ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Σχετικά έγγραφα
25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

25 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Όρθρος των Χριστουγέννων

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

30 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

28 ΙΟΥΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

15 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

22 ΑΠΡΙΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

6 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΙΟΥΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

29 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

2 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

20 ΑΥΓΟΥΣΤΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

Transcript:

31 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Ηχος πλ.α Εωθινόν Η ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.α Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ. α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπολυτίκιον Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ. Δόξα Πατρί...Ἦχος β Ἀπολυτίκιον τῶν Θεοπατόρων Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύµατα τῷ Θεοπάτορι Παρθένον εἶδες κυοφορήσασαν, µετὰ Mάγων προσεκύνησας, µετὰ Ποιµένων ἐδοξολόγησας, δι' Ἀγγέλου χρηµατισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Καὶ νῦν...τῆς Ἑορτῆς Ἦχος δ Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡµῶν, ἀνέτειλε τῷ κόσµῳ, τὸ φῶς τὸ τῆς γνώσεως ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωµιάσωµεν, τὴν ταφὴν τὴν ἁγίαν ὕµνοις τιµήσωµεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωµεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν µνηµάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. 1

Δόξα Πατρὶ... Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν µνήµατι ἐτέθης, ὁ κενώσας τὰ µνήµατα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναµε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Καὶ νῦν... Κάθισµα τῆς Ἑορτῆς Ἦχος δ Κατεπλάγη Ἰωσὴφ Δεῦτε ἴδωµεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωµεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, µετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑµνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιµένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήµερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲµ τῆς Ἰουδαίας. Μετὰ τὴν β Στιχολογίαν. Κύριε, µετὰ τὴν τριήµερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλµησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάµην σε, ἄρα καλέσεις µε τοῦ λοιποῦ µαθητήν, ἢ πάλιν δείξεις µε ἁλιέα βυθοῦ; ἀλλὰ µετανοοῦντά µε δέξαι, ὁ Θεὸς καὶ σῶσον µε. Δόξα Πατρί... Κύριε, ἐν µέσῳ σε προσήλωσαν, οἱ παράνοµοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆµον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήµερος, ἔδραµον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούµενε Σωτήρ, ὃν ὑµνοῦσιν Ἄγγελοι, εὐλογηµένε Κύριε δόξα σοι. Καὶ νῦν... Κάθισµα τῆς Ἑορτῆς Ἦχος δ Κατεπλάγη Ἰωσὴφ Τί θαυµάζεις Μαριάµ; τί ἐκθαµβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτοµένου τὴν σύλληψιν µὴ διδαχθεῖσα. Ἄνανδρος εἰµί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲµ τῆς Ἰουδαίας. Τὰ ἀναστάσιµα εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. 2

Λίαν πρωΐ, Μυροφόροι ἔδραµον, πρὸς τὸ µνῆµά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, µὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Μυροφόροι γυναῖκες, µετὰ µύρων ἐλθοῦσαι, πρὸς τὸ µνῆµά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγοµένου. Τί µετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ µνήµατος. Δόξα Πατρί... Τριαδικὸν Προσκυνοῦµεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦµα, τὴν Ἁγίαν Τριάδα, ἐν µιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείµ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰµ ἁµαρτίας, χαρµονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. X3 Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοὴ Ἦχος πλ. α' Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαµβούµεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόµεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύµασι, καὶ παρέχοντος ἡµῖν µέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐν τῷ θλίβεσθαί µε Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ µου. Ῥῦσαί µου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρηµικοῖς ζωὴ µακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουµένοις. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶµεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀµέ, Χριστὲ ἱπταµένη, σκαιωρίας πάσης περιφυλαξάτω. Δόξα Πατρί... Καὶ νῦν... 3

