9 ΜΑΪΟΥ 2015 Σάββατον Ἡσαΐου προφήτου, Χριστοφόρου μάρτυρος ΟΡΘΡΟΣ Μετά τό «Εὐλογητὸς ὁ Θεός...» ψάλλεται τό «Χριστός ἀνέστη...», τρίς, ἅπαξ ἀπό τοῦ Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν. Μετὰ τὸν Ἑξάψαλμον,... 1
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον τοῦ Προφήτου Τοῦ Προφήτου σου Ἡσαΐου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν. Σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... τοῦ Μάρτυρος Ἦχος δ' Ταχὺ προκατάλαβε Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου. Καὶ νῦν... Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α' Στιχολογίαν Ἀναστάσιμα Ἦχος γ' Χριστὸς ἐκ νεκρῶν ἐγήγερται ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. Δόξα... Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ' αὐτοῦ ἐνίσχυσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι. 2
Καὶ νῦν... Θεοτοκίον Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος Πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα τῆς Ἑορτῆς Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες ἐρχέσθω πρός με καὶ πινέτω ὅθεν ἐπηγγείλω, τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο βοῶμέν σοι Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος.. Δόξα Πατρί... Καὶ νῦν... Ἑορτῆς μεσαζούσης τῆς νομικῆς. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τοῦ ἤχου δ' Οὗ ἡ ἀκροστιχὶς Μέσην ἑορτῶν τῶν μεγίστων αἰνέσω Ποίημα Θεοφάνους ᾠδὴ α' Ὁ εἱρμὸς Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Θαλάσσης τὸ ἐρυθραῖον... Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι. 3
Ἐπέστης μαρμαρυγὰς θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ προφανῶς, ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν πρόξενος. Σοφία, δικαιοσύνη, Κύριε, καὶ ἀπολύτρωσις, παρὰ Θεοῦ σὺ γέγονας ἡμῖν, ἀπὸ γῆς πρὸς οὐράνιον, διαβιβάζων ὕψωμα, καὶ Πνεῦμα θεῖον χαριζόμενος. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθία φύσεως ὑπερουσίως μὴ δουλεύσασα. Καὶ τῶν Ἁγίων κοινός. Ποίημα Θεοφάνους. Τοῦ Προφήτου ᾨδὴ α' Ἦχος δ' ᾌσομαί σοι Κύριε Φώτισόν με Κύριε ὁ Θεός μου, καὶ καθοδήγησον φαιδρῶς, τοῦ θείου Προφήτου, τὴν ἔνδοξον καὶ ἔντιμον, εὐφημῆσαι πανήγυριν. Θεόφθογγος σάλπιγξ τοῦ Ἡσαΐου, περιηχήσασα τὴν γῆν, τοὺς τῆς Ἐκκλησίας, τροφίμους συνεκάλεσεν, ἑορτάσαι τὴν μνήμην αὐτοῦ. Τὰ πάθη τοῦ σώματος θεοφόρε, τῷ λογισμῷ τῷ τῆς ψυχῆς, σαφῶς ὑποτάξας, τὴν δόξαν κατηξίωσαι, ἰδεῖν τοῦ Παντοκράτορος. Τοῦ Μάρτυρος Ὁ αὐτὸς Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν. Δόξα Πατρί... Ἀνδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας. Καὶ νῦν...θεοτοκίον Ῥάβδον προορῶν σε τὴν Θεοτόκον, ἄνθος δὲ πάλιν τὸ ἐκ σοῦ, σαρκούμενον Λόγον, προήγγειλεν ὁ ἔνδοξος, Ἡσαΐας Πανάχραντε. 4
