26 ΕΠΣΕΜΒΡΙΟΤ 2017 +Ἡ Μετάστασις τξῦ Ἁγίξυ ἐμδόνξυ καί οαμευφήμξυ Ἀοξστόλξυ καί Εὐαγγελιστξῦ Ἰωάμμξυ τξῦ Θεξλόγξυ. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος β' Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ. α'. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος β' 1
Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε... Καὶ νῦν... Θεοτοκίον, ὁ αὐτὸς Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α τιχολογίαν. Κάθισμα Ἦχος πλ.δ' Σὴν οφίαν καὶ Λόγον ὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν, καὶ σάλπιγγος ἡδύτερον, διηχήσας ὦ πάνσοφε, εἰς εὐθείας καρδίας τοῦ Λόγου τὴν σάρκωσιν, καὶ ὡς γνήσιος φίλος, τ στήθει ἀνέπεσας ὅθεν ἑξαντλήσας, τὸ τῆς γνώσεως βάθος, τοῖς πᾶσιν ἐκήρυξας, τοῦ Πατρὸς τὸν συνάναρχον, Ἰωάννη Ἀπόστολε πρὲσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν...- Θεοτοκίον αὐτόμελον Σὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μῆτερ Θεοῦ, τ κόσμῳ ἐκύησας, τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς φύσεως ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε. Μετὰ τὴν β' τιχολογίαν Κάθισμα Ἦχος πλ. δ' - ὅμοιον Σὸν βυθὸν τῆς ἁλείας καταλιπών, τοῦ Σταυροῦ τ καλάμῳ πάντα σαφῶς, τὰ ἔθνη ἐζώγρησας, ὡς ἰχθύας Πανεύφημε καὶ γὰρ καθὼς σοι ἔφη, Χριστὸς ἀναδέδειξαι, ἁλιεὺς ἀνθρώπων, ζωγρῶν πρὸς εὐσεβειαν ὅθεν κατασπείρας, Θεοῦ Λόγου τὴν γνῶσιν, τὴν Πάτμον καὶ τὴν Ἔφεσον, ἐκαρπώσω τοῖς λόγοις σου, Θεολόγε Ἀπόστολε πρὲσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν...θεοτοκίον ὅμοιον Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ταπεινός, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε Πρὶν ἥ νὺξ με φθάσῃ, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας, ὁδὸν ὁδηγοῦσα με, ἵνα εὐχαρίστως, προσκυνῶν ἀνυμνῶ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα Χριστ τ Θε, ὑπὲρ οὗ αἰτοῦμαι σε, δοθῆναί μοι, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. 2
Μετὰ τόν Πολύέλεον Κάθισμα Ἦχος πλ. δ' - ὅμοιον Ἀναπεσὼν ἐν τ στήθει τοῦ Ἰησοῦ, παρρησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας Τίς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι Ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀρρήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε, πρὲσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρὶ... Καὶ νῦν... - ὅμοιον Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου. Σὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 3
Σάξις Εὐαγγελίου τοῦ Ὄρθρου ὁ α χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ΕΨΘΙΝΟΝ ΙΑ Ἰωαν. (21,15-25) Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωςεν ἑαυτὸν ὁ Ἰηςοῦσ τοῖσ μαθηταῖσ αὐτοῦ, ἐγερθεὶσ ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶσ με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, ςὺ οἶδασ ὅτι φιλῶ ςε. λέγει αὐτῷ, Βόςκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶσ με; Λέγει