ΑΥΓΟΥΣΤΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

Σχετικά έγγραφα
ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Οὗ ἡ Μνήμη τῇ ΚΖ Ἰουνίου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ηχος α. Πανεύφημοι Μάρτυρες.

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΡΟΔΟΥ

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακή 2 Ἰουνίου 2019.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ. Ἦχος πλ. β. Αἱ Ἀγγελικαί.

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Νεομάρτυρος ΜΑΤΘΑΙΟΥ τοῦ ἐν Ῥεθύμνῃ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

Iohannes Damascenus - De theologia

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εἰκόσι Κόσμος ὁ σύμπας εὐφραίνου Πρὸς τὸ πρωτοτύπον φέρει...

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)

Ἀκολουθία Μάρτυρος ΕΥΛΑΛΙΑΣ τῆς ἐν Ἰσπανίᾳ

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κυριακή 19 Μαΐου 2019.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Transcript:

ΑΥΓΟΥΣΤΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. στ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ἔδωκας σημείωσιν. Τῆς παναγίας σου μνήμης, τὰ προεόρτια, φαιδρῶς ἐπιτελοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Φανούριε παμμάκαρ Μάρτυς Χριστοῦ, οἱ πιστοὶ ἐκβοῶμέν σοι Ὑπὲρ ἡμῶν ἐκδυσώπει τῶν εὐσεβῶς, πεποιθότων τῇ πρεσβείᾳ σου. Τὴν προπομπὴν τῆς φαιδρᾶς σου, μνήμης ποιούμενοι, προσφέρομέν σοι πόθῳ, προεόρτιον ὕμνον, Φανούριε παμμάκαρ Μάρτυς Χριστοῦ, οἱ προστάτην σε ἔχοντες, χαῖρε βοῶντες θαυμάτων ὁ ποταμός, ὁ εὐφραίνων τοὺς τιμῶντάς σε. Πανηγυρίζοντες πόθῳ, τὰ προεόρτια, τῆς φωταυγοῦς σου μνήμης, οἱ πιστοὶ ἐκβοῶμεν Φανούριε τῆς Ῥόδου κλέος λαμπρόν, καὶ πιστῶν τὸ προπύργιον, μὴ διαλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ὑμνούντων σου τὴν ἄθλησιν. Καὶ τῶν Μαρτύρων ἐκ τοῦ Μηναίου γ. Δόξα. Ἦχος β. Δεῦτε σήμερον οἱ πιστοί, εὐλαβῶς συναθροισθέντες, Φανουρίου τοῦ εὐκλεοῦς Μεγαλομάρτυρος, τὴν μνήμην προεορτάσωμεν, βοῶντες πρὸς αὐτόν Χαίροις Ἀθλοφόρε θαυμάσιε, τῆς οἰκουμένης τὸ καύχημα, δόξα τῆς Ἐκκλησίας, τῶν πιστῶν προασπιστής, καὶ τῆς Ῥόδου ἐγκαλλώπισμα. Ἀλλ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μετὰ τῶν Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε. Καὶ νῦν. Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωυσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον τῆς ἡμέρας. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι. Ω ς γενναῖον ἐν Μάρτυσιν, Ἀθλοφόρε Φανούριε, οἱ πιστοὶ ἐν ᾄσμασιν εὐφημοῦμέν σε, προεορτάζοντες σήμερον, τὴν ἔνδοξον μνήμην σου, καὶ βοῶμεν ἐκ ψυχῆς Παῤῥησίᾳ ἱκέτευε, παμμακάριστε, τὸν θαυμάτων σοι δόντα ἐξουσίαν, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Προεόρτια ἄγοντες, Ἀθλοφόρε Φανούριε, σήμερον τῆς μνήμης σου εὐφραινόμεθα σὺ γὰρ θαυμάτων τὴν δύναμιν, δεξάμενος ἄνωθεν, ὡς δοξάσας ἀνδρικῶς, τὸν Δεσπότην τῆς κτίσεως, τῇ ἀθλήσει σου, αἰχμαλώτους λυτροῦσαι καὶ προφθάνεις, ἐξαιρούμενος κινδύνων, καὶ πειρασμῶν τοὺς ἱκέτας σου. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Τῶν Ῥοδίων ὑπέρμαχον, καὶ προστάτην ἀνύστακτον, ἀληθῶς σε ἔγνωμεν παμμακάριστε, τῶν εὐσεβῶν ἀντιλήπτορα, καὶ φύλακα ἄγρυπνον, Ἐκκλησίας τοῦ Χριστοῦ, Ἀθλοφόρε Φανούριε διὰ τοῦτό σε, ἐν ᾠδαῖς γηθοσύνως εὐφημοῦμεν, τὴν ὑπέρφωτόν σου μνήμην, προεορτάζοντες σήμερον. Δόξα. Ἦχος πλ. δ. Σήμερον οἱ πιστοί, τὰ προοίμια τῆς μνήμης σου, Φανούριε Μεγαλομάρτυς ἐπιτελοῦντες, πνευματικῶς ἑορτάζομεν, καὶ ἱκετικῶς ἀναβοῶμεν Ἐπιφάνηθι Ἅγιε ἡμῖν, τοῖς σφόδρα ἀγαπῶσί σε, ταῖς πρεσβείαις σου τὴν εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν δωρούμενος. Καὶ νῦν. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς ἐνδόξου σου μνήμης, προεόρτια σήμερον, ἐν ἀγαλλιάσει τελοῦντες, Ἀθλοφόρε Φανούριε, τῶν ἄθλων σου τὰ εἴδη οἱ πιστοί, τιμῶμεν ἐν χαρᾷ πνευματικῇ, καὶ κηρύττομεν θαυμάτων σου τὴν πληθύν, βοῶντες μετ εὐφροσύνης Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, φύλακα ἄγρυπνον. Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου. Ε πέφανεν ἰδού, ἡ παροῦσα ἡμέρα, Φανούριε σοφέ, ὡς λαμπρὸς ἑωσφόρος, τὴν μνήμην σου τὴν ἔνδοξον, τοῖς πιστοῖς προαγγέλουσα ταύτην Ἅγιε, ἡμᾶς ἀξίως τελέσαι, καταξίωσον, τοὺς ἔχοντάς σε προστάτην, ἐν βίῳ ἀκοίμητον. Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς, ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον, φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα.