ᾠδὴ γ' Ὁ εἱρμὸς Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας, Εἲ τις διψᾷ, πρόθυμος, ἴτω καὶ πινέτω, βοῶν Ἀγαθέ. Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες, ἐξ οὐρανοῦ Πνεῦμα δέ, πέμπειν ἐπηγγείλω τὸ ἅγιον. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται, τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος. ᾨδὴ γ' Τόξον δυνατῶν ἠσθένησεν Ὅλην τὴν αὐγὴν τοῦ Πνεύματος, ὑποδεδεγμένος προηγόρευσας Ἔνδοξε, τῆς τοῦ Λόγου οἰκονομίας, τὸ ἀπόρρητον μυστήριον. Ἤρθης πρὸς ὕψος οὐράνιον, καὶ τῆς εὐσεβείας τὴν λαμπρότητα ἔδειξας, τῶν εἰδώλων ματαιοτάτην, διελέγξας τὴν ἀσθένειαν. Λίθον ἐν Σιὼν ὑπέρτιμον, ἀκρογωνιαῖον, τὴν οἰκουμένην συνδέοντα, τὸν Δεσπότην ὁ Ἡσαΐας, προφητεύει τεθησόμενον. Τοῦ Μάρτυρος Ὁ αὐτὸς Ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος. Δόξα Πατρὶ... Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι' ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν. Καὶ νῦν...θεοτοκίον 5
Ῥῆσις ἀληθῶς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου ἡ Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ὁ Εἱρμὸς Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα Ἦχος γ' Θείας πίστεως Θείας χάριτος κατηξιώθης, ὅτι ἤκουσας φωνῆς Κυρίου, Ἡσαΐα ὦ Προφήτα πανένδοξε, τῆς ἀληθείας προρρήσεις ἐκήρυξας, καὶ ἀνομοῦντας τυράννους διήλεγξας ὅθεν πρίονι, ξυλίνῳ πρισθεὶς παρίστασαι Χριστῷ, ἐκλιπαρὼν ὑπὲρ τῶν δούλων σου. Τοῦ Μάρτυρος Δόξα Πατρί...Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ τῆς Ἑορτῆς Καὶ νῦν... ὅμοιον Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς ἑορτῆς, ὁ διψῶν, ἀνέκραζες ἐρχέσθω πρός με καὶ πινέτω ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου νάματος, ποταμούς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μέτ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι Δόξα σοι, Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου. ᾠδὴ δ' Ὁ Εἱρμὸς Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,... Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας, πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι, Δόξα τῇ δυνάμει σου, Κύριε. 6
Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν, τῶν θείων θεόφρονες, δεῦτε δωρεῶν ἀπολαύσατε. Ὡς Θεὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν, ὡς δυνατὸς τὸ κράτος καθελὼν τοῦ θανάτου πέμπειν ἐπηγγείλω Χριστέ, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐκ Πατρὸς προερχόμενον. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα προαιώνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις αἰτουμένη πανάχραντε. Τοῦ Προφήτου ᾨδὴ δ' Τῆς σῆς ἐπὶ γῆς παρουσίας Τῆς ἀρετῆς ἀνυψώθης πρὸς τὴν ἀκρότητα, καὶ καθαρῶς τῷ ποθουμένῳ προσωμίλησας, καὶ γεγηθότως ἔψαλλες Δόξα τῇ δυνάμει σου Κύριε. Προφητικὴν Ἡσαΐα χάριν πεπίστευσαι, καὶ Θεοῦ ἐνδιαίτημα θεῖον δέδειξαι, καὶ οὐρανῶν σκηνώμασι, δόξης ἀκηράτου ἠξίωσαι. Ἐγκαινίζεσθαι νήσους ἔφης αἰνιττόμενος, τὰς ἐθνῶν Ἐκκλησίας, τοῦ θείου Πνεύματος, πλησθησομένας Ἔνδοξε, μύστης ἀρρήτων γενόμενος. Τοῦ Μάρτυρος Ὁ αὐτὸς Τῶν οὐρανῶν τὴν κληρουχίαν Μάρτυς εἴληφας, ἐπὶ γῆς ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, καὶ τῶν εἰδώλων ἔσβεσας, πλάνην ἀνδρικῶς δεισιδαίμονα. Δόξα Πατρὶ... Τῶν γυναικῶν σοι τὴν πεῖραν Μάρτυς προσέφερεν, ὡς Ἀδὰμ τῷ προπάτορι, ὁ ὄφις ποτέ, ἀλλ' ἡττηθεὶς ᾐσχύνετο, βρόχους καθεαυτοῦ τεκταινόμενος. Καὶ νῦν...θεοτοκίον Παιδίον ἡμῖν ἐδόθη ἐκ τῆς Προφήτιδος, τὸ τεχθὲν πρὸ ὠδίνων τῆς Θεομήτορος, οὗ ἡ ἀρχὴ ἐπώμιος, θεῖος Ἡσαΐας ἐκήρυξεν. 7