Ἁγίῳ Πνεύµατι, θεολογοῦντες φῶµεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ Ἐπὶ τοῖς εἰρηκόσι µοι. Εἰς τὰς αὐλὰς προσβῶµεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέµπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐµψυχοῦται, ὡς ἐν Πατρί......ἅµα τε καὶ Λόγῳ. Προκείµενον Ἀνάστηθι Κύριε ὁ Θεός µου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀνάστηθι Κύριε ὁ Θεός µου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Στίχ. Ἐξοµολογήσοµαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ µου διηγήσοµαι πάντα τὰ θαυµάσια σου. Ἀνάστηθι Κύριε ὁ Θεός µου...... ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήµερον Εὐφροσύνης σήµερον, Δαυΐδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντα, ἀνυµνοῦσι καὶ βοῶσιν, Οἰκτίρµον σῷζε τοὺς σὲ γεραίροντας. Ὁ Οἶκος Ἀποῤῥήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώµατι, ὁ ἀπερίγραπτος, καὶ σώζει ἀτρέπτως τὰς ἄµφω οὐσίας, ἀρχὴν λαµβάνει ὁ φύσει ἄναρχος, καὶ µόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύµπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεµνυνοµένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶµεν, Οἰκτίρµον σῷζε τοὺς σὲ γεραίροντας. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΛΑ τοῦ αὐτοῦ µηνός, Μνήµη τῆς Ὁσίας Μητρὸς ἡµῶν Μελάνης τῆς Ῥωµαίας. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ Ὀρφανοτρόφου. Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Τῇ αὐτῇ ἡµέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται. 4

Τῇ αὐτῇ ἡµέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικοµηδείᾳ διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται. τοὺς ὀφθαλµοὺς Τῇ αὐτῇ ἡµέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυµπιοδώρα πυρὶ τελειοῦται. Τῇ αὐτῇ ἡµέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ἅγιοι Μάρτυρες Βούσιρις, Γαυδέντιος καὶ Νέµη ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡµέρᾳ, Κυριακῇ µετὰ τὴν Χριστοῦ Γέννησιν, µνήµη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡµῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυΐδ τοῦ Προφήτου καὶ Βασιλέως. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α Ἦχος α Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυµνήσατε λαοί, ὅτι δεδόξασται. Ἰαµβικὸς Ἔσωσε λαόν, θαυµατουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦµα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡµῖν, ὃν κατ οὐσίαν, Ἲσόν τε Πατρί, καὶ βροτοῖς δοξάζοµεν. Ὠδὴ γ' Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωµεν Ὁ ἀνυψώσας τὸ κέρας ἡµῶν, Ἅγιος εἶ Κύριε. Ἰαµβικὸς Νεῦσον πρὸς ὕµνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρµένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁµαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγµένους, Μάκαρ, µελῳδοὺς......τῇ βάσει τῆς πίστεως. Ὠδὴ δ' 5

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός Δόξα τῇ δυνάµει σου, Κύριε. Ἰαµβικὸς Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούµ, προµηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν......εἰς ἀνάπλασιν Λόγος. Ὠδὴ ε' Ὁ Εἱρµὸς Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρµῶν, τῆς µεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόµενον, ἀπέστειλας ἡµῖν ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦµέν σε, φιλάνθρωπε. Ἰαµβικὸς Ἐκ νυκτὸς ἔργων, ἐσκοτισµένης πλάνης Ἱλασµὸν ἡµῖν Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕµνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ' ἣν ἀνατρέχοντες......εὕροιµεν κλέος. Ὠδὴ ς' Σπλάγχνων Ἰωνᾶν, ἔµβρυον ἀπήµεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήµαντον. Ἰαµβικὸς Ναίων Ἰωνᾶς, ἐν µυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον µολεῖν σε......τῆς ἐµῆς ῥαθυµίας. ᾠδὴ ζ Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγµατος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν µέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. Ἰαµβικὸς 6

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυµαίνοντος ἠγκιστρωµένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν......Εἰς αἰῶνας εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Θαύµατος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάµινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν διὸ ἀνυµνοῦντες ἀναµέλψωµεν Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἰαµβικὸς Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούµενοι νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισµένην. Ἄµφω δὲ δρῶσα, θαυµατουργίᾳ µιᾷ, Λαοὺς πρὸς ὕµνον ἐξανίστησι χάρις. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... Ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ') ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ Η ( Ἰωάν. 20,11-18) 7

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς... Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς εἰς ἦχον β Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ παντὸς. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµα σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου, ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους, καὶ ἐλέησόν µε ὁ Θεός. Δόξα Πατρί... Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. 8

