ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ



Σχετικά έγγραφα
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Cirillus Alexandrinus - De synagogae defectu

1 1 παυλος και σιλουανος και τιμοθεος

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἀναγνωστικό Κατήχησης

Ο Μέγας Αθανάσιος: ανυποχώρητος αγωνιστής της ορθής πίστης.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Αγιολογία - Εορτολογία

Πατέρες και Οικουµενικοί Διδάσκαλοι. Πατρολογία Ι (Υ102) Διδάσκων: Συμεών Πασχαλίδης

Iohannes Damascenus - De azymis

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

1. Η Αγία Γραφή λέει ότι ο Χριστός είναι η μόνη δυνατότητα σωτηρίας. 2. Ο Θεός φανερώνεται στην Παλαιά Διαθήκη πάντα με κεραυνούς και αστραπές.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Πατρ τ ιάρχης Αλ εξα εξ νδρείας ένας από τους πέντε μεγάλους Πατέρες της Ανατολικής Εκκλησίας

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ο Τριαδικός Θεός: οι γιορτές της Πεντηκοστής και του Αγίου Πνεύματος. Διδ. Εν. 14

Οι Άγιοι της Θεσσαλονίκης.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 14 Ἰουλίου 2019.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Iohannes Damascenus - De theologia

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Περιεχόμενα. Β Ἐκκλησιαστική κρίση

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ

5 Μαρτίου Το μυστήριο της ζωής. Θρησκεία / Θεολογία. Άγιος Ιουστίνος Πόποβιτς ( 1979)

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Χριστιανική Γραμματεία ΙI

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Κυριακή 2 Ἰουνίου 2019.


ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

Η κάθοδος του Αγίου Πνεύματος (Κυριακή της Πεντηκοστής)

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΠΟΙΜΑΝΤΙΚΗ ΘΕΟΛΟΓΙΑ. Ενότητα 5: ΗΘΟΣ ΚΑΙ ΔΟΓΜΑ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Πρόγραμμα Ιερατικών Σπουδών

Κυριακή 23 Ἰουνίου 2019.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κ Υ Ρ Ι Α Κ Η Μ Ε Τ Α Τ Α Φ Ω Τ Α

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Transcript:

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει κατὰ τὰ ἔτη ἀπὸ Χριστοῦ 879-880 συγκληθείσης ΦΕΒΡΟΥΑΡΙΟΣ 2014

ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει κατὰ τὰ ἔτη ἀπὸ Χριστοῦ 879-880 συγκληθείσης

ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ Ψαλλομένης τῇ Α Κυριακῇ τοῦ μηνὸς Φεβρουαρίου Ποίημα Θέκλης Μοναχῆς Ἁγιοστεφανιτίσσης ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Τῷ Σαββάτῳ ἑσπέρας, μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ καὶ τῶν Ἁγίων Πατέρων στ. Στιχηρὰ τῶν Πατέρων. Ἦχος πλ.β. Ὅλην ἀποθέμενοι. Πίστιν τὴν ἀμώμητον, οἱ θεοφόροι Πατέρες, ζήλῳ προασπίζοντες, τὴν Ὀγδόην Σύνοδον συνεστήσαντο καὶ ὀθνεῖα δόγματα, καθελόντες ὅρους, αἰωνίους ἀνετείχισαν, καινῷ ἐρύματι, καὶ ὁμολογίαν Ὀρθόδοξον, πανσόφως ἀπειργάσαντο, ἄτρωτον ἐκ βλάβης αἱρέσεων, ὧν τὴν παραθήκην, φυλάτ- ~ 1 ~

τοντες ὡς κλῆρον τιμαλφῆ, καὶ πολιτείαν οὐράνιον, τούτων μιμησώμεθα. Σύμβολον θεόγραφον, τὸ ἐν προτέραις Συνόδοις, θεσπισθὲν κυρώσαντες, τοὺς τολμῶντας ἕτερον ἀναγράψασθαι, ὑφελεῖν ἢ πρόσθεμα, ἀδεῶς ἐνθεῖναι, κατακρίτους ἀποβλήτους τε, τοῦ θείου Σώματος, Ὅσιοι Ποιμένες ἀνέφηναν, Θεοῦ ὑπεναντίους δέ, καὶ τῆς Ἀληθείας ἡγήσαντο. Ὅθεν μετὰ φόβου, ἀκρίβειαν τηρῶμεν ἐν παντί, μὴ παρομοίῳ ἐν κρίματι, οἰκτρῶς περιπέσωμεν. Δύσεως οἱ πρόκριτοι, ὀρθοδοξοῦντες εἰσέτι, καὶ αὐτῆς μετέχοντες, δεδογμένα πάντα συνωμολόγησαν, ὅμως μετέπειτα, διαβόλου πλάνῃ, βλασφημίαν ἐξηρεύξαντο, κατὰ τοῦ Πνεύματος, οὕτω δὲ σφαλέντες ὑπέπεσον, ἰδίῳ ἀναθέματι, δῆλον ἑαυτοὺς καταστήσαντες, αὐτοκατακρίτους διὸ αὐτῶν τῆς λύμης ἀσινῆ, τὴν Ἐκκλησίαν φυλάξατε, Ἱεράρχαι τίμιοι. Ἕτερα. Ἦχος ὁ αὐτός. Ἡ ἀπεγνωσμένη. Πνεῦμα ἐκπορεύεσθαι οἱ δοκοῦντες, καὶ ἐκ τοῦ Υἱοῦ ἐξέπεσον Ἀληθείας. Χριστοῦ μαρτυρίαν γάρ, ἀφρόνως μὴ λαβόντες, καὶ τῆς Πατέρων καταγνόντες, διδαχῆς εἰς Ἁγίαν, καὶ Ὁ- μοούσιον Τριάδα, ἀναιδῶς βλασφημοῦσιν. Ἀλλά, Δέσποτα, ὁ θέλων πάντας, σῶσαι καὶ τούτους εἰς τὴν Πίστιν ἐπίστρεψον, ἐν μετανοίᾳ, ὡς Εὔσπλαγχνος. Ῥώμης πρεσβυτέρας τοῦ Ἐπισκόπου, ἔτι ὁμοδόξου τιμῆς πρεσβεῖα, ἀλλ οὐκ ἐξουσίας τὸ πρωτεῖον ἀπεδέχθη, Σύνο- ~ 2 ~

