24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΔ Λουκᾶ Ὁσίας Ξένης τῆς ἐν Καρίᾳ, Νεοφύτου τοῦ Ἐγκλείστου. Ἦχος α. Ἑωθινὸν Α.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ὁ β χορὸς Στίχ. α'. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. ὁ α χορὸς Στίχ. β'. ὁ β χορὸς Στίχ. γ'. ὁ α χορός Ἀπολυτίκιον Ἦχος α' ὁ β χορὸς

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

+ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ +Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορυώσεως τοῦ Κσρίοσ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

24 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΔ ΛΟΥΚΑ Ξένης ὁσίας (ε αἰ.), Βαβύλα ἱερομάρτυρος (γ αἰ.), Φίλωνος ἐπισκ. Καρπασίας, Νεοφύτου τοῦ ἐν Κύπρῳ. Ἦχος α. Ἑωθινὸν α. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐ νοικήσαντι ἐν σοί δόξα τῷ προελθόντι ἐκ σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος α. Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐ γένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν. Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου σὺ συνήγειρας, τοὺς ἀπ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. Καὶ νῦν. Θεοτοκίον. Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔ τρεμον ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅ δην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάν 1

τας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει σταυροῦ. Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁ πάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤ γειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ δόξα τῇ ἀναστάσει σου δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος α. Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος α. Ἀντίφωνον Α. Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀ δυνῶν, Κύριε σοὶ κράζω. Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. Καὶ νῦν. 2

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ διὰ τοῦτο ᾄσωμεν τῇ τριαδικῇ μονοκρατορίᾳ. Ἀντίφωνον Β. Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Γ. Ἐπὶ τοῖς εἰρηκόσι μοι Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία. Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ οὐ προσώποις. Προκείμενον. Ψαλμὸς ια (11). Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (δίς) Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Νῦν ἀναστήσομαι, λέγει Κύριος... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Α Ἐκ τοῦ κατὰ Ματθαῖον (κη 16 20). Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων Ἐ δόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐ νετειλάμην ὑμῖν καὶ ἰδοὺ ἐγὼ μεθ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰ ῶνος. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο 3

μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. 4

ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες ὁ Ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος α. Ὁ Εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. Νέκρωσιν ὑπέστη δι ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε ἡ τῆς χάριτος Πηγή χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα. Καὶ τῆς Ἁγίας. ᾨδὴ α. Ἦχος πλ. δ. ᾎσμα ἀναπέμψωμεν. Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα. Πῦρ σε ἀναφλέξαν νοητῶς, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἁγνῶς μνηστευθῆναι. Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρερχομένην, τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ ἴχνος μηστῆρος. Καὶ νῦν. Θεοτοκίον. Ὕμνοις τὴν πανάχραντον πιστοί, Μαρίαν εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν τῶν πάντων πιστῶν σωτηρίαν. ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀ σθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βο ᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Τροπάρια. Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον. Τῆς Ἁγίας. ᾨδὴ γ. Ἦχος πλ. δ. Ὁ στερεώσας λόγῳ. 5

Κατακρατήσας ἔρως ὁ θεϊκός, τῆς ἁγνῆς ψυχῆς σου, λήθην λαμβάνειν σε, τῶν τῆς ἀσκήσεως πόνων, ἔπεισε σεμνὴ καὶ τῆς φύσεως. Τοῦ ἀθανάτου μνηστῆρος καλλοναῖς, ἡδομένη κάλλη σαρκὸς ἐμάρανας, καὶ ὤφθης ὡραιοτάτη, θεῖον πρὸς νυμφῶνα σκηνώσασα. Κεχρυσωμένας πτέρυγας ἀρετῶν, κτησαμένη ὕψος πρὸς οὐράνιον, ἐπέτασας μακαρία, ὡς περιστερὰ ἀδιάφθορος. Καὶ νῦν. Θεοτοκίον. Ἡ φωτεινὴ νεφέλη τοῦ νοητοῦ, καὶ φαιδροῦ Ἡλίου τοῦ ἀνατείλαντος, ἐκ τῆς γαστρός σου Παρθένε, φώτισον τὰς ψυχὰς τῶν ὑμνούντων σε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Τοῦ Μηναίου. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸν δι οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐ χθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχῳ, τῆς σῆς ἀγαθότητος ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν πανάγιον τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος α. Ὅταν ἔλθῃς ὁ Θεός. Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν. Ὁ Οἶκος. Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀ γάλλεται, καὶ πάντες συγχαίρουσι Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν. Συναξάριον. Τῇ ΚΔ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων. Στίχ. Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη, Οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη. Θνήσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες, Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι. Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων. Στίχ. Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους, Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει. 6

Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος, Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου, τῶν μαθητῶν αὐτοῦ. Στίχ. Πρὶν Βαβύλας ἤθλησε κατὰ δαιμόνων, Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων. Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ Σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡ μῶν Μακεδονίου τοῦ ἐν Συρίᾳ. ( 430) Στίχ. Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας, Μακεδόνιος Χριστὲ λαμβάνει μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου ἐκ Περσίας εἰς Παλαιστίνην. (631) Στίχ. Στεφθεὶς Ἀναστάσιε τῶν ἄθλων χάριν, Παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ (ἢ Μάμαντος). Στίχ. Ἑρμογένης, Μηνᾶς τε, τοῦ Xριστοῦ φίλοι, Θανεῖν δι αὐτὸν οὐδόλως ἐδειλίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Φίλωνος, Ἐπισκόπου γενομένου Καρπασίας τῆς Κύπρου. ( 430). Στίχ. Φῦλον βροτῶν προσῆξε τῷ Χριστῷ Φίλων, ἅτε πρὸς αὐτοῦ προσλαβὼν θείαν Χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεοπρόβου, Ἐπισκόπου Καρπασίας. Στίχ. Προβὰς ἀρετῶν Θεόπροβος εἰς ὕψος, Θεῷ παρέστη ληψόμενος τὰ γέρα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Φιλίππου (ἢ Φιλιππκοῦ) τοῦ πρεσβυτέρου. Στίχ. Καθώς περ ἵπποις τοῖς πόνοις κεχρημένος, Χαίρων ἀνέπτη Φιλιππικὸς πρὸς πόλον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν. Στίχ. Τοὺς τρεῖς ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος, Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται. Στίχ. Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα. Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται. (Ϛ αἰ.) Στίχ. Τίς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους; Καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη; Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος. Στίχ. Ἔχει σε τύμβος, ἀλλὰ μέχρι σαρκίου, Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι. ᾬετο ἐχθρὸς βαλεῖν σε καιρίως λίθῳ, Χριστὸς δὲ ζωῆς ἡ πέτρα σῴζει, Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Ὁ σιομάρτυρος Χρυσοπλόκης. Στίχ. Χρυσοῦν πλέξασα ἱδρώτων καὶ αἱμάτων, Στέφανον αὐτὸν φορεῖ ἡ Χρυσοπλόκη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Ἰ ωάννου τοῦ Καζάν. Στίχ. Χριστοῦ ἀγάπῃ στεῤῥῶς ἐρηρεισμένος, Ἰωάννης ἤλεγξεν πλάνην τῆς Ἄγαρ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Γεράσιμος, Ἐπίσκοπος Πέρμ, ὁ ἱεραπόστολος, τῷ ὠμοφορίῳ πνιγεὶς, μαρτυρικῶς τελειοῦται, ἐν ἔτει αυλζ (1437). Στίχ. Πνιγεὶς ὁ Γεράσιμος ὠμοφορίῳ, Τῆς οὐρανίου μετέχει λειτουργίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ μῶν Ξένης τῆς Ῥωσίδος, τῆς διὰ Χριστὸν σαλῆς. ( 1801) Στίχ. Ξένον βίον ζήσασα ἐν κόσμῳ Ξένη, Ξένων δωρεῶν παρὰ Θεοῦ μετέσχες. Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῶν ἐγκαινίων τοῦ Ἁγίου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ Ταύρου. Στίχ. Ἐμή σε γλῶσσα κήρυξ πῶς ἄν αἰνέσῃ, Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει; Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἁ γίου Ζαχαρίου ἐν Κωνσταντινουπόλει, ὃν ἀ νήγειρεν ἡ Ὁσία Δομνίκη. Ἔτι δὲ καὶ Ἐγκαίνια τοῦ Ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας ἐν Θεσσαλονίκῃ. * 7

