Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Μετεωρίτου Ψαλλομένη τῇ 16 η Αὐγούστου

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἀκολουθία Ὁσιομάρτυρος ΓΕΔΕΩΝ τοῦ Καρακαλληνοῦ. Ψαλλομένη τῇ 30η Νοεμβρίου

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου ) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Αγιολογία - Εορτολογία

Ἀκολουθία Ὁσίου ΣΥΜΕΩΝ τοῦ Μυροβλύτου

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

Κυριακή 10 Μαρτίου 2019.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

26 ΝΟΕΜΒΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Ἀκολουθία ἁγ. Μυροφόρων ΜΑΡΘΑΣ καί ΜΑΡΙΑΣ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Iohannes Damascenus - De theologia

Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ

Ἀκολουθία Ἀποστόλου ΚΛΕΟΠΑ ἐκ τῶν Ο', μ. Γερασίμου

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

ΕΙΡΗΝΑΙΟΣ ΛΥΩΝΟΣ ΚΑΙ ΑΜΒΡΟΣΙΟΣ ΜΕΔΙΟΛΑΝΩΝ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΝΟΕΜΒΡΙΟΣ 19!! ΙΛΑΡΙΩΝ ΟΣΙΟΣ ΙΒΗΡ ΑΚΟΛΟΥΘΙΑ

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Τῌ ΚΔ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἀκολουθία Νεομάρτυρος ΜΑΤΘΑΙΟΥ τοῦ ἐν Ῥεθύμνῃ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου Ἄρτα 1989) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

Ἀκολουθία Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Πηλίῳ. μ. Γερασίμου Ψαλλομένη τῇ 15 η Σεπτεμβρίου

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Κυριακή 2 Ἰουνίου 2019.

Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ Παραμυθίας, μ. Γερασίμου

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Κυριακή 30 Ἰουνίου 2019.

Κυριακή 23 Ἰουνίου 2019.

Transcript:

[1]

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου Ψαλλομένη τῇ 19 η Ἰουλίου ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Δυὰς τῶν Ἁγίων εὐκλεής, ὁ σοφὸς Θεόδωρος, καὶ Μιχαὴλ ὁ μακάριος, ὡς ἄστρα πάμφωτα, ἐν τῇ Ἐκκλησίᾳ, σήμερον ἐξέλαμψαν, πυρσεύοντες ἡμῶν τὴν διάνοιαν, ὧν ἑορτάσωμεν, τὴν ἁγίαν μνήμην χαίροντες, τὸν Σωτῆρα, Χριστὸν μεγαλύνοντες. Πάτερ Θεόδωρε Θεῷ, ὥσπερ δῶρα πάντιμα, τὰς ἀρετὰς προσενή-νοχας, τῆς πολιτείας σου ἀσκητὴς γὰρ πρῶτον, ὤφθης ἐνθεώτατος, καὶ εἶτα Ἱεράρχης θεόληπτος διὸ γεραίρει σε, ἡ Μονὴ Σάββα τοῦ μάκαρος, καὶ ἡ πόλις, Ἔδεσσα ἡ ποίμνη σου. Παμμάκαρ θεόφρον Μιχαήλ, ἀρετῶν ἀσκήσεσι, καταφαιδρύνων τὸν βίον σου, Μαρτύρων σκάμμασι, τὸν Χριστὸν δοξάζεις, ἀνενδότῳ στάσει σου διὸ διπλῶν βραβείων ἠξίωσαι, καὶ δήμοις ἥνωσαι, τῶν Ἁγίων ἀγαλλόμενος, καὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δοχεῖα ἐνθέων δωρεῶν, Ἅγιοι Θεόδωρε, καὶ Μιχαὴλ ἀξιάγαστε, λύχνοι ἀείφωτοι, θείας ἐπιπνοίας, ἀρετῶν κειμήλια, καὶ θεῖοι τοῦ Σωτῆ-ρος θεράποντες, [2]

ἀεὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα. Ἦχος β. Τῆς κοσμικῆς ἐπαναστάντες σχέσεως, τὴν ἐν Χριστῷ ζωὴν ὑπήλθετε, ἀσκητικοῖς καμάτοις, νεκρώσαντες σαρκὸς τὸ φρόνημα ἔνθεν Ἱεράρχης ὅσιος, ὤφθης Θεόδωρε, καὶ Ἀθλητὴς ἀήττητος, οἰκείοις αἵμασι, Μιχαὴλ θεόφρον. Ἀλλ ὡς Ἀγγέλων συμπολῖται καὶ μέτοχοι, καὶ τῶν Ἁγίων κοινωνοί, σὺν αὐτοῖς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τὴν πᾶσαν ἐλπίδα μου... Εἰς τόν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Χρίσματι ἱερῶ, Ποιμὴν Ἐδέσσης ὤφθης, Θεόδωρε θεόφρον, καὶ τοῦ Εὐαγγελίου, ἐργάτης ἐνθεώτατος. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, ὦ Μιχαὴλ τρισμάκαρ, καὶ Ὁσιομαρτύρων, ἐγένου ἰσοστάσιος. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις ἡ ξυνωρίς, Ἁγίων θεοφόρων, Θεόδωρε παμμάκαρ, καὶ Μιχαὴλ θεόφρον, πρέσβεις ἡμῶν πρὸς Κύριον. Δόξα. Τριαδικόν. Ἕνα Σὲ τοῦ παντός, Θεὸν καὶ Βασιλέα, Τριὰς Ὑπεραγία, δυὰς ἡ τῶν Ἁγίων, θεοπρεπῶς ἐκήρυξε. Καὶ νῦν. [3]

