Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου Ἄρτα 1989) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ Παραμυθίας, μ. Γερασίμου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΣΕΠΤΕΜΒΡΙΟΣ 23. ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΝΤΟΠΩΛΗΣ ΑΚΟΛΟΥΘΙΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Αγιολογία - Εορτολογία

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

1-7 Ιανουαρίου 2018 Θεός

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Ἀκολουθία Ὁσιομάρτυρος ΓΕΔΕΩΝ τοῦ Καρακαλληνοῦ. Ψαλλομένη τῇ 30η Νοεμβρίου

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἀκολουθία Νεομάρτυρος ΜΑΤΘΑΙΟΥ τοῦ ἐν Ῥεθύμνῃ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

1 1 παυλος και σιλουανος και τιμοθεος

ΟΚΤΩΒΡΙΟΣ 31!! ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΧΙΟΥ

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ ἐπ. Ἐδέσσης καί Ὁσιομ. ΜΙΧΑΗΛ μ. Γερασίμου

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

ΙΟΥΝΙΟΥ 24. ΤΗ ΚΔ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ. Ακολουθία του Αγίου ενδόξου και καλλινίκου νεομάρτυρος. Παναγιώτου του εκ Καισαρείας.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΑΥΓΟΥΣΤΟΣ 18!! ΑΓΙΟΣ ΜΑΤΘΑΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΣ 26!! ΘΕΟΚΛΗΤΟΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου ) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Κυριακή 2 Ἰουνίου 2019.

Iohannes Damascenus - De theologia

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΑΛΑΧΙΟΥ ΤΟΥ ΛΙΝΔΙΟΥ ΤΟΥ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΟΣ

Ασματική Ακολουθία. Αγίου Μεγαλομάρτυρος Μερκουρίου

Κυριακή 19 Μαΐου 2019.

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

τῷ Κρήτης ποιμάντορι, ὁ Σιγριανῆς ἡγέτης Θεοφάνης Ὅσιος, καὶ σεμνὴ Θεοκτίστη οὕς ἐν ᾄσμασι γεραίρομεν. Σήμερον σκιρτᾶ τῷ πνεύματι ὡς

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

ΙΟΥΝΙΟΥ ΚΣΤ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Ἀκολουθία Ὁσίου ΣΥΜΕΩΝ τοῦ Μυροβλύτου

Ακολουθία Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Βυζαντίου

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

Cirillus Alexandrinus - De synagogae defectu

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

16 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Transcript:

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐξ Ἀτταλείας μ. Γερασίμου Ψαλλομένη τῇ 25 η Ἰουνίου ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων Ταγμάτων. Τῆς εὐσεβείας τὸν πλοῦτον ἐν τῇ καρδίᾳ σου, Γεώργιε θεόφρον, μυστικῶς θησαυρίσας, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ ἐπαξίως ἐδέξω ἐν οὐρανοῖς, ἀφθαρσίας τὸ διάδημα. Καρτερικῶς ἐν τῇ Κρήνῃ ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἐδέξω, τὸ μαρτύριον χαίρων διὸ νῦν τῶν Κρηναίων ᾀσματικῶς, ἡ ὁμήγυρις Ἅγιε, πανηγυρίζει τὴν μνήμην σου τὴν σεπτήν, τὸν Σωτῆρα μεγαλύνουσα. Τὸν δι ἀγχόνης ἀνδρείως θάνατον ἤνεγκας, καὶ ᾔσχυνας εἰς τέλος, τὸν ἀρχέκακον ὄφιν, τὸν πάλαι ἐν ἀώρῳ σε Ἀθλητά, ἡλικίᾳ πτερνίσαντα, καὶ τῶν Μαρτύρων ἰσότιμος ἀληθῶς, ἀναδέδειξαι Γεώργιε. Φῶς ουὐρανόθεν κατῆλθεν ἐν τῷ λειψάνῳ σου, ἐμφαῖνον ἀριδήλως, ἣν ἐπλούτησας δόξαν, Γεώργιε τρισμάκαρ ὡς ἀθλητής, τοῦ Χριστοῦ ἐνθεώτατος, Ὃν [1]

ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν. Δόξα. Ἦχος α. Τῆς εὐσεβείας γεωργήσας τὸν σπόρον, καταλλήλως τῇ κλήσει Γεώργιε, τοῦ μαρτυρίου τοὺς καρποὺς ἐξήνεγκας, ὡς δῶρον πολύτιμον, τῷ γεωργῷ τῶν ὅλων, Χριστῷ τῷ Θεῷ ἡμῶν ὑπὲρ Αὐτοῦ γὰρ θανεῖν ᾑρετίσω, ἵνα τῆς ἄνω ζωῆς δρέψῃ τὰ ἀγαθά, θεολήπτῳ ψυχῇ καὶ νῦν τυχὼν τῆς ἐφέσεως, σὺν Μάρτυσιν πρέσβευε, τῶν τιμώντων σε. Καὶ νῦν. Θεοτοκίον. Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμῶν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγονῶν Σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε. Εἰς τόν Στίχον. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Ἄνθος ὡς ἀληθῶς, τῆς Ἀτταλείας ὤφθης, ἐν Κρήνῃ δὲ ἄθλήσας, Γεώργιε τῷ κόσμῳ, ὀσμὴν θείαν διέπνευσα. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἔπνιξας τὸν ἐχθρόν, τῇ σῇ ἀγχόνῃ μάκαρ, τὸν πάλαι τρώσαντά σε, καὶ ἤθλησας νομίμως, ὑπὲρ τοῦ Παντοκράτορος. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Δόξης μαρτυρικῆς, Γεώργιε μετέσχες, λιπὼν πάντα τοῦ κόσμου, καὶ χαίρεις σὺν Ἀγγέλοις, ἐν τοῖς ὑψίστοις Ἅγιε. Δόξα. Τριαδικόν. [2]

