26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ Ὁσιομάρτυρος Παρασκευῆς

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος βαρύς. Ἑωθινὸν ε.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος,

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

26 ΙΟΥΛΙΟΥ 2018 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

2 ΝΟΕΜΒΡΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

29 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ (Χαναναίας) Ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἱερομάρτυρος Ἰγνατίου τοῦ θεοφόρου ( 107). Ἦχος βαρύς. Ἑωθινὸν ι.

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

11 ΝΟΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Η Λουκᾶ Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, Θεοδώρου τοῦ Στουδίτου. Ἦχος βαρύς. Ἑωθινὸν Β.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 22 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Δ Νηστειῶν Ὁσ.Ἰωάννου τῆς Κλίμακος. Βασιλείου πρεσβ.ἀγκυρανῶν.

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡ. 5 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἀθανασίου τοῦ ἐν Ἄθω ( 1000) καὶ Λαμπαδοῦ ὁσίων. Ἦχος δ. Ἑωθινὸν ε. ἡμῶν.

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Transcript:

26 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ Παρασκευῆς ὁσιομάρτυρος (β αἰ.). Ἑρμολάου ἱερομάρτυρος, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους ( 305). Ἦχος βαρύς. Ἑωθινὸν Η. (τυπικὸν 26ης Ἰουλίου, 2 3). * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος βαρύς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς. Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον ἠνέ ῳξας τῷ λῃστῇ τὸν Παράδεισον τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ λεος. Τῆς Ἁγίας. Ἦχος α. Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθληφόρε ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ νοικήσαντι ἐν σοί δόξα τῷ προελθόντι ἐκ σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος βαρύς. Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον γυναῖκες δὲ ἐ κραύγαζον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι. Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος βαρύς. Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις Πνεῦμα εὐθὲς δι αὐτῶν 1

ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης. Ἀ νέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι. Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος ἀεὶ εὐλογημένη, καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος βαρύς. Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Οἱ Ἀναβαθμοί. Ἦχος βαρύς. Ἀντίφωνον Α. Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας. Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀ ειζωοτροφίας. Καὶ νῦν. 2

Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος αὐτῷ αἴνεσις, δόξα, τιμή, καὶ κράτος. Ἀντίφωνον Β. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱοθεσίας. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ. Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα ὁμόδοξον Πατρὶ καὶ Υἱῷ, λατρευτὸν γάρ. Προκείμενον. Ψαλμὸς θ (9). Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι, Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Η Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 11 18). Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔ δει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅ τι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐ βάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ῥαββουνί, ὃ λέγεται, διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς Μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀ 3

παγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. 4

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ἦχος βαρύς. Ὁ Εἱρμός. Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐ πινίκιον. Τροπάρια. Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε ὅ θεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται. ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὀδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν. Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων) Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην. Θεοφάνους. ᾨδὴ α. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι. Μαρτύρων, σὺ καλλονὴ ἀνέφανας, τὰς τοῦ ἐ χθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας. Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀ πονέμων προσκύνησιν ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται. Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο. ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Ὁ κατ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁ μολογίας σου στερέωσον. Τροπάρια. Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι. Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔ δειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ διὰ Σταυροῦ γὰρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, 5

καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον. Τῆς Ἁγίας. ᾨδὴ γ. Ἦχος α. Εὐφραίνεται ἐπὶ σοί. Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν. Ῥωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος. Ἀγάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Μεσῴδιον Κάθισμα ἐκ τοῦ Μηναίου. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας, τῷ Σωτῆρι τῶν ὅλων καὶ τυράννων θράση, στεῤῥῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας ὅθεν ὁ Χριστός σοι, τοὺς στεφάνους κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον. Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει ἐ ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. Ὁ Οἶκος. Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔ πτηξαν ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ Ξύλον τοῦτον εἰσήγαγεν ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. Συναξάριον. Τῇ ΚϚ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ὁ σιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς. Στίχ. Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον, Σαυτὴν ἀγῶσι, σεμνή, εἰς κατοικίαν. Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους. 6