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις τῶν Ἁγίων τῆς ἐν τῷ Ἄθῳ ἱερᾶς μονῆς τοῦ Φιλοθέου, ἤτοι Φιλοθέου ὁσίου, πρωτίστου δομήτορος τῆς ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ μονῆς Θεοδοσίου ἡ γουμένου ταύτης καὶ μητροπολίτου Τραπεζοῦντος Διονυσίου καὶ Συμεὼν ἡγησάντων αὐτῆς Δομετίου τοῦ ἡσυχαστοῦ καὶ σημειοφόρου Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος καὶ Κοσμᾶ τοῦ Ἰσαποστόλου καὶ Ἱ ερομάρτυρος, ἐφόρων καὶ προστατῶν αὐτῆς. Στίχ. Εἰς τὸν Ὅσιον Φιλόθεον. Φιλῶν Θεὸν σύ Φιλόθεε τρισμάκαρ, Θεοῦ προσώπῳ νῦν παρίστασαι ἄνω. Ὁ Φιλόθεος Θεὸν φιλήσας ἄγαν, Αὐτοῦ πρὸς δόξαν ἤγειρε Μονὴν ἁγίαν. Εἰς τὸν Ὅσιον Θεοδόσιον. Θεοῦ δόσις πέφυκας καὶ ἀρχιθύτης, Θεοδόσιε Τραπεζοῦντος τὸ κλέος. Εἰς τὸν Ὅσιον Διονύσιον. Καταλιπὼν πᾶν Διονύσιε λόγῳ, ᾔρθης πρὸς πλάτος οὐρανίων θαλάμων. Εἰς τὸν Ὅσιον Συμεών. Ποσὶ τεοῖς ἔβανες, ἐμβαδῶν δίχα, τὸ γῆς πρόσωπον, παρ ὅλον σου τὸν βίον. Εἰς τὸν Ὁσιομάρτυρα Δαμιανόν. Γέρα πρέπουσι Δαμιανῶ τῷ νέῳ, τῷ τοῖς γέρασι, τῶν παλαιῶν στεφθέντα. Εἰς τὸν Ὅσιον Δομέτιον. Δομέτιος κάλλιστον ᾔρατο κλέος, ἐκ τῆς ἄνωθεν ἀγλαῆς εὐκοσμίας. Εἰς τὸν Ἱερομάρτυρα Κοσμᾶν. Κλέος ᾔρατο Κοσμᾶς ὁ ἀθλοθέτης, Ἰσαπόστολον βίον ὡς διανύσας. Εἰκάδι Τετάρτῃ τε θυηπόλοι ἔνθεν ἀεῖρον. Ἑπτάριθμος χορεία τῶν Μαρτύρων καὶ Ὁσίων, Σύμβολον τῆς ἑβδομάδος καὶ τῶν τῆς ἐκκλησίας θείων μυστηρίων. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Ὑπαπαντῆς. (Ψάλλονται ἀπὸ τῆς 15ης Ἰανουαρίου μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς). ᾨδὴ α. Ἦχος γ. Χέρσον ἀβυσσοτόκον πέδον * ἥλιος ἐπεπόλευσέ ποτε * ὡσεὶ τεῖχος γὰρ ἐπάγη * ἑκατέρωθεν ὕδωρ * λαῷ πεζοποντοποροῦντι * καὶ θεαρέστως μέλποντι * ᾌσωμεν τῷ Κυρίῳ, * ἐνδόξως γὰρ δεδόξασται. ᾨδὴ γ. Τὸ στερέωμα * τῶν ἐπὶ σοὶ πεποιθότων, * στερέωσον, Κύριε, * τὴν Ἐκκλησίαν, * ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι. ᾨδὴ δ. Ἐκάλυψεν οὐρανοὺς * ἡ ἀρετή σου, Χριστέ * τῆς κιβωτοῦ γὰρ προελθὼν * τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, * ἐν τῷ ναῷ τῆς δόξης σου * ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος * καὶ ἐπληρώθη τὰ πάντα * τῆς σῆς αἰνέσεως. ᾨδὴ ε. Ὡς εἶδεν Ἡσαΐας * συμβολικῶς, ἐν θρόνῳ ἐ πηρμένῳ Θεὸν * ὑπ ἀγγέλων δόξης * δορυφορούμενον, * Ὢ τάλας, ἐβόα, ἐγώ! * πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, * φωτὸς ἀνεσπέρου * καὶ εἰρήνης δεσπόζοντα. ᾨδὴ Ϛ. Ἐβόησέ σοι, * ἰδὼν ὁ πρέσβυς * τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, * ὃ λαοῖς ἐπέστη * Ἐκ Θεοῦ, Χριστέ, σὺ Θεός μου. ᾨδὴ ζ. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα * παῖδας θεολογήσαντας * καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα * Θεὸν Λόγον ὑμνοῦμεν, * εὐσεβῶς μελῳδοῦντες * Εὐλογητὸς ὁ Θεὸς * ὁ τῶν πατέρων ἡμῶν. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. 8

