8 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 Κυριακὴ τοῦ Ἀσώτου (ΙΖ Λουκᾶ). Θεοδώρου στρατηλάτου μεγαλομάρτυρος ( 319), Ζαχαρίου τοῦ προφήτου ( 620 π.χ.). Ἦχος β. Ἑωθινὸν β. (τυπικὸν 2ας Φεβρουαρίου, περίπτ. α 7 9, Κυριακῆς τοῦ Ἀσώτου 4 6). «Τῇ Κυριακῇ μετὰ τὴν ἑορτὴν τῆς Ὑπαπαντῆς, ἀποφάσει τῆς Ἱ. Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ὡρίσθη ὅπως τιμᾶται ἡ μνήμη τῶν ἁγίων μητέρων τῶν τριῶν Ἱεραρχῶν, Ἐμμελείας, Νόννας καὶ Ἀνθούσης». * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος β. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀ θάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀ στραπῇ τῆς θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις, τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος β. Αὐτόμελον. Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας, καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ὅμοιον. Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐ πιστάς, ὁ Ἄγγελος ἐβόα Τὰ μύρα τοῖς θνητοῖς, ὑπάρχει ἁρμόδια Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ λεος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐν τῷ ὄρει τῷ Σινᾷ πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι ἡμᾶς, ἐνηγκαλίσατο καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον διὸ ἐβόα Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος β. Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι. Δόξα. 1
Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως καὶ δι αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Θησαυρὲ τῶν αἰώνων, ἡ ζωὴ τῶν ἁπάντων, δι ἐμὲ νηπιάσας, ὑπὸ νόμον ἐγένου ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ ὄρει τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ δόξα τῇ βασιλείᾳ σου δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος β. Μετὰ τὸ πάθος, πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι, τὸ σῶμά σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ σῶσόν με σῇ ἐπιλάμψει. Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι. 2
Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν Θεὸς γάρ ἐστιν, ὁ μοούσιος Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου; Τοῖς ὀδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον λέοντος τρόπον κατ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι Υἱοῦ δέ. Ἀντίφωνον Γ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁ γίῳ οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται, Μάρτυρες, καὶ Προφῆται ὁρῶσιν. Προκείμενον. Ψαλμὸς ζ (7). Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. (δίς) Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Β Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 1 8). Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωὶ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀ ποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀ ποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον Ἠγέρθη, οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶ 3
πεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον ἐφοβοῦντο γάρ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος πλ. δ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ἦχος πλ. δ. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα * ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ σπιλωμένον * ἀλλ ὡς οἰκτίρμων κάθαρον * εὐσπλάγχνῳ σου ἐλέει. Καὶ νῦν. Θεοτοκίον ὅμοιον. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε * αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ 4
μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον ἐκδαπανήσας * ταῖς σαῖς πρεσβείαις ῥῦσαί με * πάσης ἀκαθαρσίας. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β. Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐννοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι * Ἐ λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ ἀναστάσιμος, ὁ τοῦ Τριῳδίου καὶ ὁ τῆς ἑορτῆς. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ποίημα Ἰωάννου μοναχοῦ (τοῦ Δαμασκηνοῦ). Ἦχος β. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος, Κύριος ἐνδόξως γὰρ δεδόξασται. Ὁ τοῦ κόσμου ἄρχων Ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου καὶ ἀσθενὴς διήλεγκται. Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀ κηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας τῇ γὰρ ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες ἐνδόξως γὰρ δεδόξασται. Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε καὶ ὁρατῆς, ἀειπάρθενε κτίσεως τὸν γὰρ Κτίστην τέτοκας, ὡς εὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ Κανὼν τοῦ Τριῳδίου. Ποίημα Ἰωσήφ. ᾨδὴ α. Ἦχος β. Τὴν Μωσέως ᾠδήν. Ἰησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμελείᾳ ζήσαντα καὶ σὲ παροργίσαντα. Ὅν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ Δέξαι οὖν κἀμὲ ἐ πιστρέφοντα. Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας δέξαι, Κύριε, κἀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε. Ἐν ἐμοὶ ὁ Θεός, πᾶσαν δεικνὺς ἀγαθωσύνην, πάριδέ μου τὴν πληθύν, τῶν ἐγκλημάτων ὡς εὐεργέτης, θείαις τῆς Μητρός σου δεήσεσι. Καὶ ὁ τῆς ἑορτῆς, οὗ ἡ ἀκροστιχίς Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ. ᾨδὴ α. Ἦχος γ. Χέρσον ἀβυσσοτόκον. Ῥανάτωσαν ὕδωρ νεφέλαι Ἥλιος, ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος διὸ πιστοὶ βοήσωμεν ᾌσωμεν τῷ Κυρίῳ ἐνδόξως γὰρ δεδόξασται. (δίς) 5
Δόξα. Ἰσχύσατε χεῖρες Συμεὼν τῷ γήρᾳ, ἀνειμέναι καὶ κνῆμαι, παρειμέναι δὲ Πρεσβύτου, εὐθυβόλως κινεῖσθε, Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν, σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ ἐνδόξως γὰρ δεδόξασται. Καὶ νῦν. Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀ γάλλου δὲ ἡ γῆ ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ ἀνόμων μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι. Ἐκ χοὸς κατ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας. Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου διό σε Θεοτόκον πίστει σέβομεν. Τοῦ Τριῳδίου. Ἦχος β. Στειρωθέντα μου τὸν νοῦν. Ἔξω ὅλος ἐμαυτοῦ, γεγονὼς φρενοβλαβῶς προσεκολλήθην, τοῖς παθῶν ἐφευρεταῖς ἀλλὰ δέξαι με Χριστέ, ὥσπερ τὸν Ἄσωτον. Τοῦ Ἀσώτου τὴν φωνήν, ἐκμιμούμενος βοῶ. Ἥμαρτον Πάτερ ὡς ἐκεῖνον οὖν κἀμέ, ἐναγκάλισαι νυνί, καὶ μὴ ἀπώσῃ με. Τὰς ἀγκάλας σου Χριστέ, ὑφαπλώσας συμπαθῶς ὑπόδεξαί με, ἀπὸ χώρας μακρᾶς, ἁ μαρτίας καὶ παθῶν ἐπαναστρέφοντα. Ἡ καλὴ ἐν γυναιξί, καταπλούτισον κἀμέ, καλῶν ἰδέαις, ἁμαρτίαις πολλαῖς, τὸν πτωχεύσαντα, Ἁγνή, ὅπως δοξάζω σε. Καὶ τῆς ἑορτῆς. Ἦχος γ. Τὸ στερέωμα. Ὁ πρωτότοκος, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, Πρωτότοκος νήπιος Κόρης ἀφθόρου, τῷ Ἀ δὰμ χεῖρα προτείνων ἐπέφανε. (δίς) Δόξα. Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, Πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε. Καὶ νῦν. Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θε ότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀ τρέπτως νηπιάσας ἀνέδειξε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδὰμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. 6