δος τάξιν Ἐκκλησίας, ἐμπεδώσασα αὖθις, ὡς δὲ πηγὴν ἱερωσύνης, οὐδαμῶς τοῦτον ἔγνω. Τὸν Θεάνθρωπον γὰρ μόνον Μέγαν, Ἀρχιερέα καὶ μεσίτην αἰώνιον, πρὸς τόν Πατέρα κεκτήμεθα. Φώτιε, Συνόδου ὁ προεδρεύσας, σὺν λοιποῖς θεόφροσιν Ἱεράρχαις, τὸν νοῦν ἐλλαμπόμενοι αὐγαῖς Φωτὸς Ἀκτίστου, καὶ ἀπλανῶς θεολογοῦντες, τῶν Λατίνων τὰς δόξας, λῆρον ἐδείξατε καὶ πλάνην, ἀφεγγοῦς διανοίας. Ἱκετεύσατε οὖν τὸν Σωτῆρα, ἰδίᾳ γνώμῃ μὴ στοιχεῖν ἡμᾶς πώποπε, ἀλλ ὑ- μετέροις διδάγμασιν. Δόξα. Ἦχος πλ. α. Παράκλητε, ὁ ἐν Προφήταις καὶ Ἀποστόλοις, καὶ Διδασκάλοις τῆς Ἐκκλησίας λαλήσας ὁ μεθ ἡμῶν εἰς τὸν αἰῶνα μένων, καὶ ὁδηγῶν ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Σὺ καὶ τοὺς Πατέρας, εἰς Σύνοδον Οἰκουμενικὴν τὴν Ὀγδόην συνεκάλεσας, καὶ τὴν ἅπαξ τοῖς Ἁγίοις παραδοθεῖσαν Πίστιν, δι αὐτῶν αὖθις κατεκύρωσας, ὡς ἐχθροὺς Θεοῦ καὶ τῆς Ἀληθείας κατακρίνας, τοὺς ἑτέρως φρονοῦντας. Αὐτὸς καὶ νῦν, Οὐράνιε Παμβασιλεῦ, Ὀρθοδοξίᾳ ἡμᾶς στήριξον, καὶ ἁγίασον, τῇ ἀκτίστῳ Σου χάριτι. Καὶ νῦν. Δογματικὸν Θεοτοκίον. Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Δευτερονομίου τὸ ἀνάγνωσμα. (Κεφ. Α 8-11,15-17). ~ 3 ~

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ ἴδετε, παραδέδωκεν ἐ- νώπιον ὑμῶν τὴν γῆν εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ αὐτο- ύς. καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκεί νῳ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑ- μᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθεί η ὑμῖν ὡς ἐστὲ χιλιοπλασί ως καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑ- μῖν. καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκεί νῳ λέγων διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρί νατε δικαί ως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρί σει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστεί λῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρί σις τοῦ Θεοῦ ἐστι καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ ὑμῶν, ἀνοί σετε αὐτὸ ἐπ ἐμέ, καὶ ἀκούσομαι αὐτό. Δευτερονομίου τὸ ἀνάγνωσμα. (Κεφ. ι 14-21) Εἶπε Μωσῆς πρὸς τοὺς Υἱοὺς Ἰσραήλ ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅ- σα ἐστὶν ἐν αὐτῇ πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην. καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑ- ~ 4 ~

μῶν οὐ σκληρυνεῖτε ἔτι ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θε- ὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας καὶ ἰ- σχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾶ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱ- μάτιον. καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ. Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐ- ποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου. Προφητείας Ἱερεμίου τὸ ἀνάγνωσμα (Κεφ. ια 18-23 καὶ ιβ 1-5, 14-15) Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων ἐπ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι. Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ αὐτούς οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐ- πάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐ- ~ 5 ~

πισκέψεως αὐτῶν. Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν ἐγγύς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρῳ ἀ- πὸ τῶν νεφρῶν αὐτῶν. καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡ- μέραν σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν οὐκ ὄ- ψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. σοῦ οἱ πόδες τρέχουσι καὶ ἐκλύουσί σε Οτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕ- καστον εἰς τὴν γῆν αὐτοῦ. ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελον. Ἦχος δ. Κύριε Ἰησοῦ Χριστέ, ὁ πρὸ αἰώνων Θεὸς ἡμῶν, ὁ Εἷς τῆς Ὁ- μοουσίου καὶ Ἀδιαιρέτου Τριάδος, ὁ δι ἡμᾶς Ἐνανθρωπή- ~ 6 ~

σας, καὶ πάντας καλῶν πρὸς σωτηρίαν. Σὺ εἶ ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Ἱκετεύομέν Σε, Πολυέλεε, περίσωζε τὴν ποίμνην Σου ἐξ αἱρέσεως πάσης, καὶ τῶν νῦν ἐπαπειλούντων δεινῶν. Ἐπανάγαγε τοὺς πεπλανημένους, ἐν μετανοίᾳ, τοῖς μὴ γινώσκουσί Σε ἐμφάνηθι, καὶ δὸς ἡμῖν τὴν ἑνότητα τῆς Πίστεως, ἵνα γένηται ποίμνη μία, δοξάζουσά Σε τὸν Ἕνα Ποιμένα, εἰς αἰῶνας αἰώνων. Δόξα. Ἦχος πλ.α. Χριστέ, ὁ Θεὸς ἡμῶν, ἡ Ἄμπελος τῆς ζωῆς, ἐν ᾗ τὴν Ἐκκλησίαν ὁ Πατὴρ κατεφύτευσε, καὶ τοῖς ζωηφόροις νάμασι τῆς Χάριτος τοῦ Πνεύματος, ἀρδεύει ἀενάως. Δεόμεθά Σου, Δέσποτα Φιλάνθρωπε, τήρησον ἡμᾶς ἐν Σοὶ ἐῤῥιζωμένους, ὀρθοδοξοῦντας, καὶ τὰς σωτηρίους Σου ἐντολάς ἐργαζομένους. Ἵνα μὴ ὡς ἄκαρπα κλήματα, ἄρῃ ἡμᾶς Γεωργὸς ὁ ἐπουράνιος. Ἀλλά, καθαίρων τῇ μετανοίᾳ, καρποφόρους ἀναδείξη, πλείονα φέροντας καρπὸν ἁγιωσύνης. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡ- μῶν. ~ 7 ~