Ἦχος γ. Τὴν ὡραιότητα. Προεορτάζοντες, τὴν θείαν μνήμην σου, ἐπευφραινόμεθα, Μάρτυς Φανούριε, καὶ ἐν μιᾷ πάντες φωνῇ, βοῶμέν σοι εὐσεβάστως Χαῖρε ἀκροθίνιον, τῶν Μαρτύρων τῆς πίστεως χαῖρε ἐγκαλλώπισμα, Ῥοδονήσου τὸ τίμιον ἡμᾶς οὖν τοὺς πιστούς σου ἱκέτας, σῆς προστασίας μὴ στερήσῃς. Θεοῦ Μητέρα σε, Ἁγνὴ γινώσκοντες, χεῖρας ἱκέτιδας, πιστῶς σοι αἴρομεν, καὶ ἐκ βαθέων Ἀγαθή, καρδίας κραυγάζομέν σοι Ἴδε τὰ συντρίμματα, τῶν ψυχῶν ἡμῶν Δέσποινα σῶσον τοὺς οἰκέτας σου, ἐκ βυθοῦ ἀπογνώσεως καὶ γὰρ ἄλλην οὐκ ἔχομεν πλήν σου, θερμὴν ἐν βίῳ προστασίαν. Ὁ Ν. Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ, τοῦ Ἁγίου εἰς δ καὶ τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, ἐκ τοῦ Μηναίου, εἰς δ. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις «Κύριλλου». Ὠιδὴ α. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Τὸν μέγαν, ἐν Ἀθληταῖς Φανούριον, δεῦτε τιμήσωμεν, οἱ εὐσεβεῖς ἐν ὕμνοις εὐλαβῶς, ὅτι θεῖος προστάτης ἡμῖν, καὶ ἀντιλήπτορ δέδοται, τῇ εὐδοκίᾳ τοῦ Παντάνακτος. Α νύσας, ἀθλητικῇ ἐνστάσει σου, Μάρτυς Φανούριε, μαρτυρικῶς τὸν δρόμον ἐπὶ γῆς, ἐν σκηναῖς τῆς ἀφθάρτου ζωῆς, ἐνδόξως κατεσκήνωσας, ἐπαπολαύων τῆς θεώσεως. Θαυμάτων, ὑπερφυῶς τὰ νάματα, νέμεις Φανούριε, τοῖς τῷ ναῷ σου σπεύδουσι πιστῶς, καὶ τιμῶσιν ἐκ πόθου ψυχῆς, τὴν ἱερὰν Εἰκόνα σου, ἐν ᾗ τὰ εἴδη τῶν ἀγώνων σου. Καθεῖλες, τοῦ δυσμενοῦς τὴν δύναμιν, Θεοχαρίτωτε, τὸν δυνατὸν κυήσασα Χριστόν, ἐξ ἁγνῶν σου αἱμάτων φρικτῶς διό σε μακαρίζομεν, εἰς τοὺς αἰῶνας ἀγαλλόμενοι. Ὠιδὴ γ. Εὐφραίνεται ἐπὶ σοί. Εὐφραίνεται ἐπὶ σοί, Ῥόδος ἡ νῆσος σου πιστῶς κράζουσα Σύ μου θερμὸς πρόμαχος, Μάρτυς στεφηφόρε Φανούριε. Σημείῳ τῷ τοῦ Σταυροῦ, καθοπλισάμενος ἐχθρῶν ἅπασαν, τὴν βδελυρὰν ᾔσχυνας, πλάνην Ἀθλοφόρε Φανούριε. Πρεσβείαις σου πρὸς Θεόν, Μάρτυς Φανούριε ἡμῶν πρόστηθι, καὶ ἐξ ἐχθροῦ μήνιδος, λύτρωσαι ἡμᾶς τοὺς ἱκέτας σου. Υ πέραγνε Μαριάμ, Θεοχαρίτωτε Ἁγνὴ Δέσποινα, ἐκ πειρασμῶν πάντοτε, ῥύου τὸν λαόν σου καὶ θλίψεων. Κοντάκιον καὶ Οἶκος τῶν Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας ἐκ τοῦ Μηναίου καὶ εὐθὺς τὸ Κάθισμα.

Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ο περιλάλητος Χριστοῦ Ἀθλοφόρος, καὶ τῶν Ῥοδίων θαυμαστὸς ἀντιλήπτωρ, ὁ ἱερὸς Φανούριος, θαυμάτων ἡ πηγή, συγκαλεῖται σήμερον, τοὺς πιστοὺς ἀναπέμψαι, ὕμνον προεόρτιον, τῇ αὐτοῦ θείᾳ μνήμη, δι ἧς ἐκλάμπει κόσμῳ τηλαυγῶς, ὡς εὐσεβείας ἀνέσπερος ἥλιος. Καὶ τῶν Ἁγίων Ἀδριανοῦ καὶ Ναταλίας μετὰ τοῦ Θεοτοκίου ἐκ τοῦ Μηναίου. Ὠιδὴ δ. Τὴν ἀνεξιχνίαστον. Υ μνον ἀναπέμψωμεν πάντες πιστοί, τὸν κλεινὸν τιμῶντες Φανούριον, ὅτι καθεῖλε, τῶν τυράννων τὴν ὀφρύν, ὑπὲρ Χριστοῦ τὸν θάνατον, ἐν ἀγαλλιάσει δεξάμενος. Λόγων ὑπερβαίνουσιν ὄντως ἰσχύν, τὰ γενναῖα ἄθλα καὶ τρόπαια, τοῦ Φανουρίου, τοῦ ἐνδόξου Ἀθλητοῦ ὑπὲρ Χριστοῦ γὰρ ἤθλησεν, καὶ ἐν τοῖς ὑψίστοις δεδόξασται. Δεῦρο ὦ Φανούριε Μάρτυς Χριστοῦ, τὴν ζωὴν ἐκ πάσης λυτρούμενος, κακοπραγίας, τῶν τιμώντων εὐλαβῶς, τοὺς μακαρίους ἄθλους σου, ἐν οἷς τοὺς ἐχθροὺς ἐτραυμάτισας. Ρ ῦσαι τοὺς προστρέχοντας πανευλαβῶς, τῇ θερμῇ Παρθένε πρεσβείᾳ σου, τῆς τυραννίδος, τῶν παθῶν ὡς ἀγαθή, ὅτι εἰς σὲ ἐλπίζομεν, τὴν Θεοῦ Μητέρα οἱ ἄθλιοι. Ὠιδὴ ε. Σὺ Κύριε μου φῶς. Φανούριον πιστοί, τὸν γενναῖον ὑμνήσωμεν ἐδείχθη γὰρ στρατιώτης, τοῦ Δεσπότου γενναῖος, Μαρτύρων ἐν τῷ σκάμματι. Εἰκών σου ἐκ τῆς γῆς, θαυμαστῶς ἀνατείλασα, τῷ κόσμῳ ἐγνώρισέ σε, τροπαιοῦχον ὁπλίτην, τῆς πίστεως Φανούριε. Λαμπόμενος φαιδρῶς, ἀγλαῒαις τῆς χάριτος, φωτίζεις πιστῶν καρδίας, ἀστραπαῖς τῶν θαυμάτων, Φανούριε πολύαθλε. Ι λέωσαι ἡμῖν, τὸν Φιλάνθρωπον Κύριον, τοῖς πταίουσι καθ ἑκάστην, δι ἀσύνετον γνώμην, Παρθένε Θεονύμφευτε. Ὠιδή στ. Ἐβόησε, προτυπῶν. Η χάρις σου, προσφοιτῶσα ναῷ ἐν ἁγίῳ σου, τοῖς νοσοῦσιν Ἀθλητά, τὰς ἰάσεις χαρίζεται εὐλαβῶς διό σε, μακαρίζομεν πάντες Φανούριε. Η λόγησας, ἡλικίας ἀκμῆς καὶ νεότητος, τὸν Σωτῆρα ἐρασθείς, Ἀθλοφόρε Φανούριε, ὅς σε νῦν δοξάζει, ἐνεργείαις θαυμάτων τοῖς πέρασι. Α νέτειλεν, ἐκ ταμείων τῆς γῆς ὥσπερ ἥλιος, ἡ Εἰκών σου ἐμφανῆ, Ἀθλοφόρε ποιοῦσά σε, καὶ πιστῶν χορείας, χάριτός σου τῷ φέγγει λαμπρύνουσα.