Ὁ Οἶκος. Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀ νυμνεῖ σε ἀεί. Καθίσματα τοῦ Τριῳδίου. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον ἀ σώτως τὸν ἐμόν, κατηνάλωσα βίον εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους σου, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω Ἥμαρτον, σῶσόν με. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐν τῷ ὄρει τῷ Σινᾷ πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι ἡμᾶς, ἐνηγκαλίσατο καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον διὸ ἐβόα Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου. Κοντάκιον. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀ φρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Ὁ Οἶκος. Τοῦ Σωτῆρος ἡμῶν καθ ἑκάστην διδάσκοντος δι οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τὴν καλὴν μετάνοιαν, τῷ κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν Ἡμάρτομέν σοι Πάτερ οἰκτίρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ ὡς φύσει ὑ πάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Συναξάριον. Τῇ ῌ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου. Στίχ. Ὢν Θεόδωρος ἀξίαν Στρατηλάτης, Ὑπῆρξε τμηθεὶς τοῦ Θεοῦ Στρατηλάτης. Ὄμβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου. Στίχ. Ἵππους ἑώρας τοὺς νόας Ζαχαρία, Δι ὧν πρὸς ὕψος οὐρανῶν ἀφιππάσω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξίφει τελειοῦνται. Στίχ. Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ, Νικηφόρου στέφανος ἐπλάκη τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρθα καὶ Μαρία αἱ ἀδελφαί, καὶ ὁ Ὅσιος Λυκαρίων ὁ Μάρτυς, ξίφει τελειοῦνται. Στίχ. Ἅς περ παρῆξεν εἰς τὸ φῶς γαστὴρ μία, Μάρθαν Μαρίαν, ἓν στερεῖ φωτὸς ξίφος. Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων, Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Φιλαδέλφου καὶ Πολυκάρπου. Στίχ. Ὑπῆρξεν ὄντως ἡ τελευτὴ τοῦ βίου Καὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Μακαρίου, Ἐπισκόπου Πάφου. Στίχ. Πάφου πρόεδρος ἔνδον ἐκρύβη τάφου Καὶ τἄλλα Μακάριος οὐ κλῆσιν μόνον. 7
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Περγέτου. Στίχ. Πῶς ἂν παρέλθω ἀγέραστον Περγέτην, Σὺν τοῖς Ἁγίοις ὄντα κατειλεγμένον; Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἀγαθαγγέλου, ἐπισκόπου Δαμασκοῦ. ( 235) Στίχ. Νόμου σκιῶδες ἀφεὶς φωτὶ Δεσπότου, Ἀγαθάγγελος ποιμὴν καὶ μάρτυς ὤφθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σάββα τοῦ Β, ἀρχιεπισκόπου Σερβίας, τοῦ Χιλανδαρινοῦ, υἱοῦ τοῦ Ὁσίου Στεφάνου τοῦ Νεμάνια, τοῦ πρωτοστεφοῦς. ( 1269) Στίχ. Σάββας ποιμὴν ὁ δεύτερος Σερβίας, Ὥσπερ ὁ πρῶτος ἡγιασμένως ἔζη. Καὶ μνήμη τῆς Ὁσίας Λιουμπὼφ τοῦ Ῥιαζάν, τῆς διὰ Χριστὸν σαλῆς, κοιμηθείσης ἐν ἔτει αϡκα. ( 1921) Στίχ. Ἐλθέ, Λιουμπώφ, ἐν Ἀβραὰμ τοῖς κόλποις, Ὅπως τῆς σαλότητος βραβεῖον λάβῃς. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ἑορτὴν τῆς Ὑπαπαντῆς, Σύναξιν ἐπιτελοῦμεν τῶν Ἁγίων Μητέρων τῶν Τριῶν Ἱεραρχῶν, Ἐμμελείας, Νόννης καὶ Ἀνθούσης. Στίχ. Τίς, φησί, γυνή ἐστι, σοφός, ἀνδρεία; Ἴδε, λέγομεν, Ἐμμέλεια ὁσία. Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος, καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους. Νουθεσίαις σου ἔδειξας Χρυσόστομον ἄνθος Ἐκκλησίας εὐῶδες, Ἀνθοῦσα. Καὶ τοῦ Τριῳδίου. Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν. Στίχ. Ἄσωτος εἴτις, ὡς ἐγώ, θαῤῥῶν ἴθι. Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑπαπαντῆς. (Ψάλλονται ἀπὸ τῆς 15ης Ἰανουαρίου μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς). ᾨδὴ α. Ἦχος γ. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπόλευσέ ποτε * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι * ᾌσωμεν τῷ Κυρίῳ, * ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ. Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στερέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. ᾨδὴ δ. Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰνέσεως. ᾨδὴ ε. Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ πηρμένῳ Θεὸν * ὑπ ἀγγέλων δόξης * δορυφορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέρου * καὶ εἰρήνης δεσπόζοντα. ᾨδὴ Ϛ. Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. ᾨδὴ ζ. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογήσαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳδοῦντες * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. 8
Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προεστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέντες, * θεῖον ὕμνον ἔμελπον * Εὐλογεῖτε, * πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος γ. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδωμεν οἱ πιστοί * πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον * ἅγιον Θεῷ * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Β. Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι, ἔχαιρον εἶδον γὰρ νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ καὶ αὐτὸς ταύταις ἔ φη Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ τοῖς Μαθηταῖς Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις. Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου. Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Τὸν πλοῦτον, ὅν μοι δέδωκας τῆς χάριτος ὁ ἄ θλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα διό με ἐπιστρέφοντα, ὥς περ τὸν Ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον. Ἕτερον, Ὅμοιον. Ἐσκόρπισα τὸν πλοῦτόν σου, ἐκδαπανήσας Κύριε, καὶ πονηροῖς δαιμονίοις, καθυπετάγην ὁ τάλας ἀλλὰ Σωτὴρ πανεύσπλαγχνε τὸν Ἄ σωτον οἰκτείρησον, καὶ ῥυπωθέντα κάθαρον, 9
τὴν πρώτην ἀποδιδούς μοι, στολὴν τῆς σῆς βασιλείας. Τῆς ἑορτῆς. Ἦχος γ. Αὐτόμελον. Ἐν πνεύματι τῷ ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν. ΑΙΝΟΙ Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος β. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος αὐτὸς ἡ μᾶς εὐηγγελίσατο εἰπών Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀ γαλλιᾶσθε. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν Ἀνέστη ὁ Κύριος. Καὶ τὰ παρόντα Ἰδιόμελα γ τοῦ Τριῳδίου. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἦχος β. Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε, Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με. Στίχ. ζ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἦχος δ. Ὡς ὁ Ἄσωτος Υἱὸς ἦλθον κἀγὼ οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ ἐ σκόρπισα τὸν πλοῦτον, ὃν δέδωκας μοι Πάτερ δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με. Στίχ. η. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. 10
Ἦχος πλ. δ. Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπι όν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα. Τοῦ Τριῳδίου. Ἦχος πλ. β. Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα ἀναστὰς οὖν, ἐ πιστρέψας πρὸς σὲ ἐκβοῶ Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι ἐμὲ ἐν Σταυρῷ τὰς ἀ χράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος. Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. 11
