ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Σχετικά έγγραφα
Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ Ἀκαθίστου Ὕµνου

15 ΜΑΡΤΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Αἱ καθ Ἡμέραν Προσευχαί τοῦ Ὀρθοδόξου Χριστιανού. Ἀπόδειπνον Μικρόν (πρό ὕπνου). τοῦ Σταυροῦ κάνε μέ εὐλάβειαν τὸν σταυρόν σου.

29 ΜΑΡΤΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

22 ΜΑΡΤΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

5 ΑΠΡΙΛΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

12 ΑΠΡΙΛΙΟΥ 2019 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ΜΕ ΤΟΝ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ («ΧΑΙΡΕΤΙΣΜΩΝ») ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Α Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

1 John 5. LGNT - September 6, 2019 Page 1. Book Chapter Verse. Word # 1 John Greek. # of words. Numeric value. Interlinear English.

Το Σύμβολο τησ Πίςτεωσ

ΣΟ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Ἀπόδειπνον Μικρόν. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Iohannes Damascenus - De theologia

ΓΙΑΤΙ Ο ΝΗΠΙΟΒΑΠΤΙΣΜΟΣ

ΦωτίστεΤονΚόσμο. ΠΡΩΤΟΒΟΥΛΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Νοεμβρίου Δεκεμβρίου 2017

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. The Service of the Salutations to the Most Holy Theotokos

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων.

Blessed is our God always, now and ever, and to the ages of ages. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. The Service of the Salutations to the Most Holy Theotokos

Ιεροσ Ναοσ Α γι α σ Βαρβαρασ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩN ΕΛΛΗΝΙΚΗ ΕΚΔΟΣΗ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

The Salutations to the Theotokos ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον. The Service of the Salutations to the Most Holy Theotokos

WEEK 21. The Feast of Firstfruits, the Feast of Pentecost, and the Feast of Tabernacles OUTLINE DAY 1

The Salutations to the Theotokos

The Service of the Salutations to the Most Holy Theotokos. Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Blessed is our God always, now and ever, and to the ages of ages. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ THE AKATHIST HYMN

The Service of the Salutations to the Most Holy Theotokos. Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

The Service of the Salutations to the Most Holy Theotokos. Ἀκολουθία τῶν Χαιρεστισµῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

The Salutations to the Theotokos ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

The Salutations to the Theotokos

Saint Sophia Greek Orthodox Cathedral Washington, D.C. Η ΒΑΣΙΛΙΚΗ ΑΚΟΛΟΥΘΙΑ THE ROYAL SERVICE. Office of Music Arts

The Salutations to the Theotokos ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ἀναγνωστικό Κατήχησης

Notes are available 1

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

ΜΑΘΕ ΝΑ ΠΡΟΣΕΥΧΕΣΑΙ Η ΠΡΟΣΕΥΧΗ. Εισαγωγή

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

2 Corinthians 3. LGNT - May 30, 2019 Page 1. Book Chapter Verse. Word # in 2 Cor. # of words. Interlinear English. Numeric value. # of letters.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

The Salutations to the Theotokos

John 14. LGNT - August 23, 2019 Page 1. Book Chapter Verse. Word # in John. # of words. Interlinear English. Numeric value. # of letters.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

I haven t fully accepted the idea of growing older

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ [ΧΑΙΡΕΤΙΣΜΩΝ] ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ. ΤΑΞΗ: Α Γυμνασίου. ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. αʹ. Mode pl. 1. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου.

