Strophe (104-121) κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων ἔτι γὰρ θεόθεν καταπνείει (105) Πειθώ, μολπὰν ἀλκὰν σύμφυτος αἰών ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας (109) ξύμφρονα ταγάν, (110) πέμπει ξὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις Τευκρίδ ἐπ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν, ὁ κελαινὸς ὅ τ ἐξόπιν ἀργᾶς, (115) φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισιν, (118) βοσκομένω λαγίναν ἐρικύμονα φέρματι γένναν, βλάψαντε λοισθίων δρόμων (120) Antistrophe (122-139) κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας, πομποὺς ἀρχᾶς, οὕτω δ εἶπε τεράιζων (125) χρόνωι μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη πρόσθετα δημιοπληθῆ (129) Μοῖρα λαπάξει πρὸς τὸ βίαιον (130) οἶον μή τις ἄγα θεόθεν κνεφάσηι προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν οἴκτωι γὰρ ἐπίφθονος Ἄρτεμις ἁγνὰ (134) πτανοῖσιν κυσὶ πατρὸς (135) αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν στυγεῖ δὲ δεῖπνον αἰετῶν.
Epode (140-159) τόσον περ εὔφρων ἁ καλὰ (140_ δρόσοις ἀέπτοις μαλερῶν λεόντων πάντων τ ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοισι τερπνά, τούτων αἰτεῖ ξύμβολα κρᾶναι, δεξιὰ μὲν κατάμομφα δὲ φάσματα (145) ἰήιον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δαναοῖς χρονί- (148) ας ἐχενῆιδας ἀπλοίας τεύξηι σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν ἄδαιτον, (150) νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα μίμνει γὰρ φοβερὰ παλίνορτος (154) οἰκονόμος δολία, μνάμων Μῆνις τεκνόποινος. (155) τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν μόρσιμ ἀπ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις τοῖς δ ὁμόφωνον
Strophe (160-167) Ζεὺς ὅστις ποτ ἐστίν, εἰ τόδ αὐ- (160) τῶι φίλον κεκλημένωι, τοῦτό νιν προσεννέπω οὐκ ἔχω προσεικάσαι πάντ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος (165) χρὴ βαλεῖν ἐτητύμως Antistrophe (168-175) οὐδ ὅστις πάροιθεν ἦν μέγας, παμμάχωι θράσει βρύων, οὐδὲ λέξεται πρὶν ὤν (170) ὃς δ ἔπειτ ἔφυ, τριακτῆρος οἴχεται τυχών Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν, (175) Strophe (176-183) τὸν φρονεῖν βροτοὺς ὁδώσαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν στάζει δ ἔν γ ὕπνωι πρὸ καρδίας μνησιπήμων πόνος καὶ παρ ἄ- (180) κοντας ἦλθε σωφρονεῖν δαιμόνων δέ που χάρις βίαιος σέλμα σεμνὸν ἡμένων. Antistrophe (184-191) καὶ τόθ ἡγεμὼν ὁ πρέσβυς νεῶν Ἀχαιικῶν, (185) μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτ ἀπλοίαι κεναγγεῖ βαρύνοντ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρό- (190) χθοις ἐν Αὐλίδος τόποις
Strophe (192-204) πνοαὶ δ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι, νήστιδες, δύσορμοι, βροτῶν ἄλαι, ναῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς, (195) παλιμμήκη χρόνον τιθεῖσαι τρίβωι κατέξαινον ἄνθος Ἀργείων ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν (200) μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν Antistrophe (205-217) ἄναξ δ ὁ πρέσβυς τόδ εἶπε φωνῶν βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, βαρεῖα δ εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισιν ῥείθροις πατρώιους χέρας πέλας βω- (210) μοῦ τί τῶνδ ἄνευ κακῶν; πῶς λιπόναυς γένωμαι ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θ αἵματος ὀρ- (215) γᾶι περιόργωι σφ ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.
Strophe (218-227) ἐπεὶ δ ἀνάγκας ἔδυ λέπαδνον φρενὸς πνέων δυσσεβῆ τροπαίαν ἄναγνον ἀνίερον, τόθεν (220) τὸ παντότολμον φρονεῖν μετέγνω βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων ἔτλα δ οὖν θυτὴρ γενέσθαι θυγατρός, γυναικοποί- (225) νων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν. Strophe (237-247) βίαι χαλινῶν τ ἀναύδωι μένει κρόκου βαφὰς δ ἐς πέδον χέουσα ἔβαλλ ἕκαστον θυτή- (240) ρων ἀπ ὄμματος βέλει φιλοίκτωι, πρέπουσά θ ὡς ἐν γραφαῖς, προσεννέπειν θέλουσ, ἐπεὶ πολλάκις πατρὸς κατ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν, ἁγνᾶι δ ἀταύρωτος αὐδᾶι πατρὸς (245) φίλου τριτόσπονδον εὔποτμον παι- ῶνα φίλως ἐτίμα. Antistrophe (228-237) λιτὰς δὲ καὶ κληδόνας πατρώιους παρ οὐδὲν αἰῶνα παρθένειόν τ ἔθεντο φιλόμαχοι βραβῆς (230) φράσεν δ ἀόζοις πατὴρ μετ εὐχὰν δίκαν χιμαίρας ὕπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῶι προνωπῆ λαβεῖν ἀέρδην στόματός τε καλλιπρώι- (235) ρου φυλακᾶι κατασχεῖν φθόγγον ἀραῖον οἴκοις, Antistrophe (248-257) τὰ δ ἔνθεν οὔτ εἶδον οὔτ ἐννέπω τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦ- (250) σιν μαθεῖν ἐπιρρέπει τὸ μέλλον δ ἐπεὶ γένοιτ ἂν κλύοις πρὸ χαιρέτω ἴσον δὲ τῶι προστένειν τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς. πέλοιτο δ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς (255) θέλει τόδ ἄγχιστον Ἀπίας γαίας μονόφρουρον ἕρκος.