αὐτῷ, Ναί, Κύριε, ςὺ οἶδασ ὅτι φιλῶ ςε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖσ με; ἐλυπήθη ὁ Πέτροσ, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖσ με; καὶ εἶπεν αὐτῷ, Κύριε, ςὺ πάντα οἶδασ, ςὺ γινώςκεισ ὅτι φιλῶ ςε. λέγει αὐτῷ ὁ Ἰηςοῦσ, Βόςκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω ςοι, ὅτε ἦσ νεώτεροσ, ἐζώννυεσ ςεαυτόν, καὶ περιεπάτεισ ὅπου ἤθελεσ, ὅταν δὲ γηράςῃσ, ἐκτενεῖσ τὰσ χεῖράσ ςου, καὶ ἄλλοσ ςε ζώςει, καὶ οἴςει ὅπου οὐ θέλεισ. Τοῦτο δὲ εἶπε, ςημαίνων ποίῳ θανάτῳ δοξάςει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιςτραφεὶσ δὲ ὁ Πέτροσ βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰηςοῦσ, ἀκολουθοῦντα, ὃσ καὶ ἀνέπεςεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ ςτῆθοσ αὐτοῦ καὶ εἶπε, Κύριε, τὶσ ἐςτιν ὁ παραδιδοὺσ ςε; τοῦτον ἰδὼν ὁ Πέτροσ λέγει τῷ Ἰηςοῦ, Κύριε, οὗτοσ δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰηςοῦσ. Ἐὰν αὐτὸν θέλω μένειν ἕωσ ἔρχομαι, τὶ πρὸσ ςὲ; ςὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγοσ οὗτοσ εἰσ τοὺσ ἀδελφούσ. Ὃτι ὁ μαθητὴσ ἐκεῖνοσ οὐκ ἀποθνήςκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰηςοῦσ, ὅτι οὐκ ἀποθνήςκει' ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕωσ ἔρχομαι, τὶ πρὸσ ςὲ; Οὗτὸσ ἐςτιν ὁ μαθητὴσ ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψασ ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴσ ἐςτὶν ἡ μαρτυρία αὐτοῦ. Ἔςτι δὲ καὶ ἄλλα πολλὰ ὅςα ἐποίηςεν ὁ Ἰηςοῦσ, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόςμον χωρῆςαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Δόξα Σοι Κύριε, δόξα Σοι. Ὁ Ν' ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρὶ... Ἦχος β Σαῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν... Σαῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος β' τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον Θεολόγε Παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς, περίσῳζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμεν ποίμνιον. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕ Οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου οἱ δύο. Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. 4
Ἀλφάβητος ἀντιστρόφως. Θεοφάνους. ᾠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς Ἐν βυθ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος ἐνδόξως γὰρ δεδόξασται. Ὡς ὡραίαν ὡς περικαλῆ, ὅλην ὡς ἀμώμητον, ἐν γυναιξί Θεὸς σε ἐκλεξάμενος, σοῦ τὴν μήτραν ᾤκησε, τὴν ἀμώμητον, ὃν δυσώπει Πανάμωμε, μώμου ἐγκλημάτων, ἅπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντας σε. Χαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν, οἷά περ Βασίλισσα, τοῦ ἐκ τῆς σῆς νηδύος ἀναλάμψαντος, Βασιλέως ἕστηκας ὃν ἱκέτευε, δεξιὸν παραστάτην με, δεῖξαι ἐν ἡμέρᾳ, τῆς ἀνταποδόσεως Θεόνυμφε. Φερσωθεῖσαν φύσιν τῶν βροτῶν, πᾶσιν ἀτοπήμασι, τὸν ὑετὸν τεκοῦσα τὸν οὐράνιον, ὅλην ἀνεκαίνισας, ἀλλὰ δέομαι, τῆς ψυχῆς μου τὴν αὔλακα, ἀποχερσωθεῖσαν, δεῖξον καρποφόρον Θεονύμφευτε. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς. Βροντῆς τὸν υἱὸν χριστοτερπῶς Θεοφάνους. ᾠδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτὲ Βασιλείαν τὴν τῶν οὐρανῶν, Μάκαρ ἣν ἐκήρυξας, ἀπολαβὼν καὶ τ Λόγῳ συνόμιλος, γεγονὼς οὐράνιος, τοὺς πιστεύοντας τ σεπτ σου κηρύγματι, καὶ θεολογίᾳ, ταῖς σαῖς ἱκεσίαις διαφύλαξον. Ῥωμαλέον φρόνημα δεικνύς, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς καὶ δεσμῶν τῶν τῆς φύσεως, καὶ τ Λόγῳ Πάνσοφε, λογικῶς τε καὶ νουνεχῶς συγγινόμενος, ἐκ τῆς ἀλογίας, τοὺς ἀλογωθέντας ἠλευθέρωσας. Οὐρανίων γνῶσιν εἰληφώς, θεολογικώτατα, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον ἐκήρυξας. Ἐν ἀρχῇ ὁ Λόγος ἦν, καὶ ὁ Λόγος ἦν πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελιζόμενος θεόσοφε. Θεοτοκίον 5
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος τὸν καλλοποιὸν γάρ, Λόγον ὑπὲρ λόγον ἀπεκύησας. Ἕτερος Κανών, τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς. Ἕκτην δέησιν τ Θεοῦ Μύστῃ φέρω. ὁ Ἰωσήφ. ᾠδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας Εἰς τὰ τοῦ Πνεύματος βάθη τὸν λογισμόν, ἐλλαμφθεὶς ἐνέκυψας, καὶ τὴν γέννησιν ἡμῖν, τὴν φρικτὴν ἐτράνωσας βοῶν, Θεολόγε Ἐν ἀρχῇ, ὁ Λόγος ἦν τοῦ Θεοῦ. Κατακαμπτόμενοι πλήθει τῶν πειρασμῶν, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν ἐπαγωγαῖς, πίστει καταφεύγομεν πρὸς σέ, Θεολόγε, βοηθός, γενοῦ τοῖς δούλοις σου. Δόξα Πατρί... Σὰ τῶν ψυχῶν ἡμῶν πάθη τὰ χαλεπά, ἰατρὸς ὡς ἄριστος, ἰασάμενος σοφέ, αἰωνίου λύτρωσαι ἡμᾶς, καταδίκης καὶ πυρός, τῇ μεσιτείᾳ σου. Καὶ νῦν...θεοτοκίον Ἡ τὸν Θεὸν συλλαβοῦσα τὸν δι' ἡμᾶς, γεγονότα ἄνθρωπον, τοῦτον αἴτησαι Ἁγνή, ἐν ἡμέρᾳ κρίσεως ἡμᾶς, οἰκτειρῆσαι τοὺς πολλά, ἡμαρτηκότας αὐτ. Σῆς Θεοτόκου ᾠδὴ γ' Ὁ Εἱρμὸς Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Υορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσιν ἀτοπήμασιν. Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις, σκυθρωπάζουσαν. Σὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰ τοῦ ὄφεως, δραστικ σου φαρμάκῳ περιποίησαι. Σοῦ Ἁγίου Ὁ αὐτὸς 6
Σριάδος ἐφανέρωσας, θεολόγῳ γλώττῃ σου, τὸ ὑπὲρ νοῦν μυστήριον, Ἰωάννη θεομακάριστε, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Ἡ γλῶσσά σου γεγένηται, γραμματέως κάλαμος, τοῦ Παναγίου Πνεύματος, θεογράφως ὑποσημαίνουσα, τὸ σεπτόν τε καὶ θεῖον Εὐαγγέλιον. οφίας σὺ τὴν ἄβυσσον, ἀνυμνήσω πάνσοφε, ἀναπεσὼν θεόφρονι, παρρησίᾳ τῇ τῆς σοφίας πηγῇ, καὶ ταύτης θεοκήρυξ ἐχρημάτισας. Θεοτοκίον Σὴν μόνην παρθενεύουσαν, καὶ Μητέρα σέβομεν, ὡς σωτηρίας πρόξενον, γενομένην ἡμῖν Πανάμωμε, καὶ κόσμον ῥυομένην ταῖς πρεσβείαις σου. Ἄλλος Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΝοἹ λαμπρ καὶ καθαρ, ὁμιλήσας τ Λόγῳ, Θεολόγε τρισμάκαρ, ἐμυήθης παρ' αὐτοῦ, τὰ ὑπὲρ λόγον σαφῶς, καὶ τὴν κτίσιν, πᾶσαν κατεφώτισας. Δεσμῶν με ῥῦσαι χαλεπῶν, ἁμαρτίας Τρισμάκαρ, τῇ στοργῇ συνδεσμῶν με, τοῦ Δεσπότου καὶ Θεοῦ, ὃν ἀγαπήσας θερμῶς, Θεολόγος, τούτου ἐχρημάτισας. Δόξα Πατρί... Ἐδόθης πρόμαχος ἡμῖν, καὶ μεσίτης καὶ ῥύστης, καὶ πρὸς Κύριον πρέσβυς, καὶ θαυμάτων αὐτουργός, καὶ ἰαμάτων πηγή, Θεολόγε ὅθεν σε γεραίρομεν. Καὶ νῦν...