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Καὶ τῶν Πατέρων, εἰ βούλει. Ἦχος α. Πανεύφημοι Μάρτυρες Φιλτάτου Κυρίῳ Μαθητοῦ, τοὺς πιστοὺς κελεύοντος, αἱρετικοῖς μὴ συμμείγνυσθαι, ἡμῖν πῶς ἔξεστι, τοῖς πεπλανημένοις, κοινωνεῖν προσχήματι, ἀγάπης; Ἀλλ αὐτοῦ ταῖς δεήσεσι, Χριστέ, τὸν φόβον Σου, ταῖς ψυχαῖς ἡμῶν ἐμφύτευσον, μὴ ἐκκλίνειν, τῶν παραγγελμάτων Σου. Στίχ: Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὀγδόης Συνόδου οἱ σοφοί, ὄντως θεοκήρυκες, διαυγεστάτοις τοῖς ῥήμασιν, αἱρέσεις ἔδειξαν, τὰς Λατίνων δόξας διὸ πλάνην φύγωμεν, τῶν νῦν ἐπισκοτούντων Ἀλήθειαν, καινοῖς τεχνήμασι, καὶ Πατέρων τὴν διάγνωσιν, παρορώντων, κόσμου δι ἀρέσκειαν. Στίχ: Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτῷ. Ἐδὲμ ἀπελάσας νοητῆς, ὄφις ὁ ἀρχέκακος, κακοδοξοῦντας ἐξώρισεν, εἰς γῆν ἀνάρδευτον, ἐκ ναμάτων θείων, οὗ πολλῶν αἱρέσεων, ζιζάνια κακίας τε ἄκανθαι, πυκνῶς βλαστάνουσιν Ὀρθοδόξῳ οὖν ἐν πίονι, γεωργίῳ, εὐπειθῶς δουλεύσωμεν. Δόξα. Ἦχος πλ.β. ~ 8 ~

Πατέρες τρισμακάριοι, τῶν χαρισμάτων τοῦ Πνεύματος πλήρεις ὑπάρχοντες, ποιμένες ἀνεδείχθητε τῆς Ἐκκλησίας χριστομίμητοι, καὶ ἐγρήγοροι τῶν θείων Δογμάτων φύλακες. Ὑμεῖς, πανένδοξοι, ἐκ περάτων τῆς Οἰκουμένης συνελθόντες, εἰς Σύνοδον Ὀγδόην τὴν Ἁγίαν, ἐπουρανίου Βασιλέως κελεύσματι, καὶ τοῦ ἐπὶ γῆς παρουσίᾳ, τὴν ἐν τῷ θεογράφῳ Συμβόλῳ, Ὀρθόδοξον Ὁμολογίαν ἐκυρώσατε, θεμέλιον δεικνύντες αὐτὴν τῆς σωτηρίας. Αἱρέσεως δὲ καθυποβαλόντες ἀναθέματι, τοὺς τολμῶντας ἐπ αὐτῆς τροπὴν ἢ ἀλλοίωσιν, καινῷ, ἀνεπιβάτῳ πολεμίοις, ἠσφαλίσασθε ὀχυρώματι. Ἱκετεύσατε ὑπὲρ ἡμῶν, Φωστῆρες τῆς Ἐκκλησίας παμφαφεῖς, μετὰ δέους τηρεῖν τὴν ἁγίαν Παράδοσιν, καὶ μή, ὕπνῳ ῥαθυμίας, δολίοις ἐχθροῖς ἐάσωμεν ἁλῶναι, κλῆρον ὑμῶν τὸν τιμαλφέστατον. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκια. Τὸ Ἀναστάσιμον. Εἶτα. Ἀπολυτίκιον τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Τῆς Ὀγδόης Συνόδου σεπτοὺς τιμήσωμεν, καὶ θεοφόρους Πατέρας χαριστηρίοις ᾠδαῖς, τοὺς προμάχους Ἀληθείας καὶ ἐκφάντορας. Ὅτι ἐφύλαξαν καλῶς καὶ παρέδωκαν ἡμῖν ἀ- ~ 9 ~

μώμητον τὴν ἁγίαν, καὶ θεοκήρυκτον Πίστιν, τὸ τῆς θεώσεως θεμέλιον. Ἕτερον Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Συνόδου τῆς Ὀγδόης θεόκλητοι Πατέρες, πλάνην καθελόντες καὶ στύλοι φανέντες Ἀληθείας, τῆς Πίστεως μέγαν θησαυρόν, ἀκέραιον παρέδωκαν ἡμῖν διὰ τοῦτο ἀνυμνοῦντες χρεωστικῶς, τὸν Κύριον εὐλογοῦμεν Δόξα τῷ συγκαλέσαντι ὑμᾶς Δόξα τῷ ἐνισχύσαντι δόξα τῷ καταγλαΐσαντι νοῦν ὑ- μῶν ἔνθεον. Καὶ νῦν. Θεοτοκίον τοῦ Ἤχου. ~ 10 ~

