡΙΑΚΗ Β ΝΗΣΕΙΩΝ Σοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλομίκης τοῦ Παλαμᾶ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

30 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Ηχος β, ἑωθινὸν Η.

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

22 OKTΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

8 ΝΟΕΜΒΡΙΟΥ Ἡ Σύμανιρ σῶμ Ἀπχιςσπασήγωμ Μιχαὴλ καὶ Γαβπιήλ, καί σῶμ λξιοῶμ ἁγίωμ ἀςωμάσωμ καὶ ξὐπαμίωμ Ταγμάσωμ.

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

5 ΙΟΥΛΙΟΥ 2017 +Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β' Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ,. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 1

τίχ,'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ,. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος γ' Σὴν ὡραιότητα Σὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς Διὸ Πάτερ, πρέσβευε Χριστ τ Θε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα Πατρὶ... Σὴν ἐν σαρκὶ ζωήν, Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς ὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α τιχολογίαν. Κάθισμα τοῦ Ὁσίου Ἀθανασίου Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Ἐπὶ τῶν ὤμων τὸν Σταυρόν, ἀναλαβὼν τὸν τοῦ Χριστοῦ, ἠκολούθησας αὐτ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ὅσιε Ἀθανάσιε, καὶ πᾶσι μονασταῖς, ἐνασκουμενοις σεμνῶς, γεγένησαι κανών, καὶ τύπος ἔνδοξε. Ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβὼν νῦν βασίλεια, μὴ διαλίπῃς, καθικετεύων, τοῦ σῴζεσθαι τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Μὴ εἰσέλθῃς μέτ' ἐμοῦ, ὡς ὁ Προφήτης σοι βοῶ εἰς κριτήριον Χριστέ ἐγὼ γὰρ οἶδα τὰ ἐμά, κατηγοροῦντά με πταίσματα, καὶ σοὶ κραυγάζω Ἐλέησον εὐχαῖς τῆς τεκούσης σε, ἐμὲ τὸν ταπεινὸν καὶ ἀνάξιον, ὡς τὸν Λῃστὴν καὶ Πόρνην καὶ τόν, Ἄσωτον, καὶ τὸν Τελώνην φιλάνθρωπε οὐ γὰρ δικαίους, ἦλθες τοῦ σῶσαι, ἀλλὰ μᾶλλον τοὺς πταίσαντας Μετὰ τὴν β' τιχολογίαν Κάθισμα τοῦ Ὁσίου Ἀθανασίου Ἦχος δ' Ἐπεφάνης σήμερον Σ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν ἀσωμάτων, σοφὲ Ἀθανάσιε. 2

Δόξα... Καὶ νῦν... Θεοτοκίον Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια. Μετὰ τὸν Πολυέλεον Κάθισμα Ἦχος πλ. δ Σό προσταχθέν μυστικῶς Σων θεοσδότων ἐντολῶν σοφέ τόν σπόρον, ὑποδεξάμενος ἐν γῇ τῇ τῆς ψυχῆς σου, τούς καρπούς ἐξήνεγκας τῆς ἀθανασίας, ὡς δένδρον πεφυτευμένον ἐν ταῖς ῥοαῖς, ὑδάτων τῶν φυχοτρόφων ὡς αληθῶς, ἐξ ὧν πόθῳ γευόμενοι, οἱ νήπιοι τῇ ἀρετῇ, εἰς μέτρον ἀναγώμεθα, ἠλικίας τῆς κρείττονος. Δόξα... Ἦχος πλ. δ Σήν οφίαν καί Λόγον Σήν πτωχείαν τοῦ Λόγου ἀναλαβών, ἀπεβάλου τόν ὄγκον τῶν γεηρῶν. ἐντεῦθεν οὐράνιον, πολιτείαν ἀπήστραψας, ἀσκητικῶς νεκρώσας, σαρκός τήνεὐπάθειαν, καί τήν ψυχήν δοχεῖον, φωτός ἐργασάμενος. Ὅθεν αθανάτων, ἀμοιβῶν ἠξιώθης, ἀλείπτης γενόμενος, μοναστῶν καί διδάσκαλος, Ἀθανάσιε Ὅσιε πρέσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην σου. Καὶ νῦν... Θεοτοκίον Σήν οφίαν καί Λόγον Ἡ τῆς σῆς προμηθείας μαρμαρυγή, ὡς λαμπάς ἀπαστράπτει θεοφεγγής, Παρθένε Πανάμωμε, νοερῶς ἐν τ κλήρῳ σου, καί μοναστῶν ἰθύνει, ἀεί τήν διάνοιαν, πρός ἐποπτείαν Κόρη, τῆς σῆς ωραιότητος. Ταύτης οὖν τό φέγγος, ὁ κλεινός σου θεράπων, κατέχων ἀνέλαμψε, καί τόν Ἄθω ἐφαίδρυνε, διά λόγου καί πράξεως. Αὐτοῦ ταῖς ἱκεσίαις Ἀγνή, τήν εἰρήνην δώρησαι τοῖς δούλοις σου, καί παράσχου πλουσίως ἡμῖν τά ἐλέη σου. Σὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, Δόξα Πατρὶ... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... 3