Μικρὸν Ἀπόδειπνον καὶ Ἀκάθιστος

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ἱερός Καθεδρικός Ναός τῆς τοῦ Θεοῦ Σοφίας Οὐάσιγκτον Περιφ. τῆς Κολούμπια

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ THE DIVINE LITURGY OF SAINT JOHN CHRYSOSTOM

Divine Liturgy of Our Father Among the Saints

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

Ephesians. Wayne Stewart

ematins powered by AGES Holy Week 2018 Bridegroom Service on Tuesday Evening Matins of Holy Wednesday Texts in Greek and English

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ematins powered by AGES Holy Week 2018 Bridegroom Service on Sunday Evening Matins of Holy Monday Texts in Greek and English

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Blessed is our God always, now and ever, and to the ages of ages. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τῇ Τετάρτῃ Αʹ Ἑβδοµάδος εἰς τὸ Ἀπόδειπνον. On Wednesday of the First Week at Compline.

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ. ἁμαρτίαις ἡμῶν, έσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

Τῌ ΚΔʹ ΔΕΚΕΜΒΡΙΟΥ December 24. Παραµονὴ τῶν Χριστουγέννων Αἱ Μεγάλαι Ὧραι. Christmas Eve Day. The Great Hours

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Cirillus Alexandrinus - De synagogae defectu

Η δύναμις των Χαιρετισμών ως παρακλητική προσευχή

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Transcript:

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡµῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡµῶν. Ὁ ἀναγνώστης: Ἀµήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡµᾶς (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν του ὀνόµατός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρὶ... Καὶ νῦν... Πάτερ ἡµῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέληµά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ὁ ἀναγνώστης: Ἀµήν.Κύριε ἐλέησον ιβ' Δόξα Πατρὶ... Καὶ νῦν... Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν. Ψαλµὸς Ν Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ παντὸς σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου µὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦµα τὸ ἅγιόν σου µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ 1

ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη µου ἀνοίξεις καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουθενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους. Ψαλµὸς ΞΘ Ὁ Θεός, εἰς τὴν βοήθειάν µου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί µοι σπεῦσον.. Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν µου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόµενοί µοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόµενοι οἱ λέγοντές µοι, εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς εἰµὶ καὶ πένης. ὁ Θεός, βοήθησόν µοι. Βοηθός µου καὶ ῥύστης µου εἶ σύ, Κύριε, µὴ χρονίσῃς. Ψαλµὸς ΡΜΒ Κύριε εἰσάκουσον τῆς προσευχῆς µου ἐνώτισαι τὴν δέησίν µου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν µου ἐν τῇ δικαιοσύνη σου. Καὶ µὴ εἰσέλθῃς εἰς κρίσιν µετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν µου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν µου.. Ἐκάθισέ µε ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐµὲ τὸ πνεῦµά µου ἐν ἐµοὶ ἐταράχθη ἡ καρδία µου. Ἐµνήσθην ἡµερῶν ἀρχαίων, ἐµελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήµασιν τῶν χειρῶν σου ἐµελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς µου, ἡ ψυχή µου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν µου, Κύριε, ἐξέλιπεν τὸ πνεῦµά µου.. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐµοῦ καὶ ὁµοιωθήσοµαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν µοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.. Γνώρισόν µοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσοµαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν µου. Ἐξελοῦ µε ἐκ τῶν ἐχθρῶν µου, Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου.. Τὸ πνεῦµά σου τὸ ἀγαθὸν ὁδηγήσει µε ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόµατός σου, Κύριε, ζήσεις µε.. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν µου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς µου.. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν µου ὅτι ἐγὼ δοῦλός σου εἰµί. 2

Δοξολογία Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνός του Θεοῦ, ὁ Υἱός του Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν του κόσµου, ἐλέησον ἡµᾶς ὁ αἴρων τὰς ἁµαρτίας του κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα του αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι.. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεος σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν µε τὰ δικαιώµατα σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν µε τοῖς δικαιώµασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕµνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁµοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι ἡµᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡµετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύµατος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡµῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡµέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόµενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόµενον µετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦµα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόµενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συµπροσκυνούµενον καὶ συνδοξαζόµενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς µίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁµολογῶ ἓν Βάπτισµα εἰς ἄφεσιν ἁµαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ µέλλοντος αἰῶνος. Ἀµήν. 3