ΕΝ Τῼ ΟΡΘΡῼ Μετὰ τὸν Ἑξάψαλμον τὰ Ἀπολυτίκια, ὡς ἐν τῷ Ἑσπερινῷ. Καθίσματα Μετὰ τὴν α Στιχολογίαν. Ἀναστάσιμον. Δόξα. Τῶν Πατέρων Ἦχος α. Τὸν Τάφον Σου, Σωτήρ. Πατέρας εὐκλεεῖς, τῆς Ὀγδόης Συνόδου, τιμῶντες εὐλαβῶς, χαριστήριον αἶνον, Τριάδι προσενέγκωμεν δι αὐτῶν γὰρ ὀ- χύρωμα, περιέθηκε, τῇ ἀκραιφνεῖ Πίστει νέον, ἀδιάσειστον, εἰς τοὺς αἰῶνας καὶ πᾶσιν, ἐχθροῖς ἀπροσπέλαστον. Καὶ νῦν. Θεοτοκίον. Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον. Μετὰ τὴν β Στιχολογίαν. Ἀναστάσιμον. Δόξα. Τῶν Πατέρων Ἦχος δ.ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὀρθοδοξίας σελασφόροι ἀστέρες, ἐν οἷς ἐμπρέπει τῆς Ἑῴας φωσφόρος, καὶ θεωρὸς Ἀκτίστου τῆς Τριάδος Φωτός, Φώτιος ~ 11 ~

ὁ Ἰσαπόστολος, ἐπί σκότους κατήγαγον, θρίαμβον ὑπέρλαμπρον, Συνόδῳ ἐν Ὀγδόῃ. Τῆς Ἀληθείας ὅθεν τῷ φωτί, τούτων πρεσβείαις ἀεὶ πορευώμεθα. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤ- ῥύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐ- λευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Μετὰ τὴν γ Στιχολογίαν. Τῶν Πατέρων Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἐν καρδίᾳ καθαρᾷ, καὶ πόθῳ ζέοντι ψυχῆς, θεολήπτῳ τε νοΐ, Ἱεροφάντορες κλεινοί, οἱ τῆς Ὁγδόης Παράδοσιν Ἐκκλησίας, σέβοντες καλῶς προτιθέασι, θεμέλιον αὐτὴν ἁγιότητος, ὑποδεικνύντες ἄριστόν τε μέτρον, ὑμῖν τελείαν παρέδωκαν διὸ ἐμφρόνως ἐνστερνισθῶμεν, παραθήκην ἁγίαν. Καὶ νῦν. Θεοτοκίον. Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεῦσιν ἐ- κραύγαζε Παρθένος τίκτει, καὶ μετὰ Τόκον, πάλιν μένει Παρθένος. ~ 12 ~

Εἶτα, ὁ Ἄμωμος τὰ Εὐλογητάρια. Ἡ Ὑπακοή. Οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου. Εὐαγγέλιον Ἑωθινόν. Τό, Ἀνάστασιν Χριστοῦ. Ὁ Ν Ψαλμός καὶ τὰ λοιπά. Οἱ Κανόνες ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν καὶ τῶν Πατέρων. Κανὼν τῶν Ἁγίων Πατέρων, οὗ ἡ Ἀκροστιχίς: Ὀγδόης Συνόδου σεπτοῖς Πατράσι Χάρις. Θ(έκλης) Ἦχος πλ. β. ᾨδὴ α. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Ὁμοουσίου Τριάδος τοὺς ἱερούς, μύστας εὐφημήσωμεν, ὅτι Πίστιν ἀληθῆ, εὐλαβῶς φυλάξαντες, τελείαν καὶ ἄμωμον ἡ- μῖν, παραδεδώκασι. Γραφίδι γέγραπται Πνεύματος τὰ σεπτά, Ἐκκλησίας Δόγματα διὸ πλάνην ὡς δεινήν, κιβδηλίαν ἅπασαν, Θεόπται, Συνόδῳ ἐν Ὀγδόῃ, κατεδίκασαν. Δυσφήμῳ δόξῃ Λατῖνοι συνοδικῶς, τὸ φρικτὸν ἀνάθεμα, ξενωθέντες τοῦ Θεοῦ, ἑαυτοῖς ἐπέσυραν, καὶ μὴ συνιέντες παντελῶς, χάριν ἀπώλεσαν. Θεοτοκίον. Ὁμολογοῦντας Μητέρα σε τοῦ Θεοῦ, ὀρθοδόξως Ἄχραντε, ἀμφιβόλων λογισμῶν, μὴ ἐάσῃς κλύδωνι, ἡμᾶς ἐμπεσεῖν περὶ τὴν Πίστιν, ἀμελήσαντας. ~ 13 ~

ᾨδὴ γ. Οὐκ ἔστιν Ἅγιος. Ἡδέως κλίναντες τὸ οὖς, ὄφεως συμβουλίᾳ, καὶ οἰκτρῶς ἀ- ποστάντες, οἱ Λατῖνοι τοῦ Θεοῦ, τῆς νοητῆς ἐξ Ἐδέμ, Ἐκκλησίας πόρρῳ ἐμακρύνθησαν. Συνόδου Φώτιε σοφέ, Πρόεδρε τῆς Ὀγδόης, ἀγχινοίᾳ ἀντέστης, δεσποτείᾳ Δυτικῶν, Ἀνατολῆς συντηρῶν, Ἐκκλησίαν πάντῃ αὐτεξούσιον. Στοιχοῦντες Ἀποστολικῇ, Ἅγιοι, Παραδόσει, τῆς Ὀγδόης Πατέρες, τοὺς Λατίνους εὐκρινῶς, διαδοχῆς τῆς αὐτῶν, ἀμετόχους ὅλως ἀπεδείξατε. Θεοτοκίον. Ὑμνεῖν σε Πάναγνε ἡμᾶς, πρέσβευε καὶ λατρεύειν, τῇ Ἁγίᾳ Τριάδι, ἐν καρδίᾳ καθαρᾷ, ὡς ἄν κρατῶμεν στεῤῥῶς, μαρτυρίας Ὀρθοδόξου Πίστεως. Κάθισμα τῶν Πατέρων. Ἦχος β. Πρεσβεία θερμή Πατέρων χορὸν Ὀγδόης τὸν πανάριστον, ὑμνοῦντες πιστῶς, ταῖς τούτων παραδόσεσι, ἀτενῶς ἑπώμεθα, καὶ Ἀμώμῳ Πίστει ἐμμένωμεν, ὅτι ἡ μόνη πέφυκεν ὁδός, πρὸς τέλος εὐκταῖον τῆς θεώσεως. Καὶ νῦν. Θεοτοκίον. Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι Θεοτόκε Δέ- ~ 14 ~

σποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα. ᾨδὴ δ. Χριστός μου δύναμις Νοῒ θεόφρονι, Πατέρες αἵρεσιν, τὸ Υἱόθεν τε Πνεῦμα ἐκπορευτόν, εἶναι ἀπεφήναντο. Τὶς οὖν ἂν δύναιτο εἰπεῖν, τἀναντία θρασυνόμενος. Ὀθνείῳ δόγματι, σεπτὸν Μυστήριον, βλασφημεῖται Τριάδος Μοναρχικῆς, Μόνη ἀναιρεῖται γάρ, Πηγὴ Θεότητος Πατήρ, διαρχία δὲ εἰσάγεται. Δαιμόνων εὕρημα, Λατίνων πρόσθεμα, ἐν Συμβόλῳ Προσώπων γὰρ ἀλλοιοῖ, ἴδια γνωρίσματα, Μοναρχικῆς καὶ Τριφεγγοῦς, Ἀσυγχύτου τε Θεότητος. Θεοτοκίον. Ὁ Λόγος φύραμα, ἐκ Σοῦ ἀνθρώπινον, εὐδοκίᾳ προσείληφε τοῦ Πατρός, Ἄχραντε Θεόνυμφε, καὶ ἐπελεύσει ἐπὶ Σέ, Συνανάρχου Θείου Πνεύματος. ᾨδὴ ε. Τῷ θείῳ φέγγει σου. Ὑβρίζει Δύσις τὸ Συμφυές, Πνεῦμα τῷ Πατρί καὶ τῷ Υἱῷ, πίστει ψευδεῖ εἰς ἐνέργειαν, Μίαν τῶν Τριῶν γὰρ μειοῖ, Μονάρχου Θεοῦ, Ὑπόστασιν τελείαν καὶ Ὁμοούσιον. Σατὰν ἐκπέπτωκεν Οὐρανοῦ, θεῖναι ὑπεράνω νεφελῶν, θρόνον ποτὲ ὀρεξάμενος. Πόλου δ Ἐκκλησίας ποθῶν, Λατίνων ποιμήν, ὑπέρθρονον γενέσθαι αὐτῆς ἐξώρισται. ~ 15 ~

Εἰσάγει νέαν ὡς ἀληθῶς, αἵρεσιν νομέα ἑαυτόν, Αἱρεσιάρχης οἰόμενος, τῆς ἱερατείας γὰρ δή, Χριστὸς Ἰησοῦς, δοτὴρ ὁ μόνος πέφυκε τοῦ χαρίσματος. Θεοτοκίον. Παθῶν ἀπάλλαξον μιαρῶν, Ἄσπιλε οἰήσεως ἡμᾶς, ᾍδου ῥιπτόντων εἰς βάραθρον, χάριν ταπεινώσεως δέ, πρεσβείαις σου δός, ὑψούσης εἰς θεώσεως τελειότητα. ᾨδὴ στ. Τοῦ βίου τὴν θάλασσαν Τὴν μόνην Ἀλήθειαν, Δυτικῶν συναγωγή, καταλιποῦσα ὤ- λισθεν, ποικιλόφρονος ψεύδους περιπλοκῇ, κρημνῷ τῷ κατάγοντι, εἰς ἀπώλειαν, πλήθει τῶν αἱρέσεων. Οἰόμενοι σφάλλονται, τῆς Θεότητος κτιστάς, τὰς ἐνεργείας οὕτω γάρ, τῆς θεώσεως ἄβατος ἡ ὁδός, ἀνθρώποις καθίσταται, καὶ Θεὸς ὅλως κτίσμασιν ἀπρόσιτος. Ἰῷ τῆς αἱρέσεως, καὶ κατάδυσιν τριττήν, τοῦ Βαπτισμοῦ κατήργησαν, Ἐκκλησίας Παράδοσιν ἐκποδών, σαφῶς ποιησάμενοι, καὶ τελοῦντες αὐτὸν διὰ ῥαντίσματος. Θεοτοκίον. Συνέλαβες Ἄχραντε, ἐν γαστρί σου τὸν Χριστόν, ὑπερφυῶς τοῖς νόμοις δέ, συνελήφθης τῆς φύσεως συνῳδά διὸ πλάνην λέγομεν, τῆς ἀσπίλου σου δόξασμα συλλήψεως. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. ~ 16 ~

Ὀρθοδόξου Πίστεως, ὑπερμαχοῦντες, εἰς Ὀγδόην Σύνοδον, πάσης συνήχθησαν ἐκ γῆς, παρακελεύσει τοῦ Πνεύματος, τῆς Ἀληθείας οἱ θεῖοι ἐκφάντορες. Ὁ οἶκος. Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν. Ὡς Ἐκκλησίας φρυκτωροί, καὶ τῷ τοῦ Χριστοῦ πόθῳ, σφοδρῶς πυρπολούμενοι ἑαυτῶν τὰς καρδίας, Πίστεως ἔδειξαν ὀρθῆς τὴν ὁμολογίαν, μόνην κρηπῖδα ἀσφαλῆ τῆς ποθεινῆς θεώσεως, πλάνην δὲ καὶ πανώλεθρον αἵρεσιν, πᾶσαν ἐπὶ Συμβόλου τῶν Συνόδων προσθήκην, ἀφαίρεσιν ἤ τροπήν, ὡ- σαύτως. Διὸ τὰς Λατίνων σαθρὰς δόξας, βλάσφημα διδάγματα, ἀπόβλητα καὶ ξένα τῆς Ὀρθοδοξίας, ἐξήλεγξαν προσηκόντως, τῆς Ἀληθείας οἱ θεῖοι ἐκφάντορες. Τὸ Συναξάριον. Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν τριακοσίων ὀγδοήκοντα καὶ τριῶν Θεοφόρων Πατέρων, τῶν ἐν Κωνσταντινουπόλει συγκροτησάντων τὴν Ἁγίαν Ὀγδόην Οἰκουμενικὴν Σύνοδον, ἐπὶ Αὐτοκράτορος Βασιλείου Α τοῦ Μακεδόνος, Πατριαρχοῦντος δὲ τοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως-Νέας Ῥώμης Φωτίου τοῦ Μεγάλου, κατὰ τὰ ἔτη ὀκτακοσιοστὸν ἑβδομηκοστὸν ἔνατον καὶ ὀκτακοσιοστὸν ὀγδοηκοστόν (1879-1880). Στίχοι Πλάνην ἔδειξαν ἐκπόρευσιν Πατέρες Υἱόθεν τε τοῦ Πνεύματος ἐν Συνόδῳ. ~ 17 ~

