18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ,. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. ΘεὸςΚύριος, καὶἐπέφανενἡμῖν... τίχ,'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ,. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος γ' Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. 1
Δόξα Πατρί... Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, Καὶ νῦν... Θεοτοκίον, ὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α τιχολογίαν. Ἦχος α. Σὸν τάφον σου ωτήρ Ὡς ἥλιον εὑρὼν Παῦλον τὸν θεηγόρον, ηὐγάσθης παρ αὐτοῦ, τῇ τοῦ Πνεύματος αἴγλῃ, καὶ θεῖος ἀπόστολος, τοῦ Χριστοῦ ἐχρημάτισας, τὴν σοφίαν γάρ, τὴν ἀληθῆ ἀγαπήσας, ἀπεμώρανας, τὴν κοσμικὴν ἀγνωσίαν, τῷ θείῳ κηρύγματι. Δόξα. Ἦχος πλ. α.σὸν συνάναρχον Λόγον. Ὡς τὴν σύμπασαν κτίσιν ὁ θεῖος φθόγγος σου, ἐξεχύθη ὡς φέγγος ζωῆς ἀπόστολε, καὶ τῶν δογμάτων σου Λουκᾶ ταῖς ἐπιλάμψεσιν, ἀνακηρύττει ἐμφανῶς, τοῖς ἐν ζόφῳ τῶν δεινῶν, τὴν γέννησιν τοῦ Σωτῆρος, καὶ τὸ ἑκούσιον πάθος, καὶ τὴν τριήμερον ἀνάστασιν. Καὶ νῦν Θεοτοκίον Σῆς ἁγνῆς Θεοτόκου καὶ θεομήτορος, τῆς τεκούσης τὸν Λόγον τοῦ προανάρχου Πατρός, τὸν χαρακτῆρα τῆς μορφῆς ὡς καθιστόρησας, ταύτῃ παρέστησας αὐτόν, ἥτις ἐβόησε Λουκᾶ: Ἡ χάρις εἴη ἐν τούτῳ, τοῦ ἐξ ἐμοῦ γεννηθέντος, πρὸς σωτηρίαν πάσης κτίσεως. Μετὰ τὴν β τιχολογίαν. Ἦχος δ. Σαχὺ προκατάλαβε. Σοῦ Λόγου ἀπόστολος καὶ ὑπηρέτης σοφός, τοῦ Παύλου συνέκδημος καὶ φοιτητὴς ἱερός, Λουκᾶ ἐχρημάτισας, τούτου γὰρ ἀνενδότως, ἠκολούθεις τοῖς τρόποις, γράφων, ὡς ζωῆς ῥήσεις τοὺς αὐτοῦ θείους λόγους, οὓς νῦν ἡ Ἐκκλησία κατέχουσα τέρπεται. Σοῦ Λόγου ἀπόστολος. Δόξα Καὶ νῦν Θεοτοκίον 2
Ὡς θάλαμος πάμφωτος τὸν Θεὸν Λόγον χωρεῖς, ὡς τράπεζα ἔμψυχος ἐν ταῖς χερσί σου κρατεῖς, τὸν πάντα βαστάζοντα, τούτου ἁγνὴ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, ῥῦσαί με καὶ τῷ θείῳ, καταυγάσει με φέγγει, σοὶ γὰρ ἀπὸ καρδίας Κόρη προσέδραμον. Μετὰ τὸν Πολυέλεον Κάθισμα Ἦχος πλ. δ. Σὴν σοφίαν καὶ Λόγον Σῆς Ἐδὲμ ὁ θεόβρυτος ποταμός, ὁ τὴν γῆν καταρδεύων πνευματικῶς, Λουκᾶς ὁ θεόσοφος ἀνυμνείσθω ἐν ᾄσμασι, τὸ τοῦ Εὐαγγελίου θεόπνευστον ὄργανον, τὸ ἐκφωνοῦν τῇ κτίσει Τριάδος ἐπίγνωσιν, σήμερον γὰρ ὤφθη, τῇ σεπτῇ αὐτοῦ μνήμῃ, καὶ παύει νοσήματα καὶ διώκει τὰ πνεύματα, καὶ ἰᾶται τοὺς κράζοντας: Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσί σε πόθῳ, ἀπόστολε ἔνδοξε. Δόξα Καὶ νῦν Θεοτοκίον Σοῦ Υἱοῦ σου Παρθένε ταῖς ἀστραπαῖς, ἀποστόλων ὁ θίασος πυρσωθείς, φῶς θεῖον γεγένηται ἐν λυχνία ὁρώμενον, καὶ τῇ θεογνωσίᾳ φωτίζον τὰ σύμπαντα, καὶ ἅλας θεραπεῦον ψυχῶν τὰ ἑλκώματα. Ὅθεν ἐκδυσώπει σὺν αὐτοῖς Θεοτόκε, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν θείας χάριτος, τοὺς ἐν πίστει βοῶντάς σοι, χαῖρε ὄρος πῖον Θεοῦ, χαῖρε θεῖον τοῦ Λόγου ἀλάβαστρον, χαῖρε τῆς παρθενίας, λειμὼν ὁ μυρίπνοος. Σὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 3