Λαμπάδα σε, σωτηρίας αὐγῆς ὡς γινώσκοντες, οἱ ἐν σκότει τῶν παθῶν, τῷ φωτί σου προστρέχομεν Μὴ ἡμᾶς παρίδῃς, τοὺς εἰς σὲ Θεοτόκε ἐλπίζοντας. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ε πεφάνη σήμερον, λαμπρὰ ἡμέρα, τῆς ἁγίας μνήμης σου, ἡ προεόρτιος ἡμῖν, Μεγαλομάρτυς Φανούριε, τῆς χάριτός σου, τὸ φῶς ἀνατέλλουσα. Ὁ Οἶκος. Δεῦτε πάντες οἱ πιστοὶ συνελθόντες, ἐν ἐγκωμίοις μέλψωμεν, καὶ τοῖς ᾄσμασι στεφανώσωμεν, Φανούριον τὸν μέγαν ἐν Μάρτυσι, καὶ σημειοφόρον ἐν Ἀθλοφόροις περίδοξον, τοὺς ἄθλους αὐτοῦ καὶ τὰ θαύματα, ἐν ἀγαλλιάσει μακαρίζοντες ὡς ὄρθρος γὰρ φαεινός, καὶ ἠὼς γλυκυτάτη ἐπέφανεν ἡμῖν, ἡ τῆς ἐνδόξου μνήμης αὐτοῦ, προεόρτιος ταύτη ἡμέρα, τὰς φιλεόρτων τὰς καρδίας εὐφραίνουσα, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, τῆς θείας χάριτος μυστικῶς, τὸ φῶς ἀνατέλλουσα. Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου. Ὠιδὴ ζ. Οὐκ ἐλάτρευσαν. Οὐκ ἐπέθυσας, Φανούριε μεγάλαθλε, ὡς πλήρης πίστεως, τοῖς τῶν εἰδώλων θεοῖς διὸ καθυπέμεινας, ποικίλας μάστιγας, καὶ κατῄσχυνας, ὡς ἀθλητὴς τῆς πίστεως, τῶν ἐχθρῶν τὴν δυναστείαν. Ε ν τοῖς ἄθλοις σου, νικήσας τὸν ἀλάστορα, ἐχθρὸν Φανούριε, ὡς δυνατὸς τῇ ψυχῇ, ἐξέξω τὸν ἄφθαρτον, τῆς νίκης στέφανον, καὶ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῇ Τριάδι ἐν ὑψίστοις. Η Ῥοδόνησος, εὐφραίνεται Φανούριε, καὶ μακαρίζει σε, χρεωστικῶς ἐν ᾠδαῖς αὐτῆς γὰρ ὑπέρμαχος, ὑπάρχεις μέγιστος, καὶ ὡς ἥλιος, ἐκλάμπεις γῆς τοῖς πέρασιν, ἐξ αὐτῆς Μεγαλομάρτυς. Λόγων Δέσποινα, δυνάμεως ὑπέρκειται, τὸ μέγα θαῦμά σου σὺ γὰρ φρικτῶς τοῦ Πατρός, τὸν Λόγον ἐκύησας, ἐκ τῶν αἱμάτων σου, καὶ ἐλύτρωσας, τὸ γένος τὸ ἀνθρώπινον, τοῦ ἐχθροῦ τῆς τυραννίδος. Ὠιδὴ η. Λυτρωτὰ τοῦ παντός. Λυτρωτὴν τοῦ παντὸς ἀνεκήρυξας, τὸν Χριστὸν Ἀθλοφόρε Φανούριε, καὶ δι αὐτὸν ἐτέλεσας, μαρτυρίου τὸν δρόμον ὅθεν ἐδέξω, οὐρανόθεν θαυμάτων ἐνέργειαν. Ε ν ψυχῇ φέρων πῦρ τὸ οὐράνιον, τῆς Χριστοῦ μυστικῆς ἀγαπήσεως, τὴν τοῦ πυρὸς Φανούριε, κατεπάτησας φλόγα, καὶ τῶν εἰδώλων, τῆς λατρείας τὴν ὕλην κατέφλεξας. Τὸν Χριστὸν ἐκδυσώπει Φανούριε, ἵνα πάσης ὀργῆς καὶ κακώσεως, ἀσθενειῶν καὶ θλίψεων, πειρασμῶν καὶ κινδύνων, πάντες ῥυσθῶμεν, οἱ τελοῦντες ἀξίως τὴν μνήμην σου.

