τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. ὁ β χορὸς Φριστὸς ἀνέστη ἐκ νεκρῶν...

Σχετικά έγγραφα
24 MAΪΟΥ 2017 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ

ΕΙΣ ΤΗΝ ΑΠΟΔΟΣΙΝ ΤΟΥ ΠΑΣΧΑ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

16 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

15 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ. ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,...

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

ΤΕΤΑΡΤΗ 16 ΜΑΪΟΥ 2018 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

ΤΕΤΑΡΤΗ 05 ΙΟΥΝΙΟΥ 2019 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

ΤΕΤΑΡΤΗ 24 ΜΑΪΟΥ 2017 Ἀπόδοσις τοῦ Πάσχα Ὁσίου Συμεὼν τοῦ νέου Στυλίτου, τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει * * * * * Ο ΟΡΘΡΟΣ

20 ΑΠΡΙΛΙΟΤ 2012 Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

+Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

2 ΜΑΪΟΥ Σήμερον συμψάλλεται ἐκ μεταθέσεως καὶ ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Γεωργίου

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+«Σὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

Σῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΤΡΙΑΚῌ ΣΟΤ ΠΑΦΑ Ε Π Ε Ρ Α

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

+Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ «Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

20 ΑΠΡΙΛΙΟΥ 2014 ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

ΑΚΟΛΟΤΘΙΑ ΣΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΑΝΑΣΑΕΩ ΣΟΤ ΚΤΡΙΟΤ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

16 ΑΠΡΙΛΙΟΤ 2017 ΠΑΝΝΤΦΙ Σρισάγιον Δεῦτε προσκυνήσωμεν.. Ν' ψαλμόν ὁ Ἱερεὺς: Ε ὁ Ἀναγνώστης: Ἀ ὁ Προεστὼς: Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν...

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

08 ΑΠΡΙΛΙΟΥ 2018 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

13 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΑΠΡΙΛΙΟΥ 2015 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

16 ΑΠΡΙΛΙΟΥ 2017 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

28 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

05 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΣΧΑ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΕΝ Τῌ ΠΑΝΝΥΧΙΔΙ

21 ΑΠΡΙΛΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

03 ΜΑΪΟΥ 2019 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Τροπάριον, εἰς Ἦχον πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ

Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

29 ΑΠΡΙΛΙΟΥ 2019 Δευτέρα Διακαινησίμου Ἰάσονος καὶ Σωσιπάτρου Ἁγ.Γεωργίου ἐκ μεταθέσεως * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

Ἦχος δ. Κανόνα πίστεως. (Ποίημα Πατρῶν Νικοδήμου Βαλληνδρᾶ).

23 Απριλίου 2014 Τετάρτῃ τῆς Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου ΟΡΘΡΟΣ ὁ προεξάρχων θυμιῶν:

11 ΜΑΪΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος γ. Ἑωθινὸν ε. Τυπικὸν Πεντ

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἐβόησας Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

2 ΜΑΪΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ +Μνήμη τς ἀνακομιδς τοῦ λειψάνου του ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας

εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων 23 ΑΠΡΙΛΙΟΥ 2014 Τετάρτη Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

19 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

17 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΠΡΩΪ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ

πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

Δεῦτε, προσκυνήσωμεν καὶ

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

07 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

29 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Ἡ τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». Θεοδοσίας παρθενομάρτυρος.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

22 ΑΠΡΙΛΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

29 ΑΠΡΙΛΙΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

Προσφορά αγάπης για την Ψαλτική Εξάσκηση της Χορωδίας ΠΡΟΦΗΤΑΝΑΞ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις 03 ΜΑΪΟΥ ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος γ. Ἑωθινὸν Ε.

14 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Kατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν μου Κύριε. ἘΝ ΤΩ ΜΕΓΑΛῼ ἙΣΠΕΡΙΝΩ

19 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

12 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

13 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Transcript:

12 ΙΟΤΝΙΟΤ 2013 Τετάρτη. «Απόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα». Ομουφρίου ὁσίου (δ αἰ.). Πέτρου τοῦ ἐμ Αθῳ ( 734). ΟΡΘΡΟ ὁ Προεξάρχων θυμιῶν: Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποι, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἦχος πλ. α' Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἥ Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. τίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. τίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. τίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Δόξα Πατρὶ... Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...... 1

καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἥ χάριν συντομίας εἰς τέσσαρα τροπάρια ᾠδὴ α' Ἦχος α' εἱρμὸς Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,... Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Καθαρθῶμεν τὰς αἰσθήσεις,... Δόξα Πατρὶ... Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,... Καταβασία Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ᾠδὴ γ' 2

ὁ εἱρμὸς Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Δεῦτε πόμα πίωμεν καινόν,... Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. Νῦν πάντα πεπλήρωται φωτός,... Δόξα Πατρὶ... Φθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου. Φθὲς συνεθαπτόμην σοι Χριστὲ... Καταβασία Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Ἡ Ὑπακοή( χύμα) Ἦχος δ' Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. ᾠδὴ δ' ὁ εἱρμὸς 3

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,... Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται. Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν... Δόξα Πατρὶ... Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. Καταβασία Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα Σήμερον σωτηρία τ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... ᾠδὴ ε' ὁ εἱρμὸς Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 4