Στίχ. Ἕρμιππος, Ἑρμόλαος ἠδ Ἑρμοκράτης, Ἑρμῆν σέβοντας ᾔσχυναν παῤῥησίᾳ. Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ὡραιοζήλης. Στίχ. Εἰς πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε, Ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἱερουσαλήμ. Στίχ. Τομὴν κεφαλῆς Ἱερουσαλὴμ φέρει Καὶ τὴν ἄνω νῦν Ἱερουσαλὴμ βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου. Στίχ. Πρὶν γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας, Τὸ στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀππίωνος. Στίχ. Τὸν σὸν ξίφει τράχηλον ἀτρέπτως κλίνας, Τὸ τῆς τελευτῆς, Ἀππίων, πίνεις πόμα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις. Στίχ. Τοῦ Ἀρχαγγέλου Γαβριὴλ θεῖον δόμον, Καινίζοντες ὑμνοῦμεν Νόων Δεσπότην. Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τοῦ ναοῦ τοῦ Ἀρχαγγέλου Mιχαήλ πέραν ἐν Σκάλλαις. Στίχ. Μέγιστε ἄρχον Μιχαὴλ μεγάλυνων τῷ πόθῳ τιμῶντας τὰ ἐγκαίνια τοῦ σοῦ ἁγίου οἴκου. Πάλιν ναὸς καινίζεται εἰς δόξαν σοὶ πρεπόντως, πέραν ἐν Σκάλλαις, Μιχαὴλ Ἀρχάγγελε Κυρίου. Καὶ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τῷ Παγιδίῳ, πλησίον τοῦ νέου Ἐμβόλου. Στίχ. Ὕδωρ παρέχει τῆς ζωῆς ἡ Παναγία, δεῦτε, πέραν τοῦ Φρέατος πιστοί, ἐγγὺς νέου ἐμβόλου. Ἐπισυνάζεις τοὺς πιστοὺς πέραν ἐν Παγιδίῳ, ὦ Θεοτόκε Δέσποινα, ἐγγὺς νέου ἐμβόλου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Συμεὼν τοῦ Ἀρχιμανδρίτου καὶ Στυλίτου, ἐπέκεινα τοῦ Ἀνάπλου. Στίχ. Ἀρχιμανδρῖτα Συμεὼν Στυλῖτα τοῦ Ἀνάπλου, ἑστὼς ἐπέκεινα Θεῷ εὐάρεστος ἐγένου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀττάλου τοῦ ἐκ Περγάμου, Σάγκτου διακόνου, Βλανδίνης, Ἀλεξάνδρου τοῦ Φρυγός, Ματούρου καὶ τῶν σὺν αὐτοῖς, ἐν Λουγδούνῳ μαρτυρησάντων κατὰ τὸ ἔτος ροζ (177). Στίχ. Κλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶ στρωμνήν, Ἐν ᾗ ἐτύθη ὡς λαμπὰς καιόμενος. Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν Τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος. Διὰ παντοίων διελθὼν κολάσεων Καὶ Φρὺξ μετέσχε τῆς τομῆς Ἀλέξανδρος. Ἐνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον Πολλὰς βασάνους ὑπομένοντα στεῤῥῶς. Πάντων ἐσχάτη καθάπερ βασίλισσα Βλανδίνα ἔστη γυργαθῷ ἀκλόνητος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Γεροντίου τοῦ Ἀθωνίτου, πρώτου οἰκιστοῦ τῆς ἐν Ἁγίῳ Ὄρει ἱερᾶς Σκήτεως τῆς θεοπρομήτορος Ἁγίας Ἄννης. Στίχ. Γέρας ἀρετῶν Γερόντιος πλουτήσας, Γέρας ὤφθη ἔνθεον τοῖς ἐν Ἄθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Ἑρμολάου τοῦ Ἀναργύρου, τοῦ ἐν Κύπρῳ. Στίχ. Ὁ Ἑρμόλαος τὸν τρόπον Ἀναργύρων, Κύπρῳ διελθὼν θείαν νῦν ἔχει δόξαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη του Ὁσίου Πατρὸς ἡ μῶν καὶ πολυάθλου Μωϋσέως τοῦ Οὕγγρου, ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου ἀποκειμένου. ( 1043) Στίχ. Ἀθλεῖ Μωϋσῆς διὰ τὴν παρθενίαν, Ἣν ἐδίδαξεν ὁ τεχθεὶς ἐκ Παρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάββα Ἀρχιεπισκόπου Σερβίας τοῦ Γ, Ἡγουμένου τῆς Μονῆς Χιλανδαρίου χρηματίσαντος το πρῴην, ἐν ἔτει ατιϛ (1316) εἰρηνικῶς κοιμηθέντος. Στίχ. Σάββας τὸν Σάββαν τὸν πρῶτον ἐμιμήθη, Ὡς δειχθεὶς ποιμὴν ἅγιος τῆς Σερβίας. Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ εὐσεβεστάτου Ῥώσσου Ναυάρχου Θεοδώρου τοῦ Οὐσακώφ. ( 1817) Στίχ. Θεὸς σοὶ δῶρον ἔδωκε ζωῆς τὸ στέφος, ἐν Οὐσακὼφ Θεόδωρε αὐτῷ δουλεύσας. 7