Μήτηρ ὤφθης Θεοῦ, καὶ ἄχραντος παρθένος, ἔμεινας μετὰ τόκον διὸ Θεογεννῆτορ, ὑμνοῦμέν Σου τὰς χάριτας. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια. Τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ. Θείας πίστεως. Δῶρον ἔνθεον, τῇ Ἐκκλησίᾳ, ὡς ἐκπλήρωσις ἐπαγγελίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε ἐν ἀρεταῖς γὰρ κοσμήσας τὸν βίον σου, ἱεραρχίας κανῶν ἐχρημάτισας Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Τῶν Ἁγίων κοινόν. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Ὁσίων Πατέρων τὴν δυάδα τιμήσωμεν, Θεόδωρον τὸν θεῖον τῆς Ἐδέσσης τὸν Πρόεδρον, ὁμοῦ σὺν Μιχαὴλ τῷ θαυμαστῷ, ὁπλίτην τοῦ Παντάνακτος Χριστοῦ, τῆς Μονῆς Ἁγίου Σάββα ἄνθη τερπνά, συμφώνως ἀνακράζοντες δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Τοῦ Γαβριὴλ φθεγξαμένου... [4]

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ. Ὁ ἐξ Ὑψίστου κληθείς. Ὁ προτυπώσας τῇ κλήσει τὸν σὸν βίον, ὅτε ἠκολούθησας ἀπὸ νεότητος, Χριστῷ τῷ Λόγῳ Θεόδωρε, στεῤῥᾷ καρδίᾳ, καὶ ὁλοτρόπῳ ἐφέσει Ὅσιε, τότε προσενήνοχας ὡς δῶρα τίμια, Τούτῳ τὰ θεῖά σου σκάμματα ὅθεν ἐδέξω, περιουσίαν δώρων τῆς χάριτος, καὶ τῆς Ἐδέσσης Ποιμὴν ἔνθεος, Ἱεράρχα σοφὲ ἐχρημάτισας, ἱκετεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ ἀγγελώνυμον κλῆσιν κεκτημένος, ὅτε σαῦτον δέδωκας, πόνοις ἀσκήσεως, τρωθεὶς ἀγάπη τῇ κρείττονι, καὶ καταλείψας, τὰ ἐν τῷ κόσμῳ οἷα σφαλλόμενα, τότε ὡμολόγησας Χριστὸν τὸν Κύριον, ἀκαταπλήκτῳ φρονήματι, τοῖς ἀσεβέσι, καὶ τὸ σὸν αἷμα προθύμως ἔχεας, Ὁσιομάρτυς ἀξιάγαστε, Μιχαὴλ τῶν Ἀγγέλων συνόμιλε, καὶ Μαρτύρων τῆς δόξης, ἀνεδείχθης ἰσοστάσιος. Οἱ τοῦ Σωτῆρος θεράποντες οἱ θεῖοι, Θεόδωρε πάνσοφε, Ἐδέσσης Πρόεδρε, καὶ Μιχαὴλ ἀξιάγαστε, Μονῆς ἁγίας, ἁγίου Σάββα θρέμματα τίμια, οἱ δόξης τῆς κρείττονος συναπολαύοντες, καὶ ἐν μεθέξει θεούμενοι, ἱκετηρίους, ἀεὶ δεήσεις Χριστῷ προσάγοντες, μὴ διαλίπητε δεόμεθα, τῶν πταισμάτων λαβεῖν ἡμᾶς ἄφεσιν, καὶ τὸν νοῦν φωτισθῆναι, φωτισμῷ Ἁγίου Πνεύματος. [5]

Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν. Ἔλαμψας Θεόδωρε, ἐν τῇ ἀσκήσει ὡς Ἄγγελος, ἀρετῶν ταῖς λαμπρότησι, καὶ Μονὴν ἐλάμπρυνας, τήν τοῦ θείου Σάββα, τῇ σῇ πολιτεία, καὶ Ἱεράρχης ἱερός, γεγενημένος Ἁγίῳ Πνεύματι, Ἐδέσσης ἐχρημάτισας, Ποιμὴν καὶ Πρόεδρος ὅσιος, καὶ πιστοὺς κατεπύρσευσας, θεῖκοις σου δωρήμασιν. Ἄσκησιν ἐπόθησας, δι ἧς σαῦτον ἀπεκάθηρας, προσπαθείας τοῦ χείρονος, ἄθλοις στεῤῥοτάτοις δέ, τὸν Χριστὸν δοξάσας, Μιχαὴλ θεόφρον, Ὁσιομάρτυς θαυμαστός, καὶ τῶν Ἀγγέλων ὤφθης συμμέτοχος μεθ ὧν ἀπαύστως πρέσβευε, πάσης ἀνάγκης καὶ θλίψεως, ἐκλυτροῦσθαι τοὺς μέλποντας, τὴν ἁγίαν σου ἄθλησιν. Ἔρωτι τοῦ Κτίσαντος, περιφανῶς ἠγωνίσασθε, οὐρανίῳ φρονήματι, Θεόδωρε Ὅσιε, δωρεαῖς ἐκτρέφων, καὶ θαυματουργίαις, τὰς διανοίας τῶν πιστῶν, ὡς Ἱεράρχης θεοειδέστατος ἀθλήσει δὲ κατῄσχυνας, τὸν πολυμήχανον δράκοντα, Μιχαὴλ ἀξιάγαστε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Δόξα. Ἦχος πλ. β. Σήμερον ὡς λυχνία δίφωτος ἐξέλαμψαν, Θεόδωρος ὁ τῆς Ἐδέσσης Ποιμήν, καὶ Μιχαὴλ ὁ Ἀθλητῶν τῆς ἀθανασίας πλήρης κοινωνός, τῶν πιστῶν τὰς ψυχάς καταυγάζοντες Τρισηλίου γὰρ φωτός, τὰς ἀποῤῥοίας δεχόμενοι, τοῦ φωτὸς τὰ ἔργα προφαίνουσι, τοῖς ὁμοφώνως βοῶσι χαίροις, ὁ δι ἀσκήσεως λαμπράς, θείων δωρεῶν τρυφήσας, καὶ θεόκριτος Ποιμήν, τῆς Ἐδέσσης φανείς, θεόσοφε Θεόδωρε χαίροις, Μιχαὴλ ἀγγελώνυμε, ὁ ἐν ἀρεταῖς εὐδοκίμησας, καὶ ἀθλητικῶς Χριστῷ εὐαρεστήσας [6]