Τιμῆς πρεσβεῖα Ἐκκλησία ἡ Μία, ἀλλ οὐ πρωτεῖον τῷ Ῥώμης ἐδεδώκει. Ἡ Σύνοδος αὕτη συνεκλήθη ἐν Κωνσταντινουπόλει, ἐν τῷ πανσέπτῳ Ναῷ τῆς τοῦ Θεοῦ Σοφίας, κατὰ τὰ ἔτη 879-890 μ.χ. ὑπό τοῦ αὐτοκράτορος τῶν Ῥωμαίων Βασιλείου Α τοῦ Μακεδόνος, τῇ συμμετοχῇ τῶν πέντε Πρεσβυγενῶν Πατριαρχείων. Προεξάρχων τῶν συνελθόντων Ἁγίων Πατέρων ἦν ὁ Πατριάρχης Κωνσταντινουπόλεως-Νέας Ῥώμης Φώτιος ὁ Μέγας, συμμετεῖχον δὲ καὶ ἐκπρόσωποι τοῦ Πάπα τῆς Ῥώμης Ἰωάννου τοῦ Η (Ὀρθοδόξου ἔτι ὄντος) Πέτρος ὁ Πρεσβύτερος, Παῦλος καί Εὐγένιος, ὁ ἐκπρόσωπος τοῦ Πατριάρχου Ἱεροσολύμων Θεοδοσίου, Ἠλίας ὁ Πρεσβύτερος, ὁ ἐκπρόσωπος τοῦ Πατριάρχου Ἀλεξανδρείας Μιχαήλ, Κοσμᾶς ὁ Πρεσβύτερος, καὶ ὁ ἐκπρόσωπος τοῦ Πατριάρχου Ἀντιοχείας Θεοδοσίου, Βασίλειος Ἐπίσκοπος Μαρτυρουπόλεως. Ἐν τῇ Οἰκουμενικῇ ταύτῃ Ὀγδόῃ Συνόδῳ, Ἁγίῳ Πνεύματι ὑπηχούμενοι οἱ Ἅγιοι Πατέρες, καὶ ἑπόμενοι τοῖς πρὸ αὐτῶν σοφοῖς Διδασκάλοις καὶ Ἁγίοις τῆς Ἐκκλησίας, ἐπεκύρωσαν τὰς ἀποφάσεις τῆς 7 ης Οἰκουμενικῆς Συνόδου καὶ κατεδίκασαν ὡς αἵρεσιν τὴν ἀναφανεῖσαν ἐν τῇ Ἐκκλησίᾳ τῆς Δύσεως δοξασίαν περὶ ἐκπορεύσεως τοῦ Παναγίου Πνεύματος, οὐ μόνον ἐκ τοῦ Πατρός, ὥς φησιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ Εὐαγγελίῳ, θεοπνεύστως τε ἐν προτέραις Συνόδοις ἐδογμάτισαν οἱ θεῖοι Πατέρες καὶ ἐξέθεσαν ἐν τῷ τῆς Πίστεως Συμβόλῳ, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ. Προσέτι δὲ κατέκριναν ὡς αἱρετικούς, ἐχθροὺς τοῦ Θεοῦ καὶ τῆς Ἀληθείας καὶ ἀποβλήτους τῆς Ἐκκλησίας τοὺς ἑτέρως φρονοῦντας πα- ~ 18 ~

ρὰ τὰ θεσπισθέντα ἐν ταῖς Ἁγίαις Συνόδοις καὶ τοὺς τολμῶντας προσθήκην ἤ ὑφαίρεσιν ἐν τῷ Θείῳ Συμβόλῳ. Πρὸς τούτοις, κατεδίκασαν οἱ Θεοφόροι Πατέρες καὶ τὴν ἀ- ξίωσιν πρωτείου ἐξουσίας ἐπὶ τῆς Ἐκκλησίας ὑπὸ τοῦ Ἐπισκόπου Ῥώμης, λέγοντος πηγὴν εἶναι αὐτὸν τῆς Ἱερωσύνης. Ἀλλὰ τοῦτο, ἰδίᾳ τῇ σθεναρᾷ καὶ εὐφυεστάτῃ ἡγεσίᾳ τοῦ σοφωτάτου Πατριάρχου Φωτίου, ἀπεδείχθη αἵρεσις διὸ καὶ μόνον τιμῆς πρωτεῖον ἀνεγνωρίσθῃ αὐτῷ, διασωθέντος οὕτω τοῦ αὐτεξουσίου τῆς Ἀνατολικῆς Ἐκκλησίας. Ὡσαύτως ἡ Σύνοδος εἰρήνευσε τὴν Ἐκκλησίαν, καταπαύσασα τὰς ταραχὰς μεταξὺ Ἀνατολῆς καὶ Δύσεως, ἕνεκα τῆς Βουλγαρίας, ἑνώσασα ἀποσχισθέντας αὐτῆς Ἐπισκόπους, λόγῳ τῆς ἀποπομπῆς τοῦ πρώην Κωνσταντινουπόλεως Ἰ- γνατίου καί τῆς χειροτονίας τοῦ Ἁγίου Φωτίου καὶ διασώσασα, οὕτω, τὴν Ὀρθοδοξίαν ἐν αὐτῇ. Συνεζητήθησαν καὶ ἕτερα τινὰ ζητήματα, ὡς αἱ διακονίαι ἐν τῇ Ἐκκλησίᾳ, ἡ ἀθρόα χειροτονία καὶ τὰ τοπικά ἔθη. Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἑδραίους ἡμᾶς τήρησον ἐν τῇ Ὀρθοδόξῳ Πίστει καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν. ᾨδὴ ζ. Δροσοβόλον μὲν τὴν κάμινον. Πολυάριθμα ἀπέτεκε, τῆς Δύσεως, ἔκγονα βλασφημία κακά τὸ ἀλάθητον, ποτηρίου ἄρνησιν λαῷ, ἀζύμων τὴν χρῆσιν ἀτελῆ, Ἱερουργίαν σὺν λοιπαῖς, ἄχρι καὶ νῦν ἐκτροπαῖς. ~ 19 ~