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Ἰακώβου τοῦ Νέτσβετωφ, φωτιστοῦ τῆς Ἀλάσκας. ( 1864) Στίχ. Ὡς ἀστὴρ ἔλαμψεν ἐν τῇ Ἀλάσκᾳ, ὁσιακῆς Ἰάκωβος τῷ κάλλει εὐπρεπείας. Φωτίζεις γῆς τὰ πέρατα, Ἰάκωβε θεόφρον, Εὐαγγελίου ἐραστά, καὶ φωτιστὰ Ἀλάσκας. Τῇ αὐτῇ ἡμέρᾳ, ἐπισυνέβη, χάριτι καὶ ἐλέει τοῦ Παντάνακτος καὶ μεσιτείᾳ καὶ νεύσει τῆς Ἀειπαρθένου, ἡ ἀνάκτησις τῆς βασιλίδος τῶν πόλεων ἐκ τῶν ἀσεβῶν λατινικῶν χειρῶν ὑ πὸ Ἀλεξίου Μελισσηνοῦ Στρατηγοπούλου ἐν ἔτει ασξα (1261). Στίχ. Ἐλευθέρα γέγονεν ἐκ τῆς δεινῆς δουλείας ἡ Κωνσταντινούπολις, Θεοῦ τῇ εὐδοκίᾳ. Ἡ ἐπίσημος ἐν τούτοις εἴσοδος τοῦ Αὐτοκράτορος καὶ τοῦ λαοῦ ἐγένετο μετὰ εἰκοσαήμερον, κατὰ τὴν ιε Αὐγούστου εἰς ἐκδήλωσιν τιμῆς καὶ εὐγνωμοσύνης πρὸς τὴν ὑπέρμαχον στρατηγὸν τοῦ γένους τῶν ὀρθοδόξων, ἐν συνδυασμῷ μὲ τὸν πανηγυρισμὸν τῆς ἱερᾶς κοιμήσεως αὑτῆς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β, Δ καὶ Ε Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. 8

Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Η. Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα, εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου. Τῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε. Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου. Θεοτοκίον. Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον. ΑΙΝΟΙ Ἦχος βαρύς. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά εὐαγγελίζου γῆ χαρὰν μεγάλην αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 9

