3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Μαλαχίου προφήτου (περὶ τὸ 450 π.χ.), Γορδίου μάρτυρος ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

Ηχος πλ. β, ἑωθινὸν δ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

4 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Σύναξις τῶν ἁγίων 70 ἀποστόλων, Θεοκτίστου ὁσίου. Ηχος πλ. α ἑωθινὸν η

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

28 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΛΟΥΚΑ (ΤΟΥ ΑΣΩΤΟΥ)

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

19 ΙΟΥΛΙΟΥ 2015 Τῶν ἁγίων 630 θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι ΔʹΟἰκουμενικῆς Συνόδου (451),

Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Ω Ν Φ Ω Τ Ω Ν

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου ( 529). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

12 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ H ΛΟΥΚΑ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

2 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον (πρὸ τῶν Φώτων).

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

4 ΜΑΡΣΙΟΤ 2018 ΚΤΡΙΑΚΗ Β ΝΗΣΕΙΩΝ +Σοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλομίκης τοῦ Παλαμᾶ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

16 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Ηχος πλ. β, ἑωθινὸν δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ἦχος πλ.β Ἑωθινὸν Ι ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΜΑΡΣΙΟΤ 2017 ΚΤΡΙΑΚΗ Γ ΝΗΣΕΙΩΝ (ΣΑΤΡΟΠΡΟΚΤΝΗΕΩ)

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

17 ΕΠΣΕΜΒΡΙΟΤ Ηχος πλ.β Εωθιμὸμ Δ ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΤΣΙΚΙΑ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

7 ΙΑΝΟΥΑΡΙΟΥ ΚΤΡΙΑΚΗ

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

Transcript:

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Μαλαχίου προφήτου (περὶ τὸ 450 π.χ.), Γορδίου μάρτυρος Ηχος πλ. β, ἑωθινὸν θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος πλ.β' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 1

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον. Ἦχος πλ. β. Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Δόξα Πατρί... Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου. Καὶ νῦν... Ἦχος δ' Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος πλ. β. Τοῦ τάφου ἀνεωγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε Ποῦ ἔκρυψας τὴν αἰώνιον ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος πλ. β. Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος. Δόξα Πατρί... 2

Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει. Καὶ νῦν... Θεοτοκίον Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὰ ἀναστάσιμα εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου, Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου, Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρί... Τριαδικὸν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοὴ. Ἦχος πλ. β 3

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. ΑΝΑΒΑΘΜΟΙ Ἦχος πλ. β Ἀντίφωνον Α Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε οἴκτειρόν με, ἵνα ζῶ σοι. Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία εἴ τινι τοῦτο κατ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω. Ἀντίφωνον Β Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται. Τοῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ. Ἀντίφωνον Γ Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί ἄνω γὰρ ὁρῶσιν. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,... σὺν πάσῃ πνοῇ τῶν κάτω. Προκείμενον Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου,...... καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου 4

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς Ἦχος β. Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς: Καὶ τῷ Πνεύματί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. ὁ Διάκονος: Πρόσχωμεν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ Θ' ΙΩΑΝΝΗ 20,19-31 Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κᾀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾶ φέρε τὸν δάκτυλόν σου ᾧδε, καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. : Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. 5

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός. Δόξα Πατρί... Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος εἰς δ ᾠδὴ α. 6

Ἦχος πλ. β. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. ὁ β Χορός Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. Ὁ Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ἰωσήφ. ᾨδὴ α Ἦχος δ' Ὁ Εἱρμὸς Ἀνοίξω τὸ στόμα μου Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Ἀβύσσους προστάγματι, δημιουργήσας φιλάνθρωπε, τὴν γῆν ὁ τοῖς ὕδασι, κρεμάσας Κύριε, ταπεινούμενος, προέρχῃ βαπτισθῆναι, ποταμίοις ῥεύμασι, πλύνων με ῥύπου παθῶν. Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Βουλήσει ἐπτώχευσας, τὸν ἑκουσίως πτωχεύσαντα, κακῶν ἐπιδόσεσιν, ἐμὲ πλουτίζων Χριστέ, καὶ ἐν ὕδασι, προέρχῃ Ἰορδάνου, Βάπτισμα αἰτούμενος, ὁ ἀναμάρτητος. Δόξα Πατρί... Γηράσαντα πταίσμασι, κόσμον καινίζων Φιλάνθρωπε, ξένην ἀναγέννησιν, ἔρχῃ ποιήσασθαι, διὰ ὕδατος καὶ πνεύματος ἀνθρώποις ὅθεν, σου δοξάζομεν, τὴν ἐπιφάνειαν. Καὶ νῦν..θεοτοκίον Δαυῒδ θείῳ Πνεύματι, προκελαδῶν ἀπεφθέγγετο Τὶ σοι ἒστι θάλασσα, ὅτι νῦν ἔφυγες; καὶ τὶ ὅτι σύ, ἐστράφης Ἰορδάνη, Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐν σοί; ᾨδὴ γ. Ἦχος πλ. β. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 7