Νέος Σοι Ἀθλητής, Τριὰς Ὑπεραγία, Ὑπέρθεε Θεότης, Γεώργιος προσήχθη, ἀθλήσας θείῳ ἔρωτι. Καὶ νῦν. Θεοτοκίον. Πόθῳ τοῦ Σοῦ Υἱοῦ, Γεώργιος ὁ Μάρτυς, ἐν Κρήνῃ ἀριστεύσας, δοξάζει Σου Παρθένε, τὴν ὑπὲρ νοῦν λαμπρότητα. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Θεῖον βλάστημα, τῆς Ἀτταλείας, καὶ ἀγλάϊσμα, πόλεως Κρήνης, ἀνεδείχθης Νεομάρτυς Γεώργιε ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας στεῤῥότατα, τὸν δι ἀγχόνης ὑπέμεινας θάνατον. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Ἀπόλυσις. [3]

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Κρηναίων τὰ στίφη πανδημεί, σήμερον συνέλθωμεν, καὶ Γεωργίου τοῦ Μάρτυρος, τοῦ ἀνατείλαντος, ἐκ τῆς Ἀτταλείας, μνήμην τὴν πανίερον, ᾠδαῖς πνευματικαῖς ἑορτάσωμεν στεῤῥῶς γὰρ ἤθλησεν, ἐν τῇ Κρήνῃ πόθῳ κρείττονι, καὶ Μαρτύρων, ὤφθη ἰσοστάσιος. Ὡς ἄνθος ὑπάρχοντα τερπνόν, ὁ ἐχθρὸς ὁ δόλιος, βασκάνῳ βλέψας σε ὄμματι, Χριστοῦ ἐμάκρυνεν, ἀλλὰ τούτου Μάρτυς, τῶν παγίδων πέφευγας, γνωρίσας την ἀπάτην ἡν πέπονθας, καὶ ὡμολόγησας, τοῦ Χριστοῦ τὸ θεῖον ὄνομα, Νεομάρτυς, Ἅγιε Γεώργιε. Ἐν Κρήνῃ ἀνδρείῳ λογισμῷ, καὶ στεῤῥῷ φρονήματι, ὑπὲρ Χριστοῦ ἠνδραγάθησας, καὶ χαίρων ἤνεγκας, τὴν ἀγχόνην Μάρτυς, δι ἧς ἀπηγχόνισας, τὸν πάλαι μοχθηρῶς σε πτερνίσαντα καὶ νῦν ἱκέτευε, Ἀθλητὰ Χριστοῦ Γεώργιε, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε. Ἕτερα. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Ἀτταλείας τὸ βλάστημα, καὶ τῆς Κρήνης τὸ καύχημα, καὶ θεῖον καλλώπισμα, καὶ ἀγλάϊσμα, τῶν Ἀθλοφόρων τὸν σύναθλον, Γεώργιον μέλψωμεν, ὡς γεώργιον καινόν, φερωνύμως ὑπάρχοντα, τοῦ Παντάνακτος, καὶ καρπὸν ἐναγκόντα ἀφθαρσίας, δι ἀθλήσεως ἁγίας, τῷ Γεωργῷ πάσης κτίσεως. [4]

Ἐν ἀώρῳ τοῦ σώματος, ἐπελθὼν ὁ πολέμιος, τοῦ Χριστοῦ τῆς πίστεως σὲ ἐμάκρυνεν, ἀλλ ἀνανήψας τοῦ πτώματος, Χριστὸν ὡμολόγησας, καὶ ἐνήθλησας στεῤῥῶς, Νεομάρτυς Γεώργιε, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων ἀνεδείχθης, διανύσας τὸν ἀγῶνα, ἀπεριτρέπτῳ φρονήματι. Τὴν ἀγχόνην ὡς ἄσαρκος, ὑπομείνας Γεώργιε, τῷ Χριστῷ ἀνέδραμες ἀγαλλόμενος, καὶ φῶς ὑψόθεν ἐκάλυψε, τὸ ἅγιον σῶμά σου, ὑπεμφαῖνον ἐναργῶς, ἥνπερ εὗρες λαμπρότητα, ὡς περίδοξος, ἀθλητὴς τοῦ Σωτῆρος, Ὃν δυσώπει,ὑπὲρ πάντων τῶν τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. Δόξα. Ἦχος πλ. β. Τήν πανοπλίαν τοῦ φωτὸς ἐνδεδυμένος, τοῦ σκότους καθεῖλες τὸν ἄρχοντα, μαρτυρικοῖς ἀγῶσιν, Ἀθλοφόρε Γεώργιε τοῦ ἀοράτου γὰρ ἐχθροῦ, νουνεχῶς ἐκφυγὼν τὰς παγίδας, τῶν πάλαι Ἀθλητῶν τοῖς ἴχνεσιν ἐβάδισας, καὶ τῆς αὐτῶν λαμπρότητος περιφανῶς ἠξίωσαι. Διὸ Χριστοῦ ἡ Ἐκκλησία, ἀγαλλομένη τοῖς ἄθλοις σου, εὐσεβῶς βοᾷ σοι ὡς τῆς ἄνω δόξης ἐντρυφῶν, Νεομάρτυς ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν [5]

ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ 9-14). Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ [6]

ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε 15 - στ 3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις [7]

ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α. Τῷ φωτὶ τῆς πίστεως καταλαμφθεὶς τὴν καρδίαν, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ὁλοτρόπως ἔδραμες τῶν γὰρ κάτω συρομένων παριδὼν τὸ μάταιον, πρὸς μαρτυρικοὺς ἀγῶνας ἐχώρησας, ἀνενδότῳ ἐφέσει καὶ συμπλακεὶς τῷ τυράννῳ, τούτου τὸ κράτος ὤλεσας, καὶ τῆς νίκης τὸ διάδημα παρὰ Χριστοῦ ἐκομίσω, Νεομάρτυς Γεώργιε, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Ἐν ἀωρίᾳ ἡλικίας, τὸν πολύτιμον μαργαρίτην ἀπώλεσας, παγιδευθεὶς τῷ πολεμήτορι, ἐν νοΐ ἀτελεῖ ἀλλ ὡς στρουθίον ἄκακον, τὴν παγίδα τούτου συνέτριψας, καὶ χαρᾶς πολλῆς ἔπλησας, τῶν Ἀγγέλων τοὺς χορούς, τῇ σῇ ἀθλήσει Γεώργιε Χριστὸν γὰρ ἐδόξασας, καὶ τῶν πιστῶν τὰς τάξεις εὔφρανας διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν. Ἦχος γ. Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, πρὸς τὸ θανεῖν ὑπὲρ Χριστοῦ ἔσπευσας, ἐν φαιδρῷ τῷ προσώπῳ, Ἀθλητῶν ὁμότροπε Γεώργιε καὶ τὴν ἀγχόνην ἀσμένως αἱρετισάμενος, τροπαιοφόρος ἀνελήλυθας, πρὸς τὴν αἰώνιον ζωὴν μακάριε καὶ τῶν καμάτων τὰ ἔπαθλα δρεπόμενος, Χριστοῦ τὸ κάλλος καθορᾷς, κατὰ μέθεξιν θείου θεούμενος, καὶ μαρτυρικαῖς χορείαις συναυλιζόμενος μεθ ὧν πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν. [8]

Ἦχος δ. Μαρτυρικῶς ἠγωνισάμενος, τῆς εὐσεβείας ἔδειξας τὴν δύναμιν, ἐν τῷ θνητῷ σου σώματι, Νεομάρτυς Γεώργιε οὐδόλως γὰρ ἐκάμφθης, ἀπειλαῖς καὶ βασάνοις, ἀλλ ὅλον τὸν νοῦν ἀνέτεινας, πρὸς Χριστὸν τὸν Σωτῆρα, ᾧ νῦν ἐν δόξῃ παρεστῷς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Ὁ αὐτός. Φερωνύμως γεωργῶν, ἐν τῇ ἐφέσει τοῦ κρείττονος, τὴν ἐν Χριστῷ καρποφορίαν της πίστεως, τῇ ἀθλητικῇ σου ἐνστάσει, ταύτην ἐσφράγισας, Ἀθλητὰ Γεώργιε καὶ τῷ Σωτῆρι προσήγαγες, τοὺς καρποὺς τῶν πόνων σου, ὡς θυσίαν δεκτὴν καὶ εὐάρεστον ἔνδοξε διὸ Κρηναίων τὰ πλήθη, ἐν σοὶ καυχῶνται, ἁγιασθέντα τῇ ἀθλήσει, καὶ πόθω ἑορτάζουσι, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου... Εἰς τὸν Στίχον. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε, ἀνηρπάγης ὑπ ἐχθρῶν, ἐν τῇ παιδικῇ ἡλικίᾳ, καὶ ἐν ἀπλάστῳ ψυχῇ, τότε τὸ τῆς χάριτος, φέγγος ἀπώλεσας ἀλλ ὁ Ἥλιος ἔνδοξε, τῆς δικαιοσύνης, νοητῶς ἀνέλαμψεν, ἐν τῇ καρδίᾳ σου ὅθεν, τὴν ἀπάτην μισήσας, ἤθλησας προθύμῳ καρδία, καὶ Χριστὸν ἐδόξασας Γεώργιε. Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ὅτε, τοῖς ἀνόμοις παραστάς, στόματι ἐκήρυξας θείῳ, Χριστοῦ τὸ ὄνομα, Ἅγιε Γεώργιε, ἀκαταπλήκτῳ ψυχῇ, [9]

