γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. ικαιοσύνη ἀµώµου ὀρθοτοµεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. ικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀβου

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

18 IOYΛIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

10 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

9 ΑΠΡΙΛΙΟΥ 2016 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

5 ΜΑΡΤΙΟΥ 2016 Ψυχοσάββατον

Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

24 ΙΑΝΟΥΑΡΙΟΥ Ἀπολυτίκιον ἦχος β. Σάββατον.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

31 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

17 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Εισαγωγή στη Φιλοσοφία

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

3 ΙΟΥΝΙΟΥ 2017 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον) Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ ἐλπίδι ἀναστάσεως

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

22 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Β' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Τροπάρια Ἦχος β' Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ ίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντ

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( ).

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

18 ΙΟΥΝΙΟΥ 2016 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν».

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

24 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον. Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

7 ΝΟΕΜΒΡΙΟΥ 2015 Σάββατον

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν, Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (13/02/15)

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

ΕΚ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ

Transcript:

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Στιχηρὰ Ἦχος βαρὺς Ἀσώτου δίκην ἀπέστην, τῆς χάριτός σου Κύριε, καὶ τὸν πλοῦτον δαπανήσας τῆς χρηστότητος, ἐπὶ σὲ ἔδραµον, εὔσπλαγχνε κραυγάζων σοι ὁ Θεὸς ἥµαρτον ἐλέησόν µε. Εἶτα τὰ δ' Μαρτυρικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον, καὶ τοῦ Μηναίου Προσόµοια δ'. Τὸ, τὰ τοῦ αὐτοῦ Ἤχου. Προκείµενον Ἦχος δ' Ψαλµὸς νθ' ὸς ἡµῖν βοήθειαν ἐκ θλίψεως, καὶ µαταία σωτηρία ἀνθρώπου. Στίχ. Ὁ Θεός, ἀπώσω ἡµᾶς, καὶ καθεῖλες ἡµᾶς. Γενέσεως τὸ Ἀνάγνωσµα (Κεφ. Η', 4-21) Ἐκάθισεν ἡ κιβωτὸς ἐν µηνὶ τῷ ἑβδόµῳ, ἑβδόµῃ καὶ εἰκάδι τοῦ µηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ πορευόµενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου µηνός. Ἐν δὲ τῷ δεκάτῳ µηνί, τῇ πρώτῃ τοῦ µηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Καὶ ἐγένετο µετὰ τεσσαράκοντα ἡµέρας, ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε. Καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ, καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπέστειλε τὴν περιστεράν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν. Καὶ ἐπισχὼν ἔτι ἡµέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας, κάρφος ἐν τῷ στόµατι αὐτῆς, καὶ ἔγνω Νῶε, ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἐπισχὼν ἔτι ἡµέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου µηνὸς µιᾷ τοῦ µηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς Κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν, ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Ἐν δὲ τῷ δευτέρῳ µηνί, ἑβδόµῃ καὶ εἰκάδι τοῦ µηνός, ἐξηράνθη ἡ γῆ. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε, λέγων Ἔξελθε ἐκ τῆς κιβωτοῦ σύ, καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου µετὰ σοῦ, καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ µετὰ σοῦ, καὶ πᾶσα σάρξ, ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούµενον ἐπὶ τῆς γῆς ἐξάγαγε µετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Καὶ ἐξῆλθε Νῶε, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ µετ' αὐτοῦ, καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούµενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, ἐν µιᾷ τοῦ µηνὸς τοῦ τρίτου. Καὶ ᾠκοδόµησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσµὴν εὐωδίας. Προκείµενον Ἦχος πλ. β' Ψαλµὸς ξ' Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς µου, πρόσχες τῇ προσευχῇ µου. Στίχ. Οὕτω ψαλῶ τῷ ὀνόµατί σου εἰς τοὺς αἰῶνας. Παροιµιῶν τὸ Ἀνάγνωσµα (Κεφ. Ι', 31 - ΙΑ', 12) Στόµα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόµα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγµα ἐνώπιον Κυρίου, στάθµιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιµία, στόµα δὲ ταπεινῶν µελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισµὸς ἀθετούντων προνοµεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡµέρᾳ θυµοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε µετάµελον, πρόχειρος δὲ

γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. ικαιοσύνη ἀµώµου ὀρθοτοµεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. ικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνοµοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχηµα τῶν ἀσεβῶν ὄλλυται. ίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόµατι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαµα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόµασι δὲ ἀσεβῶν κατεσκάφη. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν ἀνὴρ δὲ φρόνιµος ἡσυχίαν ἄγει. Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Γ' ΕΒ ΟΜΑ ΟΣ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Τροπάρια Ἦχος β' Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ ίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡµῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόµεθα τὰς ψυχὰς ἡµῶν. Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥµαρτον συγχώρησον οὐδεὶς γὰρ ἀναµάρτητος, εἰ µὴ σὺ ὁ δυνάµενος, καὶ τοῖς µεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕµνοις τιµῶντες µεγαλύνοµεν. Τροπάριον Ἦχος πλ. α' Ἀνάπαυσον Σωτὴρ ἡµῶν, µετὰ ικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πληµµελήµατα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε. Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ Κόσµῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡµᾶς. ᾨδὴ ς' Ἦχος δ' Ἦλθον εἰς τὰ βάθη ΤΟ ΑΚΟΥΤΕ Αἱµάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι. οξάσαντες µέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς εσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ µεγάλοι ἀντιλήπτορες. Ἐν λάκκῳ ἐτέθης κατωτάτῳ, τοῖς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισµάτων ἀπολύτρωσιν. Ἵνα σε φωναῖς διαπρυσίοις, ἀνευφηµῶµεν Κόρη, τὰς φωνὰς ἡµῶν ταύτας προσδέχου, καὶ ἱλασµὸν ὀφληµάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε. Ἕτερον Ποίηµα τοῦ κυρίου Θεοδώρου Ἦχος πλ. δ' Συνεχόµενον δέξαι µε ΤΟ ΑΚΟΥΤΕ Νῦν Μαρτύρων πανήγυρις συνδράµωµεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα µακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑµνήσωµεν. Ἐν τῇ θείᾳ πυρούµενοι ἀγάπῃ Χριστοῦ, ἐπ' ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑµνοῦντες Μάρτυρες µακάριοι.

Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα µέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦµα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν. Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσµον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός. Στίχ. Θαυµαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Πῦρ καὶ ξίφος καὶ θάνατον οὐ πτήξαντες, τὴν ὁµολογίαν διεσώσατε τῆς σωτηρίας, ὑπὸ Χριστοῦ νευρούµενοι µακάριοι. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἐν νεκροῖς ὁ ἐλεύθερος, ὡς ὢν ἀρχηγός, ζωῆς καὶ θανάτου, σὺ ἀνάπαυσον, οὓς προσελάβου, καὶ ἐν αὐλαῖς σου, σκήνωσον Φιλάνθρωπε. «Συνεχόµενον δέξαι µε φιλάνθρωπε, ἐκ πταισµάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς οἰκτιρµοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν µε». ᾨδὴ ζ' Νέοι τρεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ Τίνι στέργουσα τὰ πάθη, τῶν ἀλόγων ἀληθῶς, ψυχὴ ἐξωµοίωσαι; τίνα ὑπερβάλλοντα ἔσχες, ἐν ἁµαρτίαις; βόησον τῷ Χριστῷ. Σῶσόν µε Ἀγαθέ. Ἅγιοι τὸν ἐν Ἁγίοις, αἰτήσατε ἐκτενῶς, ἐπαναπαυόµενον, ταῖς ἁγίαις ταύταις ἡµέραις, καθαγιάσαι πάντων, τῶν εὐσεβῶν τὰ φρονήµατα. Ὕψιστε ὁ ἐν ἐλέει, πλούσιος καὶ ἀγαθός, τοῖς δούλοις σου ἄφεσιν, τοῖς προκοιµηθεῖσι παράσχου, χοροῖς Ἁγίων τούτους, συναριθµῶν ὡς φιλάνθρωπος. Τέτοκας νοµίµων δίχα φύσεως τὸν Πλαστουργόν, γενόµενον ἄνθρωπον. Ἄχραντε αὐτὸν οὖν δυσώπει, πάντων τὰς ἀνοµίας νῦν παριδεῖν, καὶ τὰ πταίσµατα. Εἱρµὸς ἄλλος Ὁ δι' Ἀγγέλου Παῖδας ΤΟ ΑΚΟΥΤΕ Ὁ τῶν σεπτῶν Μαρτύρων, δειξας τὰ µνηµόσυνα, χαρὰν τῇ Ἐκκλησίᾳ σου, καὶ ψυχῆς θυµηδίαν, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡµῶν. Οὐ ψευδόµεθά σε Χριστέ, οὐδὲ ἀρνούµεθα οἱ Μάρτυρες ἐκραύγαζον ἐν µέσῳ τῶν βασάνων, τοὺς παρανόµους δικαστὰς καταπλήττοντες. Ἐν τρισὶ προσώποις, µίαν φύσιν σέβοµεν, Πατρὸς Υἱοῦ καὶ Πνεύµατος, προφητικῶς βοῶντες Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡµῶν. Πῶς ὡς µήτηρ τίκτεις, καὶ παρθένος ἔµεινας; Ὅτι Θεὸν ἐγέννησα, µὴ ζήτει µοι τὸν τρόπον ὅσα γὰρ βούλεται ποιεῖ, ἡ θεόπαις βοᾷ. Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ... Μαρτυρικὴ χορεία, ἡ θεοφάνωτος τοὺς δούλους σου ἀξίωσον, προσκυνητὰς γενέσθαι, τοῦ θείου καὶ ζωοποιοῦ τοῦ Σωτῆρος Σταυροῦ. Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὁ τῆς ζωῆς ταµίας, Βασιλεῦ ἀθάνατε, οὓς ἐξελέξω δούλους σου ἐν πίστει καὶ ἐλπίδι, τῆς αἰωνίου σου