Ἀστέκτῳ πυρὶ ἑνωθέντες * οἱ θεοσεβείας προεστῶτες νεανίαι, * τῇ φλογὶ δὲ μὴ λωβηθέντες, * θεῖον ὕμνον ἔμελπον * Εὐλογεῖτε, * πάντα τὰ ἔργα τὸν Κύριον, * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Θεοτόκε, ἡ ἐλπὶς * πάντων τῶν Χριστιανῶν, * σκέπε, φρούρει, φύλαττε * τοὺς ἐλπίζοντας εἰς σέ. Ἐν νόμου σκιᾷ καὶ γράμματι * τύπον κατίδωμεν οἱ πιστοί * πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον * ἅγιον Θεῷ * διὸ πρωτότοκον Λόγον, * Πατρὸς ἀνάρχου Υἱόν, * πρωτοτοκούμενον Μητρὶ * ἀπειράνδρῳ, μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Α. Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα, τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς μύσταις ὡς ὑ πέσχετο, ἕως τῆς συντελείας. Θεοτοκίον. Τοῖς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων, ἐν τῷ Πατρί, καὶ Υἱῷ, καὶ Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔ γερσιν, καὶ δοξάζειν σε Κόρη. 9

ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀ ναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον Κύριε δόξα σοι. Ἕτερα Στιχηρά, Ἀνατολικά. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος τοῦ ἐχθροῦ ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει σου τοὺς νεκροὺς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ λῃστῇ τὸν Παράδεισον ἤνοιξας Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι γυναῖκες εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀ πήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. ζ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Τὴν τῶν παθῶν θείαν μωλώπησιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν Δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν Κύριε δόξα σοι. Στίχ. η. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων, ἐνωτίσασθε Ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τί συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἑωθινὸν Α. Ἦχος α. Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος καὶ προσκυνήσαντες αὐτόν, καὶ τὴν δοθεῖσαν ἐ ξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νε 10

κρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * 11

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρβ (102). Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρμε (145). Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος ὁ τυχών. Ψ. ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. 12

Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. (Ψάλλεται ἀπὸ ιε Ἰανουαρίου ἕως τῆς ἀποδόσεως τῆς ἑορτῆς πλὴν τῆς α Φεβρουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος α. Αὐτόμελον. Ὁ μήτραν παρθενικὴν * ἁγιάσας τῷ τόκῳ σου * καὶ χεῖρας τοῦ Συμεὼν * εὐλογήσας, ὡς ἔ πρεπε, * προφθάσας καὶ νῦν * ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός. * Ἀλλ εἰρήνευσον * ἐν πολέμοις τὸ πολίτευμα * καὶ κραταίωσον * βασιλεῖς, οὓς ἠγάπησας, * ὁ μόνος φιλάνθρωπος. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς ΛΑ ἑβδομάδος ἐπιστολῶν. Προκείμενον καὶ Ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος α. (Ψαλμὸς λβ ). Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Πρὸς Τιμόθεον Α Ἐπιστολῆς Παύλου τὸ Ἀ νάγνωσμα. (Α Τιμ. α 15 17). Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀ ποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. Ἀλληλούϊα (γ ). Ἦχος α. (Ψαλμὸς ιζ ). Στίχ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑ ποτάξας λαοὺς ὑπ ἐμέ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως καὶ ποιῶν ἔλεος τῷ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς ΙΔ Λουκᾶ. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιη 35 43). Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων Ἰησοῦ, υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν λέγων Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀ νάβλεψον ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. 13

Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΠΑΡΑΡΤΗΜΑ Ἐκ τῆς φυλλάδος τῆς Ἁγίας. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Μετὰ τὸ ἀναστάσιμον ἐξαποστειλάριον. Ἐξαποστειλάριον τῆς Ἁγίας. Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας, τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔ δραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου. Θεοτοκίον. Ὅμοιον. Ὡράθης ὑπερέχουσα, τῶν ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅ λων καὶ Κτίστην οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν μεθ ὧν σε πάντες ὑμνοῦμεν, εὐλογημένη Μαρία. Εἰ βούλει, εἰς τοὺς Αἴνους εἰπὲ τὰ ἑξῆς Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἱεροθέου. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ξένη Ὁσία θεόληπτε, τῇ ἀγαπήσει Χριστοῦ, κοσμικὴν ματαιότητα, καὶ γένους τὴν εὔκλειαν, καὶ μνηστῆρα τὸν πρόσκαιρον, καταλιποῦσα κατηκολούθησας, τῷ ἀθανάτῳ νυμφί ῳ χαίρουσα ὦ τῶν ἀγώνων σου! δι ὧν καταβέβληκας, ἐν ἁπαλῷ, σώματι πανεύφημε, ἐ χθροῦ τὸ φρύαγμα. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ξένη Ὁσία θεόσοφε, λάθρᾳ οἰκίας τῆς σῆς, οὐρανίῳ φρονήματι, ὡς διψῶσα ἔλαφος, ἐμακρύνθης καὶ ἔδραμες, εἰς ξένην χώραν ἀσχέτῳ ἔρωτι, ἐπειγομένη πρὸς τὰ οὐράνια ὦ τῆς ἀμέμπτου σου, πολιτείας πάνσεμνε! δι ἧς Χριστῷ, μυστικῶς νενύμφευσαι, ὡς καλλιπάρθενος. Στίχ. ζ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Ξένη Ὁσία πανεύφημε, ξένην ζωὴν ἐπὶ γῆς, μετὰ σώματος ἤνυσας, ἐχθρὸν τὸν ἀσώματον, καθελοῦσα τῷ τρόπῳ σου ἐντεῦθεν κλῆσιν πρόσφορον ἔσχηκας, καὶ ξένων ὤφθης χαρίτων μέτοχος ὅθεν ἑκάστοτε, βλύζεις τὰ ἰάματα, τοῖς εὐλαβῶς, σπεύδουσι τῇ σκέπῃ σου, καὶ σὲ γεραίρουσι. Στίχ. η. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου. Ξένη Ὁσία πανένδοξε, τῶν ὑπὲρ νοῦν ἀγαθών, καὶ τῆς δόξης τῆς κρείττονος, ἐντρυφῶσα πάντοτε, καὶ φαιδρῶς ἀπολαύουσα, τοὺς προσκυνοῦντας τὴν τῶν λειψάνων σου, σορὸν ἁγίαν χάριν πηγάζουσαν, καὶ τὴν φωσφόρον σου, μνήμην ἑορτάζοντας, ῥύου ἀεί, πάσης περιστάσεως, τῇ ἀντιλήψει σου. Εἰς δὲ τὴν Λειτουργίαν, Ἀπολυτίκιον τῆς Ἁγίας. 14

Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν Ἀμνάδα Κυρίου τὴν καλλιπάρθενον, τὴν Ὁσίαν νῦν Ξένην ἀνευφημοῦντες πιστοί, καὶ Ἀγγέλοις ὁμοδίαιτον ὑμνήσωμεν, τὴν τοῦ κόσμου τὰ τερπνὰ καὶ τὴν δὲ πρόσκαιρον ζωὴν ὡς ὄναρ λογισαμένην, ὑπὲρ ἡμῶν δὲ Κυρίῳ, ἀδιαλείπτως πρεσβεύουσαν. Καὶ τῆς Ὁσίας Ξένιας τῆς διὰ Χριστὸν σαλῆς. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ξενοτρόπως ἐν κόσμῳ Ξένη βιώσασα, τὸν σοφιστὴν τῆς κακίας κατεσοφίσω στεῤῥῶς, προσποιήσεσι μωραῖς νοῒ θεόφρονι ὅθεν τὰ πόῤ ῥω προορᾶν, καὶ προλέγειν ἐμφανῶς, ἐδέξω χάριν θεόθεν καὶ μεταστᾶσα τῶν τῇδε, χοροῖς Ἁγίων συνηρίθμησαι. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀ νάπλασιν. Τροπάρια. Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑ πάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε. Τῆς Ἁγίας. ᾨδὴ δ. Ἦχος πλ. δ. Ἐξ ὄρους κατασκίου. Προῖκα τῷ Χριστῷ, προσῆξας τὴν ἁγνείαν, νέκρωσιν μελῶν, καὶ πόνους ἐγκρατείας, καὶ ἀντεδέξω οὐράνιον βασιλείαν, καὶ αἰωνίζουσαν ἀπόλαυσιν. Βρέχουσα στρωμνήν, τοῖς δάκρυσιν Ὁσία, καὶ μετὰ σποδοῦ, ἐσθίουσα τὸν ἄρτον, τῆς παρακλήσεως ἔτυχες τῆς ἀγήρω, καὶ Παραδείσου ἀπολαύσεως. Τύπον σεαυτήν, καλῶν παρεχομένη, εἵλκυσας πολλάς, ψυχὰς εἰς σωτηρίαν, ἀποῤῥαγείσας τοῦ κόσμου τῆς προσπαθείας, Ξένη θεόφρον ἀξιάγαστε. Καὶ νῦν. Θεοτοκίον. Χαίροις παρ ἡμῶν, Ἁγία Θεοτόκε χαῖρε ἡ χαράν, κηύσασα τῷ κόσμῳ χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, εὐλογημένη Θεοτόκε ἁγνὴ. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑ μνούντων σε. Τροπάρια. Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν ἀλλ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅ δῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο. 15

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη σὲ γὰρ προστάτιν κεκτήμεθα. Τῆς Ἁγίας. ᾨδὴ ε. Ἦχος πλ. δ. Τὸν ζόφον τῆς ψυχῆς μου. Ὡς δάμαλις ποθοῦσα, τοῦ ποιμένος τὸ θεῖον κάλλος ἐκραύγαζες Ποῦ νῦν ποιμαίνεις Νυμφίε; ποῦ κοιτάζῃ εἰπέ μοι; ἐπιποθῶ σου ἰ δεῖν, τὴν ὑπερβάλλουσαν θέαν, καὶ φλέγομαι πάντοθεν. Ἐράσμιον τὸ κάλλος, τὸ ἐμὸν βοᾷ ὁ Νυμφίος, ζητοῦσα σεμνή, ταῖς ἀρεταῖς λαμπρυνθεῖσα, εἰς οὐρανούς με σκόπει ἐκεῖ ποιμαίνω ἐγώ, καὶ τὰ ἐμὰ προσκαλοῦμαι, ἑκάστοτε θρέμματα. Τρυγὼν ὡραιοτάτη, χελιδὼν λαμπροτάτῃ, καὶ νοητὴ ἀηδών, τῶν ἰξευτῶν διαδρᾶσα, τῶν νοητῶν παγίδας, ἐδείχθης Ξένη σεμνή, καὶ ἐναπόθετον κάλλος, Χριστοῦ ἀξιάγαστε. Καὶ νῦν. Θεοτοκίον. Ἀμήτορα τῶν ἄνω, ἐπ ἐσχάτων τοῖς κάτω τίκτεις ἀπάτορα, οὐσιωθέντα Παρθένε, τὸ ἡμέτερον ὅλον, δι εὐσπλαγχνίαν πολλήν ὃν ἐκδυσώπει σωθῆναι, φθορᾶς τοὺς ὑμνοῦντάς σε. ᾨδὴ Ϛ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος οὐκ ἔστιν ὁ ῥυόμενος ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. Τροπάρια. Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν. Τῆς Ἁγίας. ᾨδὴ Ϛ. Ἦχος πλ. δ. Ἱλάσθητί μοι Σωτήρ. Τὴν ξένην σου βιοτήν, καὶ ὑπὲρ ἄνθρωπον ἄ σκησιν, δοξάζων ὁ διὰ σέ, ξενιτεύσας ἔνδοξε, σημείοις καὶ τέρασι, παραδόξοις ὄντως, σὲ Ὁ σία κατεκόσμησε. Τὸν ξενωθέντα μακράν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, οἰκείωσόν με ταῖς σαῖς, Ὁσία δεήσεσι, καὶ ξένον με ποίησον, τῆς δεινῆς γεέννης, καὶ παθῶν τῶν συνεχόντων με. Τῷ κύκλῳ τῶν ἀρετῶν, καταστεφθεῖσα ἀνέδραμες, πρὸς ὃν ἐπόθεις Χριστόν, κύκλου δι ἀστέρων σε, ὑπὲρ νοῦν μηνύοντος, τοῖς ἐγγὺς καὶ πόῤῥω, ξενοτρόπως Ξένη ἔνδοξε. 16