θεοτοκίον Ἡνίκα Λόγος ὁ ἐκ σοῦ, σαρκωθεὶς ἀπορρήτως, Θεοτόκε ἐν ξύλῳ, ἀνυψοῦτο τοῦ Σταυροῦ, παρθένῳ τ Μαθητῇ, ὡς παρθένον, Κόρην σε παρέθετο. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα Ἦχος πλ.δ' Σὴν οφίαν καὶ Λόγον Σῆς σοφίας τ στήθει ἀναπεσών, καὶ τὴν γνῶσιν τοῦ Λόγου καταμαθών, ἐνθέως ἐβρόντησας Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ καταγγείλας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε πρὲσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν...ὅμοιον Ἐλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης 7
φλογὸς ἐλευθέρωσον ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον δοξάζωμεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε Πρέσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε. Σῆς Θεοτόκου ᾠδὴ δ' Ὁ Εἱρμὸς Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε. ταγόνα μοι, κατανύξεως ὄμβρησον Δέσποινα, ἐξαίρουσαν ἅπαντα, τὸν τῆς καρδίας μου καύσωνα, καὶ τῆς ἀθυμίας μου, τάς βλαβερὰς ἐπικλύσεις ἀναστέλλουσαν. Ῥομφαίᾳ με, ἡδονῆς πληγωθέντα καὶ κείμενον, τραυματίαν Ἄχραντε, μὴ ὑπερίδῃς, ἀλλ' ἴασαι, λόγχῃ καὶ τ αἵματι, τοῦ σταυρωθέντος Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν. Πλουτήσασα, δεσποτείαν ἁπάσης τῆς κτίσεως, δεινῶς με πτωχεύσαντα, χάριτος θείας ἀξίωσον, ὅπως μεγαλύνω σε, ὡς ἀγαθὴν με προστάτιν Παναμώμητε. Σοῦ Ἁγίου Ὁ αὐτὸς Ὁ Λόγος σε, θεολόγον ἀξίως ἀνέδειξε, τὴν αὐτοῦ θεότητα, μυσταγωγήσας Πανάριστε, καὶ τὴν κατὰ ἄνθρωπον, οἰκονομίαν διδάξας τὴν ἀπόρρητον. Νοῦν ἔνθεον καὶ παρθένον τὸ σῶμα κτησάμενος, ναὸς ἐχρημάτισας, ζῶν τε καὶ ἔμψυχος ἔνδοξε, καὶ κατοικητήριον, τῆς πανυμνήτου Τριάδος Ἱερώτατε. Τἱότητι, τῆς ἀχράντου Παρθένου τετίμησαι, Παρθένε μακάριε, καὶ ἀδελφὰς ἀναδέδειξαι, τοῦ ἐκλεξαμένου σε, καὶ μαθητὴν θεολόγον ἐκτελέσαντος. Θεοτοκίον Ἰώμενος, τὴν τῆς Εὕας ἀρχαίαν παράβασιν, σὲ τὴν παναμώμητον, καὶ Παναγίαν κατῴκησεν, ὅλον με τὸν ἄνθρωπον, ἀναμορφώσας πεσόντα ὁ Ὑπέρθεος. Ἄλλος Φριστός μου δύναμις ταγόσιν ἤρδευσας, τοῦ Λόγου Ἔνδοξε, τὴν ὑφήλιον πᾶσαν, τὰ θολερά, ἀσεβείας ὕδατα, ἀποξηράνας εὐσεβῶς διὰ τοῦτο σε γεραίρομεν. Ἰσχὺν περίζωσον, καὶ κράτος δέομαι, παρειμένην παντοίαις ἐπιφοραῖς, τὴν ψυχήν μου Πάνσοφε, τῶν ἀκαθάρτων δυσμενῶν, προσφυγοῦσαν ἐν τῇ σκέπῃ σου. Δόξα Πατρί... Ναὸς γενόμενος, τοῦ θείου Πνεύματος, τοὺς τ θείῳ να σου διηνεκῶς, πίστει προσεδρεύοντας, ναοὺς ἀνάδειξον Θεοῦ, Θεολόγε μεσιτείᾳ σου. Καὶ νῦν...θεοτοκίον Σὸ θεῖον τέμενος, Θεοῦ ὑμνήσωμεν, τὴν Ἁγίαν Παρθένον περιφανῶς, πάντες μακαρίσωμεν, οἱ θεωθέντες δι' αὐτῆς καὶ δεινῶν ἀπολυτρούμενοι. Σῆς Θεοτόκου 8