ᾠδὴ ε' Ὁ εἱρμὸς Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες. Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις, μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε. 8 Τοῦ Προφήτου ᾨδὴ ε' Τὸν φωτισμόν σου Κύριε Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὸ κεκρυμμένον ἄνωθεν, μυστήριον ὁρῶν, καὶ τὴν ἀρχαίαν βουλὴν τοῦ Ὑψίστου, τῆς περὶ ἡμᾶς οἰκονομίας, θεορρῆμον κατήγγειλας. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὸ κεκρυμμένον ἄνωθεν,.. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ἡ τῶν παθῶν σου Κύριε, ἀέναος πηγή, τῶν παθημάτων ἡμᾶς ἀποπλύνει ἥκεις γὰρ Σωτήρ, ὡς Ἡσαΐας, ὁ Προφήτης ἐδίδαξε. Τοῦ Μάρτυρος Ὁ αὐτὸς Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τῷ φωτισμῷ τῆς πίστεως, σαφῶς ἐζώγρησας λαούς, καὶ τὴν μανίαν ἀθέων τυράννων, ἔλυσας, ἐνδεδυμένος, τὴν ἐξ ὕψους ἐνέργειαν. ὁ α χορὸς Δόξα Πατρί...
Οὐρανῶν ὡς προέκρινας, ἀπόλαυσιν σαφῶς, τῆς ἐπιγείου, σοφὲ Χριστοφόρε, ἔφερες στερρῶς βασάνων πόνους, τῷ Σταυρῷ δυναμούμενος. ὁ β χορὸς Καὶ νῦν...θεοτοκίον Ἐπὶ νεφέλης Κύριε, καθήμενον ἁγνῆς, τῆς πανυμνήτου Μητρός, Ἡσαΐας βλέπει σε τρανῶς, τῶν Αἰγυπτίων.,,,,,,, καθαιροῦντα τὰ ξόανα. ᾠδὴ ς' Ὁ Εἱρμὸς Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾶ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα, θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι. Ἐλάλεις, ἐν τῷ ναῶ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων, λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα. Τοῦ Προφήτου ᾨδὴ ς' Ἐβόησε προτυπῶν Τῷ Πνεύματι, τυπωθεὶς Ἡσαΐας ἑώρακεν, ἐπὶ θρόνου, κυριότητα δόξης ἀστράπτουσαν, ὑμνολογουμένην, τρισαγίᾳ φωνῇ τὴν τρισάριθμον. Τῷ στόματι, δεδοικὸς σοι προσάγει τὸν ἄνθρακα, Ἡσαΐα, Σεραφὶμ τῇ λαβίδι δραξάμενον, καὶ Θεοῦ Προφήτην, ἐκτελεῖ μυστικῶς ἱερώτατον. Τὴν ἔκβασιν, τηλαυγῶς θεωρῶν τῶν προρρήσεων, Ἡσαΐας, νοερῶς σὺν Ἀγγέλοις ἀγάλλεται, καὶ σκιρτῶν δοξάζει, τὸν πληροῦντα αὐτοῦ τὰ κηρύγματα. 9 Τοῦ Μάρτυρος Ὁ αὐτὸς
Οὐ πρὸς αἷμα, οὐ πρὸς σάρκα τὴν πάλην ἀράμενος ὁ γενναῖος, ἀλλ' ἀρχὰς ἐτροποῦτο καὶ δαίμονας, ἀοράτῳ σθένει, τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατυνόμενος. Δόξα Πατρί. Ἀγαπήσας, εὐπρεπῶς ὀρεκτῶν τὴν ἀκρότητα, Ἀθλοφόρε, οὐκ ᾐσθάνου τῶν πόνων ξεόμενος, τὴν διάνοιάν σου, ἐπερείδων ἀεὶ τῷ Δεσπότῃ σου. Καὶ νῦν...θεοτοκίον Τὴν Παρθένον, ἐν γαστρὶ συλλαβοῦσαν θεώμενος, καὶ τεκοῦσαν, Ἡσαΐας ὡς ἔφη ὁ ἔνδοξος, σαρκωθέντα Λόγον, καὶ Υἱὸν τοῦ Θεοῦ νῦν ἀγάλλεται. Ὁ Εἱρμὸς Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος πλ. β Τὴν ἐν πρεσβείαις ἀκοίμητον Τῆς Προφητείας τὸ χάρισμα δεδεγμένος, προφητομάρτυς Ἡσαΐα θεοκήρυξ, πᾶσιν ἐτράνωσας τοῖς ὑφ' ἥλιον, τὴν τοῦ Θεοῦ φωνήσας μεγαλοφώνως σάρκωσιν Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται. Ὁ Οἶκος Ὅλος ὑπάρχων νενεκρωμένος καὶ ἀκάθαρτα χείλη κεκτημένος Χριστέ, πῶς οἴσω σοι αἶνον ἐπάξιον. Ὄντως γινώσκων τὴν σὴν εὐσπλαγχνίαν, ὅτι σῴζει τοὺς πίστει σοι προσιόντας, ὥσπερ ποτὲ καὶ ἡ χήρα ἐκείνη τὰ δύω λεπτά, προσφέρω λόγους χειλέων ῥυπαρῶν, καὶ προσπίπτω κραυγάζων σοι Τὸν νοῦν μου φώτισον Δέσποτα, ἵνα λέγω μετὰ τοῦ Προφήτου σου Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται. Συναξάριον Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου. Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν, Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν. Στίχοι Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου. Στίχοι Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος, 10