Ἄξιόν ἐστιν ὡς ἀληθῶς µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα του Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν µόνη. Ἰωσήφ. Ποίηµα Ἰωσὴφ τοῦ Ὑµνογράφου. ᾠδὴ α' Ἦχος δ' Ὁ Εἱρµὸς Ἀνοίξω τὸ στόµα µου, καὶ πληρωθήσεται πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τὰ θαύµατα. I shall open my mouth, and the Spirit will inspire it, and I shall utter the words of my song to the Queen and Mother: I shall be seen radiantly keeping feast and joyfully praising her wonders. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Χριστοῦ βίβλον ἔµψυχον, ἐσφραγισµένην σε Πνεύµατι, ὁ µέγας Ἀρχάγγελος, Ἁγνὴ θεώµενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι' ἧς τῆς Προµήτορος ἀρὰ λυθήσεται. Rejoice, Virgin bride of God, restoration of Adam and death of hell. Rejoice, all-immaculate one, palace of the King of all. Rejoice, fiery throne of the Almighty. Δόξα Πατρὶ... Ῥόδον τὸ ἀµάραντον, χαῖρε ἡ µόνη βλαστήσασα, τὸ µῆλον τὸ εὔοσµον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαµε, κόσµου διάσωσµα. Both now and ever, and unto the ages of ages. Amen. Rejoice, treasure-house of purity, by which we have risen from our fall. Rejoice, sweetsmelling lily which perfumeth the faithful, fragrant incense and most precious myrrh ᾠδὴ γ' Ὁ Εἱρµὸς Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευµατικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. O Mother of God, thou living and plentiful fount, give strength to those united in spiritual fellowship, who sing hymns of praise to thee: and in thy divine glory vouchsafe unto them crowns of glory. 4

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔµψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα. O Heifer that barest the unblemished Calf for the faithful, rejoice, Ewe that hast brought forth the lamb of God Who taketh away the sins of all the world. Rejoice, ardent mercy-seat. α χορός Δόξα Πατρὶ... Ὄρθρος φαεινὸς χαῖρε ἡ µόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίµονας, ὁλοτελῶς ἐκµειώσασα. Both now, and ever, and unto the ages of ages. Amen. Rejoice, only door through which the Word alone hath passed. By thy birthgiving, O Lady, thou hast broken the bars and gates of hell. Rejoice, Bride of God, divine entry of the saved. ᾠδὴ δ' Ὁ Εἱρµὸς Ὁ καθήµενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάµῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάµει σου. With voices of song in faith we cry aloud to thee, who art worthy of all praise: Rejoice, butter mountain, mountain curdled by the Spirit. Rejoice, candlestick and vessel of manna, which sweeteneth the senses of all the pious. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Ἱλαστήριον τοῦ κόσµου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖµαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ µετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑµνοῦντάς σε. Rejoice, most pure one, higher than the heavens, who didst painlessly carry within thy womb the Fountain of the earth. Rejoice, sea-shell that with thy blood didst dye a divine purple robe for the King of Hosts. Δόξα Πατρὶ... Νοµοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνοµίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαµε, δι' ἧς ἡµεῖς ἐθεώθηµεν. 5