ᾠδή ε' Ὁ Εἱρμὸς Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν. Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα Ἄχραντε, ὁδήγησον, ὁδὸν εἰς εὐθεῖαν με, νῦν εἰς ἀνοδίας τε καὶ βάραθρα, χαλεπῶν συμπτωμάτων, ἀλόγως κρημνιζόμενον. Ξενώσας φρενί, ἐμαυτὸν ἀγνώμονι Παρθένε Θεοῦ, ἀσώτως ἐβίωσα, χώραν εἰς μακρὰν παθῶν πλανώμενος ἀλλ' ἐπίστρεψον σῶσον, ταῖς σαῖς με παρακλήσεσι. Ναμάτων τῶν σῶν, ζωηρύτων πότισον τὸν δοῦλον σου, φλογμ συγκαιόμενον, τῶν ἁμαρτιῶν καὶ φλογιζόμενον, προσβολαῖς τῶν δαιμόνων, Παρθενομῆτορ ἄχραντε. Σοῦ Ἁγίου Ὁ αὐτὸς Οὐράνιος νοῦς, Θεολόγε πέφηνας τῇ χάριτι, ὅλος φῶς γενόμενος, τῇ πρὸς τὸν ἀρχίφωτον ἐγγύτητι, καὶ συντόνῳ σου νεύσει, τῇ πρὸς αὐτὸν θεουμένος. ΝοἹ καθαρ, καὶ ἁγίοις χείλεσι θεόπνευστε, καὶ πανάγνῳ στόματι, τὸ σὸν Εὐαγγέλιον ἐκήρυξας, καὶ κοινὴν σωτηρίαν, πᾶσι πιστοῖς προτέθεικας. Φριστ συνοικῶν, ἀπὸ βρέφους ὄργανον τῆς χάριτος, ὑπ' αὐτοῦ προβέβλησαι, τὴν θεολογίαν ἑξασκούμενος, καὶ Τριάδος τὴν δόξαν, ὑπερφυῶς μυούμενος. Θεοτοκίον Ῥημάτων τῶν σῶν, μεμνημένοι σε νῦν μακαρίζομεν, διὰ σοῦ Πανάμωμε, τὴν μακαριότητα τὴν ἄφραστον, καὶ ζωὴν τὴν ἀγήρω, παναληθῶς πλουτήσαντες. Ἄλλος Σῷ θείῳ φέγγει σου ἀγαθὲ Ὡς ὄρθρος ἔλαμψας τοῖς ἐν γῇ, τὴν ἀνατολὴν τὴν νοητήν, ἀνακηρύττων Ἀπόστολε, κόσμῳ μετὰ σώματος ἐνδημήσασαν, καὶ τῆς πολυθεἲας τὸ σκότος λύσασαν. Θεολογίαις σου ἱεραῖς, ἅπασαν κατήρδευσας ψυχήν, Ἱεροκῆρυξ, Ἀπόστολε ὅθεν σοι κραυγάζω, τὴν χερσωθεῖσάν μου, καρδίαν ἁμαρτίαις, ὅλην κατάρδευσον. Δόξα Πατρί... Ἐπλήγην βέλεσι τοῦ ἐχθροῦ, ὅλον με ὑγίωσον Σοφέ, ἐπιστασίᾳ σου δέομαι, καὶ πρὸς τάς ὀδοὺς με Θεοῦ κατεύθυνον, ἀεὶ ταῖς ἀνοδίαις ἀποπλανώμενον. Καὶ νῦν...θεοτοκίον Ὅτε παρέστης σὺν Μαθητῇ, τ ἠγαπημένῳ ἐν Σταυρ, τοῦ σοῦ Υἱοῦ Παναμώμητε, ἔστενες δακρύουσα καὶ ἐθαύμαζες αὐτοῦ. τὴν πρὸς ἀνθρώπους πολλὴν συμπάθειαν. Σῆς Θεοτόκου ᾠδὴ ς' Ὁ Εἱρμὸς Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε. 9
Μή με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τ κριτηρίῳ τ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον. Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με. Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε. Σοῦ Ἁγίου Ὁ αὐτὸς Ἰησοῦς ὁ Θεός μου καὶ Κύριος, σὲ τῆς καθαρότητος ἀποδεξάμενος, καὶ παντελοῦς ἁγνότητος, ἀδελφὸν Θεολόγε προσήκατο. τεφανώσας ἁγίως τὸν βίον σου, οὕτω πεποιθὼς τῆς σοφίας ἀνέπεσες, ἐπὶ τὸ στῆθος Ἔνδοξε, καὶ τὴν χάριν ἐκεῖθεν ἀνείλκυσας. Σὰ μεγάλα καὶ θεῖα πυρσεύματα, τῆς θεολογίας σου πᾶσαν ἐφώτισαν, τὴν οἰκουμένην Ἔνδοξε, καὶ φωτὶ τρισηλίῳ κατηύγασαν. Θεοτοκίον Οὐρανὸν ὁ τανύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον ἐπλάτυνε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν. Ἄλλος Σοῦ βίου τὴν θάλασσαν Ὑπῆρξεν ὡς κάλαμος, ὀξυγράφου ἀληθῶς, ἡ θεολόγος γλῶττά σου, καλλιγραφοῦσα γνῶσιν ἀληθινήν, καὶ νόμον καινότατον, ἐν πλαξὶ Θεολόγε καρδιῶν ἡμῶν. Μαράνας προθέλυμνα, ἀσεβείας τὰ φυτά, ὡς γεωργὸς πανάριστος, ἐν τῇ ψυχῇ μου φόβον τὸν τοῦ Θεοῦ, ἐμφύτευσον Ἔνδοξε, ἀρετῶν εὐκαρπίαν ἀναθάλλοντα. Δόξα Πατρί... Τἱὸν τῆς Παρθένου σε, ὁ ἐκ ταύτης προελθών, περιφανῶς ὠνόμασε, μεθ' ἧς δυσώπει, θέσει πάντας υἱούς, Θεοῦ Παναοίδιμε, χρηματίσαι ποιοῦντας τὰ εὐάρεστα. Καὶ νῦν...