Ἀδιάδραστος αἱρέσει ἡ ἀλλοίωσις, ἕπεται τῶν ἐνθέων ἠθῶν, ὅτι Πνεύματος, ἁγιότης πέφυκε καρπός τῇ πλάνῃ οὖν Δύσις παντελῶς, ἀποκεχώρισται Θεοῦ, καὶ τὰ τοῦ κόσμου φρονεῖ. Τῇ τοῦ Πνεύματος μαχαίρᾳ οἱ ἀκέστορες, Δύσιν ὡς ἀνιάτως νοσοῦν, μέλος ἔταμον, Ἐκκλησίας, πνεύμονα πῶς οὖν, τολμήσωμεν λέγειν ὑγιᾶ, στέργουσαν φάρμακον πιεῖν, ἐπιστροφῆς μηδαμῶς. Θεοτοκίον. Ῥητορεύουσαν παροῦσαν πλάνην φίμωσον, Δέσποινα ἐ- ναντία Γραφῶν, Ἀποστόλων τε, καὶ Πατέρων κρίσει ἀσεβῶς, ποικίλαις ἐν λόγων συστροφαῖς, καὶ κοινωνοῦσαν Δυτικοῖς, ὡς ἐν Χριστῷ ἀδελφοῖς. ᾨδὴ η. Ἐκ φλογὸς τοῖς ὁσίοις. Ἀθροισθέντες Ποιμένες Ἅγιοι Σύνοδον, εἰς Ἁγίαν Ὀγδόην Πίστιν ἐτράνωσαν, πρῶτος ὧν φωτόμορφος, μέγιστος Φώτιος, ἤλεγξε τὸ ψεῦδος, Φωτὶ τῆς Ἀληθείας. Σὺν τῷ θείῳ Φωτίῳ Πάπα ἐκπρόσωποι, Ἰωάννου οἱ Παῦλος, Πέτρος, Εὐγένιος, ὅρους ἠσφαλίσαντο, θείους τῆς Πίστεως, ἔλεγχον πρὸς δῆλον, τῆς πλάνης αἰωνίως. Ἱερὰν ἀπαρτίζει ὅμιλος ἔνθεος, στρατιὰν ἐξ Ἑῴας πάσης καὶ Δύσεως, Γῆς Σιών Αἰγύπτου τε, Λόγου ἐκφάντορες, καὶ Ἀντιοχείας, χριστόλεκτοι Ποιμένες. Θεοτοκίον. ~ 20 ~

Χλιαρὸν ἡμῶν πνεῦμα φλέξον τῷ ἔρωτι, τῆς Τριάδος Παρθένε ὅπως φυλάξωμεν, ἣν παρηγγυήκασι, ἄσπιλον Ἅγιοι, Πίστιν τὴν τελείαν, δι αἵματος καὶ πόνων. ᾨδὴ θ. Θεὸν ἀνθρώποις. Ἀγάπης τέλειον σχόντες χάρισμα, ποίμνης ποιμένες λύκους ὡς ἀγρίους ἐδίωξαν, τοὺς φρονοῦντας ἕτερα, παρὰ τὰ σεπτά, Δόγματα τῶν Συνόδων. Μὴ οὖν πλανώμεθα, λέγοντες οἰκείωσιν αὐτοῖς ἀγάπης γνώρισμα. Ῥαθύμως φέρειν ἡμῖν οὐκ ἔξεστιν, ἅπερ Πατέρες θείως ἐν Συνόδῳ ἐθέσπισαν. Τῆς Ὁμοουσίου γάρ, Τριάδος ἀεί, ἔσται κεχωρισμένος, πᾶς μὴ στοιχῶν αὐτοῖς, καὶ τῆς Ἐκκλησίας ξένος ὅλως καὶ ἀπόβλητος. Ἰκμὰς οὐδόλως ὑπάρχει χάριτος, οἷς ὁ τῆς πλάνης πέλεκυς τοῦ δένδρου ἐξέκοψεν, τῆς ζωῆς ὡς Σύνοδος, Ὀγδόη σαφῶς, ῥήδην τε διαγγέλλει. Πῶς οὖν ἀκμάζοντα, κλάδον Ἐκκλησίας Δυτικοὺς ὑπολαμβάνομεν; Σκοτώδη λύσατε πανουργήματα, θεῖα ὑμῶν τολμώντων ἀ- θετῆσαι βουλεύματα, Φώτιε σὺν ἅπασι, Ποιμέσι σοφοῖς, καὶ κατεπειγομένων, ἕνωσιν ἄτοπον, δίχα μετανοίας ταῖς αἱρέσεσι ποιήσασθαι. Θεοτοκίον. Θεὸν τὸν Εὔσπλαγχνον Παναμώμητε, Φύσιν ἡμῶν ἐκ σοῦ προσειληφότα δυσώπησον, στερεῶσαι χάριτι, ἀτρέπτως ἡ- ~ 21 ~