Καὶ νῦν... Both now, and ever, and unto the ages of ages. Amen. Praising thee who hast woven for the world a Crown not made by hand of man, we cry to thee: Rejoice, O Virgin, the guardian of all men, fortress and stronghold and sacred refuge. ᾠδὴ ε' Ὁ Εἱρµὸς Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε, σωτηρίαν βραβεύοντα. Rejoice, most immaculate one, who gavest birth to the Way of life, and who savedst the world from the flood of sin. Rejoice, Bride of God, tidings fearful to tell and hear. Rejoice, dwellingplace of the Master of all creation. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Ἰσχὺς καὶ ὀχύρωµα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσµατος τῆς δόξης, νέκρωσις ἃδου, νυµφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρµονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεοµένων σου. Rejoice, O Lady, fiery chariot of the Word, living paradise, having in thy midst the Tree of Life, the Lord of Life, Whose sweetness vivifieth all who partake of Him with faith, though they have been subject to corruption. Δόξα Πατρί... Ῥωννύµενοι σθένει σου, πιστῶς ἀναβοῶµέν σοι, Χαῖρε πόλις τοῦ Παµβασιλέως, δεδοξασµένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόµητον, χαῖρε βάθος ἀµέτρητον. Both now, and ever, and unto the ages of ages. Amen. Rejoice, most pure one, spacious tabernacle of the Word, shell which produced the divine Pearl. Rejoice, all-wondrous Theotokos, who dost reconcile with God all who ever call thee blessed. 6

ᾠδὴ ς' Ὁ Εἱρµὸς Τὴν θείαν ταύτην καὶ πάντιµον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεοµήτορος, δεῦτε τὰς χεῖρας κροτήσωµεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. As we celebrate this sacred and solemn feast of the Mother of God, let us come, clapping our hands, O people of the Lord, and give glory to God who was born of her. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Παστὰς τοῦ Λόγου ἀµόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχηµα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισµα. From thee hath come the Dew that quenched the flame of idolatry; therefore, we cry to thee: Rejoice, living fleece wet with dew, which Gideon saw of old, O Virgin. Δόξα Πατρὶ... Ἰδοὺ σοι, Χαῖρε, κραυγάζοµεν, λιµὴν ἡµῖν γενοῦ θαλαττεύουσι καὶ ὁρµητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεµήτορος. Both now, and ever, and unto the ages of ages. Amen. Thou cause of joy, endue our thoughts with grace, that we may cry to thee: Rejoice, unconsumed bush, cloud of light that unceasingly overshadowest the faithful. ᾠδὴ ζ' Ὁ Εἱρµὸς Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. We sing of thee, saying aloud: Rejoice, chariot of the noetic Sun; true vine, that hast produced ripe grapes, from which floweth a wine making glad the souls of them that in faith glorify thee. 7

Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυµφε, ἡ ῥάβδος ἡ µυστική, ἄνθος τὸ ἀµάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἧς χαρᾶς πληρούµεθα, καὶ ζωὴν κληρονοµοῦµεν. No tongue, however eloquent, hath power to sing thy praises, O Lady; for above the seraphim art thou exalted, who gavest birth to Christ the King, Whom do thou beseech to deliver from all harm those that venerate thee in faith. Δόξα Πατρὶ... Εὐφηµεῖ σε, µακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι. Χαῖρε ὁ τόµος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε. Both now, and ever, and unto the ages of ages. Amen. We thy servants pray to thee and bend the knees of our hearts: Incline thine ear, O pure one; save thy servants who are always sinking, and preserve thy city from every enemy captivity, O Theotokos. ᾠδὴ η' Ὁ Εἱρµὸς Παῖδας εὐαγεῖς ἐν τῇ καµίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε µὲν τυπούµενος. Νῦν δὲ ἐνεργούµενος, τὴν οἰκουµένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑµνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Within thy womb thou hast received the Word; thou hast carried Him who carrieth all; O pure one, thou hast fed with milk Him Who by His beck feedeth the whole world. To Him we sing: Sing to the Lord, all ye His works, and supremely exalt Him unto the ages. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ µέγα µυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐµφανέστατα µέσον πυρὸς ἱστάµενοι, καὶ µὴ φλεγόµενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σε ὑµνοῦµεν, εἰς πάντας τοὺς αἰῶνας. We who once through falsehood were stripped naked, have by thy childbearing been clothed in the robe of incorruption; and we who once sat in the darkness of sin have seen the light, O Maiden, dwelling-place of Light. Therefore do we hymn thee and supremely exalt thee unto the ages. 8

