ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Σχετικά έγγραφα
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Ὁ Ν ψαλµὸς χύµα. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

13 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ)

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

15 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΑΠΟΛΥΤΙΚΙΑ, ΘΕΟΤΟΚΙΑ, ΥΠΑΚΟΑΙ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

22 ΑΠΡΙΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ε ε λε η σον Κυ ρι ε ε ε

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

Transcript:

25 ΜΑΡΤΙΟΥ 2018 Κυριακή Ε τῶν Νηστειῶν Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. Ἑωθινὸν Θ - Ἦχος α ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ. α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶµα, ἀνέστης τριήµερος Σωτήρ, δωρούµενος τῷ κόσµῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάµεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονοµίᾳ σου, µόνε φιλάνθρωπε. Δόξα Πατρί...Ἦχος δ Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Καὶ νῦν... Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. 1

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν σὲ δοξάζοµεν, τὸν τῆς φθορᾶς καθαιρέτην σοὶ προσπίπτοµεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ µόνῳ Θεῷ ἡµῶν. Δόξα Πατρί... Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρµον, ἐν µνήµατι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ' αἰῶνος θανέντας, ὡς µόνος φιλάνθρωπος. Καὶ νῦν...τὸν τάφον σου Σωτὴρ Ὁ µέγας Στρατηγός, τῶν ἀΰλων ταγµάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, µηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογηµένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερµήνευτον θαῦµα, βροτῶν ἡ ἀνάκλησις. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα Τοῦ λίθου σφραγισθέντος Γυναῖκες πρὸς τὸ µνῆµα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάµεναι ἔτρεµον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦµα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς µαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς µόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάµει Σταυροῦ. Δόξα Πατρὶ... Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήµερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰµ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἱ Δυνάµεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήµασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, µόνε φιλάνθρωπε. Καὶ νῦν...τῆς Ἑορτῆς Ἦχος γ. Τὴν ὡραιότητα Σήµερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογηµένη σὺ Σεµνή, καὶ Ἄχραντε πανάµωµε, Σήµερον τοῦ ὄφεως, ἀµαυροῦται τὸ φρύαγµα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσµος, Διὸ καὶ κατὰ πάντα βοῶµέν σοι, Χαῖρε ἡ Κεχαριτωµένη. Μετὰ δὲ τὸν Πολυέλεον Ἦχος δ. Κατεπλάγη Ἰωσὴφ Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ σεµνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάµενον, ὅθεν Μαριὰµ ἀπεφθέγγετο, Ἄνανδρός εἰµι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακε; καὶ ἑρµηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκῳ καὶ Παρθένῳ, Ἐλεύσεταί σοι, Ἅγιον Πνεῦµα, καὶ δύναµις Ὑψίστου ἐπισκιάσει σοι. Δόξα Πατρὶ...Καὶ νῦν... ὅµοιον Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐµήνυσεν αὐτή, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ, τέξῃ γὰρ Υἱόν, τὸν πρὸ 2

αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισµάτων αὐτῶν, καὶ µαρτυρεῖ ὁ πέµψας µε εἰπεῖν σοι, Εὐλογηµένη τὸ Χαῖρε, Παρθένος τίκτεις, καὶ µετὰ τόκον, πάλιν µένεις Παρθένος. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοὴ Ἦχος α Ἡ τοῦ Λῃστοῦ µετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐµήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐν τῷ θλίβεσθαί µε, εἰσάκουσόν µου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω. Τοῖς ἐρηµικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσµου οὖσι τοῦ µαταίου ἐκτός. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, τιµὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅµα καὶ Υἱῷ, διὰ τοῦτο ᾄσωµεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ. Ἀντίφωνον Β Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς µε νόµων, ἀρεταῖς ἐκλάµπρυνον, ὁ Θεός, ἵνα ὑµνῶ σε. Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν µε, φρούρησον, µὴ πῦρ µε φλέξῃ τῆς ἁµαρτίας. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδροµοῦσα εἰς τὸ πρῶτον Ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Γ Ἐπὶ τοῖς εἰρηκόσι µοι ὁδεύσωµεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη µου τὸ Πνεῦµα, συγχαίρει ἡ καρδία. Ἐπὶ οἶκον Δαυΐδ, φόβος µέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, τιµὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τριὰς τῇ φύσει...... ἀλλ' οὐ προσώποις. Προκείµενον Ἦχος δ Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. 3

Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσµα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. Κύριε ἐλέησον ὁ Ἱερεύς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... Ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεύς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. Δόξα σοι Κύριε, δόξα σοι. ὁ Ἱερεὺς: Ἐν ταῖς ἡµέραις ἐκείναις ἀναστᾶσα Μαριὰµ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν µετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασµὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύµατος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ µεγάλῃ, καὶ εἶπεν Εὐλογηµένη σὺ ἐν γυναιξί, καὶ εὐλογηµένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν µοι τοῦτο, ἵνα ἔλθῃ ἡ µήτηρ τοῦ Κυρίου µου πρὸς µε; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασµοῦ σου εἰς τὰ ὦτά µου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ µου. Καὶ µακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαληµένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάµ Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµα µου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι µου. Ὃτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Ὃτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ. Ἔµεινε δὲ Μαριὰµ σὺν αὐτῇ ὡσεὶ µῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν σου 4

Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς (χῦµα) Δόξα Πατρί... Ἦχος β Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Πεντηκοστάριον. Ἦχος β Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Στιχηρὸν Ἰδιόµελον Κοσµᾶ Μοναχοῦ Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ κεχαριτωµένῃ σήµερον, Χαῖρε ἀνύµφευτε Κόρη καὶ ἀπειρόγαµε, µὴ καταπλαγῇς τῇ ξένῃ µου µορφῇ, µηδὲ δειλιάσῃς, Ἀρχάγγελός εἰµι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζοµαί σοι τὴν χαράν, καὶ µενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιµος εἰς δ ᾠδὴ α Ἦχος α' - Ὁ Εἱρµὸς Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας µε, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούµενος, τὸ φθαρὲν µου σῶµα, ὃ ἐκ Παρθένου προσείληφας. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη δι' ἐµέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐµπνεύσει θείᾳ ψυχὴν µοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσµῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡµᾶς. Θεοτοκίον 5

Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖµαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάµνος χρυσῆ, καὶ ὄρος ἀλατόµητον, ἡ τὸν ζωοδότην Χριστόν τῷ κόσµῳ, κυήσασα. Κανὼν τῆς Ἑορτῆς οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ποίηµα Ἰωάννου Μοναχοῦ ᾠδὴ α.ἦχος δ. Ὁ Εἱρµὸς Ἀνοίξω τὸ στόµα µου καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τήν Σύλληψιν. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡµᾶς Ἀδέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύµατος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρµόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ µηνύει σοι, τὴν ἀνεκλάλητον. ᾠδὴ γ Ἦχος α Ὁ Εἱρµὸς Ὁ µόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συµπαθῶς αὐτὴν µορφωσάµενος, περίζωσόν µε ἐξ ὕψους δύναµιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔµψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε. Θεός µου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρὸς µε ηὐδόκησας, ἀνύψωσάς µε διὰ σταυρώσεως, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Ἡ Θεοτόκος Ἐξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ' ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξοµαι, Παρθένος οὖσα, σαφήνισον. Ὁ Ἄγγελος Ζητεῖς παρ' ἐµοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ' οὗτος ἀνερµήνευτος, τὸ Πνεῦµα δὲ τὸ Ἅγιον, δηµιουργῷ δυνάµει σοι, ἐπισκιάσαν ἐργάσεται. Δόξα Πατρί... Ἡ Θεοτόκος Ἡ ἐµὴ Προµήτωρ δεξαµένη, τὴν γνώµην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασµὸν τὸν ξένον σου, εὐλαβουµένη τὸν ὄλισθον. Καὶ νῦν... Ὁ Ἄγγελος Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν µηνύσων σοι βουλήν, τί µε φοβῇ Πανάµωµε, τὸν µᾶλλόν σε φοβούµενον, τὶ εὐλαβῇ µε Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούµενον; 6

Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡµῶν,... Κοντάκιον Ἀναστάσιµον.(χῦµα) Ἦχος α. Ὅταν ἔλθῃς ὁ Θεὸς Ἐξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσµον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύµνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰµ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσµῶν λυτρουµένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν. Ὁ Οἶκος Τὸν ἀναστάντα τριήµερον ἀνυµνήσωµεν, ὡς Θεὸν παντοδύναµον, καὶ πύλας τοῦ ᾍδου συντρίψαντα, καὶ τοὺς ἀπ' αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν µηνύων, ὡς µόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύµβολα νίκης εὐαγγελίζονται, καὶ ᾍδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσµος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι, Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν. ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κάθισµα Ἦχος πλ. δ. Αὐλῶν ποιµενικῶν Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη, Χαῖρε Εὐλογηµένη, ἡ τὴν σφραγῖδα µόνη φυλάξασα, ἐν µήτρᾳ δεξαµένη, τὸν πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός τὸ γένος τῶν ἀνθρώπων. ᾠδὴ δ Ἦχος α - Ὁ Εἱρµὸς Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούµ, κατανοήσας ὀφθαλµοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡµῶν καὶ ἀνάπλασιν. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡµᾶς. Θεοτοκίον Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάµεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡµῶν τῶν ὑµνούντων σε. ᾠδὴ δ Ὁ Εἱρµὸς Ὁ καθήµενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάµῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάµει σου. Ἡ Θεοτόκος Ἱεράν τινα Παρθένον, τεξοµένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐµµανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται; 7

Ὁ Ἄγγελος Κατεµήνυσεν ἡ βάτος, ἀκατάφλεκτος µείνασα, δεξαµένη φλόγα, Κεχαριτωµένη ἀνύµφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, µετὰ τόκον γάρ, µενεῖς Ἁγνή, ἀειπάρθενος. Δόξα Πατρί... Ἡ Θεοτόκος Λαµπρυνόµενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου µενούσης τῆς ἁγνείας µου; Λόγον τέξοµαι, µετὰ σαρκὸς τὸν ἀσώµατον. Καὶ νῦν... Ὁ Ἄγγελος Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταµαι, µετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦµαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος......ὁ τοῦ Πατρός ὡς ηὐδόκησε. ᾠδὴ ε - Ἦχος α ὁ Εἱρµὸς Ὁ φωτίσας τῇ ἐλλάµψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσµου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑµνούντων σε. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε. Τὸν ποιµένα τῶν προβάτων, τὸν µέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ' αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαµµένους, κράτους θανάτου ἐῤῥύσατο. ᾠδὴ ε Ὁ Εἱρµὸς Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε, σωτηρίαν βραβεύοντα. Ἡ Θεοτόκος Νοεῖν σου οὐ δύναµαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύµατα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάµει τερατουργούµενα, σύµβολα καὶ τύποι νοµικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε. Ὁ Ἄγγελος Ξενίζῃ Πανάµωµε, καὶ ξένον γὰρ τὸ θαῦµά σου, µόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν µήτρᾳ σαρκωθησόµενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγµατα, καὶ τοῦ Νόµου τὰ σύµβολα. Δόξα Πατρί... Ἡ Θεοτόκος 8

Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, µήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψοµαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύµατι; Καὶ νῦν... Ὁ Ἄγγελος Πρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάµενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, µόνην ἐξελέξατο......λογικὸν ἐνδιαίτηµα. ᾠδὴ ς - Ἦχος α' ὁ Εἱρµὸς Ἐκύκλωσεν ἡµᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόµενος, ἐλογίσθηµεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡµῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. ᾠδὴ ς Ὁ Εἱρµὸς Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήµερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόµενος Ἐκ φθορᾶς µε ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάµεων. Ἐβόησε, προτυπῶν... Ἡ Θεοτόκος Ῥηµάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρµόσυνον, δεξαµένη, εὐφροσύνης ἐνθέου πεπλήρωµαι, χαρὰν γὰρ µηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον. Ὁ Ἄγγελος Σοὶ δέδοται, ἡ χαρὰ Θεοµῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυµφε, σὺ γὰρ µόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή. Δόξα Πατρί... Ἡ Θεοτόκος Τῆς Εὔας νῦν, δι ἐµοῦ καταργείσθω κατάκριµα, ἀποδότω, δι' ἐµοῦ τὸ ὀφείληµα σήµερον, δι' ἐµοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον. Καὶ νῦν... Ὁ Ἄγγελος Ὑπέσχετο, ὁ Θεός, Ἀβραὰµ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρµατι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, ἡ ὑπόσχεσις δέχεται σήµερον. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Ψάλλεται τό Κοντάκιον «Τῇ ὑπερµάχῳ...». Ὁ Ἱερεύς πρό τῆς εἰκόνος τῆς Θεοτόκου φέρων ἐπιτραχήλιον καί φελώνιον ἀπαγγέλλει τόν Οἶκον «Ἄγγελος πρωτοστάτης...». 9

