24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2012 Παρασκευὴ τῆς τυρινῆς. Ιωάμμου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μμείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

Σχετικά έγγραφα
The Messengers from John the Baptist. The Messengers from John the Baptist

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

25 ΜΑΪΟΥ Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου ΕΝ Τῼ ΟΡΘΡῼ

25 ΜΑΪΟΥ Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββασξμ Α ἑβδξμάδξρ σῶμ Νηςσειῶμ.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

Ὅτι σὸν τὸ κράτος. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

24 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τοῦ Ἀκαθίστου Ὕμνου. Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Ιωάννου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μνείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

13 ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννοσ, Ἀρτιεπισκόποσ Κωνσταντινοσπόλεως, τοῦ Χρσσοστόμοσ.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

8 ΝΟΕΜΒΡΙΟΥ Ἡ Σύμανιρ σῶμ Ἀπχιςσπασήγωμ Μιχαὴλ καὶ Γαβπιήλ, καί σῶμ λξιοῶμ ἁγίωμ ἀςωμάσωμ καὶ ξὐπαμίωμ Ταγμάσωμ.

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' ὁ α χορὸς Ἀμήν. ὁ β χορὸς τίχ, α'.

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ὁ β χορός Δόξα Πατρί...

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

ὁ β χορὸς Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς Στίχ, β'.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

5 ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίοσ καί Θεουόροσ Πατρὸς ἡμῶν Ἀθανασίοσ τοῦ ἐν τῷ Ἄθῳ

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

26 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

+ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου Ἀποςτόλου Ἀνανίου, ἑνὸσ τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁςίου Πατρὸσ ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ηχος πλ. δ Εωθινόν Ϛ.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ ἐν Αγίοις Πατρός ἡμῶν πυρίδωνος, Επισκόπου Σριμυθοῦντος τοῦ Θαυματουργοῦ

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

6 ΔΕΚΕΜΒΡΙΟΥ Τοῦ ἐμ Ἁγίοις Πατρός ἡμῶμ Νικολάου, Ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ Θαυματουργοῦ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2012 Παρασκευὴ τῆς τυρινῆς. Ιωάμμου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μμείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ, α'. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον -Ἦχος δ' - Σαχὺ προκατάλαβε Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστ τ Θε. Δόξα Πατρὶ... Ἐκ γῆς ἀνατείλασα... Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Σὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα Ἦχος δ' - Σαχὺ προκατάλαβε 1

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε τὴν κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Σαχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τ Σταυρ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε. Μετὰ τὴν β' τιχολογίαν Κάθισμα ἦχος δ' - Ὁ ὑψωθεὶς ἐν τῷ ταυρῷ Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τούτοις διδόντα μάκαρ διὰ σοῦ, λύσιν πταισμάτων, καὶ πλούσιον ἔλεος. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις. Μετὰ τὸν Πολυέλεον Κάθισμα Ἦχος δ Ἐπεφάνης σήμερον Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, τὴν τιμίαν κάραν σου, ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκφρων οἴστρῳ ὁ δείλαιος, ἣν περ ἐκ πόθου, Πιστοὶ ἀσπαζόμεθα. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Μωϋσῆς ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος. Σὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... 2

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Ἐκεῖ ἐξανατελῶ κέρας τ ΔαυἸδ, ἡτοίμασα λύχνον τ Χριστ μου. Ἐκεῖ ἐξανατελῶ κέρας τ ΔαυἸδ, ἡτοίμασα λύχνον τ Χριστ μου. τίχ. Μνήσθητι, Κύριε τοῦ ΔαυἸδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ἐκεῖ ἐξανατελῶ κέρας τ ΔαυἸδ, ἡτοίμασα λύχνον τῷ Φριστῷ μου. Σάξις Εὐαγγελίου τοῦ Ὄρθρου Διάκονος: Σοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ α χορὸς Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). Διάκονος: οφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Φορὸς Καὶ τ Πνεύματί σου. Ἐκ τοῦ κατὰ Λουκᾶν (Ζ 17-30) Σ καιρ ἐκείνῳ, ἐξῆλθεν ὁ λόγος τοῦ Ἰησοῦ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἥ ἕτερον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων σὺ εἶ ὁ ἐρχόμενος ἥ ἕτερον προσδοκῶμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες 3

ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην ναί λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Ὁ Ν' ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρὶ... Ἦχος β Σαῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν... Σαῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.. Ἦχος πλ. β' τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου ᾠδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τ Λυτρωτῇ καὶ Θε ἡμῶν ἄσωμεν. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,... τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 4