Δόξα Πατρὶ... Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηµατίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευµάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία. Both now, and ever, and unto the ages of ages. Amen. Thou didst bear the salvation of the world, O pure one, and through thee we were lifted from earth to heaven. Rejoice, all-blessed, protection and strength, rampart and fortress of those who sing: O all ye works of the Lord, praise ye the Lord and supremely exalt Him unto the ages. ᾠδὴ θ' Ὁ Εἱρµὸς Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύµατι, λαµπαδουχούµενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεοµήτορος, καὶ βοάτω. Χαίροις παµµακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Let us, the faithful, call to thee: Rejoice! Through thee, O Maiden, we have become partakers of everlasting joy. Save us from temptations, from barbarian captivity, and from every other injury that befalleth sinful men because of the multitude of their transgressions. Ὑπεραγία Θεοτόκε, σῶσον ἡµᾶς. Ὤφθης φωτισµός, ἡµῶν καὶ βεβαίωσις, ὅθεν βοῶµέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσµῳ, τὸν µέγαν Ἥλιον, χαῖρε Ἐδὲµ ἀνοίξασα, τὴν κεκλεισµένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον. Let us stand with reverence in the house of our God, and let us cry aloud: Rejoice, Mistress of the world. Rejoice, Mary, Lady of us all. Rejoice, thou who alone art immaculate and fair among women. Rejoice, vessel that receivedst the inexhaustible myrrh poured out on thee. Δόξα Πατρί... Ἡ περιστερά, ἡ τὸν ἐλεήµονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχηµα, τῶν Ἀθλητῶν στεφάνωµα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισµα, καὶ ἡµῶν τῶν πιστῶν τὸ διάσωσµα. 9

ὁ β χορός Both now, and ever, and unto the ages of ages. Amen. Spare Thine inheritance, O God, and pass over all our sins now, for as intercessor in Thy sight, O Christ, Thou hast her that on earth gave birth to Thee without seed, when in Thy great mercy Thou didst will to take the form of man. Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν µόνη. Ἰωσήφ. Ποίηµα Ἰωσὴφ τοῦ Ὑµνογράφου. Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς. Ἦχος πλ. δ' Αὐτόµελον Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύµφη ἀνύµφευτε. Ὁ Ἱερεὺς ἱστάµενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐµµελῶς τὴν στάσιν τῶν Χαιρετισµῶν. ΣΤΑΣΙΣ Α' Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέµφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε (γ') καὶ σὺν τὴ ἀσωµάτω φωνή, σωµατούµενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα. Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάµψει, χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος, Ἀδὰµ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισµοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλµοίς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐµφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης. Χαῖρε, Νύµφη ἀνύµφευτε. Χαῖρε, Νύµφη ἀνύµφευτε. 10

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν µου τὴ ψυχὴ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα. Ἀλληλούϊα. Priest: Curious to know knowledge what is knowable to no one, the Virgin cried out to the ministering angel: How is it possible for a son to be born of pure loins? Tell me. To whom the angel answered in fear, crying out: Rejoice, initiate of ineffable counsel Rejoice, faith of silent beseechers. Rejoice, introduction to Christ's miracles; Rejoice, consummation of his doctrinal articles. Rejoice, heavenly ladder by which God came down; Rejoice, bridge leading those from earth to I heaven. Rejoice, marvel greatly renowned among the Angels; Rejoice, wound bitterly lamented by demons. Rejoice, for you gave birth to the light ineffably; Rejoice, for the "how" you taught to no one. Rejoice, surpassing the knowledge of scholars; Rejoice, dawn that illumines the minds of believers. Rejoice, O Bride unwedded. People: Rejoice, O Bride unwedded. Priest: The divine power of the Most High overshadowed the unwedded Maiden that she might conceive, and made her luxuriant womb appear as a luscious field for everyone who desires to reap salvation while chanting thusly: Alleluia. People: Alleluia. Priest: The Virgin, bearing God in her womb, hastened to visit Elizabeth, whose own babe at once knowing her greeting, rejoiced and leaping up as if in song, cried out to the Theotokos: 11