θεοτοκίον αρκὸς ὁμοιώματι, ἐγνωρίσθη τοῖς βροτοῖς, Θεὸς ἐκ σοῦ Πανάμωμε, ὃν ἐκδυσώπει πάντοτε τῆς σαρκός, ἡμῶν τὰ φρονήματα, Παναγία νεκρῶσαι τὰ ὀλέθρια. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος β Σὰ μεγαλεῖα σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Φριστοῦ. Ὁ Οἶκος Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν 10
ἔστεψεν! οὗ τ στήθει ἀνέπεσε, καὶ ἐν τ μυστικ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Φριστοῦ. υναξάριον Σῇ ΚΣ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. τίχοι Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, Πάντων μαθητῶν Ἠγαπημένε πλέον. Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. Σαῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Καταβασίαι Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η Αἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον 11
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΨΣΕΡΑ (Ἦχος δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τ Ἀβραὰμ καὶ τ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΕΙΛΑΡΙΑ Γυναῖκες ἀκουτίσθητε Ἦχος β Βροντῆς υἱὸς γενόμενος, βροτοῖς ἐθεολόγησας, τό, ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, ἐπιπεσὼν τ στήθει γάρ Πιστῶς τ τοῦ Δεσπότου σου, κἀκεῖθεν ἀρυσάμενος, θεολογίας τὰ ῥεῖθρα, τὴν κτίσιν πᾶσαν ἀρδεύεις. 12
ταυροθεοτοκίον ταυρ τ τοῦ Κυρίου σου, παρισταμένη Πάναγνε, σὺν Μαθητῇ τ Παρθένῳ Γύναι ἰδοὺ ὁ υἱός σου, ἀκήκοας τοῦ πλάσαντος, τ Μαθητῇ ὡσαύτως δέ, ἰδού φησὶν ἡ μήτηρ σου μεθ' οὗ σε πάντες ὑμνοῦμεν, Θεογεννῆτορ Παρθένε. ΑΙΝΟΙ Ἦχος πλ.δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύματος Μάκαρ, Ἰωάννη πάνσοφε, περιουσία θερμή, τῆς Χριστοῦ ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι καταυγασθείς, σῶμα καὶ διάνοιαν θεομακάριστε. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη πανάριστε, τῇ τῆς Τριάδος γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς. τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Σὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτὼν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας τὸ φαεινότατον, ὄμμα τὸν πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Εὐαγγελιστὰ θεσπέσιε, τῶν ἀγαθῶν τὴν πηγήν, βασιλείαν ἀσάλευτον, καὶ ζωὴν αἰώνιον, καὶ χαρὰν ἀνεκλάλητον, καὶ θεωρίας θείας ἀπόλαυσιν, καὶ πλουτοδότως Χριστοῦ χαρίσματα, νοῦν ὑπερβαίνοντα, καὶ βροτῶν διάνοιαν, γόνε βροντῆς, εὐαγγελιζόμενος, τ κόσμῳ ἔλαμψας. Δόξα Πατρί... Ἦχος πλ. δ' Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε Παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν. 13