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Πεντηκοστάριον Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡµῖν, τὴν αἰώνιον ζωὴν καὶ µέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτός... ᾠδὴ θ' ΜΕΓΑΛΥΝΑΡΙΑ Ψαλλόµενα ἐν τῇ ᾠδῇ ταύτῃ Ἦχος α' Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευµάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυµνοῦντες µεγαλύνοµεν. Μεγάλυνον ψυχή µου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα. Ἐξαίσιον δρόµον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάµποντος, Χριστὸν Βασιλέα ἐτεκµήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέµ, εἰς σωτηρίαν ἡµῶν. Μεγάλυνον ψυχή µου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα. Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκοµεν, µανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεοµάχος φρυαττόµενος. Μεγάλυνον ψυχή µου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα. Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέµ, προσκυνοῦσι Χριστῷ σὺν δώροις ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούµενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόµενον. Ἕτερα εἰς τὸν Ἰαµβικὸν Κανόνα Σήµερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. Στέργειν µὲν ἡµᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕµνους ὑφαίνειν, συντόνως τεθηγµένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Σήµερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. Στέργειν µὲν ἡµᾶς... 9

Δόξα Πατρί... Μεγάλυνον ψυχή µου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγµένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισµένης, Δοξούµενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦµεν γαστέρα. Καὶ νῦν... Μεγάλυνον ψυχή µου, τὴν λυτρωσαµένην, ἡµᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωµένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ τὴν χάριν δὲ Παρθένε, Νέµοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος. Καταβασίαι Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευµάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυµνοῦντες µεγαλύνοµεν. Μεγάλυνον ψυχή µου, τὴν λυτρωσαµένην, ἡµᾶς ἐκ τῆς κατάρας. Ἰαµβικὸς Στέργειν µὲν ἡµᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕµνους ὑφαίνειν, συντόνως τεθηγµένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιός ἐστι. Ἐξαποστειλάριον Η Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ µνηµείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶµα, τοῦ Ἰησοῦ µου τέθεικας; 10

κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε, Μή µου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειµι, εἰπὲ τοῖς ἀδελφοῖς µου. Τοῖς Μαθηταῖς συνέλθωµεν Σὺν Ἰακώβῳ µέλψωµεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυΐδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα, τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲµ ἐν τῇ πόλει, θεοπρεπῶς, µετ' Ἀγγέλων, Μάγων τε καὶ Ποιµένων, αὐτῷ τὸν ὕµνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ. Ἦχος γ Αὐτόµελον Ἐπεσκέψατο ἡµᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡµῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕροµεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου......ἐτέχθη ὁ Κύριος. ΑΙΝΟΙ Ἦχος πλ.α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, ἐσφραγισµένου τοῦ τάφου ὑπὸ τῶν παρανόµων, προῆλθες ἐκ τοῦ µνήµατος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώµατοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀµφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύµατα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ µυστήριον, ὃ ἀνυµνοῦσιν, ἀπόδος ἡµῖν ἀγαλλίασιν, καὶ τὸ µέγα ἔλεος. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως αὐτοῦ. Κύριε, τοὺς µοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσµὰ διαῤῥήξας, τοῦ µνήµατος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς µαρτύριον τῆς ἀληθοῦς τριηµέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούµενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡµᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Κύριε, αἱ Γυναῖκες ἔδραµον ἐπὶ τὸ µνῆµα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡµᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήµενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς µαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡµῶν. 11

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισµένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισµένων, πρὸς τοὺς µαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώµατος πάθη, ἅπερ κατεδέξω Σωτὴρ µακροθυµήσας, ὡς ἐκ σπέρµατος Δαυΐδ, µώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσµον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡµᾶς. Ἰδιόµελα τῆς Ἑορτῆς Ἦχος δ Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἀνδρέου Ἱεροσολυµίτου Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶµ µιµουµένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιµένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυµνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ αὐτὸς Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ µυστήριον ἔρευναν, πίστει µόνῃ τοῦτο πάντες δοξάζοµεν, κράζοντες µετὰ σοῦ καὶ λέγοντες. Ἀνερµήνευτε Κύριε, δόξα σοι. Ὁ αὐτὸς Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου κάθου ἐκ δεξιῶν µου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δεῦτε ἀνυµνήσωµεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν µετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔµψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυµνοῦµέν σε, µετὰ τῶν Ποιµένων δοξάζοµεν κράζοντες Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡµᾶς. Ὁ αὐτὸς Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤµοσε Κύριος, καὶ οὐ µεταµεληθήσεται. Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ µηνύει. Μάγοι προσκυνοῦσι. Ποιµένες θαυµάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται. Δόξα Πατρί... Ἦχος πλ.δ Ἀνατολίου Αἷµα καὶ πῦρ, καὶ ἀτµίδα καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ αἷµα τὴν Σάρκωσιν πῦρ τὴν Θεότητα, ἀτµίδα δὲ καπνοῦ, τὸ Πνεῦµα τὸ ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, 12