ζωῆς, καταξίωσον. «Ὁ δι' Ἀγγέλου Παῖδας, δροσίσας ἐν καµίνῳ, καὶ τὴν βροντῶσαν κάµινον, µεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡµῶν». ᾨδὴ η' Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ Ἀπτοήτῳ χοροῦντες φρονήµατι, πρὸς ἐπίπονα σκάµµατα Μάρτυρες, πόνους σαρκὸς ὑπέστητε, καὶ πρὸς ἄπονον λῆξιν µετατεθέντες, πάντα πόνον καρδίας κουφίζετε. Οἱ τὰ ἄνω φθαρτοῖς ἀλλαξάµενοι, σαρκικοῖς µε φθειρόµενον πάθεσι, διὰ νηστείας σώσατε, καὶ εὐχῶν ἐµµελείας, Μάρτυρες θεῖοι, τὸν τῶν ὅλων Θεὸν ἱκετεύοντες. Ἱκεσίαις Χριστὲ τῶν Μαρτύρων σου, τὰ ἐλέη σου πᾶσι κατάπεµψον, καὶ τοῖς πρὸ σὲ τὸν εὔσπλαγχνον, µεταστᾶσι τοῦ βίου, λύσιν παράσχου, ὀφληµάτων καὶ θείαν ἀνάπαυσιν. Ὡς τεκοῦσα Θεὸν ἀναµάρτητον, τὰς ἡµῶν ἁµαρτίας ἐξάλειψον, ταῖς µητρικαῖς πρεσβείαις σου, Θεοτόκε καὶ σῷζε, ἀναβοῶντας Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Εἱρµὸς ἄλλος Οἱ θεορρήµονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ Τὰς πυριφλέκτους βασάνους ἐνεγκόντες, ὡς δροσισµῷ Ἀθλοφόροι, µετὰ χαρὰς ἀνεκράζετε Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ἡ θεοστράτευτος φάλαγξ τῶν Μαρτύρων, τροπωσαµένη τὴν πλάνην, νικητικῶς ἀνεκραύγαζεν Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Εὐλογοῦµεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦµα Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦντες, καὶ τὸ πανάγιον Πνεῦµα, πάντες πιστῶς ἐκβοήσωµεν Τριὰς ἡ ἐν Μονάδι, σῶσον τὰς ψυχὰς ἡµῶν. Σὺ καὶ Παρθένος καὶ Μήτηρ ἀνεδείχθης, κυοφοροῦσα ἀνάνδρως, Θεὸν τῶν ὅλων ἡ πάναγνος Ἀλλ' αὐτὸν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου. Στίχ. Θαυµαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Τῶν Ἀθλοφόρων πρεσβείαις τοὺς σοὺς δούλους, καὶ προσκυνῆσαι καὶ βλέψαι, Χριστὲ Σωτὴρ καταξίωσον, τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὁ καταλύσας τὸ κράτος τοῦ θανάτου, τῇ ἐκ νεκρῶν σου Ἐγέρσει, τοὺς µεταστάντας ἀνάπαυσον, µετὰ τῶν ἐκλεκτῶν σου, αἰνεῖν σε τὸν Κύριον. Αἰνοῦµεν, εὐλογοῦµεν, καὶ προσκυνοῦµεν τὸν Κύριον «Οἱ θεορρήµονες Παῖδες ἐν τῇ καµίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον». ᾨδὴ θ' Εὔα µὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ Στηρίξαντες πέτρᾳ νοητῇ, τὸ φρόνηµα Ἀθλοφόροι, ἀπερίτρεπτοι, πάσαις ἐχθροῦ µηχανουργίαις ἐµείνατε διό µε τρεπόµενον, πρὸς πάθη ψυχοφθόρα στηρίξατε, ταῖς πρὸς τὸ θεῖον παρακλήσεσιν. Ἡ θεία καὶ ὄντως φωταυγής, ὁµήγυρις τῶν Μαρτύρων, καθικέτευε, τὸν ὑπεράγαθον εσπότην, καιρῷ τῆς ἐγκρατείας, συγχώρησιν, πταισµάτων ἡµῖν πᾶσι δωρήσασθαι, καὶ αἰωνίαν ἀγαλλίασιν. Φιλάνθρωπε µόνε Ἀγαθέ, τοὺς δούλους σου ἐπ ἐλπίδι, ἀναστάσεως, κεκοιµηµένους αἰωνίου, φωτός

