Παράκλησις ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Ποίημα Ἀρχιμανδίτου Δωροθέου, Ἱ. Μ. Ἁγίας Τριάδος Τούμπας (1937) Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια Ἦχος πλ. δ. Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους, τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας φιλάνθρωπε, δόξα Σοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Εἶτα ὁ Κανών. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Τριὰς Ἁγία ὁ Πατὴρ ὁ ἄναρχος, Υἱὸς ὁ Μονογενής καὶ τὸ θεῖον Πνεῦμα, δώρησαί μοι δάκρυα, καὶ πένθος ἀκατάπαυστον, τοῦ θρηνεῖν μου τὰς πράξεις, τὰς ἐναγεῖς ἃς ἠχρείωσα, Σοῦ τὸ κατ εἰκόνα ὁ δείλαιος. [1]
Μονὰς τῇ φύσει Τριὰς ὑποστάσεσιν ἀκατανόητε, μία Βασιλεία, λίαν ἀκατάληπτε, Πάτερ Υἱὲ σὺν Πνεύματι, κατοικτείρησον πάντας, τοὺς ὀρθοδόξως ὑμνοῦντάς Σε, καὶ θεοπρεπῶς μεγαλύνοντας. Τά Χερουβὶμ καὶ Σεραφὶμ δοξάζουσιν ἀκαταπαύστοις ᾠδαῖς, Σὲ τὸν ἐν προσώποις, τρισὶν ὑπερούσιον, οὐσίαν τῆς θεότητος, ἣν τολμῶντες ὑμνοῦμεν, οἱ βροτοὶ ὡς ἰσχύομεν, καὶ χρεωστικῶς μεγαλύνομεν. Θεοτοκίον. Ὑμνολογίαις ἱεραῖς ὑμνοῦμέν Σε τὴν Πολυΰμνητον, τὴν τὸν Θεὸν Λόγον, ὑπὲρ λόγον τέξασαν, τὸν μόνον Ὑπερύμνητον, Ὃν ὑμνεῖ πᾶσα φύσις, τῶν οὐρανῶν τὰ στρατεύματα, θείαις ὑμνῳδίαις γεραίρουσι. ᾨδὴ γ. Ὁ στερεώσας κατ ἀρχάς. Ὁ χαρακτῆρσιν ἐν τρισί, καὶ ὑποστάσεσι μόνος, εἷς Θεὸς ἀκατανόητος πέλων, τοὺς ὑμνοῦντάς σε πιστῶς, καὶ ὀρθοδόξως φύλαττε, ἐκ πάσης ἐναντίας, τῶν δυσμενῶν περιστάσεων. Ὃν θεωρίᾳ ὑψηλῇ, γενόμενον καὶ τῶν ἄνω, μιμηταὶ ἐπουρανίων πνευμάτων, ἀνυμνήσωμεν Θεόν, Πατέρα τὸν πανάγιον, Υἱὸν καὶ Πνεῦμα θεῖον, τὰ τρία μίαν θεότητα. Τὰ Χερουβὶμ καὶ Σεραφίμ, ὑμνοῦσιν ἀδιαλείπτως, μετὰ δέους τὴν Ἁγίαν Τριάδα, ὥσπερ [2]
δεῖ θεοπρεπῶς, ἣν καὶ ἡμεῖς δοξάζοντες, βροτοὶ σὺν τοῖς Ἀγγέλοις, χαρᾶς ἀῤῥήτου πληρούμεθα. Θεοτοκίον. Ὁ πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῆς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων, τῆς λιθώδους καὶ σκληρᾶς, ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, Σὲ ἱκετεύω ζωῶσαί με. Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Παναγία Τριὰς Ὁμοούσιε, ὅτι πάντες εἰς Σὲ καταφεύγομεν, ὡς πλάστην ἡμῶν καὶ ῥύστην. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ο Ιερέυς Δέηση Ελεησον ημάς ο Θεός. Κάθισμα. Ἦχος β. Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, διάσωσον τοὺς ὀρθοδόξως σε σέβοντας, καὶ προσκυνοῦντάς Σε δυσμενῶν ἐναντίων, καὶ ποίησον μετόχους τῆς Βασιλείας Σου. ᾨδὴ δ. Σύ μου ἰσχύς, Κύριε. Πάτερ Υἱέ, καὶ Πνεῦμα Ἅγιον λύτρωσαι, τοὺς ἐν πίστει ἐπικαλουμένους Σε, καὶ Σοὶ λατρεύοντας εὐσεβῶς, ἐκ παντοίας βλάβης καὶ Βασιλείας ἀξίωσον, τῆς Σῆς αἰωνιζούσης, ὅπως ψάλλω Σοι δόξα τῇ δυνάμει Σου μόνε Ἀθάνατε. [3]