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. Εἰς τὴν Α Ὥραν. Ἑωθινὸν β. Ἦχος β. Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τὴν Μαριὰμ γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔ σται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς Ἠγέρθη γάρ φησιν, Ἰησοῦς ὁ Κύριος διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς, εἰς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ καὶ δ ἐκ τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Τριῳδίου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα τῆς Ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν ὡς ἐν τῷ Μηναίῳ. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς μδ (44). Στίχ. α. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (μδ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. (μδ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. (μδ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς μδ (44). Στίχ. α. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (μδ 4) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, * ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. (μδ 5) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,... Στίχ. γ. Τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐ χθρῶν τοῦ βασιλέως. (μδ 6) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,... Στίχ. δ. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ 7) Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. 12
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος α. Ψαλμὸς μδ (44). Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. (μδ 11) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε,... Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. (μδ 13) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε,... Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (μδ 18) Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε,... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (Ψάλλεται ἀπὸ ιε Ἰανουαρίου ἕως τῆς ἀποδόσεως τῆς ἑορτῆς πλὴν τῆς α Φεβρουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ εἰρήνευσον * ἐν πολέμοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασιλεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς. Τοῦ Τριῳδίου (Κυριακῆς ΛΔ Ἐπιστολῶν) (Α Κορ. Ϛ 12 20). Προκείμενον. Ἦχος β. (Ψαλμὸς ριζ ). Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοοι εἰς σωτηρίαν. Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ ἀ νάγνωσμα. Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν, ἀλλ οὐκ ἐγὼ ἐ ξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν, μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Ἢ οὐκ οἴδατε, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐ στιν; Ἔσονται, γάρ, φησιν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν να ὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔ χετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅ τινά ἐστι τοῦ Θεοῦ. Ἀλληλούϊα (γ ). Ἦχος β. (Ψαλμὸς ιθ ). Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡ μῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. 13
ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΖ Λουκᾶ (Λουκ. ιε 11 32). Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀ νάγνωσμα. Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην Ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐ πεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ τέκνον, σὺ πάντοτε μετ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 14
Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * Εἴδησις. Τὴν Τετάρτην καὶ τὴν Παρασκευὴν τῆς παρούσης πρὸ τῆς ἀπόκρεω ἑβδομάδος δὲν γίνεται κατάλυσις, ἀλλὰ τηρεῖται ἡ συνήθης τῶν ἡμερῶν αὐτῶν νηστεία. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Ἐλήλυθας, ἐκ Παρθένου, οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον διὸ κραυγάζω σοι Δόξα τῇ δυνάμει σου Κύριε. Παρίστασαι, ὡς κριτὸς Καϊάφα τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐξάγων τοῖς ἔ θνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ. Τῷ πάθει σου, τοῦ ἐχθροῦ αἱ ῥομφαῖαι ἐξέλιπον τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται. Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν. Του Τριωδίου. Ἦχος β. Τὴν ἐκ Παρθένου σου γέννησιν. Πλοῦτον καλῶν ὅν μοι δέδωκας, ἐπουράνιε Πάτερ, διεσκόρπισα κακῶς, ξένοις πολίταις δουλούμενος διὸ βοῶ σοι Ἥμαρτόν σοι δέξαι με, ὡς τὸν Ἄσωτον πάλαι, ὑφαπλώσας, τὰς ἀγκάλας μοι τὰς σάς. Πάσῃ κακίᾳ δεδούλωμαι, ὑποκύψας ἀθλίως, τοῖς παθῶν δημιουργοῖς, καὶ ἐμαυτοῦ ἔξω γέγονα, ἀπροσεξίᾳ οἴκτειρόν με Σῶτερ, ἐπουράνιε Πάτερ, προσφυγόντα, τοῖς πολλοῖς σου οἰκτιρμοῖς. Πάσης αἰσχύνης πεπλήρωμαι, μὴ τολμῶν ἀ τενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ καὶ γὰρ ἀ λόγως ὑπέκυψα τῇ ἁμαρτίᾳ, νῦν δὲ ἐπιστρέφων, ἐκβοῶ κατανύξει Ἥμαρτόν σοι, δέξαι με Παμβασιλεῦ. Ἡ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία, πάντων τῶν Χριστιανῶν, τὸ καταφύγιον ἄ χραντε τῶν σωζομένων σῶσόν με Παρθένε μητρικαῖς σου πρεσβείαις, καὶ μελλούσης, καταξίωσον ζωῆς. Τῆς ἑορτῆς. Ἦχος γ. Ἐκάλυψεν οὐρανούς. Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα ὃν ὑφ Ἁγίου πάλαι, κεχρημάτισαι, Πνεύματος νηπιάσαντα, Λόγον Χριστὸν ἐναγκαλίζου κράζων, αὐτῷ Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. (δίς) Δόξα. 15
Ἣν ἤλπισας Συμεών, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστὸν τοῦ Ἰσραὴλ τοῦ θείου, τὴν παράκλησιν, τὸν νόμου Ποιητήν, καὶ Δεσπότην πληροῦντα νόμου τάξιν, κράζων, αὐτῷ Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. Καὶ νῦν. Θεώμενος Συμεών, Λόγον τὸν ἄναρχον, μετὰ σαρκὸς ὡς ἐν θρόνῳ Χερουβικῷ Παρθένῳ, ἐ ποχούμενον, τὸν αἴτιον τοῦ εἶναι, τὰ πάντα ὡς βρέφος ἐκπλαγεὶς ἐβόα, αὐτῷ Ἐπλήσθη τὰ πάντα, τῆς σῆς αἰνέσεως. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν. Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ, σαρκὶ συνανυψούμενος. Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄ πνουν νεκρόν ἀλλ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας. Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι. Τοῦ Τριῳδίου. Ἦχος β. Τῆς νυκτὸς διελθούσης. Ἐδουλώθην πολίταις, ξένοις καὶ εἰς χώραν τὴν φθοροποιὸν ἀπεδήμησα, καὶ ἐπλήσθην αἰσχύνης νῦν δὲ ἐπιστρέφων, κράζω σοι Οἰκτίρμον τό, Ἥμαρτον. Τὰ πατρῷά σου σπλάγχνα, νῦν ὑπάνοιξόν μοι, ἀπὸ τῶν κακῶν ἐπιστρέφοντι, ἐπουράνιε Πάτερ, καὶ μή με ἀπώσῃ, ἔχων ὑπερβάλλον τὸ ἔλεος. Οὐ τολμῶ ἀτενίσαι, ἄνω εἰς τὸ ὕψος, ἄμετρα Χριστὲ παροργίσας σε ἀλλ εἰδώς σου Οἰκτίρμον τὸ εὔσπλαγχνον κράζω Ἥμαρτον, ἱλάσθητι, σῶσόν με. Παναγία Παρθένε, κεχαριτωμένη, ἡ τὸν ἱλασμὸν πάντων τέξασα, τῶν ἐμῶν ἐγκλημάτων, τὸ βαρὺ φορτίον, σοῦ ταῖς ἱκεσίαις ἐλάφρυνον. Τῆς ἑορτῆς. Ἦχος γ. Ὡς εἶδεν Ἡσαΐας. Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ὦ χαίροις ἐβόα Σεμνή ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. (δίς) Δόξα. Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ ἔφη βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. Καὶ νῦν. Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι σὺ ὥσπερ λαβίδι χερσί, λαμπρύνεις με ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀ νεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικα 16