χαίροις δυὰς ὑπέρτιμε, τῆς Ἡγιασμένου Σάββα Μονῆς ἅγιον κλέος, καὶ πρὸς Θεὸν πρέσβεις ἡμῶν θερμότατοι ᾧ ἀεὶ πρεσβεύετε, σῴζεσθαι ἡμᾶς δεόμεθα. Καὶ νῦν. Ὁ αὐτός. Τίς μὴ μακαρίσει Σὲ Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γάρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ [7]

πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε 15 - στ 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ 7). Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. [8]

Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Τῶν ἀρετῶν τὴν τρῖβον ἀκλινῶς βαδίσαντες, τῆς οὐρανίου λήξεως ἐτύχετε, Θεόδωρε μακάριε καὶ Μιχαὴλ Ὁσιομάρτυς τῶν γὰρ χαμαὶ συρομένων ἀπαρνησάμενοι τὴν σχέσιν, τῷ Χριστῷ ᾠκειώθητε, ἀρετῶν ἐπιδόσεσι καὶ καμάτων θείων πόνοις ὁ μέν Χριστῷ εὐηρέστησεν, ὁ δὲ οἰκείῳ αἵματι, Αὐτὸν ἐμεγάλυνε καὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀμφότεροι λαβόντες, πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Ἀγγελικῇ πολιτείᾳ κοσμούμενος, ἱεραρχίας ἠμφιάσω τὴν στολήν, ὡς τοῦ Πνεύματος σκεῦος, Ἀρχιερεῦ Θεόδωρε τῷ γὰρ θείῳ θελήματι, σεαυτὸν ὑπέταξας, καὶ ἐνεργείας κρείττονος, τὴν καρδίαν πεπλήρωσαι καὶ τὸ θεῖον Εὐαγγέλιον ἱερουργήσας πρακτικῶς, πολλοῖς σωτηρίας πρόξενος γέγονας, θαυμάτων δυνάμεσι, καὶ λόγων χάριτι τῆς γὰρ δόξης ὁ Κύριος, ἐν σοὶ ἐπανεπαύσατο, καὶ θείων δωρεῶν σὲ ἠξίωσεν, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος. [9]

Ἦχος γ. Εὐσεβείᾳ διαλάμπων, μαρτυρικοὺς ἀγῶνας ἠγωνίσω, ὑπὲρ τῆς δόξης Χριστοῦ, Ὁσιομάρτυς Μιχαὴλ μακάριε ἀνενδότῳ γὰρ καρδία, καὶ ἁγίοις χείλεσιν ὡμολόγησας, Θεὸν ἐπὶ πάντων τὸν Σωτῆρα Κύριον, τὸν διὰ Σταυροῦ ἡμᾶς ῥυσάμενον, τῆς ἀρχαίας κατάρας ἀμετρήτῳ ἐλέει καὶ πόνοις ὁμιλήσας καὶ ἀλγηδόσι, τὸν ἀγῶνα τετέλεκας, ὡς Ἀθλητὴς ἀήττητος διὸ τοὺς ὑμνοῦντας σε, ῥύου πάσης ἀνάγκης, αἰτούμενος ἡμῖν τὸ θεῖον ἔλεος. Δόξα. Ἦχος δ. Τὴν ἐκλεκτὴν τῶν Ἁγίων ξυνωρίδα, τοὺς ἀγγελικῶς τῷ κόσμῳ διαλάμψαντας, Θεόδωρον τὸν θεῖον καὶ Μιχαὴλ τὸν ἔνδοξον, τοῖς τῶν ᾀσμάτων ἄνθεσι καταστέψωμεν ὁμοφρόνως γὰρ βιώσαντες, καὶ πολλῶν δωρεῶν ἀξιωθέντες, ὁ μὲν ἱεραρχικῶς Χριστῷ εὐηρέστησεν, ὁ δὲ οἰκείῳ αἵματι, Αὐτὸν ἐμεγάλυνε καὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀμφότεροι λαβόντες, πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Ἐκ παντοίων κινδύνων... Εἰς τόν Στίχον. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν. Χαίροις ὁ τῆς Ἐδέσσης ποιμήν, θεοδωρητῶν δωρεῶν θεῖον ὄργανον, τὸ σκεῦος τῆς ἀπαθείας, τὸ πλῆρες θείου φωτός, ἀρετῶν ὁσίων ἐνδιαίτημα Θεόδωρε ἔνδοξε, εὐσεβείας ὑπόδειγμα, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, καὶ ἀσκήσεως, ἱερᾶς τὸ κειμήλιον λύχνος ὁ παμφαέστατος, τῶν θείων ἐλλάμψεων, ὁ τῶν παθῶν διαλύων, θαύμασι θείοις σκοτόμαιναν Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. [10]

Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ὁ δι ἀσκήσεως τὸν νοῦν καθηράμενος, καὶ ἄθλοις τοῦ μαρτυρίου, Εὐαγγελίου τὸ φῶς, τοῖς ἐν σκότει λάμψας τῇ ἐνστάσει σου σαῦτον γὰρ μακάριε, διὰ πόθον τὸν ἔνθεον, στεῤῥῶς ἠρνήσω, καὶ ἀνδρείως ἠγώνισαι, καὶ κατῄσχυνας, τὸν ἐχθρὸν τὸν παμβέβηλον. Ὅθεν τῆς ὑπὲρ ἔννοιαν, χαρᾶς κατηξίωσαι, ὦ Μιχαὴλ θεοφόρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα Ὅν ἵλεων δίδου, ταῖς θερμαῖς σοῦ ἱκεσίαις, τοῖς σὲ γεραίρουσι. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις ἡ τῶν Ἁγίων δυάς, Ἁγίου Σάββα τῆς Μονῆς θεῖα θρέμματα, ἀσκήσεως οἱ κανόνες, Ἀγγέλων οἱ μιμηταί, καὶ Ὁσίων πάντων καλλωπίσματα Θεόδωρε Ὅσιε, τῆς Ἐδέσσης ὁ Πρόεδρος, Ὁσιομάρτυς, Μιχαὴλ ἀξιάγαστε, δένδρα εὔκαρπα, δωρεῶν θείου Πνεύματος. Ὅθεν ὡς ἀπολαύοντες, τῆς δόξης τῆς κρείττονος, ὑπὲρ ἡμῶν δυσωπεῖτε, τὸν Πολυέλεον Κύριον, ἡμῖν δωρηθῆναι, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος. Δόξα. Ἦχος πλ. δ. Τῆς σαρκὸς τὸ φρόνημα, τῇ ψυχῇ ὑποτάξαντες, ἀγγελικῶς ἐπολιτεύσασθε, ἐπὶ γῆς μακάριοι τῷ γὰρ πόθῳ τοῦ Χριστοῦ, τὰ πάντα παριδόντες, ὑπερφυῶς ἠγωνίσασθε, καὶ τοῦ ἐχθροῦ τὴν ἰσχὺν ἐθριαμβε σατε. Καὶ νῦν Θεόδωρε θεόσοφε, Ἀρχιερέων καλλονή, σύν Μιχαὴλ τῷ ἐν ἄθλοις στεῤῥῷ, τὰς ἀμοιβὰς τῶν πόνων καρπούμενοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Δέσποινα πρόσδεξαι... Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια. Τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ. Θείας πίστεως. [11]

Δῶρον ἔνθεον, τῇ Ἐκκλησίᾳ, ὡς ἐκπλήρωσις ἐπαγγελίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε ἐν ἀρεταῖς γὰρ κοσμήσας τὸν βίον σου, ἱεραρχίας κανών ἐχρημάτισας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Τῶν Ἁγίων κοινόν. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Ὁσίων Πατέρων τὴν δυάδα τιμήσωμεν, Θεόδωρον τὸν θεῖον τῆς Ἐδέσσης τὸν Πρόεδρον, ὁμοῦ σὺν Μιχαὴλ τῷ θαυμαστῷ, ὁπλίτῃ τοῦ Παντάνακτος Χριστοῦ, τῆς Μονῆς Ἁγίου Σάββα ἄνθη τερπνά, συμφώνως ἀνακράζοντες δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι ὑμῶν, πᾶσιν ἰάματα. Τοῦ Γαβριὴλ φθεγξαμένου... [12]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Ποιμὴν θεοειδής, καὶ σοφὸς Ἱεράρχης, τῇ ψήφῳ τοῦ Θεοῦ, τῆς Ἐδέσσης ὠράθης, Θεόδωρε μακάριε, Ἀσκητῶν ἀκροθίνιον ὅθεν πρέσβευε, σὺν Μιχαὴλ τῷ ἁγίῳ, τῷ ἀθλήσαντι, ὑπὲρ Χριστοῦ στεῤῥοτάτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Πηγὴ ἁγιασμοῦ, καὶ σωτήριος σκέπη, ἡ Σὴ πρὸς τὸν Θεόν, καὶ Υἱόν Σου Παρθένε, πρεσβεία ἡμῖν πέφυκε, πειρασμῶν ἀπαλλάττουσα, τὰς ψυχὰς ἡμῶν, καὶ γλυκασμὸν χορηγοῦσα, θείας χάριτος, τοῖς μεγαλύνουσι Κόρη, τὴν ἄῤῥητον δόξαν Σου. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Θεόδωρον μέλψωμεν, καὶ Μιχαὴλ τὸν στεῤῥόν, τὰ θεία βλαστήματα, καὶ ἄρνας τοὺς λογικούς, καὶ ἄνθη τὰ εὔοσμα, Λαύρας τῆς περιφήμου, Σάββα τοῦ θεοφόρου, ὅπως αὐτῶν πρεσβείαις, λυτρωθείημεν πάντες, ποικίλων ἐν τῷ βίῳ, κινδύνων καὶ θλίψεων. Θεόνυμφε Δέσποινα, ἡ προστασία ἡμῶν, καὶ μέγα προσφύγιον, καὶ σκέπη ἡ σωστική, καὶ ἄῤῥηκτον ἔρεισμα, ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ, δίδου δὲ τῇ ψυχῇ μου, μετανοίας ἀκτῖνα, ἵνα Σὲ μεγαλύνω, διὰ Σοῦ σῳζόμενος. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.α. Τὸν συνάναρχον Λόγον. [13]

Δωρεαῖς θεοσδότοις κατακοσμούμενος, θαυματουργίαις ἐκλάμπεις Πάτερ Θεόδωρε, ὡς Χριστοῦ ἱερουργὸς καὶ μύστης ἔνθεος καὶ δι ἀθλήσεως στεῤῥᾶς, Μιχαὴλ μεγαλυνθείς, ἀξίως ἐστεφανώθης διὸ ὑμᾶς εὐφημοῦμεν, ὡς πρεσβευτὰς ἡμῶν πρὸς Κύριον. Ἡ Θεὸν ἀποῤῥήτως κυοφορήσασα, καὶ Ἀδὰμ τὴν ἀρχαίαν κατάραν λύσασα, Ἀειπάρθενε Ἁγνὴ, κόσμου προσφύγιον, τὴν ἀθλίαν μου ψυχήν, τῆς δυναστείας τοῦ ἐχθροῦ, ἀπάλλαξον δυσωπῶ Σε, καὶ τῶν παθῶν μου τὸν ῥύπον, θείῳ ἐλέει Σου ἀπόπλυνον. Οἱ Ἀναβαθμοί τὸ α ἀντίφωνον τοῦ δ. ἤχου. Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον Ὁσιακόν (ζήτει εἰς τόν Ὄρθρον τῆς ἑορτῆς τοῦ ἁγ. Σάββα, τῇ 5 η Δεκεμβρίου). Ὁ Ν (50) Ψαλμός. Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησον μὲ, ὁ Θεὸς Τῆς συγγενείας τὸν συνδεσμόν, πολλῷ πλέον ἐλαμπρύνατε, τοῖς ἱεροῖς καμάτοις, Ὅσιοι Πατέρες ἐν μιᾷ γὰρ ψυχῇ, τὸν τῆς εὐσεβείας ὑπελθόντες ἀγῶνα, ἐπαξίως ἐπάθλων ἐτύχετε, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Ἀλλ ὦ Θεόδωρε καὶ Μιχαήλ, ἐν οὐρανοῖς αὐλιζόμενοι, διὰ παντὸς δυσωπεῖτε σῴζεσθαι, τοὺς ὑμᾶς μακαρίζοντας. [14]

Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου ἐκ τῆς Μικρᾶς Παρακλήσεως καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θεόδωρον σὺν Μιχαὴλ μέλπω. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Θρόνῳ τῆς δόξης παρεστῶτες Ἅγιοι, τοῦ Βασιλέως Χριστοῦ, καὶ φωτὶ ἀύλῳ, καταλαμπρυνόμενοι, Θεόδωρε μακάριε, Μιχαήλ τε θεόφρον, παθῶν ἀχλύος μὲ ῥύσασθε, μέλποντα ὑμῶν τὰ παλαίσματα. Ἐκ ῥιζουχίας εὐσεβοῦς ἐβλάστησας, ὡς ἄνθος εὔοσμον, καὶ τῇ εὐωδίᾳ τῶν κατορθωμάτων σου, πᾶσαν ψυχὴν κατηύφρανας, ὥσπερ Ἄγγελος ζήσας, μετὰ σαρκὸς δι ἀσκήσεως, Πάτερ θεοφόρε Θεόδωρε. Ὅλον τὸν νοῦν σου πρὸς Θεὸν ἀνέτεινας, βίου λαμπρότητι, ἐν τῇ θείᾳ Λαύρᾳ, Σάββα τοῦ θεόφρονος, κατασκηνώσας Ὅσιε, Μιχαὴλ καὶ ἀθλήσει, γνώμῃ ἀνδρείᾳ κατῄσχυνας, πάντα τοῦ ἐχθροῦ τὰ βουλεύματα. Δεδοξασμένη Μαριὰμ Πανάχραντε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἐκ τῆς ἀδοξίας, τῶν παθῶν ἐξάγαγε, ψυχήν μου τὴν τυφλώττουσαν, καὶ φωτὶ μετανοίας, καταύγασόν με καὶ σῶσόν με, τὸν εἰλικρινῶς σοι προσπίπτοντα. ᾨδὴ γ. Ὁ στερεώσας κατ ἀρχάς. Ὡς ἐκκαθάρας τῶν παθῶν, Θεόδωρε τὴν καρδίαν, ἐνδιαίτημα φωτὸς ἀνεδείχθης, καὶ φωστὴρ ἀειφανής, Ἐδέσσης ἐχρημάτισας, ἱεραρχίας χρῖσμα, παρὰ Θεοῦ κομισάμενος. [15]

Ῥώμῃ Θεοῦ κραταιωθείς, ἠρίστευσας ἐν ἀθλήσει, καὶ καθεῖλες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις ὅθεν ἄνωθεν Χριστός, Μιχαὴλ ἐδέξατο, τοὺς ἱεροὺς πόνους, ὡς ἱερὸν ὁλοκάρπωμα. Οἱ τῶν Ἀγγέλων μιμηταί, Θεόδωρε Ἱεράρχα, Μιχαὴλ Ὁσιομάρτυς Κυρίου, οἱ δοξάσαντες Χριστόν, ὑπερφυέσι σκάμμασιν, Αὐτὸν ἐκδυσωπεῖτε, δοῦναι ἡμῖν θεῖον ἔλεος. Νόμων τῆς φύσεως ἐκτός, τὸν Νομοδότην τεκοῦσα, καὶ παρθένος μετὰ τόκον φανεῖσα, τὴν φθαρεῖσάν μου ψυχήν, τοῖς πάθεσι καινούργησον, διὰ τῆς μετανοίας, Θεοκυῆτορ καὶ σῶσόν με. Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἀπαρνησάμενον, πάντα τὰ γήϊνα, βίον ἰσάγγελον, στεῤῥῶς ἠνύσατε, καὶ δωρεῶν θεαρχικῶν ἐπλήσθητε θεοφόροι, Θεόδωρε Ὅσιε, Ἱερέων ἀγλάϊσμα, Μιχαήλ τε ἔνδοξε, Ἀθλητῶν ἰσοστάσιε καὶ νῦν τοῖς Ἀσωμάτοις συνόντες, ῥύσασθε πάσης ἡμᾶς βλάβης. Τὸν ὑπερούσιον, Θεὸν καὶ Κύριον, σάρκα γενόμενον, δι ἀγαθότητα, ἐκυοφόρησας Ἁγνή, καὶ τέτοκας ἀποῤῥήτως ὅθεν μεγαλύνομεν, καὶ καρδίᾳ καὶ στόματι, τὴν μεγαλοπρέπειαν, τῶν πολλῶν μεγαλείων Σου, καὶ πόθῳ Σοι βοῶμεν Παρθένε χαῖρε, ἡ Κεχαριτωμένη. ᾨδὴ δ. Σύ μου ἰσχύς. Σὺ Μοναστῶν, θεῖον ὑπόδειγμα πέφηνας, ἐν τῇ Λαύρα, Σάββα τοῦ παμμάκαρος, ἀγωνισάμενος, ἱερῶς, [16]