Rejoice, branch of an unwithered shoot; Rejoice, land of unblemished fruit. Rejoice, you who cultivate the husband and who loves humankind; Rejoice, for you gave birth to the gardener of our life. Rejoice, arable land yielding an abundance of compassion; Rejoice, table laden an abundance of grace. Rejoice, for you make flourish the meadows of luxury; Rejoice, for you prepare a safe harbor for our souls. Rejoice, intercession's acceptable incense; Rejoice, expiation for all the world. Rejoice, goodwill of God to mortals; Rejoice, boldness of mortals before God. Rejoice, O Bride unwedded. People: Rejoice, O Bride unwedded. Priest: Fraught within with confusion, brought about by doubtful thoughts, the wise Joseph was troubled as he looked upon you the unwedded, and suspected you, O Blameless one. But when he learned of your conception by the Holy Spirit, he said: Alleluia. People: Alleluia. Εἶτα τὸ Κοντάκιον δίχορον συντόµως. Ἦχος πλ. δ' Αὐτόµελον Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον 12

ἵνα κράζω σοι, Χαῖρε, Νύµφη ἀνύµφευτε. Καὶ εὐθὺς ὁ ἀναγνώστης: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡµᾶς (ἐκ τρίτου). Δόξα Πατρὶ... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν του ὀνόµατός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρὶ... Καὶ νῦν... Πάτερ ἡµῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέληµά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἑβδοµὰς α Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάµεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. Κύριε ἐλέησον µ' Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούµενος καὶ δοξαζόµενος Χριστὸς ὁ Θεός, ὁ µακρόθυµος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁµαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν µελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡµῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡµῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡµῶν ἁγίασον, τὰ σώµατα ἅγνισον, τοὺς λογισµοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡµᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡµᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεµβολῇ αὐτῶν φρουρούµενοι καὶ ὁδηγούµενοι καταντήσωµεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Κύριε ἐλέησον γ' Δόξα Πατρί... Καὶ νῦν... Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Ἐν ὀνόµατι Κυρίου, εὐλόγησον Πάτερ. Ἱερεὺς: Ὁ Θεὸς οἰκτειρήσαι ἡµᾶς καὶ εὐλογήσαι ἡµᾶς... Κύριε ἐλέησον (γ') καὶ σῶσον ἡµᾶς Παναγία Παρθένε. Reader One 13

Ἄσπιλε, ἀµόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυµφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡµῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισµένων µόνη ἐλπὶς καί τῶν πολεµουµένων βοήθεια, ἡ ἑτοίµη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων των Χριστιανῶν τὸ καταφύγιον, µὴ βδελύξῃ µε τὸν ἁµαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισµοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐµαυτὸν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥᾳθυµίᾳ γνώµης, δοῦλον γενόµενον, ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐµοὶ τῷ ἁµαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι µου τήν ἐκ ῥυπαρῶν χειλέων προσφεροµένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡµῶν Δεσπότην καὶ Κύριον, τῇ µητρικῇ σου παῤῥησίᾳ χρωµένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀµοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών µου τὰ ἀναρίθµητα πταίσµατα, ἐπιστρέψῃ µε πρὸς µετάνοιαν καί τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιµον ἀναδείξῃ µε. Καὶ πάρεσό µοι ἀεὶ ὡς ἐλεήµων καὶ συµπαθὴς καὶ φιλάγαθος, ἐν µὲν τῷ παρόντι βίῳ θερµὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά µε, καὶ ἐν τῷ καιρῷ της ἐξόδου µου τὴν ἀθλίαν µου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις των πονηρῶν δαιµόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡµέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου µε ῥυοµένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡµῶν κληρονόµον µε ἀποδεικνύουσα. Ἧς καὶ τύχοιµι, Δέσποινα µου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς µεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιµὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Reader Two Grant us, Master, as we depart for sleep, rest for body and soul. Protect us from the gloom of sinful sleep and from all dark pleasures of the night. Calm the impulses of passion, and quench the fiery darts of evil which are treacherously cast against us. Check the turbulence of our flesh and lull all our earthly and mundane thoughts. Grant us, O God, a watchful mind, prudent reason, a vigilant heart, and tranquil sleep, free from all evil fantasies. Raise us up at the hour of prayer, strengthen us in Your commandments, and keep unshaken within us the remembrance of Your judgments. Grant us to glorify You all night long that we may praise and bless and glorify Your all honorable and magnificent name, of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. Amen. Reader One Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογηµένη Θεοτόκε, προσάγαγε τὴν ἡµετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡµῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡµῶν. Reader Two My hope is the Father; my refuge, the Son; my protection, the Holy Spirit. Holy Trinity, glory to You. 14