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Ὁ Εἱρμὸς Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... ᾠδὴ θ' ἦχος δ Ὁ Εἱρμὸς 11
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν. Λίθος ἀχειρότμητος ὄρους,... Νέαν καὶ καινὴν πολιτείαν, παρὰ Χριστοῦ μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, ὅπως ἁγίου Πνεύματος, τὴν παρουσίαν ἀπολαύσωμεν. Σύ μου τὸ θνητὸν Ζωοδότα, περιβολὴν ἀθανασίας, καὶ τῆς ἀφθαρσίας τὴν χάριν, ἐνδύσας Σῶτερ συνεξανέστησας, καὶ τῷ Πατρὶ προσήγαγες τὸν χρόνιόν μου λύσας πόλεμον. Εἰς τὴν ἐπουράνιον πάλιν, διαγωγὴν ἀνακληθέντες, τῇ τῆς μεσιτείας δυνάμει, τοῦ κενωθέντος μέχρι καὶ δούλου μορφῆς καὶ ἡμᾶς ἀνυψώσαντος, τοῦτον ἀξίως μεγαλύνωμεν. Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ὡς ῥίζαν, πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν, σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας Τοῦ Προφήτου ᾨδὴ θ' Εὔα μὲν τῷ τῆς παρακοῆς Βήματι παρέστηκας φαιδρῶς θεόληπτε, τοῦ Δεσπότου τῶν Δυνάμεων, δόξῃ δὲ τούτου ἐπευφραίνῃ τὰς τῆς σῆς εὐσεβείας καρπούμενος, ἐπικαρπίας παμμάκαρ ἀοίδιμε ὅθεν σε πάντες μακαρίζομεν. Δεῦτε νῦν φωτὸς προφητικοῦ χαρίσματος, οἱ ποθοῦντες ἀπαρύσασθε, βίβλῳ προθύμως Ἡσαΐου, τῇ τῆς θεογνωσίας ἐγκύμονι, συντόνῳ ἐπιθυμίᾳ προσέλθωμεν, καὶ θείας αἴγλης πλησθησόμεθα. Πνεύματι φωτιστικῷ σαφῶς λαμπόμενος, Ἡσαΐα θεοφόρητε, πάντας φωτίζεις τοὺς τελοῦντας, τὸ θεῖον καὶ σεπτόν σου μνημόσυνον, πρεσβεύων τῆς σωτηρίας τυχεῖν αὐτούς, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, Τοῦ Μάρτυρος Ὁ αὐτὸς Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον. 12
Δόξα Πατρί. Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτσύμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε. Καὶ νῦν...θεοτοκίον Ἄνθρακα τὸν νοητὸν ἁγνὴ Θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ τὴν σωτηρίαν δωρούμενον ὅθεν σε πάντες μεγαλύνομεν. ὁ α χορὸς Ὁ Εἱρμὸς Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας ὅθεν σε πάντες μεγαλύνομεν. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ ἦχος γ Ὁ οὐρανὸν τοῖς ἄστροις Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ,... εὔσπλαγχνε μόνε οἰκτίρμον Εἰς τοὺς Α ἴ ν ο υ ς Στιχηρὰ Ἀναστάσιμα Ἦχος γ' Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 13
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. Δόξα Πατρί...Καὶ νῦν... Ἦχος δ' Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος. Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν...σὸν γὰρ ἐστὶν... Εἰς τὰ Ἀπόστιχα 14