καὶ κόσµον εὐωδιάσαν. Μέγα τὸ µυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.δ ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. 13

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιµον Τροπάριον Ἦχος πλ.δ Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡµῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Αντίφωνον α Ἦχος β. Στίχ. α Ἐξοµολογήσοµαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ µου, διηγήσοµαι πάντα τὰ θαυµάσιά σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. Στίχ.β Εν βουλῇ εὐθέων καί συναγωγῇ, µεγάλα τά ἔργα Κυρίου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. Στίχ.γ Εξεζητηµένα εἰς πάντας τά θελήµατα αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς 14

Στίχ.δ Εξοµολόγησις καί µεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς Δόξα Πατρὶ... Καί νῦν... ἀµφότεροι οἱ χοροὶ ὁµοῦ Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. Στίχ. α Μακάριος ἀνήρ, ὁ φοβούµενος τόν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Σῶσον ἡµᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. β Δυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρµα αὐτοῦ. Σῶσον ἡµᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. γ Δόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ µένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Σῶσον ἡµᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Στίχ. δ Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Σῶσον ἡµᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι Αλληλούϊα. Δόξα Πατρί... Καὶ νῦν καὶ ἀεὶ... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ' Στίχ. α Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου κάθου ἐκ δεξιῶν µου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀπολυτίκιον Ἦχος δ Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡµῶν, ἀνέτειλε τῷ κόσµῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Στίχ. β Ράβδον δυνάµεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. 15

Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡµῶν... Στίχ. γ Μετά σοῦ ἡ ἀρχή ἐν ἡµέρᾳ τῆς δυνάµεώς σου, ἐν ταῖς λαµπρότησι τῶν Αγίων σου. Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡµῶν... Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Ἦχος β ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤµοσε Κύριος, καὶ οὐ µεταµεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος πλ. α Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ. Ἀπολυτίκιον. Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡµῶν, ἀνέτειλε τῷ κόσµῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Ἦχος β' Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυΐδ τὰ θαύµατα τῷ Θεοπάτορι, Παρθένον εἶδες κυοφορήσασαν, µετὰ Mάγων προσεκύνησας, µετὰ Ποιµένων ἐδοξολόγησας δι' Ἀγγέλου χρηµατισθείς, ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Τοῦ Ναοῦ τὸ Κοντάκιον Ἦχος γ' ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, µόνον ὅταν τελῆται συλλείτουργον) Ἡ Παρθένος σήµερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι µετὰ Ποιµένων δοξολογοῦσι. Μάγοι δὲ µετὰ ἀστέρος ὁδοιποροῦσι. δι' ἡµᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. Τρισάγιον Ἀπόστολος ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ Προκείµενον ἦχος πλ.β Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονοµίαν σου. Στίχ. Πρὸς σέ, Κύριε,κεκράξοµαι ὁ Θεὸς µου. 16

Πρὸς Τιµόθεον Β Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσµα. (Β Τιµ.Δ 5-8) Tέκνον Τιµόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδοµαι, καὶ ὁ καιρὸς τῆς ἐµῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισµαι, τὸν δρόµον τετέλεκα, τὴν πίστιν τετήρηκα λοιπὸν ἀπόκειταί µοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει µοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡµέρᾳ, ὁ δίκαιος κριτής, οὐ µόνον δὲ ἐµοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἦχος δ Ἀλληλούϊα (γ ) Στίχ.Ὁ Θεός οἰκτιρήσαι ἡµᾶς καὶ εὐλογήσαι ἡµᾶς. Στίχ. Ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ ἡµᾶς καὶ ἐλεήσαι ἡµᾶς. Εὐαγγέλιον ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ Εὐαγγέλιον κατὰ Μάρκον (Μαρκ. α 1-8). Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ... Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό Εξαιρέτως Ἦχος α Μεγάλυνον ψυχή µου, τὴν τιµιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευµάτων. Στέργειν µὲν ἡµᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕµνους ὑφαίνειν, συντόνως τεθηγµένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου. Κοινωνικόν Ἦχος α Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα. Ἀντί τοῦ «Εἴδοµεν τό φῶς». Ἀπολυτίκιον. Ἦχος δ. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡµῶν, ἀνέτειλε τῷ κόσµῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς) Ἀπόλυσις «... Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθείς διά τήν ἡµῶν σωτηρίαν καὶ ἀναστάς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡµῶν...» 17