ἀσκητὴς δὲ μέγας, ἐν ταύτῃ ὤφθης Θεόδωρε διὸ σὲ ὁ Δεσπότης, δωρεῶν οὐρανίων φερωνύμως ἠξίωσεν Ἅγιε. Ὡς τῷ ζυγῷ, καθυποσχὼν τὸν αὐχένα σου, τοῦ Σωτῆρος, Μιχαὴλ πανθαύμαστε, ὑπακοῆς ὤφθης χαρακτήρ ὅθεν ὁ Δεσπότης, μαρτυρικῆς σὲ ἠξίωσεν, ἀθλήσαντα νομίμως, εὐκληρίας βοώντα τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε. Νᾶμα ζωῆς, τῆς αἰωνίου δεξάμενοι, ἐν καρδίᾳ, βίου καθαρότητι, οἷα θεράποντες τοῦ Θεοῦ, Θεόδωρε Πάτερ, καὶ Μιχαὴλ παναοίδιμε, βλυστάνετε ἀπαύστως, γλυκασμὸν σωτηρίας, τοῖς ὑμνοῦσιν ὑμῶν τὰ παλαίσματα. Μῆτερ Θεοῦ, εὐλογημένη Πανάμωμε, Θεοτόκε, μόνη Ἀειπάρθενε, ῥῦσαι φθορᾶς με τῆς τῶν παθῶν, καὶ τῆς δυναστείας, τοῦ χαλεποῦ κοσμοκράτορος, καὶ λάμπρυνον τὸν νοῦν μου, μετανοίας τῷ φέγγει, καὶ πταισμάτων μοι αἴτει τὴν ἄφεσιν. ᾨδὴ ε. Ἵνα τι με ἀπώσω; Ἱεραῖς ὑποθήκαις, καὶ ταῖς τῶν θαυμάτων λαμπραῖς ἐπιδείξεσι, τῷ Χριστῷ προσάγεις, καὶ φωτὶ εὐσεβείας κατηύγασας, τὸν πρὶν ἐν τῷ σκότει, τῆς ἀσεβείας Βασιλέα, Ἱεράρχα Θεόδωρε Ὅσιε. Χριστὸν δύναμιν ἔχων, οὐδαμῶς ἐπτόησαι ἐχθροῦ τὴν δύναμιν, Μιχαὴλ θεόφρον, καὶ ἀνδρείως πυρὸς κατετόλμησας, καὶ τμηθεὶς τὴν κάραν, νίκης διάδημα ἐδέξω, ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἅγιε. [17]

Ἀσκητὴς θεοφόρος, καὶ Ἀρχιερεὺς θεόληπτος πέφηνας, Θεόδωρε Πάτερ Ἀθλητὴς δὲ καὶ Μάρτυς ἀήττητος, Μιχαὴλ ὠράθης, Χριστοῦ τοῦ πάντων Βασιλέως διὰ τοῦτο ὑμᾶς μακαρίζομεν. Ἡ Θεὸν τετοκυῖα, καὶ τὴν παρθενίαν φυλάξασα ἄφθορον, τὴν κατεφθαρμένην, νῦν ψυχήν μου ῥοπῇ τῇ τοῦ χείρονος, κάθαρον Παρθένε, καὶ ἀνακαίνισον λιταῖς Σου, καὶ τῷ φόβῳ Κυρίου με τείχισον. ᾨδὴ στ. Ἰλάσθητί μοι Σωτήρ. Λαμπόμενος τῷ φωτί, τῆς ἀληθείας Θεόδωρε, τοῦ ψεύδους τοὺς εὑρετάς, εἰς τέλος κατῄσχυνας, καὶ θαύμασιν ἔδειξας, τοῦ Εὐαγγελίου, Ἱεράρχα τὴν λαμπρότητα. Μαρτυρικῶς ἐναθλῶν, ὑπὲρ Χριστοῦ θερμῷ ἔρωτι, φαρμάκων δόσιν δεινήν, γηθόμενος πέπωκας, καὶ ἐκτὸς διέμεινας, ἐκ τῆς τούτων βλάβης, Μιχαὴλ ἐκπλήττων ἅπαντας. Εὐφραίνεται ἡ Μονή, Ἁγίου Σάββα ἡ πάντιμος, ὑμᾶς ὡς ἄνθη τερπνά, κατέχουσα Ἅγιοι, Θεόδωρε Ὅσιε, Μιχαήλ τε Μάρτυς, καὶ ὑμᾶς στέφει τοῖς ᾄσμασι. Λυχνία χρυσοειδής, καὶ φωταυγὴς καὶ ἑπτάφωτος, ἐδείχθης Κόρη Ἁγνή, Πατρὸς τὸ ἀπαύγασμα, τεκοῦσα ἐν σώματι, πάντα καταυγάζον, οἰκουμένης τὰ πληρώματα. [18]

Κοντάκιον τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Ἡ σεπτή σου ἄσκησις, Ἱερωσύνης τῷ φέγγει, ἱερῶς ἠγλάϊσται, τῇ θεϊκῇ προμηθείᾳ σκεῦος γὰρ τοῦ Παρακλήτου γεγενημένος, ἔβλυσας τῇ Ἐκκλησίᾳ ζωῆς τὸν λόγον διὰ τοῦτο σὲ τιμῶμεν, ὡς Ἱεράρχην, Χριστοῦ, Θεόδωρε. Κοντάκιον τῶν Ἁγίων κοινόν. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὴν τῶν Ὁσίων ἱερὰν ξυνωρίδα, ὡς ἡμῶν πρέσβεις πρὸς Χριστὸν τὸν Σωτῆρα, χρεωστικῶς ὑμνήσωμεν φιλέορτοι, Θεόδωρον τὸν ἔνδοξον, τῆς Ἐδέσσης Ποιμένα, Μιχαὴλ σὺν τούτῳ δέ, τὸν στεῤῥῶς ἠθληκότα οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, πᾶσι διδόναι, πταισμάτων συγχώρησιν. Ὁ Οἶκος. Τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὰ ἐν κόσμῳ τερπνὰ κατελίπετε καὶ ἀγάπῃ τῇ θείᾳ πυρούμενοι, ἐν τῇ Λαύρᾳ τῇ θείᾳ ἐδρά-μετε, Σάββα τοῦ κλεινοῦ Πατρός, καὶ ἡγιασμένου, Θεόδωρε μακάριε, καὶ Μιχαὴλ ἀξιοθαύμαστε καί ἁγιασθέντες ἁγίαις πράξεσι, καὶ ἰσαγγέλῳ πολιτείᾳ, ὁ μὲν Ποιμενάρχης ἀληθής, τῆς ἐν Ἐδέσσῃ Ἐκκλησίας ὤφθης, καὶ θαύμασιν ἐτράνωσας, Εὐαγγελίου τὴν ἀλήθειαν ὁ δὲ ὑπακοὴ τὸ πρότερον, καὶ ἀθλητικαῖς ἀριστείαις ὕστερον, ὡς θῦμα εὐπρόσδεκτον τῷ Χριστῷ προσενήνεξαι καὶ ἀμφότεροι δοξασθέντες, πρεσβεύετε ἀεί, πᾶσι διδόναι πταισμάτων συγχώρησιν. Συναξάριον. Τῇ ΙΘ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίου Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα [19]