Καὶ νῦν. Θεοτοκίον. Ὁ νώτοις χερουβικοῖς, ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ Θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων τὸ ἀνθρώπινον. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τροπάρια. Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε πηγή, ἀειζώου νάματος Χαῖρε Παράδεισε τρυφῆς Χαῖρε τεῖχος τὸ τῶν πιστῶν Χαῖρε Ἀπειρόγαμε Χαῖρε ἡ παγκόσμιος χαρά, δι ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τῆς Ἁγίας. ᾨδὴ ζ. Ἦχος πλ. δ. Ὁ τοὺς Παῖδας δροσίσας. Τοῖς σπαργάνοις ἡ Ῥώμη ἐγκαυχᾶται, ἡ δὲ Μύλασσα πλέον τοῖς λειψάνοις, ἐξ ὧν πηγάζεις θαύματα, τοῖς πιστοῖς θεονύμφευτε. Ποταμὸς ἀνεδείχθης ἰαμάτων, παθημάτων θαλάσσας κατακλύζων, τῶν μελῳδούντων ᾄ σμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν. Κατεκοίμησας πάθη ψυχοφθόρα, ἐν πολλαῖς ἀγρυπνίαις μακαρία, καὶ τὸν δικαίοις ὕπνον ὕπνωσας, ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα. Καὶ νῦν. Θεοτοκίον. Τὸν ἐκ σοῦ σαρκωθέντα ὑπὲρ λόγον, δυσωποῦσα μὴ παύσῃ Θεοτόκε, ἐκ τῶν παγίδων ῥύσασθαι, τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον ψάλλοντες Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις, καὶ ὀχυρώμασι τοῦ ᾅ δου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τῆς Ἁγίας. ᾨδὴ η. Ἦχος πλ. δ. Ὁ στεγάζων ἐν ὕδασι. Ἁρμοσθεῖσα ὡς γέγραπται, ἑνὶ ἀνδρὶ τῷ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν 17

εὐσεβῶς, ἤσκησας ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας. Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν ἐ δοξάσθης κόρη δεδοξασμένῳ, κολληθεῖσα Χριστῷ σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας. Καὶ νῦν. Θεοτοκίον. Μόνην σε ἐξελέξατο, τὴν καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡ ραῖος, τοὺς ἀνθρώπους Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος καὶ νῦν καθ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Τροπάρια. Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν. Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρί τε καὶ τῷ θείῳ σου Πνεύματι καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν. Τῆς Ἁγίας. ᾨδὴ θ. Ἦχος πλ. δ. Εὐλογητὸς Κύριος. Δι ἀσθενείας ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς ἁγνὴ Παρθένος. Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι, πελάγει καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη. Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁ ρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις ἁγνή ὁ ρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς, ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν. Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡ ραίαν καλήν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη. Καὶ νῦν. Θεοτοκίον. Ῥήμασι σοῖς ἑπόμενοι, γενεαὶ τῶν γενεῶν, Μαρία σὲ μακαρίζομεν ἀεί. Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας, ἀψευδῶς ποιοῦντα. * * 18