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. τίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ α χορὸς Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ῷ καιρῷ ἐκείνῳ, ςυγκαλεςάμενοσ ὁ Ἰθςοῦσ τοὺσ δώδεκα μακθτὰσ αὐτοῦ, ἔδωκεν αὐτοῖσ δφναμιν καὶ ἐξουςίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόςουσ κεραπεφειν καὶ ἀπζςτειλεν αὐτοὺσ κθρφςςειν τὴν βαςιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶςκαι τοὺσ ἀςκενοῦντασ, καὶ εἶπε πρὸσ αὐτοφσ: Μθδὲν αἴρετε εἰσ τὴν ὁδόν, μιτε ῥάβδουσ, μιτε πιραν, μιτε ἄρτον, μιτε ἀργφριον, μιτε ἀνὰ δφο χιτῶνασ ἔχειν, Καὶ εἰσ ἣν ἂν οἰκίαν εἰςζλκθτε, ἐκεῖ μζνετε καὶ ἐκεῖκεν ἐξζρχεςκε. Καὶ ὅςοι ἂν μὴ δζξωνται ὑμᾶσ, ἐξερχόμενοι ἀπὸ τῆσ πόλεωσ ἐκείνθσ καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰσ μαρτφριον ἐπ αὐτοφσ. Ἐξερχόμενοι δὲ διιρχοντο κατὰ τὰσ κώμασ, εὐαγγελιηόμενοι καὶ κεραπεφοντεσ πανταχοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Ν' ψαλμὸς χύμα Δόξα Πατρὶ Ἦχος β Σαῖς τοῦ Ἀποστόλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν Σαῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος πλ. β τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ήμερον, ὁ τῆς κενώσεως τοῦ Λόγου ἑρμηνεύς, καὶ τοῦ Εὐαγγελίου συγγραφεὺς ἱερός, Λουκᾶς ὁ ἀπόστολος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου τῇ οἰκουμένῃ προέρχεται, ἀρυσώμεθα οὖν πάντες 4
ἀφθαρσίας ὕδωρ, καὶ τῷ Σωτῆρι βοήσωμεν Ὁ κρατὴρ τῆς ζωῆς, Ὑπερούσιε Θεότης, ταῖς τοῦ Ἀποστόλου σου πρεσβείαις, ἀποκάθαρον ἡμᾶς ἐκ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου Ἐλέει καὶ οἰκτιρμοῖς ΚΑΝΟΝΕ Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,... Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Κανὼν τοῦ Ἁγίου, Θεοφάνους. ᾠδὴ α' Ἦχος πλ.δ' Ἡ κεκομμένη... Σῆς ἀνωτάτω σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες Ἐνδόξως γὰρ δεδόξασται. Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα τῷ Κυρίῳ ᾄσωμεν Ἐνδόξως γὰρ δεδόξασται. 5
Δόξα Πατρί... Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα. τῷ Κυρίῳ ᾄσωμεν Ἐνδόξως γὰρ δεδόξασται. Καὶ νῦν...θεοτοκίον Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον ἐλήλυθε σαφῶς γὰρ ἐπ' αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν Ἐνδόξως γὰρ δεδόξασται. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Οὐρανίας ἁψῖδος,... Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Φαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. ᾠδὴ γ' ὺ εἶ τὸ στερέωμα οῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι. 6
Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας. Δόξα Πατρί... Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο. Καὶ νῦν...θεοτοκίον ὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Κάθισμα Ἦχος πλ.δ' Σὴν οφίαν καὶ Λόγον Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν...ὅμοιον Σὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ δ' Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Σῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. 7
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. ᾠδὴ δ' Ὁ Εἱρμός Ἐπέβης ἐφ' ἵππους Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι Δόξα τῇ δυνάμει σου Κύριε. Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι Δόξα τῇ δυνάμει σου Κύριε. Δόξα Πατρί... Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως Δόξα τῇ δυνάμει σου Κύριε. Καὶ νῦν...θεοτοκίον Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας Δόξα τῇ δυνάμει σου Κύριε. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ ε' Υώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. ᾠδὴ ε' Υώτισον ἡμᾶς Υῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς πᾶσι Λουκᾶ μετέδωκας. ὺ ταῖς ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος. 8
Δόξα Πατρί... Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος. Καὶ νῦν...θεοτοκίον Φαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας ἡ λύσις τοῦ Προπάτορος. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ ς' Σὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. ᾠδὴ ς' Σὴν δέησιν ἐκχεῶ Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε. Σὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα. Δόξα Πατρί... Σὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν. 9
Καὶ νῦν...θεοτοκίον Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ὡς Θεός καὶ φιλάνθρωπος. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις ὺ γὰρ εἶ ὁ Βασιλεύς Κοντάκιον Ἦχος δ'(χῦμα) Ἐπεφάνης σήμερον Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον. Ὁ Οἶκος Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον. υ ν α ξ ά ρ ι ο ν. Σῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. τίχοι «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. τίχοι Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. τίχοι Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522 Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν ΚΑΣΑΒΑΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. 10
ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΩΣΕΡΑ (Ἦχος. δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... 11
τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΕΙΛΑΡΙΑ Σοῖς Μαθηταῖς συνέλθωμεν Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα. Θεοτοκίον Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν ὡς Θεομήτωρ γὰρ ἁγνή ὅςα κέλεισ ἀνύεισ. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 12
τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σῶν οὐρανίων ταγμάτων. Γερασίμου. Σῷ θεοῤῥήμονι Παύλῳ φοιτήσας, ἔνδοξε, τῶν ὑπὲρ νοῦν δογμάτων θεηγόρος ἐκφάντωρ, καὶ θεῖος ὑποφήτης τῆς τοῦ Χριστοῦ, ἀνεδείχθης σαρκώσεως, τῶν ἀποστόλων συνάριθμος γεγονώς, Λουκᾶ, θεῖον ἐνδιαίτημα. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σοῦ Παρακλήτου τὴν χάριν, Λουκᾶ, δεξάμενος, ὡς ἥλιος ἐκλάμπεις τοῖς ἐν σκότει τῆς πλάνης, καὶ πᾶσι τὴν σωτήριον δαδουχῶν, εὐσεβείας ἐπίγνωσιν, υἱοὺς φωτὸς ἀπειργάσω τοὺς ἐν νυκτί, τῆς ἀγνοίας ἐγκαθεύδοντας. τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Σῆς θεϊκῆς ἐπιπνοίας ῥήτωρ θεόσοφος, καὶ θεῖος ὀξυγράφος καὶ λαμπρὸς μυστολέκτης, ἐγένου, ἀνατάξας θεουργικῶς, τὸ σεπτὸν Εὐαγγέλιον, δι οὗ ἀρδεύεις, ἀπόστολε, δαψιλῶς, Ἐκκλησίας τὰ βλαστήματα. τιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Σοῦ διδασκάλου τῷ θρόνῳ, Λουκᾶ ἀπόστολε, σὺν ἀποστόλοις θείοις παριστάμενος μάκαρ, ψυχῶν τὴν θεραπείαν, ὡς ἰατρός, καὶ σωμάτων τὴν ἴασιν, δίδου ἡμῖν, τοῖς ὑμνοῦσι χαρμονικῶς, τὴν ἁγίαν σου μετάστασιν Δόξα Πατρί... Ἦχος πλ. δ' Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραἰζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.. Καὶ νῦν Θεοτοκίον Σὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. δ ( Ἀργή ἢ σύντομος ) 13
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 14
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ.. Καὶ νῦν.. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς Ἀπολυτίκιον Ἦχος γ' Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ ΑΝΣΙΥΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. τίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ...Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. 15
τίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα. τίχ. β. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... τίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ τίχ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀπολυτίκιον Ἦχος γ' Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος γ' Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Σοῦ Ναοῦ Κοντάκιον Ἦχος β ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Τρισάγιον. Ἀπόστολος Προκείμενον ἦχος πλ.δ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 16