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Κανὼν τοῦ Προδρόμου ᾠδὴ α' Ἦχος πλ.β' τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὡς ἐν ἠπείρῳ πεζεύσας Δεῦτε εὐφήμῳ τῇ γλώττῃ καὶ πανσθενεῖ, κροτουμένῃ Πνεύματι, ἐκ χειλέων εὐαγῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ᾠδαῖς πνευματικαῖς, πιστοὶ δοξάσωμεν. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Εἰρηνικῇ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία ἡ Χριστοῦ, εὐσταθῶς ποιμαίνεται τῶν σοί, τὴν ἐτήσιον ᾠδήν, βοώντων Πρόδρομε. Δόξα Πατρί... Σὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρον, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προδρόμου ἅπαντες ᾠδαῖς, ἐπαξίως πανδημεῖ, πιστοὶ τιμήσωμεν. Καὶ νῦν... Θεοτοκίον Σὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. ᾠδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Οὐρανίας ἁψῖδος,... Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. 5

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Φαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. ᾠδὴ γ' Οὐκ ἔστιν Ἅγιος τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστ τ ὄντως Θε, καὶ Νυμφίῳ, ταύτην μνηστευόμενον. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, κάραν τὴν ὑπόγαιον. Δόξα Πατρί... Πανηγυρίζουσα φαιδρῶς, ἡ ποθοῦσά σε πόλις, εὐωχεῖται ὡς ὄλβον, εὑραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν κάραν σου. Καὶ νῦν... Θεοτοκίον Σοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος πλ.δ Σὸ προσταχθὲν μυστικῶς Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γῆς, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν. Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτῇ, χάριν βρύειν ἰάματα. Δόξα Πατρί...Ὅμοιον Σοῦ Βαπτιστοῦ ἡ κεφαλὴ κατεκρύπτετο, ὡς μαργαρίτης ὑπὸ γῆν ἐν τῇ ὑδρίᾳ, καὶ ὡς λύχνος θεόφωτος ἀγλαϊζομένη, ἐκλάμπει θαυματουργοῦσα κόσμῳ παντί, ὡς ὄρθρος ἐξανατέλλων 6

πανευπρεπής, τοῦ Ἡλίου ὁ Πρόδρομος, καὶ ἀνεσπέρῳ φωτί, μηνύων πάλιν ἡμῖν, ἴδε κραυγάζει ὁ Ἀμνὸς τοῦ Θεοῦ. Καὶ νῦν... Θεοτοκίον Σὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ ἀπειρογάμῳ ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλως ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι...φαῖρε Νύμφη ἀνύμφευτε. ᾠδὴ δ' Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Εἰσακήκοα, Κύριε,... Σῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. ᾠδὴ δ' Φριστός μου δύναμις τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σῆς πάλαι γέγονας, σφραγὶς πανόλβιε, ἐμφανῶς Διαθήκης καὶ Προφητῶν, πέρας ἐχρημάτισας, καὶ νυμφοστόλος δὲ σεπτός, τῆς καινῆς ἐδείχθης Πρόδρομε. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σριχίνοις ῥάκεσι, συνήθως Πρόδρομε, τὴν τιμίαν ἠνέσχου καὶ εὐκλεῆ, Κάραν σου καλύπτεσθαι, βασιλικῆς ἁλουργίδος, ὡς ἐσθῆτι ἀγαλλόμενος. Δόξα Πατρί... 7

Σῇ αἴγλῃ Πρόδρομε, τοῦ θείου Πνεύματος, τὴν τιμῶσάν σε πόλιν διηνεκῶς, πρέσβευε φαιδρύνεσθαι, καὶ ἐν τῇ σῇ σοφὲ μνήμῃ, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι. Καὶ νῦν... Θεοτοκίον Νεκρόν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς κληρονόμον με κατέστησε. ᾠδὴ ε' Υώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τ βραχίονί σου τ ὑψηλ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Υώτισον ἡμᾶς,... τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τ φωτισμ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. ᾠδὴ ε' τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σῷ θείῳ φέγγει σου ἀγαθέ Οὐκ ἔφυς κάλαμος Βαπτιστά, ταῖς πειραστικαῖς τοῦ δυσμενοῦς, αὔραις ἀεὶ ῥιπιζόμενος, πύργος δὲ τοῦ θείου λαοῦ ἀκράδαντος δυνάμει Ἠλιοὺ γὰρ ὤφθης καὶ πνεύματι. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ τὴν Θεότητα ἀθετῶν, καὶ κατασμικρύνων τὴν δόξαν, τοῦ ὑπὸ σοῦ βαπτισθέντος Χριστοῦ, τήν τε θείαν χάριν σοῦ νοσφιζόμενος, ἐνδίκως περιβόλων θείων ἀπείργεται. Δόξα Πατρί... Ἀφθόνου ἤνοιξας σὺ πηγῆς, πύλην τοῖς ὑμνοῦσί σε ἡμῖν, πόθῳ ἀοίδιμε Πρόδρομε, χάριτος τῆς θείας βλυζούσης νάματα, καὶ ῥεῖθρα ἰαμάτων πάντας εὐφραίνοντα. 8