καὶ ποινῶν καθυπέμεινας, τὸ ἄλγος ἀνδρείως, ὥσπερ ἄλλου πάσχοντος, Χριστοῦ τῷ ἔρωτι ὅθεν καὶ τὸν θάνατον χαίρων, διὰ τῆς ἀγχόνης ὑπέστης, καὶ Μαρτύρων δήμοις συνηρίθμησαι. Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Χαίροις, Ἀτταλείας ὁ βλαστός, καὶ τῆς Κρήνης γέρας καὶ δόξα, καὶ ἐγκαλλώπισμα, Ἅγιε Γεώργιε, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ ἐν αὐτῇ γὰρ διήνυσας, τοῦ σοῦ μαρτυρίου, τὸν δρόμον τὸν κάλλιστον, ἀξιοθαύμαστε ὅθεν καὶ πιστῶς ἑορτάζει, σοῦ τὴν παναοίδιμον μνήμην, πόθῳ καταφεύγουσα τῇ σκέπῃ σου. Δόξα. Ἦχος πλ. δ. Τῶν Μαρτύρων κοινωνός, ἐν τοῖς ἐσχάτοις χρόνοις ὤφθης, τῷ ἀθλητικῷ σου παραστήματι, Νεομάρτυς Γεώργιε τοῦ παλαιμναίου γὰρ ἐχθροῦ, ἀκυρώσας τὴν βουλήν, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ὡς αἰώνιον ζωήν, ἐδέξω μακάριε καὶ νῦν Ἀγγέλων τοῖς χοροῖς, καὶ Μαρτύρων συνηδόμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Θεῖον βλάστημα, τῆς Ἀτταλείας, καὶ ἀγλάϊσμα, πόλεως Κρήνης, ἀνεδείχθης Νεομάρτυς Γεώργιε ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας στεῤῥότατα, τὸν δι ἀγχόνης [10]

ὑπέμεινας θάνατον Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Ἀπόλυσις. [11]

ΟΡΘΡΟΣ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Τῆς πλάνης ἐκφυγών, νουνεχῶς τὰς παγίδας, τὴν πίστιν τοῦ Χριστοῦ, ὡμολόγησας χαίρων, Γεώργιε ἔνδοξε, καὶ νομίμως ἠγώνισαι ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θεὸν σωματικῶς, ἀπεκύησας Κόρη, λαβόντα τὴν ἡμῶν, ἀσυγχύτως οὐσίαν, ἐθέωσας τὸ φύραμα, τῶν βροτῶν τῇ κυήσει Σου Σὺ γὰρ ἔτεκες, τὸν Ὑπερούσιον Λόγον, τὸν ῥυσάμενον, ἐκ τῆς ἀρχαίας κατάρας, Ἀδὰμ τὸν Πρωτόπλαστον. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Γεώργιον ἔμψυχον τῷ ζωοδότῃ Χριστῷ, ἐσχάτοις ἐν ἔτεσιν, ἐν τῇ ἀθλήσει τῇ Σῇ, ἐδείχθης Γεώργιε ὅθεν τῆς τῶν Μαρτύρων, μετασχὼν εὐκληρίας, νέμεις τοῖς ἐν τῇ Κρήνῃ, εὐλογίαν καὶ χάριν, τοῖς μέλπουσιν προφρόνως, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Χριστὸν Ὃν ἐκύησας ἐκ τῶν αἱμάτων τῶν Σῶν, δι ἄφατον ἔλεος, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἡμᾶς ἐκλυτρούμενον, πάντοτε ἐκδυσώπει, οἷα Μήτηρ Παρθένε, ῥύεσθαι πάσης βλάβης, καὶ παθῶν ἀκαθάρτων, τοὺς πίστει μεγαλύνοντας, τὸν ἄφραστον Τόκον Σου. [12]

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τῶν Μαρτύρων τοῖς ἴχνεσιν ἐν σπουδῇ, ἠκολούθησας Μάρτυς εἰλικρινῶς, λιπὼν τὴν καχέσπερον, ἀσεβείας σκοτόμαιναν, καὶ ἀτενίσας πόθῳ, φωτὶ τῷ τῆς χάριτος, ἐντεῦθεν τὴν ἀγχόνην, γενναίως ὑπήνεγκας ὅθεν τῶν στεφάνων, μετασχὼν τῶν ἀφθάρτων, τῆς δόξης ἠξίωσαι, τῶν Μαρτύρων γηθόμενος, Νεομάρτυς Γεώργιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε Παρθένε Μῆτερ Θεοῦ, Βασιλὶς τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, καὶ μέγα προσφύγιον, καὶ θερμὸν ἱλαστήριον, ἁπάσης οἰκουμένης, καὶ σκέπη καὶ ἔφορος, ἡμῶν τῶν προσιόντων, πιστῶς τῇ πρεσβείᾳ Σου, ῥῦσαι τὴν ψυχήν μου, λογισμῶν ἐξαγίστων, καὶ δίδου μετάνοιαν, τῇ καρδίᾳ μου πάντοτε, ἵνα πίστει κραυγάζω Σοι πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄφραστον Τόκον Σου. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἐξανθήσει. Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (ζήτει ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου). [13]