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. ( Δ 5-11, 14-16) Ἀδελυξί, ἐμ ςξυίᾳ οεπιοασεῖσε οπὸρ σξὺρ ἔνψ, σὸμ καιπὸμ ἐναγξπαζόμεμξι. λόγξρ ὑμῶμ οάμσξσε ἐμ φάπισι, ἅλασι ἠπστμέμξρ, εἰδέμαι οῶρ δεῖ ὑμᾶρ ἑμὶ ἑκάςσῳ ἀοξκπίμεςθαι. Τὰ κασ ἐμὲ οάμσα γμψπίςει ὑμῖμ Ττφικὸρ ὁ ἀγαοησὸρ ἀδελυὸρ καὶ οιςσὸρ διάκξμξρ καὶ ςύμδξτλξρ ἐμ Κτπίῳ, ὃμ ἔοεμχα οπὸρ ὑμᾶρ εἰρ αὐσὸ σξῦσξ, ἵμα γμῷ σὰ οεπὶ ἡμῶμ καὶ οαπακαλέςῃ σὰρ καπδίαρ ὑμῶμ, ςὺμ μηςίμῳ σῷ οιςσῷ καὶ ἀγαοησῷ ἀδελυῷ, ὅρ ἐςσιμ ἐν ὑμῶμ οάμσα ὑμῖμ γμψπιξῦςι σὰ ὧδε. Ἀςοάζεσαι ὑμᾶρ Ἀπίςσαπφξρ ὁ ςτμαιφμάλψσόρ μξτ, καὶ Μᾶπκξρ ὁ ἀμεχιὸρ Βαπμάβα, - οεπὶ ξὗ ἐλάβεσε ἐμσξλάρ ἐὰμ ἔλθῃ οπὸρ ὑμᾶρ δέναςθε αὐσόμ, - καὶ Ἰηςξῦρ ὁ λεγόμεμξρ Ἰξῦςσξρ, ξἱ ὄμσερ ἐκ οεπισξμῆρ, ξὗσξι μόμξι ςτμεπγξὶ εἰρ σὴμ βαςιλείαμ σξῦ Θεξῦ, ξἵσιμερ ἐγεμήθηςάμ μξι οαπηγξπία. Ἀςοάζεσαι ὑμᾶρ Λξτκᾶρ ὁ ἰασπὸρ ὁ ἀγαοησὸρ καὶ Δημᾶρ. Ἀςοάςαςθε σξὺρ ἐμ Λαξδικείᾳ ἀδελυξὺρ καὶ Ντμυᾶμ καὶ σὴμ κασ ξἶκξμ αὐσξῦ ἐκκληςίαμ καὶ ὅσαμ ἀμαγμψςθῇ οαπ ὑμῖμ ἡ ἐοιςσξλή, οξιήςασε ἵμα καὶ ἐμ σῇ Λαξδικέψμ ἐκκληςίᾳ ἀμαγμψςθῇ, καὶ σὴμ ἐκ Λαξδικείαρ ἵμα καὶ ὑμεῖρ ἀμαγμῶσε. Καὶ εἴοασε Ἀπφίοοῳ Βλέοε σὴμ διακξμίαμ ἣμ οαπέλαβερ ἐμ Κτπίῳ, ἵμα αὐσὴμ οληπξῖρ. ἀςοαςμὸρ σῇ ἐμῇ φειπὶ Παύλξτ. Μμημξμεύεσέ μξτ σῶμ δεςμῶμ. Ἡ χάρις μεθ ὑμῶν ἀμήν. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (ι 16 21) Εἶπεμ ὁ Κύοιξπ ηξῖπ ἑαρηξῦ Μαθηηαῖπ Ὁ ἀκξύτμ ὑμῶμ ἐμξῦ ἀκξύει, καὶ ὁ ἀθεηῶμ ὑμᾶπ ἐμὲ ἀθεηεῖ ὁ δὲ ἐμὲ ἀθεηῶμ ἀθεηεῖ ηὸμ ἀπξζηείλαμηά με. Ὑπέζηοεσαμ δὲ ξἱ ἑβδξμήκξμηα μεηὰ ςαοᾶπ λέγξμηεπ Κύοιε, καὶ ηὰ δαιμόμια ὑπξηάζζεηαι ἡμῖμ ἐμ ηῷ ὀμόμαηί ζξρ. Εἶπε δὲ αὐηξῖπ Ἐθεώοξρμ ηὸμ ζαηαμᾶμ ὡπ ἀζηοαπὴμ ἐκ ηξῦ ξὐοαμξῦ πεζόμηα. ἰδξὺ δίδτμι ὑμῖμ ηὴμ ἐνξρζίαμ ηξῦ παηεῖμ ἐπάμτ ὄθετμ καὶ ζκξοπίτμ καὶ ἐπὶ πᾶζαμ ηὴμ δύμαμιμ ηξῦ ἐςθοξῦ, καὶ ξὐδὲμ ὑμᾶπ ξὐ μὴ ἀδικήζῃ. πλὴμ ἐμ ηξύηῳ μὴ ςαίοεηε, ὅηι ηὰ πμεύμαηα ὑμῖμ ὑπξηάζζεηαι ςαίοεηε δὲ ὅηι ηὰ ὀμόμαηα ὑμῶμ ἐγοάθη ἐμ ηξῖπ ξὐοαμξῖπ. Ἐμ αὐηῇ ηῇ ὥοᾳ ἠγαλλιάζαηξ ηῷ πμεύμαηι ὁ Ἰηζξῦπ καὶ εἶπεμ Ἐνξμξλξγξῦμαί ζξι, πάηεο, κύοιε ηξῦ ξὐοαμξῦ καὶ ηῆπ γῆπ, ὅηι ἀπέκορσαπ ηαῦηα ἀπὸ 17
ζξθῶμ καὶ ζρμεηῶμ, καὶ ἀπεκάλρσαπ αὐηὰ μηπίξιπ μαί, ὁ παηήο, ὅηι ξὕητπ ἐγέμεηξ εὐδξκία ἔμποξζθέμ ζξρ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Απόλυσις (...Φριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...) https://agioskosmasoaitolos.wordpress.com 18