Ὀρθρίσωμεν ὄρθρου βαθέος... Σὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον. Σὴν ἄμετρόν σου εὐσπλαγχνίαν,... Δόξα Πατρὶ... Προσέλθωμεν λαμπαδηφόροι, τ προϊόντι Χριστ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον. Προσέλθωμεν λαμπαδηφόροι,... Καταβασία Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι ἡγίασται... ᾠδὴ ς' ὁ εἱρμὸς Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,... Υυλάξας τὰ σήμαντρα σα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας. Υυλάξας τὰ σήμαντρα σα Χριστέ,... 5

Δόξα Πατρί... ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον... Καταβασία Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος πλ. δ' Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ὁ Οἶκος Σὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. υναξάριον Σῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου. Στίχοι Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ, Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος. Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν. 6

Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τ Ἄθῳ. Στίχοι Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε, Σωθέντι γυμν ἐκ θαλάσσης τοῦ βίου. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἥ Δαγάζου). Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. ( Ἀναγινώσκεται ἐκ τρίτου) ( Ἀναγινώσκεται ἐκ τρίτου) ᾠδὴ ζ' ὁ εἱρμὸς Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,... Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἕδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Γυναῖκες μετὰ μύρων θεόφρονες,... Δόξα Πατρί... 7

Θανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. Καταβασία Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Εἴη τὸ κράτος... ᾠδὴ η' ὁ εἱρμὸς Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,... Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας. Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου... Εὐλογοῦμεν Πατέρα,Τἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον. ᾎρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας. 8

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καταβασία τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι ηὐλόγηται... Σὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ᾠδὴ θ' τίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου. ὁ εἱρμὸς Υωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. τίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην. Υωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,... τίχ. Φριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου. Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα. τίχ. ήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ᾼδης ἐσκυλεύθη. Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,... Δόξα Πατρὶ... τίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος. 9

Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου. τίχ. Φαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,... Καταβασία τίχ. Ὁ Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Υωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν Εἶτα, υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι... Ἐξαποστειλάριον αὐτόμελον Ἦχος β' αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας,...... τοῦ κόσμου σωτήριον. AINOI ὁ α χορός Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. ὁ β χορός 10

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. ὁ α χορός τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν. ὁ β χορός τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος. ὁ α χορός τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε. ὁ β χορός τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Σὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι. Εἶτα τὰ τιχηρὰ τοῦ Πάσχα μετὰ τῶν τίχων αὐτῶν. ὁ α χορός Ἦχος πλ. α' τίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. ὁ β χορός τίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. ὁ α χορός τίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς. ὁ β χορός 11

τίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις. ὁ α χορός Δόξα Πατρί... ὁ β χορός ὁ α χορός Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,... ὁ β χορός...φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν ὁ α χορός ὁ β χορός ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ Μετὰ τὸ «Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός...» Ἦχος πλ. α' Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἥ Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. τίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. τίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 12

τίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Δόξα Πατρὶ... Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...... καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. Α Ν Σ Ι Υ Ψ Ν Α Ἀντίφωνον α' Ἦχος β' τίχ. Ἀλαλάξατε τ Κυρίῳ πᾶσα ἡ γῆ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς. τίχ. Χάλατε δὴ τ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. Εἴπατε τ Θε Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τ ὀνόματι σου Ὕψιστε. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Οἱ δύο χοροὶ ὁμοῦ Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον β' Ἦχος ὁ αὐτὸς τίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 13

ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα. τίχ. Σοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... τίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... τίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Δόξα Πατρὶ... Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον γ' Ἦχος πλ. α' τίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν τίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. τίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. τίχ. Αὓτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ 14

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἡ Ὑπακοὴ Ἦχος δ' Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος πλ. δ' Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀντὶ δὲ τοῦ Σ ρ ι σ α γ ί ο υ Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. Απόστολος Προκείμενον Ἦχος πλ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. τίχ. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα Ἐν ταῖς ἡμέραις ἐκείναις, κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβάς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν καὶ ποιήσας χρόνον τινά, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Ιουδαῖος δέ τις Απολλὼς ὀνόματι, Αλεξανδρεὺς τ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Εφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ιωάννου οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ακύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ΑχαἸαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος εὐτόνως γὰρ τοῖς Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Φριστὸν Ιησοῦν. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος ἩσαἸου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» διὰ τοῦτο οὐκ 15

ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν ἩσαἸας «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς». Ταῦτα εἶπεν ἩσαἸας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ ἵνα σώσω τὸν κόσμον. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. Εἰς τὸ Ἐξαιρέτως Ἦχος α' τίχ. Ὁ Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Υωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὸν Ἦχος α' ῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» καὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...» λέγεται τό, Φριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν Ἀπόλυσις: Διαλογική «Ο ἀναστάς ἐκ νεκρῶν...». ὁ Προεξάρχων: πρός τόν λαόν «Χριστός ἀνέστη». Ο Λαός: «Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ ὁ Προεξάρχων: Τό «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει». Ο Λαός: Αποκρίνεται διά τοῦ «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: Κατακλείει διά τοῦ «Χριστός ἀνέστη...» (ὅλον), καί Ο Λαός: Αντιφωνεῖ «Αληθῶς ἀνέστη ὁ Κύριος». 1 1 Σημείωσις. Εν τῇ τραπέζῃ ἐπιτρέπεται κατάλσσις ἰτθύος 16