λοῦμαι ἄβυσσον Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. Ὡς κακοῦργος ὁ Δίκαιος κέκριται, καὶ μετὰ ἀ νόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι. Δι ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι ἑνὸς ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται. Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα. Τοῦ Τριῳδίου. Ἦχος β. Βυθῷ ἁμαρτημάτων. Βυθὸς ἁμαρτημάτων, συνέχει με ἀεί, καὶ τρικυμία πταισμάτων, βυθίζει με κυβέρνησον, πρὸς λιμένα με ζωῆς Χριστὲ ὁ Θεός, καὶ σῶσόν με, Βασιλεῦ τῆς δόξης. Τὸν πλοῦτον τὸν πατρῷον, ἐσκόρπισα δεινῶς, καὶ πενητεύσας, αἰσχύνης πεπλήρωμαι, δουλούμενος τοῖς ἀκάρποις λογισμοῖς διό σοι βοῶ Φιλάνθρωπε Οἴκτειρόν με σῶσον. Λιμῷ καταφθαρέντα, παντοίων ἀγαθῶν, καὶ ξενωθέντα ἐκ σοῦ Ὑπεράγαθε, οἰκτείρησον, ἐπιστρέφοντά με νῦν, καὶ σῶσον Χριστέ, ὑ μνοῦντά σου τὴν φιλανθρωπίαν. Σωτῆρα καὶ Δεσπότην κυήσασα Χριστόν, τῆς σωτηρίας με Κόρη ἀξίωσον, πτωχεύσαντα, ἐκ παντοίων ἀγαθῶν, Παρθένε ἁγνή, ἵνα ὑμνῶ τὰ σὰ μεγαλεῖα. Τῆς ἑορτῆς. Ἦχος γ. Ἐβόησέ σοι. Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία. (δίς) Δόξα. Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι οἶκτον, νῦν ἀσθένειαν περιέθου. Καὶ νῦν. Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Οὐκ ἔφερες Δέσποτα δι εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ ἦλθες καὶ ἔσωσας ἰδίῳ αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑ περένδοξος. Ἰδόντες σε ἔπτηξαν ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα, ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ἁγίων ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου. 17
Τοῦ Τριῳδίου. Ἦχος β. Τὰ Χερουβὶμ μιμούμενοι. Ταῖς ἡδοναῖς τοῦ σώματος, ὑπέκυψα παναθλίως, καὶ ἐδουλώθην ὅλως, τοῖς τῶν παθῶν ἐφευρεταῖς, καὶ ξένος ἐγενόμην, ἀπὸ σοῦ Φιλάνθρωπε νῦν δὲ κράζω, τὴν τοῦ Ἀσώτου φωνήν Ἡμάρτηκα Χριστέ, μή με ὑπερίδῃς, ὡς μόνος ἐλεήμων. Ἀναβοῶ τό, Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα διὸ ὡς μόνος ἀγαθός, μή με ἀποῤῥίψῃς ἀπὸ τοῦ σοῦ προσώπου. Τῶν Ἀποστόλων Κύριε, καὶ Προφητῶν καὶ Ὁ σίων, καὶ τῶν σεπτῶν Μαρτύρων, καὶ τῶν Δικαίων προσευχαῖς, συγχώρησόν μοι πάντα, ἅπερ ἐπλημμέλησα, παροργίσας Χριστέ, τὴν ἀγαθότητά σου ὅπως ὑμνολογῶ σε, εἰς πάντας τοὺς αἰῶνας. Τῶν Χερουβὶμ φανεῖσα, καὶ Σεραφὶμ Θεοτόκε, καὶ πάσης λαμπροτέρα, ἐπουρανίου στρατιᾶς σὺν τούτοις ἐκδυσώπει, ὅν περ ἐσωμάτωσας Θεὸν Λόγον πανάμωμε, ἀνάρχου Πατρός ὅπως τῶν ἀγαθῶν τῶν αἰωνιζόντων, πάντες ἀξιωθῶμεν. Τῆς ἑορτῆς. Ἦχος γ. Σὲ τὸν ἐν πυρί. Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμε ὼν ἀνεβόα, σὺν Προφήταις χορεύων Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. (δίς) Δόξα. Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πηροῖς, ὡς ἀλάλοις βοῆσαι Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καὶ νῦν. Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, σὸν Υἱὸν ᾧ βοῶμεν Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον. Αἵματι Χριστέ, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐ ξίσταντο, τὴν πολλὴν μακροθυμίαν σου, τὰ τῶν Ἀγγέλων τάγματα κράζοντα Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον. Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτῖρμον, ἀθανασίαν τῇ ἐγέρσει σου διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστὲ κράζων σοι Κατεπόθη ὄντως εἰς νῖκος ὁ θάνατος. Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, θεογεννῆτορ Πάναγνε, ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐ πιστάμεθα. Τοῦ Τριῳδίου. Ἦχος β. Τόν ἐν τῇ βάτῳ. Ὁ καταβὰς ἐπὶ γῆς, εἰς τὸ σῶσαι τὸν κόσμον, ἑκουσίῳ πτωχείᾳ, διὰ ἔλεος πολύ πτωχεύσαντά με πάσης νῦν ἀγαθοεργίας, ὡς ἐλεήμων σῶσον. 18