Οὐρανῶν βασιλείας ἀξίωσον, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε, τῆς μητρικῆς πρεσβείας σου, μυστικῇ ἐνεργείᾳ, τοὺς προσκυνοῦντας, ὀρθοδόξως τὸν ἄσπιλον τόκον σου. Ὠιδὴ θ. Λίθος ἀχειρότμητος. Δεῦτε τὸν γενναῖον ὁπλίτην, τῆς παρατάξεως Κυρίου, ἔνδοξον Φανούριον πόθῳ, στέψωμεν ὕμνοις, ὅτι ἡμῖν προστάτης, ὑπάρχει ἀκαταίσχυντος, καὶ ῥύστης βίου ἐν ταῖς θλίψεσιν. Ο λος ἐξαστράπτων τῇ αἴγλῃ, τοῦ μαρτυρίου σου παρέστης, τοῦ Παμβασιλέως τῷ θρόνῳ, ἡμῖν ἐκεῖθεν, ἐξανατέλλων μάκαρ, Φανούριε τὴν ἔλλαμψιν, τῶν ὑπὲρ ἔννοιαν θαυμάτων σου. Δεῦρο πρὸς ἡμᾶς Ἀθλοφόρε, ὡς συμπαθέστατος ὑπάρχων, σώζων τῇ θερμῇ σου πρεσβείᾳ, ἀπὸ κινδύνων, καὶ συμφορῶν παντοίων, ἡμῶν τὸν βίον πάντοτε, τῶν εὐφημούντων σε Φανούριε. Υ μνοις οἱ πιστοί σε τιμῶμεν, Θεοχαρίτωτε Παρθένε, ὅτι τῆς Τριάδος τὸν ἕνα, φρικτῶς τεκοῦσα, δι εὐσπλαγχνίαν ἄκραν, ἐῤῥύσω τὸ ἀνθρώπινον, τῆς ἁμαρτίας τοῦ Προπάτορος. Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Προεορτάζει σήμερον, τὴν ἁγίαν σου μνήμην, χρεωστικῶς Φανούριε, ἡ περίφημος Ῥόδος, ὅτι προστάτην σε μέγαν, ἀντιλήπτορα θεῖον, καὶ φύλακα ἐκτήσατο, θεϊκῇ εὐδοκίᾳ, ἥνπερ ἀεί, φύλαττε τῇ πίστει ὀρθοδοξοῦσαν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τὸν Δεσπότην τοῦ κόσμου. Καὶ τῶν Μαρτύρων ἐκ τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου. ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν στίχ. δ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Φανούριε ἔνδοξε πιστῶς, σήμερον τὴν μνήμην σου, προεορτάζοντες ᾄσμασιν, ἀναβοῶμέν σοι Χαῖρε οἰκουμένης, καύχημα σεβάσμιον, καὶ Ῥόδου θαυμαστὸν ἐγκαλλώπισμα ταῖς ἱκεσίαις σου, συμφορῶν ἡμᾶς διάσῳζε, καὶ κινδύνων τοὺς ἀνευφημοῦντάς σε. Ω ς ὄρθρος ἐπέφανεν ἰδού, ταύτη ἡ σεβάσμιος, ἡμέρα Μάρτυς Φανούριε, τρανῶς τὴν μνήμην σου, τὴν δεδοξασμένην, κόσμῳ προαγγέλουσα, ἐν ᾗ συναθροισθέντες ὑμνοῦμέν σου, πιστῶς τὴν ἄθλησιν, δι ἧς Μάρτυς ἀπαράτρεπτος, ἀνεδείχθης Θεοῦ Παντοκράτορος. Προλάμπει ἡ μνήμη σου φαιδρῶς, σήμερον τοῖς πέρασιν, ἣν ἐν ᾠδαῖς δεξιούμενοι, ἀνακραυγάζομεν Δεῦρο Ἀθλοφόρε, πρὸς ἡμᾶς Φανούριε, τοὺς ἐπικαλουμένους προστάτην σε, φυλάττων πάντοτε, τὴν ζωὴν ἡμῶν ἐκ θλίψεων, νοσημάτων πικρῶν καὶ κακώσεων. Ω ς πάλαι ἐλύτρωσας τοὺς τρεῖς, ἱερεῖς Φανούριε, αἰχμαλωσίας καὶ θλίψεως, οὕτω δεόμεθα, καὶ ἡμᾶς δουλείας, παθῶν ἐλευθέρωσον, τοὺς πόθῳ τὴν πανένδοξον μνήμην σου, προεορτάζοντας, καὶ τιμῶντάς σε ἐν ᾄσμασιν, ὡς θαυμάτων πηγὴν πολυχεύμονα. Δόξα. Ἦχος πλ. α.