Reader One Τὴν πᾶσαν ἐλπίδα µου εἰς σὲ ἀνατίθηµι, Μῆτερ του Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην σου. Ἑβδοµάς α' Εὐθὺς ὁ Ἱερεὺς Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡµᾶς... Σοφία, ὀρθοὶ, ἀκούσωµεν... Εἰρήνη πᾶσι. ὁ β Χορὸς: Καὶ τῷ πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην... Πρόσχωµεν. ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ ἀναγινώσκει ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον τῆς Παννυχίδος. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Ἐγώ εἰµι ἡ ἄµπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ µου ὁ γεωργός ἐστι. Πᾶν κλῆµα ἐν ἐµοὶ µὴ φέρον καρπόν, αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. Ἤδη ὑµεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑµῖν. Μείνατε ἐν ἐµοί, κἀγὼ ἐν ὑµῖν. Καθὼς τὸ κλῆµα οὐ δύναται καρπὸν φέρειν ἀφ ἑαυτοῦ, ἐὰν µὴ µείνῃ ἐν τῇ ἀµπέλῳ, οὕτως οὐδὲ ὑµεῖς, ἐὰν µὴ ἐν ἐµοὶ µείνητε. Ἐγώ εἰµι ἡ ἄµπελος, ὑµεῖς τὰ κλήµατα ὁ µένων ἐν ἐµοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐµοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ἐὰν µή τις µείνῃ ἐν ἐµοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆµα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. Ἐὰν µείνητε ἐν ἐµοὶ καὶ τὰ ῥήµατά µου ἐν ὑµῖν µείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑµῖν. ὁ α Χορὸς: Δόξα σοι Κύριε, δόξα σοι. ὁ Χορὸς Ἀµήν. Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Ἀπόλυσιν Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινοµένων ἡµῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς). Εὐξώµεθα ὑπὲρ εἰρήνης τοῦ κόσµου. Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡµῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡµῶν ἀδελφότητος. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡµῶν. Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡµῖν. Ὑπὲρ τῶν µισούντων καὶ ἀγαπώντων ἡµᾶς. Ὑπὲρ τῶν ἐντειλαµένων ἡµῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχµαλώτων. Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειµένων. 15

Εὐξώµεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαµένων πατέρων καὶ ἀδελφῶν ἡµῶν, τῶν ἐνθάδε εὐσεβῶς κειµένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων. Εἴπωµεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ' ). ὁ β Χορὸς ψάλλει Ἦχος γ' Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαµπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποῖον σοι ἐγκώµιον, προσαγάγω ἐπάξιον, τί δε ὀνοµάσω σε; ἀπορῶ καὶ ἐξίσταµαι. Διὸ ὡς προσετάγην βοῶ σοι Χαῖρε, ἡ Κεχαριτωµένη. ὁ Ἱερεὺς Δι' εὐχῶν... ὁ Χορὸς Ἀµήν. 16