Κοντάκιον Ἦχος πλ. δ Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύµφη ἀνύµφευτε. Ὁ Οἶκος Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέµφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωµάτῳ φωνῇ, σωµατούµενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα. Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάµψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος, Ἀδὰµ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισµοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλµοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐµφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἧς βρεφουργεῖται Κτίστης. Χαῖρε, Νύµφη ἀνύµφευτε. Συναξάριον Τῇ ΚΕ τοῦ αὐτοῦ µηνός, ὁ Εὐαγγελισµὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ ᾠδὴ α Ἀνοίξω τὸ στόµα µου καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τήν Σύλληψιν. ᾠδὴ γ Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευµατικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου...... στεφάνων δόξης ἀξίωσον. ᾠδὴ δ Ὁ καθήµενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάµῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάµει σου. ᾠδὴ ε 10

Ἐξέστη τὰ σύµπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαµε Παρθένε, ἔσχες ἐν µήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑµνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾠδὴ ς Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήµερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόµενος Ἐκ φθορᾶς µε ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάµεων. ᾠδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίµη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... Ἡ Τιµιωτέρα οὐ στιχολογεῖται ᾠδὴ θ Μ ε γ α λ υ ν ά ρ ι ο ν Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὁ Εἱρµὸς Ὡς ἐµψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω µηδαµῶς χεὶρ ἀµυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναµέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωµένη ὁ Κύριος µετά σοῦ. Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσµοὺς ἔλαθες Κόρη, Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ µητέρων διέδρας, Ῥευστὴ φύσις περ καθεστηκυΐα, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Πῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία, Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγµα, Νοµίµου γονῆς ὅρους ὑπερβαῖνον, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου, Κλίµακα γὰρ πάλαι Ἰακὼβ σὲ προτυποῦσαν, Ἰδών ἔφη, Βάσις Θεοῦ αὕτη, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Δόξα Πατρί... 11

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Θαυµαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας, Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω, ᾗ ὡς Θεοτόκῳ λεχθείη, Χαῖρε κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Καὶ νῦν... Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Δανιὴλ σε ὄρος καλεῖ νοητόν, Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας, Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυΐδ δέ, Ἁγίασµα φάσκει, πύλην δὲ σε ἄλλος, ὁ δὲ Γαβριὴλ σοι κραυγάζει, Χαῖρε κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Καταβασία Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὡς ἐµψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω µηδαµῶς χεὶρ ἀµυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναµέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωµένη ὁ Κύριος µετὰ σοῦ. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιος ἐστι. Ἐξαποστειλάριον Θ Συγκεκλεισµένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύµατος παναγίου, εἰρηνικῶς ἐµφυσήσας, οἷς δεσµεῖν τε καὶ λύειν, τὰς ἁµαρτίας εἴρηκας, καὶ ὀκτὼ µεθ' ἡµέρας, τὴν σὴν πλευράν, τῷ Θωµᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶµεν, Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. Ὅµοιον Ἀγγελικῶν δυνάµεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦµα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσµου. Ὅµοιον Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰµ Θεοτόκε, χαῖρε σεµνὴ Μητρόθεε, χαῖρε ἔµψυχε βάτε, χαῖρε λαµπάς, χαῖρε θρόνε, χαῖρε κλῖµαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχηµα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάµνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα... 12

...χαῖρε Εὔας ἡ λύσις. ΑΙΝΟΙ Ἦχος α Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὑµνοῦµέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζοµέν σου τὴν Ἀνάστασιν. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως αὐτοῦ. Ὁ Σταυρὸν ὑποµείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡµῶν τὴν ζωὴν Κύριε, ὡς µόνος Παντοδύναµος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡµᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑµνεῖν καὶ δοξάζειν σε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑµνοῦµέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέµεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσµον, Κύριε δόξα σοι. Στιχηρὰ προσόµοια τῆς Ἑορτῆς Ἦχος ὁ αὐτός Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τῶν οὐρανίων ταγµάτων Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰµ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τῶν οὐρανίων ἁψίδων... Στίχ. Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. 13

Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κοµίσας, ἀνεβόα τὸ Χαῖρε συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσµῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσµα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, µὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡµᾶς ὀλισθήµατος, καὶ τοῦ Ἀδὰµ τὴν πτωχείαν ἀναλαβών, ἐµορφώθη τὸ ἀλλότριον. Δόξα Πατρί... Ἦχος β Θεοφάνους Τὸ ἀπ' αἰῶνος µυστήριον, ἀνακαλύπτεται σήµερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος µεταλαβών, µεταδῷ µοι τοῦ βελτίονος ἐψεύσθη πάλαι Ἀδάµ, καὶ Θεὸς ἐπιθυµήσας οὐ γέγονεν ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰµ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, µετὰ δέους παρίσταται, καὶ τὸ χαῖρε κοµίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας Θεὸς ἡµῶν δόξα σοι. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον β ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. 14

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιµον Τροπάριον Ἦχος β Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡµῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος. 15

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α Στίχος α. Ὁ Θεὸς τὸ κρίµα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. Στίχος β. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχος γ. Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχος δ. Ὤµοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ µὴ ἀθετήσει αὐτήν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β Στίχος α. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡµᾶς σαρκωθείς, ψάλλοντάς Σοι,ἀλληλούϊα. Στίχος β. Ἡγίασε τὸ σκήνωµα αὐτοῦ ὁ Ὕψιστος. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ δι' ἡµᾶς σαρκωθείς... Στίχος γ. Ὁ Θεὸς ἐµφανῶς ἤξει, ὁ Θεὸς ἡµῶν καὶ οὐ παρασιωπήσεται. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ, ὁ δι' ἡµᾶς σαρκωθείς... Στίχος δ. Ἀνατελεῖ ἐν ταῖς ἡµέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης. Σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ δι' ἡµᾶς σαρκωθείς... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ 16

Στίχος α. Ἔσται τὸ ὄνοµα αὐτοῦ εὐλογηµένον εἰς τοὺς αἰῶνας. Ἦχος δ Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Μικρὰ Εἴσοδος Εἰσοδικὸν Εὐαγγελίζεσθε ἡµέραν ἐξ ἡµέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡµῶν. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος α Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶµα, ἀνέστης τριήµερος Σωτήρ, δωρούµενος τῷ κόσµῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάµεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονοµίᾳ σου, µόνε φιλάνθρωπε. Ἦχος δ Σήµερον τῆς σωτηρίας ἡµῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωµεν, Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Κοντάκιον ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) ἦχος πλ.δ Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύµφη ἀνύµφευτε. Τρισάγιον. Ἀπόστολος Προκείµενον τῆς ἡµέρας Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα (Κεφ. Β. 11-18) Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόµενοι ἐξ ἑνὸς πάντες δι ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων Ἀπαγγελῶ τὸ ὄνοµά σου τοῖς ἀδελφοῖς µου ἐν µέσῳ ἐκκλησίας ὑµνήσω σε καὶ πάλιν Ἐγὼ ἔσοµαι πεποιθὼς ἐπ αὐτῷ καὶ πάλιν Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ µοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵµατος καὶ σαρκός καὶ αὐτὸς παραπλησίως µετέσχεν τῶν αὐτῶν ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τοῦτ ἔστιν τὸν διάβολον 17

καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαµβάνεται ἀλλὰ σπέρµατος Ἀβραὰµ ἐπιλαµβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι ἵνα ἐλεήµων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁµαρτίας τοῦ λαοῦ ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς δύναται τοῖς πειραζοµένοις βοηθῆσαι. Ἦχος β Ἀλληλούϊα Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. Α 24-38) Ἐν ταῖς ἡµέραις ἐκείναις συνέλαβεν Ελισάβετ ἡ γυνὴ αὐτοῦ... ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό, Ἐξαιρέτως ᾠδὴ θ Ἦχος δ Στίχ. Εὐαγγελίζου γῆ χαρὰν µεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Εἱρµός Ὡς ἐµψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω µηδαµῶς χεὶρ ἀµυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναµέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωµένη ὁ Κύριος µετὰ σοῦ. Κοινωνικὸν Ἦχος α Ἐξελέξατο Κύριος τὴν Σιών, ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) Ἀπόλυσις «...Ὁ δι' ἡµᾶς τούς ἀνθρώπους καί διά τήν ἡµετέραν σωτηρίαν ἐκ Πνεύµατος Αγίου καί Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάµενος καί ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός Θεός ἡµῶν...». Ἀµήν. -18 18