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. Ὠδὴ γ' Ὁ Εἱρμὸς Τοὺς σοὺς ὑμνολόγους Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Εὐφράνθητι ἔρημος διψῶσα, βροτῶν φύσις ἅπασα ἰδού, τὸ ὕδωρ ἐπιφαίνεται, τὸ τῆς ζωῆς ἀρδεῦον σε, γονιμωτάτως χάριτι, Χριστὸς ἡ πάντων ἀνάπλασις. Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Εὐφράνθητι ἔρημος διψῶσα. Δόξα Πατρί... Ζητῆσαί με γνώμῃ πλανηθέντα, προέρχῃ ἐν ὕδασι Χριστέ, ἐν οἷς καταδυόμενος, βυθίζεις μου τὰ πταίσματα, καὶ ἐκ βυθοῦ ἀνάγεις με, πάσης κακίας ὡς εὔσπλαγχνος. Καὶ νῦν..θεοτοκίον Ἥλιον ὁρᾶν σε μέλλων Λόγε, γυμνούμενον κρύπτει τάς αὐγάς ἔρχῃ γὰρ γυμνωθέντα με, ἀπάτῃ τῇ τοῦ ὄφεως, διὰ τοῦ σοῦ Βαπτίσματος, στολὴν ἐνδῦσαι σωτήριον. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα τῆς Ἑορτῆς Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρὼν Ἀόρατε Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον πάλιν δὲ ἐπ' ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. ᾠδὴ δ' Ὁ Εἱρμὸς Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον 8

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια. ᾨδὴ δ' Ὁ Εἱρμὸς Τὴν ἀνεξιχνίαστον θείαν βουλήν ὁ β χορὸς Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Θάμβει συσχεθήσεται ὁ οὐρανός, καὶ τὰ τῶν Ἀγγέλων στρατεύματα, δουλοπρεπῶς σε, ἀφικνούμενον Χριστέ, πρὸς τὸν σὸν δοῦλον βλέποντες, καὶ ἐπιζητοῦντα τὸ Βάπτισμα. ὁ α χορὸς Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Ἰωάννη σκίρτησον ἔρχεται γάρ, πάντας ὁ λυτρούμενος Κύριος, ὑποκλιθῆναι, ὁ τῇ χειρί σου ταπεινῶς, ὅπως ταπεινωθέντα με, θείῳ ἀνυψώσῃ Βαπτίσματι. Δόξα Πατρί... Κλίνας καταβέβηκας τοὺς οὐρανούς, ἐπὶ τὴν Παρθένον Φιλάνθρωπε, καὶ Ἰωάννῃ, ὑποκλίνεις κορυφήν, ἐπιζητῶν τὸ Βάπτισμα δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Καὶ νῦν..θεοτοκίον Λύων τάς ἀμέτρους μου Λόγε σειράς, τῶν ἁμαρτημάτων ἐν ὕδασι, τοῦ Ἰορδάνου, ἐπισπεύδεις προσελθεῖν, καὶ βαπτισθῆναι Δέσποτα,...δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου ᾠδὴ ε' Ὁ Εἱρμὸς Τῷ θείῳ φέγγει σου Ἀγαέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Οὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι' εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν. ᾨδή ε' Ὁ Εἱρμὸς Ἐξέστη τὰ σύμπαντα Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. 9

Μακρὰν τὸ ἀνθρώπινον, ἀπὸ Θεοῦ γενόμενον, ὁ Λόγος Θεοῦ κατοικτειρήσας, ἄνθρωπος ὤφθη, καὶ Βαπτισμῷ θεουργῷ, τοῦτο οἰκειοῖ θεοπρεπῶς, καὶ πρὸς τὸ ἀρχέτυπον, ἐπανάγει ἀξίωμα. Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Μακρὰν τὸ ἀνθρώπινον,. Δόξα Πατρί... Νεκροὺς χρηματίσαντας, ἡμᾶς ταῖς παραβάσεσιν, ἔρχῃ Ζωοδότα πανοικτίρμον, ἀναζωῶσαι ταῖς, Ἰορδάνου ῥοαῖς ὅθεν σου δοξάζομεν πιστῶς, νῦν τὴν ἐπιφάνειαν, καὶ ἄφατον ἔλεος. Καὶ νῦν...θεοτοκίον Ξενίζεται ἅπασα, ψυχὴ ἐννοουμένη σου, Λόγε τὴν φρικτὴν οἰκονομίαν! πῶς ἀναπλάσαι πάντα βουλόμενος, ἔρχῃ ἐπιβῆναι ποταμοῦ, ῥεύμασι γυμνούμενος,.. ὁ φῶς ἀναβαλλόμενος. ᾠδὴ ς' Ὁ Εἱρμὸς Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας συνανέστησας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου. Ὠδὴ ς' Ὁ Εἱρμὸς Τὴν θείαν ταύτην ὁ β χορὸς Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Οἱ σκότει πάλαι καθήμενοι, τὸ φῶς ἐπιδημῆσαν θεώμενοι, χαρᾶς ἐμπλήσθητε, ἰδοὺ ἐπέφανε Κύριος, τὰ Ἰορδάνου ῥεῖθρα περιβαλλόμενος. ὁ α χορὸς Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Οἱ σκότει πάλαι καθήμενοι,.. Δόξα Πατρί... 10