Καὶ νῦν Ἦχος ὁ αὐτὸς Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. δ ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. 14
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ ἀπολυτίκιον Ἀπολυτίκιον Ἦχος β' Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ ΑΝΣΙΥΨΝΑ Ἀντίφωνον Α' Ἦχος β. τίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. γ. Κύριος ἐν τ οὐραν ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ...Καὶ νῦν... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. τίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλ τ Θε μου ἕως ὑπάρχω. 15
ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα. τίχ. β. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... τίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' τίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀπολυτίκιον Ἦχος β' Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος β' Ἀπόστολε, Χριστ τ Θε ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Σοῦ Ναοῦ Κοντάκιον ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἦχος β' Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Σρισάγιον Απόστολος Προκείμενον ἦχος πλ.δ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. 16
τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καθολικῆς Α Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Α Ἰω. δ 12-19). Θεὸμ ξὐδεὶρ οώοξσε σεθέασαι ἐὰμ ἀγαοῶμεμ ἀλλήλξτρ, ὁ Θεὸρ ἐμ ἡμῖμ μέμει καὶ ἡ ἀγάοη αὐσξῦ σεσελειωμέμη ἐςσὶμ ἐμ ἡμῖμ. μ σξύσῳ γιμώςκξμεμ ὅσι ἐμ αὐσῷ μέμξμεμ καὶ αὐσὸρ ἐμ ἡμῖμ, ὅσι ἐκ σξῦ Πμεύμασξρ αὐσξῦ δέδωκεμ ἡμῖμ. Καὶ ἡμεῖρ σεθεάμεθα καὶ μαπστπξῦμεμ ὅσι ὁ οασὴπ ἀοέςσαλκε σὸμ τἱὸμ ςωσῆπα σξῦ κόςμξτ. Ὅρ ἂμ ὁμξλξγήςῃ ὅσι Ἰηςξῦρ ἐςσιμ ὁ τἱὸρ σξῦ Θεξῦ, ὁ Θεὸρ ἐμ αὐσῷ μέμει καὶ αὐσὸρ ἐμ σῷ Θεῷ. Καὶ ἡμεῖρ ἐγμώκαμεμ καὶ οεοιςσεύκαμεμ σὴμ ἀγάοημ ἣμ ἔφει ὁ Θεὸρ ἐμ ἡμῖμ. Ὁ Θεὸρ ἀγάοη ἐςσί, καὶ ὁ μέμωμ ἐμ σῇ ἀγάοῃ ἐμ σῷ Θεῷ μέμει καὶ ὁ Θεὸρ ἐμ αὐσῷ. μ σξύσῳ σεσελείωσαι ἡ ἀγάοη μεθ ἡμῶμ, ἵμα οαῤῥηςίαμ ἔφωμεμ ἐμ σῇ ἡμέπᾳ σῆρ κπίςεωρ, ὅσι καθὼρ ἐκεῖμόρ ἐςσι, καὶ ἡμεῖρ ἐςμεμ ἐμ σῷ κόςμῳ σξύσῳ. Φόβξρ ξὐκ ἔςσιμ ἐμ σῇ ἀγάοῃ, ἀλλ ἡ σελεία ἀγάοη ἔνω βάλλει σὸμ υόβξμ, ὅσι ὁ υόβξρ κόλαςιμ ἔφει, ὁ δὲ υξβξύμεμξρ ξὐ σεσελείωσαι ἐμ σῇ ἀγάοῃ. Ἡμεῖρ ἀγαοῶμεμ αὐσόμ, ὅσι αὐσὸρ οπῶσξρ ἠγάοησεμ ἡμᾶς. Ἀλληλούϊα ( γ ) Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ιθ 25-27, κα 24-25). ῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί Γύναι ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου καὶ ἀπ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφή λέγει Διψῶ. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν. Δόξα Σοι Κύριε, δόξα Σοι. Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα. ἦχος β 17
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι Ἠξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Απόλυσις (...Φριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...) https://agioskosmasoaitolos.wordpress.com 18