μᾶς, Πίστει τῇ Ὀρθοδόξῳ, ἧς τὴν Ἀλήθειαν, πᾶσαν κιβωτὸς τῆς Ἐκκλησίας μόνη κέκτηται. Ἐξαποστειλάρια. Ἀναστάσιμον καὶ τῶν Ἁγίων Πατέρων. Ἦχος γ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Ὀρθοδοξίας στύλους, ἀνευφημοῦντες ἀκλινεῖς, τοὺς τῆς Ὀ- γδόης Πατέρας, τούτων τοῖς ἴχνεσι πιστῶς, ἀκολουθῶμεν τῇ Πίστει, ὀρθοδοξοῦντες καὶ βίῳ. Θεοτοκίον. Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. Εἰς τοὺς Αἴνους. Ἀναστάσιμα. Καὶ τῶν Ἁγίων Πατέρων. Ἦχος δ. Ὁ ἐξ ὑψίστου. Ἐξ Οἰκουμένης περάτων συνελθόντες, πόλεων εἰς Ἄνασσαν, Πατέρες τίμιοι, τῶν Ἀποστόλων διάδοχοι, Σύνοδον ὅ- λως, ταῖς προλαβούσαις ἑπτὰ ἰσόκυρον, νεύσει Θείου Πνεύματος, συνεκροτήσατε. Κἂν ληστρικὴν δὲ καὶ ἄκυρον, ἡ Δύσις εἶτα, δολίᾳ γνώμῃ αὐτὴν ἐκήρυξεν, ἀλλ Ἐκκλησίας αὐτεξούσιον, εὐταξίαν εἰρήνην ὁμόνοιαν, καὶ ἀσφάλειαν πᾶσαν, διὰ ταύτης ἀπειργάσασθε. Ἐξ ἀρετῶν ἀκρωρείας εἰσελθόντες, Φῶς εἰς τό Θαβώρειον ἐ- πεστηρίξατε, ὡς κιβωτὸν ἁγιάσματος, τὴν Ἐκκλησίαν, ὀρθῶν Δογμάτων ἐπ ὄρους Ἅγιοι, ἔνθεν τῶν αἱρέσεων οὐ μὴ ~ 22 ~

δυνήσεται, καταποντίσαι ἡ πλήμμυρα, οὐδὲ ἀπάτης, κόσμου τὰ ῥεύματα ἀλλ αἰώνιον, τὸ ταμιεῖον οὖσα χάριτος, Νόμου πλάκας ἀπήρους τε φέρουσα, ἁγιάζει τοὺς πίστει, ἐν αὐτῇ ἑ- δραίως μένοντας. Τῇ Ὀρθοδόξῳ στοιχοῦντες Παραδόσει, βάσιν τῆς θεώσεως ταύτην δεδείχατε, παρατροπὴν δ ἐξηλέγξατε, πᾶσαν ὡς πλάνην, ἀλλοτριοῦσαν τῆς θείας χάριτος. Μέτρον οὖν θεόθετον ὑποσημήναντες, ἡμῖν θεόπται Διδάσκαλοι, μὴ ἀπολέσαι, τῷ Φιλανθρώπῳ Χριστῷ πρεσβεύσατε, ἐν τῷ παρόντι ταραχώδει τε, καὶ ζοφώδει αἰῶνι ἀλλ ἔχωμεν, πολιτείας ἐνθέου, ἀσφαλέστατον κριτήριον. Τοὺς ἀνενδότους ἀγῶνάς σου τιμῶμεν, Φώτιε παμμέγιστε καὶ σὲ γεραίρομεν ἐν τῇ Ὀγδόῃ Συνόδῳ γάρ, τῆς Ἀληθείας, ἀκαταγώνιστος ὤφθης πρόμαχος. Χάριτι καὶ ζήλῳ δὲ καὶ θεολόγῳ σου, εὐτόλμῳ γλώττῃ σοφίᾳ τε καὶ διανοίας, ῥωμαλεότητι ἐθριάμβευσας, τὴν βλασφημόγλωσσον ἀσέβειαν. Διωγμοὶ ὡς εἰκὸς οὖν ἐσφράγισαν, λοιδορίαι καὶ ὕβρεις, τὴν καλὴν ὁμολογίαν σου. Δόξα. Ἦχος β. Μνήμην τὴν πανίερον ἐπιτελοῦντες, τῶν τῆς Ὀγδόης Συνόδου θεοτιμήτων Πατέρων, δοξάζομέν σε, Ἄναρχε Τριάς, ὁ Θεὸς ἡμῶν. Σὺ γὰρ τῷ ἐγκαυχωμένῳ Σοι λαῷ, καὶ πλουτοῦντι πλοῦτον ἀσύλητον, τὴν Ὀρθόδοξον Πίστιν, ἐδωρήσω τὰς Ἁγίας Συνόδους, ἐν αἷς ἐμφαίνεις τὴν Ἐκκλησίαν, καὶ τὴν Ἀλήθειάν Σου φανεροῖς. Σὸν δώρημά ἐστι τέλειον, καὶ αὕτη ἡ Ὀγδόη Σύνοδος, ἐν ᾗ τοὺς ἀπ ἀρχῆς ὅρους ἐπεκύρω- ~ 23 ~

σας, καὶ γνώμονα τούτους ἀκραιφνοῦς ὁμολογίας, αὖθις κατέστησας. Δεόμεθά Σου, οὖν Θεέ Ὑπερούσιε, φώτισον ἡμᾶς, στοιχεῖν ἀεὶ τοῖς παρ αὐτῆς πραχθεῖσι, ἵνα μὴ κεχωρισμένοι εὑρεθῶμεν ἀπὸ Σοῦ, τῆς τῶν ἁπάντων Ζωῆς. Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις... Δοξολογία μεγάλη. Σήμερον σωτηρία. ~ 24 ~

ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων Πατέρων ἡ στ ᾠδή. Ἀπόστολος Τέκνον Τίτε, πιστὸς ὁ λόγος... (Ζήτει Ὀκτωβρίου ια ). Εὐαγγέλιον κατὰ Ματθαῖον Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Ὑμεῖ ἐστε τὸ φῶς τοῦ κόσμου... (Ζήτει Νοεμβρίου ιβ ). Μεγαλυνάριον Χαίρετε Πατέρες πανευκλεεῖς, Ὀγδόης Συνόδου, ὅτι πλάνην τὴν μιαράν, Πνεύματος ἰσχύι, πανσόφως καθελόντες, τῆς Πίστεως τοὺς ὅρους κατησφαλίσασθε. Κοινωνικόν Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Φώτιε μέγιστε, φωτίσαις ἐμμένειν ἑδραίους ἡμᾶς τῷ Φωτὶ Ἀληθείας. Πατέρων Χορεία Συνόδου Ὀγδόης ἀκίβδηλον δὸς ἡμῖν Πίστιν τηρῆσαι. ~ 25 ~