σου ἀνεσπέρου ἀξίωσον, µετέχειν καὶ τροφῆς ἀπολαύσεως, ἵνα σε φόβῳ µεγαλύνωµεν. Φωτὸς οἰκητήριον ἡ σή, γεγένηται παναγία, µήτρα, Πάναγνε ὅθεν πιστῶς ἀναβοῶ σοι Τὰς κόρας τῆς ψυχῆς µου καταύγασον, καὶ τρίβον τὴν εὐθεῖαν ὑπόδειξον, τῷ σὲ γνησίως µακαρίζοντι. Ἄλλος Μεγαλύνοµέν σε, τὴν Μητέρα Τῶν Μαρτύρων µνήµην, ἐκτελέσωµεν πιστοί, ἵνα τῆς ἐκείνων, κοινωνήσωµεν δόξης, εὐφηµοῦντες τὰ ἆθλα, τῶν ἀγώνων αὐτῶν. Τὴν ὑµῶν ἀνδρείαν, θῆρες ἔπτηξαν σφοδρῶς, ὑπεχώρησε πῦρ, συνετρίβησαν τόξα, ἐν ὑµῖν Ἀθλοφόροι, θαυµαστὸς ὁ Θεός. Ὑπεράρχιε φύσις, τρισυπόστατε Μονάς, Πάτερ, Υἱέ, καὶ Πνεῦµα ἅγιον, φῶς καὶ ζωὴ θεαρχία, τοὺς σὲ δοξολογοῦντας, διαφύλαττε. Εὐλογοῦµέν σε, τὸν Θεὸν τοῦ Ἰσραήλ, τὸν ἐκ τῆς Παρθένου, ἐπιφανέντα τῷ Κόσµῳ, καὶ ἐγείραντα κέρας, σωτηρίας ἡµῖν. Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυµάστωσεν ὁ Κύριος. Πρεσβευταὶ τοῦ Κόσµου, Ἀθλοφόροι τοῦ Χριστοῦ, τὸν αὐτοῦ ἰδέσθαι Σταυρόν, καὶ προσκυνῆσαι, καταξιώσατε πάντας, ἱκεσίαις ὑµῶν. Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε. Ὅπου ἀναβλύζει, πηγὴ ζωῆς Υἱὲ Θεοῦ, καὶ ἐπισκοπεῖ σου, ὁ τοῦ προσώπου φωτισµός, τοὺς πρὸς σὲ µεταστάντας ἐγκατάταξον. «Μεγαλύνοµέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζοµέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡµῶν». ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Προκείµενον Ἦχος πλ. β' Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι. Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνοµίαι. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα (Κεφ. Ι', 32-38) Ἀδελφοί, ἀναµιµνήσκεσθε τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων. Τοῦτο µέν, ὀνειδισµοῖς τε καὶ θλίψεσι θεατριζόµενοι, τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφοµένων γενηθέντες καὶ γὰρ τοῖς δεσµοῖς µου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ µένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑµῶν, ἥτις ἔχει µισθαποδοσίαν µεγάλην. Ὑποµονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέληµα τοῦ Θεοῦ ποιήσαντες, κοµίσητε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ µικρὸν ὅσον ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ἀλληλούϊα Ἦχος πλ. β' Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε, Ἀλληλούϊα,