ἀσκήσαντος, καὶ ἔπειτα Ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Μιχαὴλ ἀνεψιοῦ αὐτοῦ. Στίχοι. Εἰς τὸν Ἅγ. Θεόδωρον. Θείων δωρεῶν Θεόδωρε μετέσχες, Ἀξίως τῆς κλήσεως καλῶς βιώσας. Δῶρον Θεός σε, Θεόδωρε τρισμάκαρ, Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα. Εἰς τὸν Ἅγ. Μιχαήλ. Μιχαὴλ ὡς Ὅσιος ὁμοῦ καὶ Μάρτυς, Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων. Δεκάτ ἢ δ ἐνάτη Θεόδωρον Μιχαήλ τε ἀείδω. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Παῖδες Ἑβραίων. Πόνοις καὶ θαύμασιν ἐκλάμπων, πλείστους ἤγαγες, τῇ πίστει τοῦ Κυρίου, ᾧ μετέστης λαμπρῶς, Θεόδωρε κραυγάζων εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὤφθης τοῦ Πνεύματος τῇ δρόσῳ, ἀκατάφλεκτος, πυρὶ ὡς προσωμίλεις, Μιχαὴλ Ἀθλητά, καὶ τῷ Χριστῷ ἐβόας εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Γνώσει λαμπόμενοι τῇ θείᾳ, καὶ ταῖς πράξεσι, ζωῆς τῆς ἐνάρετου, φωταυγεῖτε ἡμᾶς, ἀεὶ πρὸς σωτηρίαν, Θεόδωρε θεόσοφε, Μιχαὴλ Ὁσιομάρτυς. Ἔργοις τοῦ σκότους ἐδουλώθην, ἀλλὰ Δέσποινα, ἡ φωταυγής Σου σκέπη, τὴν ἀχλὺν τὴν δεινήν, λυσάτω [20]

τῆς ψυχῆς μου, ἵνα τὸ φῶς θεάσωμαι, τοῦ Υἱοῦ Σου καὶ Θεοῦ μου. ᾨδὴ η. Ἑπταπλασίως κάμινον. Ῥήσεσι τῶν χειλέων σου, καὶ φωτὶ τῷ τοῦ βίου σου, τὸ τῆς ἀσεβείας σκότος ἀποτίθησιν, ὁ ἄναξ Θεόδωρε, καὶ τῷ Χριστῷ προσέδραμε, καὶ ἐν εὐφροσύνῃ, εὐσεβῶς ἀνεβόα οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀσκητικῶς διέπρεψας Μιχαὴλ παμμακάριστε, καὶ ἀθλητικῶς Κυρίῳ ἐξεδήμησας, διό σου τὸ λείψανον, ὡς θησαυρὸν ἐδέξαντο, οἱ ἐν τῇ Μονῇ, τοῦ θείου Σάββα βοῶντες οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Συντονωτάτοις σκάμμασι, τῆς ὁσίας ἀσκήσεως, πολύτιμα σκεύη τοῦ Ἁγίου Πνεύματος, Θεόδωρε πάνσοφε, καὶ Μιχαὴλ θεόληπτε, ὤφθητε ἀξίως, ὁμοφώνως βοῶντες οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἱερωτέρα πέφηνας, Θεοτόκε Πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως, τὸν τούτων κυήσασα, Δημιουργὸν καὶ Κύριον, σῴζοντα φθορᾶς, τοὺς εὐσεβῶς ἐκβοῶντας οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. ᾨδὴ θ. Ἐξέστη ἐπὶ τούτῳ. Μεγίστων χαρισμάτων ἀξιωθείς, Ἱεράρχα θεόφρον Θεόδωρε, παρὰ Θεοῦ, ὡς Αὐτοῦ θεράπων θεοειδής, ἀξίως ἱερούργησας, λόγον τὸν τῆς χάριτος [21]