Ὁ Ν (50) Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος β. Στ. Ἐλέησόν με ὁ Θεός... Μαρτυρικῇ ἐνστάσει ὑπέδειξας, τῆς σῆς ψυχῆς τὴν στεῤῥότητα, καὶ ἀπτοήτῳ καρδίᾳ ὑπέστης, τὸν δὲ ἀγχόνης θάνατον καὶ τὸν Χριστὸν δοξάσας Γεώργιε, τῆς παρ Αὐτοῦ δόξης ἠξίωσαι, ὡς Ἀθλητὴς ἀήττητος διὸ μὴ διαλίπης πρεσβεύων, ἐξ ἀδοξίας παθῶν ῥύεσθαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου. Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς Τὸν Νεομάρτυρα Γεώργιον μέλπω. Γερασίμου. ᾨδὴ α. Ἦχος α. Σοῦ ἡ τροπαιοῦχος. Ταῖς τοῦ Παρακλήτου ἀστραπαῖς, καταλαμπόμενος Μάρτυς Γεώργιε, φωτισμόν μοι αἴτησαι, ταῖς φωτοφόροις πρεσβείαις σου Ἅγιε, ὅπως ἀνυμνήσω, τὴν ἱεράν σου πανήγυριν. Ὅλον σου τὸν νοῦν πρὸς τὸν Χριστόν, ἀποφυγὼν τῆς ἀπάτης τὸν σύνδεσμον, ὕψωσας Γεώργιε, καὶ πρὸς τὸ φῶς τὸ τῆς πίστεως ἔδραμες, καὶ κατεφωτίσθης, τὰ τῆς καρδίας σου ὄμματα. Νέος κομιδῇ ὑποπεσών, ἐν ταῖς χερσὶ τοῦ δεινοῦ πολεμήτορος, τούτου γνώμῃ κρείττονι, ἐναποδράσας ἐμφρόνως Γεώργιε, ἔδραμες προθύμως, Χριστοῦ τῇ θείᾳ λαμπρότητι. [14]

Νόμοις εὐσεβείας ῥυθμισθείς, ἀνεπτερώθης πρὸς θείαν ἀγάπησιν, καὶ Μαρτύρων ἤνυσας, ἀθλητικῶς τοὺς ἀγῶνας Γεώργιε, γνώμῃ ἀνενδότῳ, καταβαλὼν τὸν πολέμιον. Θεοτοκίον. Ἔλαμψεν ἐκ μήτρας Σου Ἁγνή, ὁ Ὑπερούσιος Λόγος καὶ Κύριος, προσλαβὼν τὸν ἄνθρωπον, ἀπεριγράπτως ὁ μόνος φιλάνθρωπος, καὶ πρὸς ἀφθαρσίαν, τοὺς πεπτωκότας ἀνύψωσεν. ᾨδὴ γ. Ὁ μόνος εἰδώς. Ὁ νοῦς φωτὶ καταυγασθείς, τῆς θείας ἐπιγνώσεως, ῥήσεσι θείαις καὶ εἰσηγήσεσι, τοῦ θεολήπτου γυναίου Ἅγιε, πλάνης τὴν σκοτόμαιναν, ἔλιπες Γεώργιε, καὶ Χριστοῦ ταῖς ἀκτῖσι προσέδραμες. Μαρτύρων εὐστάθεσιν δεικνύς, ὡς πάντα καταλέλοιπας, καὶ τοῖς ἀνόμοις παρέστης Ἅγιε, τὸ τοῦ Σωτῆρος ἅγιον ὄνομα, εὐθαρσῶς ἐκήρυξας, καὶ νομίμως ἤθλησας, καταισχύνας τὴν πλάνην τὴν βέβηλον. Ἁγίων Μαρτύρων κοινωνός, ἀθλητικῇ ἐνστάσει σου, ἐν τοῖς ὑστέροις χρόνοις γενόμενος, τούτων την χάριν καὶ τὴν λαμπρότητα ἀνεκεφαλαίωσας, Ἅγιε Γεώργιε, καὶ τῆς αὐτῶν εὐκληρίας μετέσχηκας. Θεοτοκίον. Ῥημάτων καρδίας τῆς ἐμῆς, ἄκουσον Πανάμωμε, ὡς συμπαθείας ἄπειρον πέλαγος, καὶ συνηθείας με τῆς τοῦ χείρονος, θᾶττον ἐλευθέρωσον, τρόποις μετανοίας με, ὁδηγοῦσα πρὸς βίον ὑπέρτερον. [15]

Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἀνδρείως ἤνυσας, δρόμον τὸν κάλλιστον, καὶ καταβέβληκας, ἐχθρὸν τὸν κάκιστον, τὸν σὲ πτερνίσαντα τὸ πρίν, ἀώρῳ ἐν ἡλικίᾳ ἔνθεν τὴν οὐράνιον, ἐκληρώσω ἀπόλαυσιν, θεωρῶν Γεώργιε, τοῦ Σωτῆρος τὴν ἔλλαμψιν ὦ πρέσβευε ὑπὲρ τῶν τιμώντων, τὴν ἄθλησίν σου τὴν ἁγίαν. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Σαρκὶ κυήσασα, τὸν Ὑπερούσιον, δίχα συγχύσεως, ὑπὲρ κατάληψιν, τῶν Χερουβὶμ καὶ Σεραφὶμ ἐδείχθης ὑψηλοτέρα, ἀσυγκρίτως Πάναγνε, καὶ προστάτις καὶ ἔφορος, καὶ θερμὸν προσφύγιον, παντὸς κόσμου Πανύμνητε διό Σε ἀνυμνοῦντες βοῶμεν χαῖρε ἡ Κεχαριτωμένη. ᾨδὴ δ. Ὄρος σε τῇ χάριτι. Τείνας τῆς καρδίας σου, τὰ ὦτα Γεώργιε, τῇ φιλοθέῳ γυναικί, λόγον εἰσδέδεξαι ζωῆς, καὶ χαίρων ἀνέδραμες, ἐν τῇ Σιὼν καὶ θερμοτάταις δεήσεσι, προσωκειώθης τῷ πάντων δεσπόζοντι. Ὕμνοις καὶ δεήσεσι, σχολάζων Γεώργιε, σὺν τῇ μητρί σου τῇ θετῇ, ἐν πόλει Ἱερουσαλήμ, ἐπλήσθης τῆς χάριτος, τοῦ Παναγίου πανόλβιε Πνεύματος, ἀνακαθάρας ψυχῆς τὴν κατάστασιν. Ῥώμην ἐνδυσάμενος, καὶ χάριν Γεώργιε, ἐν πόλει Ἱερουσαλήμ, παρὰ τοῦ πάντων Ποιητοῦ, Αὐτὸν ἐθεράπευσας, ἐν μετανοίας τοῖς ἔργοις καὶ δάκρυσιν, ἀνακαλούμενος βίου τὸν ὄλισθον. [16]