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' ὁ α χορὸς Σίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Σίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. τίχ. Σὶ ἀνταποδώσωμεν τ Κυρίῳ. Σίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Σάξις Εὐαγγελίου τοῦ Ὂρθρου ὁ α χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια 27 30) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ ὑμᾶς καὶ μάθετε ἀπ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Δόξα Σοι Κύριε, δόξα Σοι. καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ὁ α χορὸς Δόξα Πατρί... Ἦχος β Σαῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων ὁ β χορὸς Καὶ νῦν... Σαῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος πλ. β.' τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Σόν τῆς αθανασίας ἐπώνυμον, ἅπαντες εὐφημήσωμεν, τόν ἐν τ Ἄθω ἀνδρικῶς καί γενναίως ασκήσαντα. Ὅς καί τήν ποίμνην συνήγαγε ταύτην, καί οῖκον Κυρίῳ ἀνήγειρε πόθῳ, καί τῇ 4

Μητρί τοῦ Θεοῦ ἀνέθετο. Ἡ καί πρεσβεύει ὑπέρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τήν μνήμην αὐτοῦ..σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕ Ὁ Κανὼν τῆς Θεοτόκου ᾠδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τ Θε ἀναμέλποντα. Ἁρματηλάτην Φαραὼ ἐβύθισε, Σὸ Θεοτόκον σε κηρύττειν ἄχραντον, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, Θεογεννῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀἰδιον. Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, καὶ Πατρὶ συνάναρχον, καὶ συμφυῆ τ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας. ὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ σαρκωθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον. Νοῦς καὶ οὐράνιος τὸ σὸν Μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ Πανύμνητε τοῦ γὰρ Πατρὸς ὁ σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι εὐδόκησε, φύσεσι διτταῖς γνωριζόμενος. Ὁ Κανὼν τοῦ Ὁσίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχίς. Ἀθανάσιον ὑμνῶν, ἀρετὴν ἐπαινέσω. Ἀμήν. ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Υαραὼ τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀθανασίας γεγονὼς ἐπώνυμος, ἔτι ἐν βίῳ τελῶν, τῆς ἀληθοῦς ὤφθης Πάτερ, Ἀθανάσιε, ἀθανασίας μέτοχος, μεταστὰς τῶν προσκαίρων Ἀλλὰ Χριστ παριστάμενος, μέμνησο ἡμῶν μεμνημένων σου. 5

τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον, ὀνύχων Ὅσιε, πρὸς ἀρετῆς κτῆσιν, γεννητόρων στέρησις, σὲ οὐδαμῶς ἑκώλυσεν, ἀλλὰ πάντα τὸν πόθον, ὁλοσχερῶς καὶ τὴν ἔφεσιν, ἔτρεψας πρὸς μόνον τὸν Κτίσαντα. Δόξα Πατρί... Ἀπὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τ περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγγνώμων, γενοῦ καὶ δὸς κατ' ἀξίαν σοι, τοῦτον προσκομίσαι τὸν ἔπαινον. Καὶ νῦν... Θεοτοκίον Νέον παιδίον ὑπὲρ λόγον τέτοκας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐν γῇ τρίβους, ἀρετῆς δεικνύμενον, οὗ ὁ κλεινὸς θεράπων σου, Ἀθανάσιος Κόρη, τ ἔρωτι τιτρωσκόμενος, τοῦτόν σοι τὸν οἶκον ἐδείματο. Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ, ἅγιος μόνε φιλάνθρωπε. Ὁ στερεώσας κατ' ἀρχάς, Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τ κόσμῳ, διανάστησον, οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ πανάμωμε. Ῥήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας, τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι' αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανάμωμε. Ἀπειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων ἀφράστως, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον. οῦ τὴν ἁγίαν ὁ Θεός, γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν. ᾨδὴ γ', τοῦ Ὁσίου Ἀθανασίου Ἦχος πλ. δ' Ὁ στερεώσας κατ' ἀρχὰς 6

τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀπὸ παιδὸς τῇ πρὸς Θεόν, ἀγάπῃ συνειλημμένος, τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων, καὶ χορείαν συνιστῶν, πνευματικῶς ἐρρύθμιζες, τῶν παιδικῶν πανσόφως, τούτους ἐθῶν ἐξαιρούμενος. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. οφίας ἔρωτι βληθείς, πρὸς τὴν εὐδαίμονα πόλιν, Κωνσταντίνου παραγίνῃ Θεόφρον καὶ ὡς μέλιττα σοφή, καὶ μελουργὸς τὰ καίρια τῶν λόγων συναθροίσας, τὰ περιττὰ καταλέλοιπας. Δόξα Πατρί... Ἱστίῳ Πάτερ τοῦ Σταυροῦ, τὴν ψυχικήν σου ὁλκάδα, κυβερνήσας εὐσταλῶς τε καὶ κούφως, τὴν τοῦ βίου χαλεπὴν ποντοπορίαν ἤνυσας, καὶ πρὸς γαλήνης θείους, ἤχθης λιμένας μακάριε. Καὶ νῦν... Θεοτοκίον Ὁ πρὸ αἰώνων γεννηθείς, ἐκ τοῦ Πατρὸς ἀπορρήτως, ἐπ' ἐσχάτων ἐκ γαστρός σου προῆλθε, καὶ ἐθέωσεν ἡμῶν, τὴν φύσιν Μητροπάρθενε, τοὺς τῶν Ὁσίων δήμους, περιφανῶς ἐπαγόμενος. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος πλ. δ' Σὴν οφίαν καὶ Λόγον Ἐκ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τ καλοῦντί σε Ὅσιε, καὶ ἐπ' ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε Πρέσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Σὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου. Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος διὸ σὺν τ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω τῇ δυνάμει σου δόξα φιλάνθρωπε. 7

Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ ποιητοῦ καὶ δημιουργοῦ, καὶ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ ἑαυτοῦ δόξῃ δοξάσαντος. Ὡς ἐκ φυλῆς, τοῦ Βασιλέως ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεὸν τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον διό σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν. Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι. Νῦν τὴν μορφήν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε. ᾨδὴ δ. ύ μου ἰσχύς, Κύριε. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Νοῦν τῶν παθῶν, καθηγεμόνα ποιούμενος, καὶ ἐνθέοις, ἔργοις ποδηγούμενος, σὺ τὴν καλήν, ἤνυσας ὁδόν, καὶ τὰς τῶν δαιμόνων, ἐνέδρας καὶ πανουργεύματα, καὶ τὰς ῥαδιουργίας εὐσεβῶς ἀπεκρούσω, ὡς ἐχέφρων τὸ κρεῖττον ἑλόμενος. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὑπεισελθών, τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, καὶ τ θείω, φόβῳ στοιχειούμενος, καὶ καθαρθείς, σῶμα καὶ ψυχήν, γέγονας ἁγνείας, καὶ σωφροσύνης ὑπόθεσις, καὶ ὄρος ἐγκρατείας, καὶ σφραγὶς ἀπαθείας, καὶ ἀγάπης εἰκὼν Ἀθανάσιε. Δόξα Πατρί... Μετεσχηκώς, τῆς καθ' ἡμᾶς καὶ τῆς θύραθεν, σὺ παιδείας, ἐμφιλοσοφώτατα, τὸ προσφυὲς καὶ λυσιτελοῦν, ἑκάστης διεῖλες, δικαιοσύνῃ φραττόμενος, φρονήσει, ταπεινώσει, συνέσει καὶ ἀνδρείᾳ, καὶ τοῖς ἄλλοις ἐμπρέπων χαρίσμασι. Καὶ νῦν... Θεοτοκίον Νώτοις φρικτῶς, χερουβικοῖς ἐποχούμενος, ὁ Δεσπότης, θρόνον ὥσπερ πύρινον, τὴν σὴν Ἁγνή, ᾤκησε νηδύν, καὶ σαρκὸς προσλήψει, τὴν ἀνθρωπίνην ἐθέωσεν, οὐσίαν ὡς διδάσκει, ὁ κλεινὸς ἐν Ὁσίοις, Ἀθανάσιος μόνη πανύμνητε. Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι. Ἀπειράνδρως Παρθένε, τὸν ἀπεριόριστον, φύσει Θεότητος, ἀνδρωθέντα Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως. 8

Ὡραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου, ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσι. Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς, αὐτεξουσίαις, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως. Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου, περιφρουρούμενοι, τῇ σῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρίζομεν σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν. ᾨδὴ ε. Ἵνα τί με ἀπώσω. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὤφθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει Ἀοίδιμε. Δόξα Πατρί... Ἀρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος. Καὶ νῦν... Θεοτοκίον Ῥητορεῦον οὐ σθένει, στόμα κατ' ἀξίαν σὲ μέλπειν Πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως διὸ σὺν τ θείῳ, Ἀθανασίῳ τὸν Δεσπότην, ὑπέρ πάντων ἡμῶν καθικέτευε. Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς Ἱλάσθητί μοι Σωτήρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου,καὶ ἐκ βυθοῦ τῶν κακῶν,ἀνάγαγε δέομαι πρὸς σὲ γὰρ ἐβόησα,καὶ ἐπάκουσόν μου,ὁ Θεὸς τῆς σωτηρίας μου. Ἐπῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμείνας ἀναλλοίωτος. Ὡς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Παναμώμητε. 9

Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν ἀρρήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε. Θεὸν τεχθέντα ἐκ σοῦ, ἐπέγνωμεν Θεονύμφευτε, ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων Παναμώμητε. ᾨδὴ Ϛ. Ἱλάσθητί μοι. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἐνέκρωσας σαρκικάς, ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτόν, κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις, ἀνενδότοις προσεδρεύων Θε. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σῶν μοναστῶν ἀρχηγὸς τῶν ἐν τ ὄρει τοῦ, Ἄθωνος, καὶ τύπος καὶ χαρακτήρ, ἐναρέτων πράξεων, ὑπάρχων ἐκόσμησας, τὰ ἐκεῖσε πάντα, τῶν ἀζύγων καταγώγια. Δόξα Πατρί... Ἡδύς, εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, εὐπρόσιτος προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομίμητος τοῖς ἤθεσι. Καὶ νῦν... Θεοτοκίον Νέος καθάπερ Μωσῆς, ἀναφανεὶς κατεσκεύασας, οἷὰ περ ἄλλην σκηνήν, μάνδραν Πανσεβάσμιε, ἣν καὶ ὑπερηύξησας, πόνοις καὶ ἱδρῶσι, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Θεοῦ. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου Ἦχος πλ. δ' Σῇ ὑπερμάχῳ Ὡς τῶν ἀλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι Χαίροις Πάτερ, Ἀθανάσιε. Ὁ Οἶκος νωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος διὸ σε εὐφημοῦμεν Πάτερ. Φαίροις, φαιδρὸν μοναζόντων κλέος, χαίροις, λαμπρὰ σωφροσύνης στήλη. Φαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα, χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις. Φαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς, χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς. Φαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀπορρήτων, χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας. Φαίροις, δι' οὗ ᾐσχύνθησαν δαίμονες, χαίροις, δι' οὗ πᾶν πάθος νενέκρωται. Φαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου, χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων. Φαίροις, Πάτερ Ἀθανάσιε. Τ Ν Α Ξ Α Ρ Ι Ο Ν 10

Σῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τ Ἄθῳ. τίχοι Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων. Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος. Κἂν Ἀθανάσιος ὕστερος χρόνοις, Ἀλλ' ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις. Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι, Ναοὶ λύονται σωμάτων ναοῦ λύσει. Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ. τίχοι Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου. Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΣΑΒΑΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ 11