Κλαῦσον ψυχή, πρὸ τῆς ἐξόδου καὶ θρήνησον, ὅπως σβέσῃς, φλόγα αἰωνίζουσαν, καὶ λυτρωθεῖσα ἐκ τοῦ πυρός, καὶ Τρισυποστάτῳ συμβασιλεύσῃς Θεότητι, πρὸς ἣν ἀκαταπαύστως, νῦν ἐν τῷδε τῷ βίῳ, μὴ ἀμέλει βοῶσα τὸ ἥμαρτον. Ἕνα Θεόν, τρισὶ προσώποις κηρύττομεν, μίαν φύσιν, ἄναρχον ἀόρατον, παντουργικήν, τελεταρχικήν, τὴν κτίσιν πᾶσαν, πανσόφως δημιουργήσασαν, ἣν πᾶσαι τῶν Ἀγγέλων, ἀνυμνοῦσιν αἱ τάξεις, μετὰ δέους ἀεὶ καὶ δοξάζουσι. Θεοτοκίον. Ἀναψυχή, Σὺ τῆς ψυχῆς μου καὶ ἥδυσμα, τῆς καρδίας, Σὺ τὸ ἀγαλλίαμα, Σὺ φωτισμός, Σύ μου γλυκασμός, ἐντρύφημα γλώττης, γλυκὺ χειλέων μελέτημα, Πανύμνητε καὶ δρόσος, τῆς ἐμῆς διανοίας, ὀδυνῶν κουφισμὸς καὶ παράκλησις. ᾨδὴ ε. Ἵνα τί με ἀπώσω. Δεῦτε πάντες συμφώνως, οἱ πιστοὶ δοξάσωμεν τὴν ὑπερένδοξον, ἐν τρισὶ προσώποις, μίαν φύσιν ἀμέριστον, ἄναρχον, ἐν Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, τῷ παναγίῳ, Θεὸν ἕνα τὰ τρία κηρύττομεν. Ἐπὶ Σοὶ τὰς ἐλπίδας, πάσας καὶ τὸ καύχημα καὶ ἀγαλλίαμα, ἔχων ὡς αἰτία τῶν καλῶν μου καὶ πάσης ἀνέσεως, Τριὰς μοναρχία, Πάτερ Υἱὲ καὶ [4]
θεῖον Πνεῦμα, Σύ με μέτοχον δεῖξον τῆς δόξης Σου. Ἣν ἀΰλων ταγμάτων, στρατιαὶ δοξάζουσιν ἀεὶ τοῖς ἄσμασι, ἄναρχον Τριάδα, ἀκορέστῳ στοργῇ ἀγαλλόμεναι, ταύτην οἱ ἀχρεῖοι, χρεωστικῶς ὑμνολογοῦμεν, ἐν ψαλμοῖς καὶ ᾠδαῖς ὡς ἰσχύομεν. Θεοτοκίον. Ἔργα πράξας αἰσχύνης, πέφυκας πρὸ κρίσεως αὐτοκατάκριτος, ἀλλὰ Σὺ Παρθένε, ἡ Κριτὴν τῶν ἁπάντων κυήσασα, Τοῦτον ἐκδυσώπει, τοῦ οἰκτειρῆσαί με καὶ ῥῦσαι, τῆς δεινῆς τοῦ πυρὸς κατακρίσεως. ᾨδὴ στ. Ἱλάσθητί μοι Σωτήρ. Τριάδα μοναδικήν, εὐσεβοφρόνως δοξάζομεν, μονάδα Τριαδικήν, πανσόφως λατρεύομεν, ἀτμήτως μερίζοντες, καὶ ἀδιαιρέτως, διαιροῦντες καὶ συνάπτοντες. Τριὰς Μονὰς ὁ Θεός, ὁ ἐκ μὴ ὄντων τὰ σύμπαντα, συστήσας καὶ συντηρῶν, βουλήσει τοῦ ἐλέους Σου, κἀμὲ τῇ συνήθει Σου, εὐσπλαγχνίᾳ πάσης, ἐλευθέρωσον κακώσεως. Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα πάντες τὸ Ἅγιον, ὑμνοῦμεν πανευσεβῶς, Τριάδα ἀμέριστον, τὴν πάντων δεσπόζουσαν, μίαν Βασιλείαν, καὶ ἀκατάληπτον. Θεοτοκίον. [5]
Παράσχου μοι ὀχετούς, δακρύων Κόρη Μητράνανδρε, ὅπως ἐκπλύνω πληθύν, τῶν ἀμπλακημάτων μου, καὶ σβέσω τὸ ἄσβεστον πῦρ, τὸ τῆς γεέννης, ὁ παμμίαρος καὶ ἄσωτος. Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Παναγία Τριὰς Ὁμοούσιε, ὅτι πάντες εἰς Σὲ καταφεύγομεν, ὡς πλάστην ἡμῶν καὶ ῥύστην. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ο Ιερέυς Δέηση Ελέησον ημάς ο Θεός.. Κοντάκιον. Ἦχος β. Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε. Εἶτα, οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου. ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. [6]