καὶ σοφῶς καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, χορεύων θεοφόρε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε. Ὁ πρότερον ἀσκήσεως τῷ φωτί, Μιχαὴλ λαμπρυνθεὶς τὴν διάνοιαν, ἀθλητικῶς, ὕστερον ἐδόξασας τὸν Χριστόν, καταβαλῶν τὸν τύραννον, ἀσθενείᾳ φύσεως εὐσθενῶς διὸ διπλᾶς ἐδέξω, τὰς θείας ἀντιδόσεις, Ὁσιομάρτυς ἀξιάγαστε. Ὑμνοῦμεν τοὺς ἀγῶνας ἡμῶν ὁμοῦ, τὴν σεπτὴν ὑμῶν μνήμην γεραίροντες, πανευλαβῶς, καὶ ἀναβοῶμεν ἀπὸ ψυχῆς Θεόδωρε Πατὴρ ἡμῶν, σὺν ἀδελφιδῷ σου τῷ Μιχαήλ, πρεσβεύετε Κυρίῳ, πταισμάτων δοῦναι λύσιν ἡμῖν καὶ ἔλλαμψιν σωτήριον. Ὑψίστου Μήτηρ ὤφθης παναληθής, καὶ παρθένος μεμένηκας ἄφθορος ὅτι Θεός, ὁ ἐκ Σοῦ ἀφράστως σωματωθείς, μεγάλα καὶ παράδοξα, ἐν Σοὶ ἀπειργάσατο καὶ φρικτά διὸ Σε Θεοτόκε, ψυχῇ τε καὶ καρδίᾳ, ἀκαταπαύστως μεγαλύνομεν. Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. Τῶν δωρεῶν τοῦ Πνεύματος, δοχεῖον πανυπέρτιμον, Θεόδωρε ἀνεδείχθης, τῇ ἐναρέτῳ ζωῇ σου, καὶ τῷ οἰκείῳ αἵματι, ὦ Μιχαὴλ ἐφοίνιξας, τὴν σὴν στολὴν ὡς ἤθλησας, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος διὸ ὑμᾶς εὐφημοῦμεν. Θεὸν τὸν Παντοκράτορα, σαρκὸς ἐν ὁμοιώματι, γεννήσασα ἀποῤῥήτως, φθορᾶς ἐῤῥύσω τὸν κόσμον διὸ κάμε ἀπάλλαξον, φθοροποιῶν προσλήψεων, καὶ [22]

ταῖς ἀκτῖσι λάμπρυνον, τῆς μετανοίας τὸν νοῦν μου, Θεογεννῆτορ Μαρία. Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρά Προσό-μοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος! Πάτερ ἱερὲ Θεόδωρε, ἀσκητικαῖς ἀρεταῖς, καὶ πολλαῖς ἐπιδόσεσι, θείων ἀναβάσεων, τὴν ψυχὴν ἀπεκάθηρας, καὶ ἐπληρώθης θείων ἐλλάμψεων, καὶ τῆς Ἐδέσσης ποιμὴν θεόσοφος, ὤφθης καὶ ἴθυνας, τὴν σὴν ποίμνην Ἅγιε, πρὸς τὸν Χριστόν, λόγοις τε καὶ θαύμασι, καὶ θείαις πράξεσι. Μάκαρ Μιχαὴλ μακάριε, ὑπακοῆς ἀπλανοῦς, διανυῶν τὸ στάδιον, τὸ σὸν αἷμα κέχυκας, διὰ πόθον τὸν ἔνθεον ὑπὲρ Χριστοῦ γὰρ νομίμως ἤθλησας, καὶ μαρτυρίου στέφανον εἴληφας ὅθεν ἱκέτευε, δοῦναι ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ παθῶν ἐκλύτρωσιν, τοῖς σὲ γεραίρουσι. Λαύρα ἡ σεπτὴ ἀγάλλεται, ὡς κεκτημένη ὑμᾶς, οἷα δένδρα κατάκαρπα, τῆς θείας ἀσκήσεως, Σάββα τοῦ θεομάκαρος, σὺν Θεοδώρῳ Μιχαὴλ ἔνδοξε, καὶ μακαρίζει ὑμῶν τὰ σκάμματα, ἣν ἀεὶ ῥύεσθε, συμφορῶν καὶ θλίψεων, παρὰ Χριστοῦ, εἰρήνην αἰτούμενοι, ταύτῃ καὶ ἔλεος. Χαίροις ξυνωρὶς πανθαύμαστε, τῆς ἐνάρετου ζωῆς, θαυμαστὰ ὑποδείγματα, Ἅγιε Θεόδωρε, τῆς Ἐδέσσης ὁ Πρόεδρος, καὶ Μιχαήλ τε Μάρτυς ἀήττητε, ὁ καταισχύνας τὸν παναλάστορα χαίρετε σύσκηνοι, [23]

οὐρανίων τάξεων, μεθ ὧν ἀεί, αἰτεῖσθε δεόμεθα τὸ θεῖον ἔλεος. Δόξα. Ἦχος πλ. δ. Τῷ τῆς χάριτος φωτί, τὴν ζωὴν κατευθύνοντες, ἀπροσκόπτως διήλθετε, τὴν ὁδὸν τῆς ἀσκήσεως, Πατέρες Ὅσιοι καὶ ὡς Χριστοῦ μιμητής, πολλαχῶς ἐν Ἐδέσσῃ διέπρεψας, Ἱεράρχα Πάτερ Θεόδωρε ἀθλητικοῖς δὲ πόνοις, εὐσεβείας ἔδειξας τὴν ἰσχύν, Μιχαὴλ Ὁσιομάρτυς. Καὶ νῦν τῆς ἄνω ζωῆς, ἄμφω ἀπολαύοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τὰ οὐράνια ὑμνεῖ Σε Κεχαριτωμένη, Μῆτερ Ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν Σου γέννησιν Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη καί Ἀπόλυσις. Μεγαλυνάρια. Τοῦ ἁγ. Θεοδώρου. Χαίροις ἡσυχίας μυσταγωγός, καὶ τῆς Ἐκκλησίας, Ἱεράρχης φωταγωγός χαίροις τῆς Ἐδέσσης, ὁ μέγας πολιοῦχος, Θεόδωρε τρισμάκαρ, Πατέρων καύχημα. Τῶν Ἁγίων κοινόν. Χαίροις τῶν Ἁγίων ἡ ξυνωρίς, Θεόδωρε Πάτερ, τῆς Ἐδέσσης θεῖος φωστήρ, Μιχαήλ τε μάκαρ, Χριστοῦ Ὁσιομάρτυς, Μονῆς Ἁγίου Σάββα, ἐγκαλλωπίσματα. Δίστιχον. Θεόδωρόν τε καὶ Μιχαὴλ συνάμα, Γεράσιμος ὕμνησεν ᾄσμασι θείοις. [24]