Ἄνωθεν εὑράμενος, θεόθεν Γεώργιε, Μαρίαν τὴν θεοφιλῆ, παρήγορον καὶ ἀρωγόν, τὸν δρόμον διήνυες, τῆς εὐσεβείας ἐνθέως στελλόμενος, πρὸς ἀρετῶν τὴν τελείαν κατάκτησιν. Θεοτοκίον. Γέγονεν ὁ Τόκος Σου, ὁ ἄφραστος Ἄχραντε, ἀνάπλασις τῶν γηγενῶν, καὶ σωτηρία τῶν βροτῶν Χριστὸν γὰρ ἐκύησας, τὸν ἐπὶ πάντων Θεὸν ὑπὲρ ἔννοιαν, πρὸς ἀφθαρσίαν ἡμᾶς ἀνυψώσαντα. ᾨδὴ ε. Ὁ φωτίσας τῇ ἐλλάμψει. Ἐν τῇ Κρήνῃ παρεγένου, καὶ ἐν ταύτῃ ἐσκήνωσας, μετανοίας ἐν τοῖς ἔργοις τὸν Χριστὸν ἱλεούμενος, καὶ ἐν πολιτείᾳ καθαρᾷ, Γεώργιε τὴν πάλαι, ἀνεκαλέσω κατάπτωσιν. Ὡς παρέστης ἀπτοήτως τοῖς ἀνόμοις μακάριε, τὴν χριστώνυμόν σου κλῆσιν, εὐθαρσῶς ὡμολόγησας ὅθεν ἐξεπλάγησαν τὴν σήν, ἔνστασιν ἁγίαν, πάντες οἱ ἀντικείμενοι. Ῥήμασι τῶν ἀσεβούντων, μὴ πτοούμενος Ἅγιε, ῥαβδισμοὺς καθυπομένεις, ἀπτοήτῳ φρονήματι, καὶ τῇ καρτερίᾳ τῇ πολλῇ, ἐῤῥάπισας εἰς τέλος, τῆς ἀσεβείας τὸ πρόσωπον. Θεοτοκίον. Γνώμην ἔφρονά μοι δίδου, καὶ γνησίαν μετάνοιαν, ὡς ἂν πάντα ἀποφύγω τοῦ δολίου τὰ σκάνδαλα, Κεχαριτωμένη Μαριάμ, καὶ τύχω σωτηρίας, τῇ μητρικῇ ἱκεσίᾳ Σου. [17]

ᾨδὴ στ. Τὸν Προφήτην Ἰωνᾶν. Ἰσχὺν ἄνωθεν λαβών, προσεχώρησας στεῤῤῶς, πρὸς ἀγῶνα τὸν καλόν, τῆς ἀθλήσεως τῆς σῆς Γεώργιε, καὶ τὸν ἀρχαῖον ἐχθρὸν κατέβαλες. Οὐδαμῶς τὰς ἀπειλάς, ἐπτοήθης τῶν ἐχθρῶν, ἀλλ ὑπέμεινας στεῤῥῶς, τὴν ἀγχόνην Ἀθλητά, καὶ εἴληφας παρὰ Κυρίου, ἄφθαρτον στέφανον. Νεκρωθεὶς διὰ Χριστόν, ἐν ἀγχόνῃ Ἀθλητά, φῶς οὐράνιον τὴν σήν, ἄθλησιν προσβεβαιοῖ Γεώργιε, καὶ ὑπεμφαίνει, τὴν σὴν λαμπρότητα. Θεοτοκίον. Μεγαλύνομεν τὴν Σήν, κύησιν τὴν θαυμαστήν, ὅτι τέτοκας Χριστόν, τὸν παντέλειον Θεόν, γενόμενον δι εὐσπλαγχνίαν, Παρθένε ἄνθρωπον. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἐν τῇ Κρήνῃ ἤθλησας, ἀνδρειοφρόνως, Ἀθλητὰ Γεώργιε, καὶ καταβέβληκας ἐχθρόν, διὸ τὴν θείαν σου ἄθλησιν, ἀνευφημοῦντες, Χριστὸν μεγαλύνομεν. Ἕτερον. Ἦχος β. Τὰ ἄνω ζητῶν. Μαρτύρων Χριστοῦ ἐδείχθης ἰσοστάσιος, ἀθλήσας στεῤῥῶς, Γεώργιε μακάριε καρτερῶς γὰρ ἤνεγκας δι ἀγχόνης τὸν θάνατον ἔνδοξε διὸ μὴ παύση πρεσβεύων ἀεί, σωθῆναι τοὺς πόθῳ σε γεραίροντας. Ὁ Οἶκος. Νεοφανὴς ὥσπερ ἀστήρ, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἀνέτειλας ὡς ἀληθῶς, τῆς εὐσεβείας τὸν καλόν, [18]