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Χριστοῦ τὴν ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀ νομιῶν ἡμῶν ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν ἀνάστασιν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι ἡμᾶς Θεὸς ἐν ἀνθρώποις διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής ἐπὶ τὸν ᾅδην τὸ φῶς ἐπὶ τὸν θάνατον ἡ ζωή ἡ ἀνάστασις διὰ τοὺς πεσόντας πρὸς ὃν βοήσωμεν Ὁ Θεὸς ἡ μῶν δόξα σοι. Τῆς Ἁγίας Στιχηρὰ Προσόμοια γ εἰς δ. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου χοροβατοῦσα σεμνή, ἅμα παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, καὶ ἐκδιώκειν τὰ πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου... ἢ τὸ ἑξῆς ἐκ τῆς φυλλάδος. Συνεσίου Κτενᾶ. Τὴν ἱερὰν καὶ σεπτήν σου μνήμην γεραίροντες, Παρασκευὴ Ὁσία, καὶ πιστῶς ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογὸς τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ βελίαρ, ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου πανεύφημε. Στίχ. ζ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Ῥήξασα κράτος τυράννων ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα παρθένε, οὐδόλως ἐπτοήθης οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου οὔτε βρασμόν, τῶν λεβήτων οὔτε ξίφους σφαγήν. Στίχ. η. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου. Ἀσκήσει πρῴην τὸ σῶμα τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε. Ἑωθινὸν Η. Ἦχος πλ. δ. Τὰ τῆς Μαρίας δάκρυα, οὐ μάτην χεῖνται θερμῶς ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς, ὦ Ἰησοῦ ἀλλ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής διὸ καὶ ἀποπέμπεται, μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ ὅμως κήρυξ πέμπεται, τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 10

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ έλεε. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρβ (102). Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. 11

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρμε (145). Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος ὁ τυχών. Ψ. ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τῆς Ἁγίας. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Ἀπόστολον μετὰ προκειμένου τοῦ μηνολογίου τῆς κε Νοεμβρίου τῆς ὁσιομάρτυρος, ὃν ζήτει τῇ Πέμπτῃ ιε ἑβδομάδος ἐπιστολῶν. Ἀπόστολος. Πρὸς Γαλάτας (γ 23 29, δ 1 5). Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς ξζ ). 12

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐ σμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰ ουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐ λεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑ μεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄ χρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡ μεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ἀλληλούϊα τοῦ ἤχου. Ἀλληλούϊα (γ ). Ἦχος βαρύς. (Ψαλμὸς α ). Στίχ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. Τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Η Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ 14 22). Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄ χλον, καὶ ἐσπλαγχνίσθη ἐπ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥ ρα ἤδη παρῆλθεν ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε Φέρετέ μοι αὐτούς ὧδε. Καὶ κελεύσας τοὺς ὄ χλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠ νάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, 13

* ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα, τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε Φιλάνθρωπε. Τροπάρια. Τὸν ἑαυτοῦ, νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα. Παρεστηκώς, βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡς ἀληθῶς, Μήτηρ τοῦ Θεοῦ, τὸν ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος. Τῆς Ἁγίας. ᾨδὴ δ. Ἦχος δ. Ἐπαρθέντα σε ἰδοῦσα. Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀ πτασίας ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσιν. Ῥυτίδα ὄντως καὶ σπῖλον μηδόλως σχοῦσα, ἁ γιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ ὧν ἀνεκραύγαζες Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς κατάπληκτον σημεῖον φρικτῆς ἡμέρας, τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναικείῳ σώματι, Σταυρόν τε καὶ κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι. Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν ὅθεν ἀ σιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. Τροπάρια. Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσι Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. 14