Ἀπὸ τῶν σῶν ἐντολῶν, μακρυνθεὶς ἐδουλώθην, παναθλίως τῷ πλάνῳ ἐπιστρέφοντα δὲ νῦν, τὸν Ἄσωτον ὡς πάλαι, προσπίπτοντά σοι δέξαι, ἐπουράνιε Πάτερ. Φθοροποιοῖς λογισμοῖς, ὑπαχθεὶς ἠμαυρώθην, καὶ ἐκ σοῦ ἐμακρύνθην, ὅλως ἔξω ἐμαυτοῦ, γενόμενος Οἰκτίρμον διὸ ἐν μετανοίᾳ, προσπίπτοντά σοι σῶσον. Θεογεννῆτορ Ἁγνή, ἡ τῶν κατεῤῥαγμένων, ἐ πανόρθωσις μόνη, ἐπανόρθωσον κἀμέ, παντοίαις ἁμαρτίαις, συντετριμμένον ὅλον, καὶ τεταπεινωμένον. Τῆς ἑορτῆς. Ἦχος γ. Ἀστέκτῳ πυρί. Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας, κιβωτοῦ νῦν χόρευε Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς) Εὐλογοῦμεν Πατέρα Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἰδοὺ Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον τούτῳ πίστει μέλψωμεν Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς ἐν πίστει μέλπουσιν Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος β. Ὁ Εἱρμός. Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐ σκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα διὸ τὴν πανύμνητον Θεοτόκον, μεγαλύνομεν. Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς, τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε. Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ Παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ μεθ ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄ τμητον ὑπέρθεον φύσιν, τρισσοφεγγῆ, ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τὴν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν. Τοῦ Τριῳδίου. Ἦχος β. ᾨδὴ θ, ἧς ἡ Ἀκροστιχίς Ἰωσήφ. Τῶν γηγενῶν, τίς ἤκουσε. Σημ. Ἐὰν ψαλῶσι εἰς Ϛ, τότε δευτεροῦμεν τὸ α. Ἐὰν εἰς δ, τότε παραλείπεται τὸ δ. Ἴδε Χριστέ, τὴν θλῖψιν τῆς καρδίας ἴδε μου τὴν ἐπιστροφήν ἴδε τὰ δάκρυα Σῶτερ, καὶ μὴ παρίδῃς με ἀλλ ἐναγκάλισαι πάλιν δι εὐσπλαγχνίαν, πληθύϊ σωζομένων συναριθμῶν, ὅπως ὑμνῶ εὐχαρίστως τὰ ἐλέη σου. Ὡς ὁ Λῃστὴς βοῶ τό, Μνήσθητί μου ὡς ὁ Τελώνης κατηφὴς τύπτω τὸ στῆθος καὶ κράζω, 19
νῦν τό, Ἱλάσθητι ὥσπερ τὸν Ἄσωτον, ῥῦσαί με πανοικτίρμον, ἐκ πάντων τῶν κακῶν μου Παμβασιλεῦ, ὅπως ὑμνῶ σου τὴν ἄκραν συγκατάβασιν. Στέναξον νῦν, ψυχή μου, παναθλία, καὶ ἀναβόησον Χριστῷ Ὁ δι ἐμὲ ἑκουσίως πτωχεύσας Κύριε, πτωχεύσαντά με, ἐκ πάσης ἀγαθοεργίας, καλῶν περιουσίᾳ, ὡς ἀγαθὸς καὶ πολυέλεος, μόνος καταπλούτισον. Ἥν περ ποτέ, εἰργάσω εὐφροσύνην, τῇ τοῦ Ἀ σώτου Ἀγαθέ, ἐπιστροφῇ ἑκουσίῳ ταύτην νῦν ποίησον καὶ ἐπ ἐμοὶ τῷ ἀθλίῳ προσεφαπλῶν μοι, τὰς σὰς σεπτὰς ἀγκάλας ἵνα σωθεὶς ὑμνολογῶ σου, τὴν ἄκραν συγκατάβασιν. Φωτιστικαῖς, πρεσβείαις σου Παρθένε, τοὺς νοερούς μου ὀφθαλμούς, ἐσκοτισμένους κακίᾳ, φώτισον δέομαι, καὶ πρὸς ὁδοὺς μετανοίας εἰσάγαγέ με ὅπως χρεωστικῶς σε ὑμνολογῶ, τὴν ὑπὲρ λόγον, τὸν Λόγον σωματώσασαν. Τῆς ἑορτῆς. Ἦχος γ. Μεγαλυνάρια, ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ. Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή. Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός. Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀ δάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς. Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ. Δεῦτε ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ. Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσί; Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν Νῦν ἀπόλυσιν ζητῶ. Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ. Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος. Κατελθόντ ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς. Ἀπὸ δὲ τοῦ ἑπομένου, συμψάλλονται καὶ τὰ τροπάρια τῆς θ ᾠδῆς (ὁ εἱρμὸς καὶ τὸ α τροπάριον δίς). Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν. Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνωμεν. Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών; Ἐν νόμου σκιᾷ καὶ γράμματι,... Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς. Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν ἀνθ ὧν ὁ θεῖος Πρέσβυς καὶ σώφρων, Ἄννα Προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον. Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί. 20