τετελεκὼς ἀγῶνα, ὑπὲρ ἧς εἵλου τὸ θανεῖν, Νεομάρτυς Γεώργιε. Εἰ γὰρ καὶ πρὸς καιρὸν ἐν ὁδῷ ἀσεβῶν ἐπορεύθης, ἐν παιδικῇ ἡλικίᾳ, δουλωθεὶς τῷ πλάνῳ, ἀλλὰ τῇ ἄνωθεν προνοίᾳ, ὁδηγηθεὶς καλῶς, ἐπανεῦρες τὸν πολύτιμον μαργαρίτην, καὶ ὑπὲρ Αὐτοῦ προθύμως τέθνηκας, τὴν καλὴν ὁμολογίαν τρανώσας, καὶ Μαρτύρων μιμητὴς γενόμενος. Διὸ ἡ πόλις Κρήνη ἁγιασθεῖσα τῇ ἀθλήσει σου, πανηγυρίζει τὴν μνήμην σου, καὶ ὁμοφώνως ἐκβοᾷ σοι Ἅγιε μὴ παύση πρεσβεύων τῷ Κυρίῳ, σωθῆναι τοὺς πόθῳ σε γεραίροντας. Συναξάριον. Τῇ κε τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀτταλείας μὲν καταγομένου, ἐν δὲ τῇ Κρήνῃ τῆς Μικρᾶς Ἀσίας καὶ δι ἀγχόνης τελειωθέντος ἐν ἔτει ᾳωκγ (1823). Στίχοι Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων, ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν. Εἰκάδι πέμπτῃ Γεώργιος φαίδιμος τέτληκε βρόχον. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ἡ κάμινος Σωτήρ. Μαρτύρων συμπολίτης γενόμενος, κραυγάζεις σὺν αὐτοῖς τῷ Ποιήσαντι εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν. [19]

Εὐφραίνεται ἡ Κρήνη Γεώργιε, τιμῶσα τοὺς ἁγίους ἀγῶνάς σου, καὶ ἑορτάζει φαιδρῶς, τὴν θείαν μνήμην σου. Λαμπόμενος φωτὶ τοῦ Κυρίου σου, ἐκ σκότους παθημάτων ἐκλύτρωσαι, Γεώργιε Ἀθλητά, τοὺς σὲ γεραίροντας. Παντοίων πειρασμῶν ἀπολύτρωσαι, Γεώργιε τοὺς σὲ μακαρίζοντας, ὡς παῤῥησίαν πολλήν, ἔχων πρὸς Κύριον. Θεοτοκίον. Ὡς Μήτηρ τοῦ Θεοῦ Ἀειπάρθενε, ἱκέτευε πταισμάτων συγχώρησιν, δίδοσθαι τοῖς πιστῶς, Σὲ μεγαλύνουσι. ᾨδὴ η. Ὃν φρίττουσιν Ἄγγελοι. Γενναίῳ φρονήματι, καὶ γνώμῃ σταθερᾷ, ἠρνήσω τὰ πρόσκαιρα, καὶ πάσας τὰς τιμάς, καὶ χαίρων ὑπῆλθες τοὺς ἀγῶνας σοφέ, τῶν πάλαι Μαρτύρων, ὡς τοῦ Χριστοῦ θεράπων. Ἐξ ὕψους φῶς ἄϋλον, τὸ σῶμά σου σοφέ, ἐκάλυψε ἅπασι, τὴν σὴν ὑποδηλοῦν, ἣν εὕρηκας δόξαν, ἐν ἀΰλοις σκηναῖς, παρὰ τοῦ Κυρίου, ὡς Μάρτυς στεφηφόρος. Ῥεόντων ὑπέρτερος, θεόφρονι ψυχῇ, ἐδείχθης Γεώργιε, τῷ ἔρωτι Χριστοῦ, καὶ ἤθλησας χαίρων, δι ἀγάπην Αὐτοῦ, καὶ ταῖς τῶν Μαρτύρων, ἠρίθμησαι χορείαις. [20]

Θεοτοκίον. Ἀγγέλων Βασίλισσα, καὶ σκέπη τῶν βροτῶν, Σὲ εἶ Ἀειπάρθενε, τεκοῦσα τὸν Χριστόν διὸ βασιλείας, τῆς ἄνω δυσωπῶ, πολίτην με δεῖξον, τὸν Σὸν ἀχρεῖον δοῦλον. ᾨδὴ θ. Τὴν Ζωοδόχον Πηγήν. Σὲ ἀρωγὸν καὶ θερμὸν ἀντιλήπτορα, οἱ εὐσεβοῦντες Κρηναῖοι πλουτήσαντες, πόθῳ ἑορτάζομεν τὴν ἁγίαν μνήμην σου, καὶ εὐλαβῶς σοι Γεώργιε δίδου ἡμῖν Ἀθλητά, χάριν ἄνωθεν. Ἰσχύϊ θείᾳ τὸν δρόμον διήνυσας, τοῦ μαρτυρίου σου Μάρτυς Γεώργιε, καὶ ἐχθρὸν κατέβαλες, τὸν σὲ πρώην τρώσαντα, οὗ τῆς κακίας ἡμᾶς ἀτρώτους ἡμᾶς τήρει, τοὺς τὴν ἁγίαν σου μνήμην γεραίροντας. Μαρτυρικῶς καθελὼν τὸν ἀντίπαλον, καὶ ὑποστὰς τὴν ἀγχόνην ὡς ἄσαρκος, πρὸς Χριστὸν ανέδραμες, Ἀθλητὰ Γεώργιε, καὶ παρ Αὐτοῦ ἐδοξάσθης ἐπαξίως, ὡς Ἀθλοφόρος Αὐτοῦ ἐνθεώτατος. Ὁ μιμητὴς τῶν Μαρτύρων καὶ σύναθλος, καὶ τῶν Κρηναίων προστάτης καὶ ἔφορος, καὶ ἡμῶν πρὸς Κύριον, πρεσβευτὴς θερμότατος, ὁ Νεομάρτυς Γεώργιος τιμάσθω, τῆς Ἀτταλείας τὸ ἅγιον βλάστημα. Θεοτοκίον. Ὑψίστου ὤφθης καθέδρα περίδοξος, ἐν ταῖς χερσί Σου κρατοῦσα ὡς νήπιον, τὸ τῶν ὅλων Κύριον, Ὃν ἀτρέπτως τέτοκας, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων Θεοτόκε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. [21]