Σήμερον οἱ πιστοί, Ἀθλοφόρε Φανούριε μεγάλαθλε, εἰς προϋπαντὴν τῆς μνήμης σου ἐξελθόντες, τῶν ἀγώνων σου τὰ εἴδη μακαρίζομεν, καὶ τῶν θαυμάτων σου τὰ πλήθη κηρύττομεν, δεόμενοι ἐκτενῶς Τροπαιοφόρε Ἀθλητά, μετ Ἀδριανοῦ καὶ Ναταλίας τῶν Μαρτύρων, Θεὸν τὸν ἐν Τριάδι καθικέτευε, ἵνα λυτρωθῶμεν πάσης ὀργῆς, καὶ θλίψεως οἱ τιμῶντές σε. Καὶ νῦν. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. Μεγαλυνάριον. Υ μνον προεόρτιον οἱ πιστοί, ᾄσωμεν προθύμως, Φανουρίῳ, τῷ εὐκλεεῖ, ὅτι ἐν κινδύνοις, καὶ θλίψεσιν ὑπάρχει, ἡμῶν τῶν ἀναξίων, ῥύστης θερμότατος. Στίχοι. Κύριλλος Φανούριε Μεγαλομάρτυς, Ὕμνον προεόρτιον πιστῶς σοι ᾄδει.