Καὶ νῦν... Θεοτοκίον Υοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τῇ παρθενίᾳ Σεμνή, καὶ φέγγει τῆς ἁγνείας......κόσμον φαιδρύνουσα. ᾠδὴ ς' Σὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Σὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,... Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. ᾠδὴ ς' τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σοῦ βίου τὴν θάλασσαν Προφήτην σε ἔφησεν ἡ ἀλήθεια Χριστός, καὶ Προφητῶν ὑπέρτερον, Βαπτιστά τε καὶ Πρόδρομε τῆς ζωῆς αὐτὸν γὰρ ἑώρακας, ὃν Προφῆται καὶ νόμος προκατήγγειλαν. τίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Οὐκ ἔφερε κρύπτεσθαι, τῶν θαυμάτων ἡ πηγή, ὁ θησαυρὸς τῆς χάριτος, ἡ ἀοίδιμος Κάρα σου Βαπτιστά, Προφῆτα καὶ Πρόδρομε, ἀλλ' ὀφθεῖσα προχέει ἰαμάτων πηγάς. Δόξα Πατρί... 9

Πανόλβιον καύχημα, καὶ ἀγλάϊσμα φαιδρόν, καὶ θυρεὸν σωτήριον, ἡ φιλόχριστος αὕτη καὶ εὐκλεής, προβάλλεται πόλις σου, τὴν σεπτήν σου καὶ θείαν Κάραν Πρόδρομε. Καὶ νῦν... Θεοτοκίον Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. Ὁ Οἶκος Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν. υ ν α ξ ά ρ ι ο ν Σῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Σαῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΣΑΒΑΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. 10

ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΨΣΕΡΑ (Ἦχος δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ.ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ.ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ.ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... 11

τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τ Ἀβραὰμ καὶ τ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάρια Ἦχος β Σοῖς Μαθηταῖς συνέλθωμεν Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ αὔλου, ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος. Θεοτοκίον Χυχαγωγεῖται Πάναγνε, τῶν πιστῶν ἡ θεόφρων, ὁμήγυρις λατρεύουσα, καὶ πιστῶς ἀνυμνοῦσα, σὲ Θεοτόκον κυρίως, ταῖς πρεσβείαις σου ὅθεν, τῶν νηστειῶν τὸν δίαυλον, δὸς ἡμῖν ἐκτελέσαι, θεοπρεπῶς, καὶ Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ πάθη τὰ σωτήρια, τοῦ Τἱοῦ καὶ Θεοῦ σου. ΑΙΝΟΙ Ἦχος δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. 12

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Σὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι. Σὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λα ἐγγίζοντι αὐτ. ΧΑΛΜΟ ΡΜΘ' (149) ᾌσατε τ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τ λα αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. 13

Σοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Σοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Σοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἔδωκας σημείωσιν Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος, κεφαλή σου Πανεύφημε, καὶ τρυφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμάτων, ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νηστείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφημοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστ τ Θε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος... τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Μύρα ὥσπερ νάματα, ἡ κεφαλὴ ἀποστάζουσα, τοῦ Προδρόμου ἀέναα, καὶ τραπέζῃ σήμερον, ἀποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐωδιάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτατον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ νάματα ἔβλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φίλον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτ ἐκτενῶς Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Δόξα Πατρί... Ἦχος πλ. β' Σὴν πανσεβάσμιον Κάραν, τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἑπταικότες δοῦλοί σου, προσάγοντες αἰτούμεθα, δι' αὐτῆς ἐπιτυχεῖν ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον Ἦχος ὁ αὐτὸς 14

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 15

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Φριστῷ τῷ Θεῷ. ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς ἐκ τῆς γ ᾠδῆς τοῦ α Κανόνος τοῦ Ἁγίου δ καὶ δ ἐκ τῆς ῶ' ᾠδῆς τοῦ β Κανόνος τοῦ Ἁγίου. Εἰ δὲ μὴ τὰ παρόντα Ἀντίφωνα Ἀντίφωνον Α' Ἦχος β. τίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 16

Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. γ. Κύριος ἐν τ οὐραν ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί... Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. τίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλ τ Θε μου ἕως ὑπάρχω. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. τίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... τίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα Πατρὶ... Καὶ νῦν καὶ ἀεὶ... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' τίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τ ΔαυἸδ, ἡτοίμασα λύχνον τ Χριστ μου. Ἀπολυτίκιον -Ἦχος δ' - Σαχὺ προκατάλαβε 17

Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστ τ Θε. ΜΙΚΡΑ ΕΙΟΔΟ Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος δ' Σαχὺ προκατάλαβε Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστ τ Θε. Σοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος β' Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Σρισάγιον. Ὁ Ἀπόστολος Προκείμενον. Ἦχος πλ. β Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:6-15 Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν ἐν παντὶ θλιβόμενοι ἀλλ οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ οὐκ ἐξαπορούμενοι διωκόμενοι ἀλλ οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ οὐκ ἀπολλύμενοι πάντοτε 18

τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον Ἐπίστευσα διὸ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι ὑμᾶς ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. β Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Στίχ. Ἐρεῖ τ Κυρίῳ ἀντιλήπτωρ μου εἶ. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον ια 2-15 Σ καιρ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτ Σὺ εἶ ὁ ἐρχόμενος ἥ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκουέτω. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως 19

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) 20