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, δι ἀναστάσεως ἀνέδειξας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεὸν ἐγέννησας Μῆτερ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε, ἐπεὶ οὐκ ἔ γνως ἄῤῥενος εὐνήν, ἀλλ ἐξ ἁγίου κύεις Πνεύματος. Τῆς Ἁγίας. ᾨδὴ ε. Ἦχος δ. Σὺ Κύριέ μου φῶς. Ἠγώνισαι σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα. Νοῦν ἔχουσα στεῤῥόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι. Παστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Παρασκευὴ ἀοίδιμε. Σὲ ὅπλον ἀῤῥαγές, κατ ἐχθρῶν προβαλλόμεθα σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι Ἐκ θανατηφόρου με βυθοῦ ἀ νάγαγε. Τροπάρια. Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅ δῃ, ψυχαὶ καὶ ἐκλείπουσαι τῶν δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος. Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν ἐπιβλέψαι, πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν ἀλλ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον πανταχοῦ ἐκήρυξε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε θεόνυμφε τοῦ δι ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι σὰρξ ἐκ σοῦ ἐγένετο. Τῆς Ἁγίας. ᾨδὴ Ϛ. Ἦχος δ. Θύσω σοι, μετὰ φωνῆς. Ἀγγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἥλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισεν. Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίζουσαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίζουσαν. Ἔῤῥει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγὴς τῶν χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παῤῥησίᾳ, Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα. Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Κάμινον παῖδες, πυρίφλεκτον πάλαι, δροσο 15

βολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες Ὁ ὑπερυψούμενος, τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος. Τροπάρια. Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται δι ἐμὲ σταυροῦται γάρ, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ὑπερένδοξος. Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐ ξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς ὁ Ὑπερένδοξος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος χαῖρε ἡ μόνη θεόνυμφος χαῖρε δι ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα ὃν δυσώπει Ἁ γνὴ σωθῆναι πάντας ἡμᾶς. Τῆς Ἁγίας. ᾨδὴ ζ. Ἦχος δ. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι. Ὑπὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς τὰς μασχάλας ἔστεγες καρτερῶς, φλεγομένη καὶ ὑπέψαλλες Εὐλογητὸς εἶ, ὁ Θεός μου βοῶσα καὶ Κύριος. Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ. Ἤπειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως τὰ δαιμόνια ξόανα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες Χριστὸς δὲ Κύριος, πλαστουργός ἐστι πάντων ἐκήρυττες. Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Ἄφλεκτος πυρί, ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωϋσῆ καὶ παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρί, ὑμνῳδοὺς ἔδειξε Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Ἄχραντος Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρίς, παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σὰρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη καὶ θνητούς, καινουργεῖ κράζοντας Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀ πεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς, αἰτία Πάναγνε πάντες δι ό σε Θεοτόκε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Τῆς Ἁγίας. ᾨδὴ η. Ἦχος δ. Χεῖρας ἐκπετάσας Δανιήλ. Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα 16

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι οὗ φραχθεῖσα μυστικῶς, ἐν παῤῥησίᾳ πολλῇ, ἀ νεβόας Πάντα τὰ ἔργα εὐλογεῖτε τὸν Κύριον. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα Εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄ ληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα. Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία θεόνυμφε. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος βαρύς. Ὁ Εἱρμός. Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου, Πλαστουργοῦ σου σὲ μεγαλύνομεν. Τροπάρια. Οἱ τῇ θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν. Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σὰρξ τοῦ Ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, ἀναστάσεως ἣν ἐλπίζομεν. Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Οὐ θεοτήτων Τριάδα ἀλλ ὑποστάσεων, οὐδὲ μονάδα προσώπων ἀλλὰ θεότητος, σέβοντες τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης ἣν μεγαλύνομεν. Τῆς Ἁγίας. ᾨδὴ θ. Ἦχος δ. Λίθος ἀχειρότμητος ὄρους. Ῥευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁ ρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς ὅ θεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε. Ἤκουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάρα τμηθεῖσα τὴν ἐρίτιμον. Νίκην κατ ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν. Ὤφθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης τεκοῦσα Ἄγγελον, τὸν τῷ Πατρὶ συνάναρχον, Κριτὴν ἁπάντων ἐλευσόμενον. * * 17