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Τοῦ μαρτυρίου ἤνυσας, τὸν ἀγῶνα νομίμως, ὑπεριδὼν Γεώργιε, τῶν ἀνόμων τὸ κράτος, καὶ τὴν ἀπάτην καθεῖλες, ψυχικῇ εὐσθενείᾳ, ὡς στρατιώτης ἄριστος, τοῦ Δεσπότου τῶν ὅλων καὶ Ποιητοῦ, Ὃν ἀεὶ ἱκέτευε Νεομάρτυς, δοῦναι ἡμῖν συγχώρησιν, καὶ παθῶν θεραπείαν. Θεοτοκίον. Ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, τὸν Θεὸν τῶν ἁπάντων, ἀναλλοιώτως τέτοκας, εἰς ἡμῶν σωτηρίαν, θεοχαρίτωτε Κόρη, καὶ τῆς Εὔας τὴν λύπην, ἠφάνισας τῷ τόκῳ Σου, καὶ πηγὴν ἀφθαρσίας καὶ χαρμονῆς, ἔβλυσας Παρθένε πάσῃ τῇ κτίσει, διό Σου τὴν ἀνέκφραστον, μεγαλύνομεν δόξαν. Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων Ταγμάτων. Τῆς εὐσεβείας τὴν χάριν ἀμφιασάμενος, διήλεγξας τῆς πλάνης, τὴν ἰσχὺν καὶ τὸ θράσος, δυνάμει τοῦ Σωτῆρος ἀθλητικῇ, παῤῥησίᾳ σου Ἅγιε, καὶ τῶν Μαρτύρων ἰσότιμος ἀληθοῦς, ἐχρημάτισας Γεώργιε. Ἀπεριτρέπτῳ καρδίᾳ καὶ σταθερῷ λογισμῷ, τὸν θάνατον ὑπέστης, δι ἀγχόνης θεόφρον, καὶ ἤρθης πρὸς σκηνώσεις τῶν οὐρανῶν, νικηφόρος Γεώργιε ἀλλὰ μὴ παύση πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν. Τὴν σὴν φερώνυμον κλῆσιν ἐπαληθεύουσαν, ὑπέδειξας θεόφρον, τῇ στεῤῥᾷ σου ἀθλήσει, λαμπρῶς [22]

τῷ Σωτῆρι γεωργηθείς, Νεομάρτυς Γεώργιε, τῆς ἀφθαρσίας ἐδρέψω ἐν οὐρανοῖς, τοὺς καρποὺς ἀγαλλιώμενος. Φῶς κατελθὸν τὴν σὴν δόξαν πᾶσιν ὑπέδειξε, τῷ σῷ ἁγίῳ σκήνει, ἀριδήλως θεόφρον, ἐντεύθεν οἱ Κρηναῖοι τὴν σὴν λαμπράν, μακαρίζουσιν ἄθλησιν, καὶ ὡς προστάτην καὶ πρέσβυν πρὸς τὸν Χριστόν, ἀνυμνοῦσί σου Γεώργιε. Δόξα. Ἦχος πλ. α. Τὸ πῦρ τὸ νοερόν, παρὰ Χριστοῦ δεξάμενος, πρὸς μαρτυρικοὺς ἀγῶνας ἐχώρησας, θεοφρόνως Γεώργιε καὶ τῆς ἀσεβείας φλέξας τὴν ἄκανθαν, ὡς ἀστὴρ νεοφανὴς ἀνήφθης, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῇ ἀθλητικῇ σου ἐνστάσει καὶ μαρτυρικῶν ἐπάθλων, δεξάμενος τὰς δωρεάς, ἀδιαλείπτως πρέσβευε τῷ ἀθλοθέτῃ Λόγῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. Μεγαλυνάριον. Χαίροις Ἀτταλείας θεῖος βλαστός, καὶ γέρας Κρηναίων, καὶ μεσίτης πρὸς τὸν Χριστόν χαίροις Νεομάρτυς, Γεώργιε Κυρίου, της Ἐκκλησίας ὄντως νέον γεώργιον. Δίστιχον Γεώργιε πρόσδεξαι τὴν ὑμνωδίαν, ἥν σοι Γεράσιμος ἐξύφανε ἤδη. [23]