Πῶς βλέψει σε ἀφικόμενον, ὁ Πρόδρομος Σωτὴρ καὶ αἰτούμενον, τὸ θεῖον Βάπτισμα, πῶς σε ῥοαὶ ὑποδέξονται, τοῦ Ἰορδάνου, ῥεῖθρον ὄντα ἀφέσεως; Καὶ νῦν...θεοτοκίον Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι νοητὴν ἀγαλλίασιν, ἰδοὺ ἀφίκετο, τοῦ βαπτισθῆναι ὁ Κύριος, διασκεδάζων νέφη τῶν καρδιῶν ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος πλ. β' - Τὴν ὑπὲρ ἡμῶν Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός. Ὁ Οἶκος Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου. Στίχοι Ὁ κλῆσιν αὐχῶν Ἀγγέλου Μαλαχίας, Αὐχεῖ μάλιστα τὴν μετ' Ἀγγέλων στάσιν. Ἐκ ῥεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου. Στίχοι Καὶ τὶς παρέλθῃ Γόρδιον τὸν ὁπλίτην, Πρὸς φρικτὸν ὅπλον στερρὸν ἄνδρα τὸ ξίφος; Τμηθεὶς ἀμφὶ τρίτῃ πέσε Γόρδιος ἐν κονίησιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Σημειοφόρου, τοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τῆς Ἀτρώας κειμένου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Μήτηρ καὶ δύο τέκνα, πυρὶ τελειοῦνται. Στίχοι Μητρὸς φλεγείσης, καὶ τὰ τέκνα πρὸς φλόγα, Τετριγότα τρέχουσιν ὡς στρουθοῦ τέκνα. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ 11

Ὠδὴ α. Ἦχος β. Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος ὅτι δεδόξασται. ᾠδὴ γ Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα διὸ πιστοὶ βοήσωμεν Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος,..πλὴν Σοῦ Κύριε. Ὠδὴ δ. Ἀκήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ὠδὴ ε. Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται. Ὠδὴ ς. Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος. ᾠδὴ ζ Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος β ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 12

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Στίχ. Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιος ἐστι. ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ' Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. Γυναῖκες ἀκουτίσθητε 13

Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος. ΑΙΝΟΙ ΨΑΛΜΟΣ ΡΜΗ' (148) Ἦχος πλ. β Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου καὶ ἐπ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν. ΠΡΟΣΟΜΟΙΑ ΠΡΟΕΟΡΤΙΑ Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιὶμ ἀπὸ ὄρους μικροῦ 14

Μέγα καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἠχοῦς ὑδάτων. Ἄνθος ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ εἴπωμεν Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι. Δόξα Πατρί... ΕΩΘΙΝΟΝ Θ' Ἦχος πλ. α' Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 15

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον Ἦχος πλ.β. Ἀναστάς ἐκ τοῦ μνήματος καί τά δεσμά διαρρήξας τοῦ ᾃδου, ἒλυσας τό κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ρυσάμενος. ἐμφανίσας σεαυτόν τοῖς ἀποστόλοις σου, ἐξαπέστειλας αὐτούς ἐπί τό κήρυγμα καί δι αὐτῶν τήν εἰρήνην παρέσχες τῇ οἰκουμένη, μόνε πολυέλεε. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν) 16

Ἀντίφωνον Α Ἦχος β. Στίχ. Α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ. Β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Δ Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί... Καὶ νῦν. Ἀντίφωνον Β Ἦχος β. Στίχ. Α. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. Β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Στίχ. Γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Στίχ. Δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 17

Ἀντίφωνον Γ' Στίχ. α. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀπολυτίκιον Ἦχος πλ. β' Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. β. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Ἀγγελικαὶ δυνάμεις Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Ἦχος β' ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν......ψάλλοντάς σοι Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος πλ. β. Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Ἦχος δ' Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ Ἐπεφάνης σήμερον Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. 18

Τρισάγιον. Ἀπόστολος Προκείμενον. Ἦχος πλ. β Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρός σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου. Πρὸς Τιμόθεον Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα 4:5-8 Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἀλληλούϊα. Ἦχος δ Ὁ Θεός οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. Στίχ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Μᾶρκον. α 1-8 Αρχὴ τοῦ εὐαγγελίου Ιησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ως γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,ἐγένετο Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ιουδαία χώρα καὶ οἱ Ιεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ιορδάνῃ ποταμῷ ὑπ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Αγίῳ. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) ἢ πλ.β Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν ἦχος πλ.β Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. 19

ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. ἦχος πλ. α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) https://agioskosmasoaitolos.wordpress.com 20