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ Νάουσα ἡ πηγή, τῆς σῆς σοφίας πόμα πνευματικόν πηγάζει, οὗ πίνοντες δογμάτων ἐνθέων ἐμπιπλώμεθα. Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ ἀρχῆς. Τέτρωται τὸ δεινόν, Ἑβραίων ὄντως γένος, ἀκουόντων σου Λόγε, διδάσκοντος τοῖς ὄχλοις, σωτήρια διδάγματα. Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἧκες ὁ πλαστουργός, ἐν τῇ Σιὼν καὶ ἔστης, ἐν μέσῳ τοῦ λαοῦ σου, καὶ τοῖς λαοῖς ἐδίδως, τὴν χάριν τὴν σωτήριον. Δόξα... Καὶ νῦν... Ἦχος δ' Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες, Ἰουδαίους παρρησίᾳ διδάσκων τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα, ἐκπληττόμενοι δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν ἑαυτοῖς φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, σὲ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ὁ προεστὼς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Μεθ' ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. Ἀπολυτίκιον τοῦ Προφήτου Τοῦ Προφήτου σου Ἡσαΐου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν. Σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα... τοῦ Μάρτυρος Ἦχος δ' Ταχὺ προκατάλαβε Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου. Καὶ νῦν... Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι Εἰς τὴν Λειτουργίαν 15
Μετά τό «Εὐλογημένη ἡ βασιλεία...» ψάλλεται τό «Χριστός ἀνέστη...», τρίς, ἅπαξ ἀπό τοῦ Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν. Ἀντίφωνον α' Ἦχος β' Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς. Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον β' Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ.Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον γ' 16
Ἦχος πλ. α' Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Χριστὸς ἀνέστη... Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Χριστὸς ἀνέστη... Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Χριστὸς ἀνέστη... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,......ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος πλ. δ' Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι. Ἀπολυτίκιον τοῦ Προφήτου Τοῦ Προφήτου σου Ἡσαΐου, τὴν μνήμην Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν. Σῶσον τὰς ψυχὰς ἡμῶν. τοῦ Μάρτυρος Ἦχος δ' Ταχὺ προκατάλαβε Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου. τὸ ἀπολυτίκιον τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ' - Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 17
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός. Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν. Τρισάγιον Απόστολος Προκείμενον. Ἦχος πλ. β Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (12:1-11) Κατ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ιάκωβον τὸν ἀδελφὸν Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ιουδαίων. 18 Ἀλληλούϊα (γ )
Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην η 31-42 Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ἀπεκρίθησαν αὐτῷ Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε. οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρὶ μου λαλῶ καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω. Δόξα Σοι, Κύριε, δόξα Σοι. Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» λέγεται τό, Χριστὸς ἀνέστη. ἦχος πλ. α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) Ἀπόλυσις 19
20 https://agioskosmasoaitolos.wordpress.com