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΩΣΕΡΑ (Ἦχος δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τ Ἀβραὰμ καὶ τ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάρια 12

Ἦχος β' Σῶν Μαθητῶν ὁρώντων σε Ὡς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων, Ἑῴας φαεσφόρος καὶ Ἑσπερίων, μέρη, Ἀθανάσιε ἐφώτισας, σῶν ἀρετῶν λαμπρότησιν, ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τοῦ κόσμου Κυρίῳ. Ἦχος β' Σῶν Μαθητῶν ὁρώντων σε Θεοτοκίον Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ σοῦ τιμιωτάτου Ἀθανασίου, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος, διαπαντὸς σε ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου. ΑΙΝΟΙ Ἦχος πλ. δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύματος Σίμιος ὄντως ὁ θάνατος, τοῦ σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκεν ἰδοὺ γὰρ ἀνέβλυσεν, ἐκ ποδὸς ὁ θεράπων σου, πηγὴν αἱμάτων καὶ μετὰ θάνατον, παντοίας νόσους ἀποδιώκουσαν, καὶ φυγαδεύουσαν, πονηρίας πνεύματα, οἷς ἔτι ζῶν, ἀντιπαρετάξατο, καὶ μέχρις αἵματος. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σίμιος ὄντως ὁ θάνατος τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Πηγὴν θαυμάτων ἀνέδειξε, καὶ ποταμὸν δωρεῶν, τὴν σορὸν τῶν λειψάνων σου, τοῖς βροτοῖς ὁ Κύριος, Ἀθανάσιε πάνσοφε τυφλοῖς τὸ βλέπειν αὕτη δεδώρηται ἐλεφαντίδα λέπραν ἐκάθηρε, συνεχομένους τε ἀκαθάρτοις πνεύμασιν, ἐκ τῆς αὐτῶν, ἐξουσίας ῥύεται, καὶ σωφρονοῦντας ποιεῖ. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Φαίροις ἀσκητῶν ἀγλάϊσμα, τῶν μοναζόντων ἀστήρ, τῶν ποιμένων, τὸ καύχημα, Πάτερ Ἀθανάσιε, τῶν Ὁσίων ὁμόσκηνε, χαῖρε ἀγάπης καὶ σωφροσύνης πηγή, χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε λαμπρότατε, λύχνε διακρίσεως, χαῖρε κανών, ἀρετῶν εὐθύτατε, καὶ στήλη ἔμψυχε. Δόξα Πατρὶ.. Ἦχος πλ. α 13

Ὅσιε Πάτερ, τόν ζυγόν τοῦ Κυρίου ἀράμενος, ἐν τ Ὄρει τοῦ Ἄθω, ᾐρετίσω κατοικεῖν. ἐν ᾧ τῆς ἐν Πνεύματι θεωρίας τυχών, τόν Θεοτύπωτον νόμον, τῇ καρδίᾳ ἐδέξω. τῆς γάρ Ἀγγελικῆς διαγωγῆς, νεώσας τήν αὔλακα, τῆς ἀληθοῦς δικαιοσύνης, κατεβάλου τάς ἀπαρχάς, ὡς φυτοκόμος θεόσοφος. Ὅθεν τοῦ ἀμπελῶνος τοῦ Λόγου, ἐργάτης δόκιμος γενόμενος, τόν μισθόν τῶν καμάτων σου, ἐπαξίως εἰληφας, Ἀθανάσιε θεσπέσιε. μή παύσῃ ὑπέρ ἡμῶν δεόμενος, Ὁσίων ἀκροθίνιον.. Καὶ νῦν... Θεοτοκίον Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. α ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 14

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ.. Καὶ νῦν.. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, 15

Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς Ἀπολυτίκιον Ἦχος γ' Σὴν ὡραιότητα Σὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς Διὸ Πάτερ, πρέσβευε Χριστ τ Θε, σωθῆναι τὰς ψυχὰς ἡμῶν ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ ΑΝΣΙΥΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. τίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. γ. Κύριος ἐν τ οὐραν ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ...Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. τίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τ Θε μου ἕως ὑπάρχω. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα. τίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... τίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' 16

τίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Ἀπολυτίκιον Ἦχος γ' Σὴν ὡραιότητα Σὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς Διὸ Πάτερ, πρέσβευε Χριστ τ Θε, σωθῆναι τὰς ψυχὰς ἡμῶν Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος γ' Σὴν ὡραιότητα Σὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς Διὸ Πάτερ, πρέσβευε Χριστ τ Θε, σωθῆναι τὰς ψυχὰς ἡμῶν Σοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου Ἦχος πλ. δ' Σῇ ὑπερμάχῳ Ὡς τῶν ἀλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι Χαίροις Πάτερ, Ἀθανάσιε. Σρισάγιον. Ὁ Ἀπόστολος Προκείμενον ἦχος βαρύς. Σίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. τίχ.σί ἀνταποδώσωμεν τ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ανάγνωσμα 13:17-21 δελυξί, οείθεςθε σξῖρ ἡγξτμέμξιρ ὑμῶμ καὶ ὑοείκεσε αὐσξὶ γὰπ ἀγπτομξῦςιμ ὑοὲπ σῶμ χτφῶμ ὑμῶμ ὡρ λόγξμ ἀοξδώςξμσερ ἵμα μεσὰ φαπᾶρ σξῦσξ οξιῶςι καὶ μὴ ςσεμάζξμσερ ἀλτςισελὲρ γὰπ σξῦσξ. Ππξςεύφεςθε οεπὶ ἡμῶμ οεοξίθαμεμ γὰπ ὅσι καλὴμ ςτμείδηςιμ ἔφξμεμ, ἐμ οᾶςι καλῶρ θέλξμσερ ἀμαςσπέυεςθαι. Πεπιςςξσέπψρ δὲ οαπακαλῶ σξῦσξ οξιῆςαι, ἵμα σάφιξμ ἀοξκασαςσαθῶ ὑμῖμ. Ὁ δὲ Θεὸρ σῆρ εἰπήμηρ, ὁ ἀμαγαγὼμ ἐκ μεκπῶμ «σὸμ οξιμέμα σῶμ οπξβάσψμ» σὸμ μέγαμ «ἐμ αἵμασι διαθήκηρ αἰψμίξτ», σὸμ κύπιξμ ἡμῶμ Ιηςξῦμ, κασαπσίςαι ἡμᾶρ ἐμ οαμσὶ ἔπγῳ ἀγαθῷ εἰρ σὸ 17

οξιῆςαι σὸ θέλημα αὐσξῦ, οξιῶμ ἐμ ὑμῖμ σὸ εὐάπεςσξμ ἐμώοιξμ αὐσξῦ διὰ Ιηςξῦ Χπιςσξῦ, ᾧ ἡ δόνα εἰρ σξὺρ αἰῶμαρ σῶμ αἰώμψμ ἀμήμ. Ἀλληλούϊα. ( γ ) Ἦχος α Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. τίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν στ 17-23 Τῷ καιρῷ ἐκείνῳ, ἔςτη ὁ Ἰηςοῦσ ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλοσ μαθητῶν αὐτοῦ, καὶ πλῆθοσ πολὺ τοῦ λαοῦ ἀπὸ πάςησ τῆσ Ἰουδαίασ καὶ Ἱερουςαλὴμ καὶ τῆσ παραλίου Τύρου καὶ Σιδῶνοσ, οἳ ἦλθον ἀκοῦςαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόςων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶσ ὁ ὄχλοσ ἐζήτει ἅπτεςθαι αὐτοῦ, ὅτι δύναμισ παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντασ. Καὶ αὐτὸσ ἐπάρασ τοὺσ ὀφθαλμοὺσ αὐτοῦ εἰσ τοὺσ μαθητὰσ αὐτοῦ ἔλεγε Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐςτὶν ἡ βαςιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντεσ νῦν, ὅτι χορταςθήςεςθε. μακάριοι οἱ κλαίοντεσ νῦν, ὅτι γελάςετε. μακάριοί ἐςτε ὅταν μιςήςωςιν ὑμᾶσ οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίςωςιν ὑμᾶσ καὶ ὀνειδίςωςι καὶ ἐκβάλωςι τὸ ὄνομα ὑμῶν ὡσ πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ςκιρτήςατε ἰδοὺ γὰρ ὁ μιςθὸσ ὑμῶν πολὺσ ἐν τῷ οὐρανῷ Δόξα σοι Κύριε, δόξα σοι. (Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «...Φριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» 18

https://agioskosmasoaitolos.wordpress.com 19