Στ. Τὸ Πνεῦμά Σου τὸ ἀγαθόν, ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Εὐαγγέλιον τό τῆς Πεντηκοστῆς. Ὁ Ν Ψαλμός. Δόξα. Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος β. Στ. Ἐλέησόν με ὁ Θεός... Τῆς αἰωνίου Σου ζωῆς ἀξίωσον, Τριὰς ἡ Παναγία, τοὺς πιστῶς ὑμνοῦντας καὶ δοξάζοντας, τὸ ἀπειροδύναμον κράτος Σου, δωρουμένη τὸν ἱλασμὸν καὶ τὴν συγχώρησιν, τῶν πταισμάτων ἡμῶν, καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπολύτρωσιν. ᾨδὴ ζ. Θεοῦ συγκατάβασιν. Πατέρα ἀγέννητον, Υἱὸν καὶ Λόγον συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, Ὁμοούσιον καὶ Ὁμόθρονον ἕνα Θεὸν δογματίζοντες, ὑμνοῦμεν πανευσεβῶς, καὶ προσκυνοῦμεν πιστῶς. Τριάδα ὁμότιμον τοῖς χαρακτῆρσι, Δημιουργὸν τοῦ παντός, ἐν μονάδι οὐσίας, Πατέρα Λόγον Πνεῦμα πανάγιον, σὺν τοῖς παισίν, ἀνυμνοῦντες κραυγάζομεν εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. [7]
Τριὰς Ὁμοούσιε, πηγὴ ἐλέους καὶ ἄβυσσος οἰκτιρμῶν, πηγὰς δακρύων παρεχομένη ἡμῖν, κοινωνοὺς δεῖξον ζωῆς αἰωνίου σου, τοὺς Σὲ φρονοῦντας πιστῶς, ἕνα Θεὸν τοῦ παντός. Θεοτοκίον. Τὴν μόνην ἀμόλυντον, εὔσπλαγχνον μόνην μετὰ Θεὸν δυσωπῶ, καὶ Σοῦ δέομαι Κόρη, μή με βδελύξῃ τὸν ῥυπαρόν, ἀλλὰ πυρὸς αἰωνίου με λύτρωσαι, ὅπως ὑμνῶ Σε ἀεὶ τὴν Πολυΰμνητον. ᾨδὴ η. Ἑπταπλασίως κάμινον. Τοὺς εὐσεβῶς Σε δοξάζοντας, καὶ πιστῶς προσκυνοῦντάς Σε, φρούρει τε καὶ σκέπε πάντοτε φυλάττουσα, Τριὰς ὁμοούσιε, καὶ τῶν ἀγαθῶν, τῶν αἰωνίων μετόχους, ἀνάδειξον Οἰκτίρμον, ἵνα ψάλλομεν πόθῳ, ὑμνοῦντες εὐχαρίστως τὴν Σὴν ἀγαθωσύνην. Τριάδα Ὁμοούσιον, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ μετὰ δακρύων, πρὸς Αὐτὴν ἐκβοήσωμεν ἐλέησον, οἴκτειρον, τοὺς ὀρθοδόξως Σε ἀναμέλποντας, καὶ λύτρωσαι πταισμάτων, καὶ πυρὸς τῆς γεέννης, καὶ κοινωνοὺς Σῆς δόξης, ἀνάδειξον Οἰκτίρμον. Δεῦτε πιστῶν ὁμήγυρις, εὐσεβῶς προσκυνήσωμεν, τὴν ἐκ τοῦ μὴ ὄντος, ἅπαντα ποιήσασαν, Τριάδα ἀμέριστον, σὺν τοῖς Ἀγγέλοις θεοπρεπῶς, καὶ διηνεκῶς ἀναβοῶντες τὸν ὕμνον Πατέρα εὐλογοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τὰ τρία Θεὸν ἕνα, ἀΐδιον φρονοῦντες. [8]
Θεοτοκίον. Τοὺς ἐν πελάγει Δέσποινα, χαλεπῶς κινδυνεύοντας, ὅρμοι καὶ λιμένες σωστικοὶ προσδέχονται, κἀμὲ κινδυνεύοντα, τοῖς νοούμενος κύμασι, πρόφθασον καὶ σῶσον, ὁ λιμὴν τῶν ἐν ζάλῃ, καταπονουμένων, προσβολαῖς τῶν δαιμόνων, ἀντίληψις καὶ σκέπη, καὶ ξένη προστασία. ᾨδὴ θ. Ἐξέστη ἐπὶ τούτῳ. Τριὰς ἡ Παναγία καὶ παντουργός, τοὺς Σοὺς δούλους δεινῶν περιστάσεων, καὶ πειρασμῶν, τῶν ἐπεμβαινόντων διηνεκῶς, ἐκλυτρουμένη φύλαττε, ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν καὶ τῆς ἀφράστου, ἐκείνης θυμηδίας, τοῦ Παραδείσου καταξίωσον. Πατὴρ Υἱὸς καὶ Πνεῦμα, Τριὰς ἁπλῆ, καὶ Μονὰς ὑπὲρ φύσιν γνωρίζεται, εἰς γὰρ Θεός, ἐν τρισὶ προσώποις πέλει σαφῶς, ἀπαύστως προσκυνούμενος, ὑπὸ Ἀσωμάτων καὶ γηγενῶν, ὁ πᾶσαν ὑποστήσας, τὴν κτίσιν ἐν σοφίᾳ, καὶ ἀνακτίσας τὸ ἀνθρώπινον. Τριὰς ἡ ἑνιαία Πάτερ Υἱέ, καὶ τὸ Ἅγιον Πνεῦμα ἐλέησον, τοὺς εὐσεβῶς, Σὲ δοξολογοῦντας καὶ εὐλαβῶς, προσπίπτοντας ἐν πίστει, τῇ θείᾳ Σου εἰκόνι, εἰ καὶ λίαν ἥμαρτον ἀναιδῶς, καὶ ποίησον Οἰκτίρμον, αὐτοὺς συγκληρονόμους, τῆς οὐρανίου Βασιλείας Σου. [9]
Θεοτοκίον. Οὐκ ἔστιν ἁμαρτία ἐπὶ τῆς γῆς, οὔτε εἶδος κακίας καὶ πράξεως, σατανικῆς, ἧς οὐκ ἐγενόμην ἐν μετοχῇ, καὶ διὰ τοῦτο δέδοικα, Δέσποινα τὴν κρίσιν τοῦ Σοῦ Υἱοῦ, τῇ Σῇ δὲ παῤῥησίᾳ, εὐμένισόν μοι Τοῦτον, καὶ λύτρωσαι ἡμᾶς τῆς κολάσεως. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Πάτερ Λόγε Πνεῦμα Τριὰς σεπτή, Μονὰς Τρισαγία, μία φύσις, μία ἀρχή καὶ μία Θεότης, Σὲ πάντες προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας καὶ μεγαλύνομεν. Ὦ Θεὲ Τριὰς ὁμοούσιε, διαιρετὴ προσώποις, ὁ Πατὴρ ὁ ἀγέννητος, Υἱὸς καὶ τὸ Πνεῦμα, ὁ εἷς Θεὸς τῶν ὅλων, οἰκτείρησον καὶ σῶσον, τοὺς προσκυνοῦντάς Σε. Ἣν ὑμνοῦσι πάντες οἱ γηγενεῖς, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὴν ὑπὸ τῶν πάντων, πιστῶν προσκυνουμένην, Μονάδα κατ οὐσίαν, τὴν τρισυπόστατον. [10]
Τὴν κυριαρχίαν τῶν Χερουβίμ, καὶ τὴν θεαρχίαν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαιρέτως, Τριάδα ἐν Μονάδι, τὴν ὄντως θεαρχίαν Σὲ μεγαλύνομεν. Πατέρα τὸν ἄναρχον καὶ Θεόν, συνάναρχον Λόγον, σὺν τῷ Πνεύματι προσκυνῶ, ἀγνώριστον μίαν, ἡνωμένην οὐσίαν, τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν. Τὰς ἀκτινοβόλους Σου ἀστραπάς, λάμψον μοι Θεέ μου, Τρισυπόστατε παντουργέ, καὶ οἶκόν με δόξης, Σῆς ἀπροσίτου δόξης, φαιδρὸν καὶ φωτοφόρον, καὶ ἀναλλοίωτον. Ὥσπερ ἐν ἡμέρᾳ Πεντηκοστῆς, ἐφώτισας αὖθις, ὦ Παράκλητε Μαθητάς οὕτω καὶ τοῖς φόβῳ, λατρεύουσί Σοι λάμψον, ἀκτῖνας Σῶν χαρίτων, καὶ σῶσον ἅπαντας. Ὦ Τριὰς Ἁγία καὶ φωταυγής, δέξαι με τὸν ἄσωτον, Ἰησοῦ μου καὶ ποιητά, σῶσον μὴ παρίδῃς, τῶν Σῶν χειρῶν τὸ πλάσμα, οἰκτίρμον ἐλεῆμον, Κύριε σῶσόν με. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, [11]
ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα. Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ Σου χειρί ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν Σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους Σου. [12]
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους Σου. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. [13]