16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( ).

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

24 ΙΑΝΟΥΑΡΙΟΥ Ἀπολυτίκιον ἦχος β. Σάββατον.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

18 IOYΛIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

5 ΜΑΡΤΙΟΥ 2016 Ψυχοσάββατον

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

29 ΙΟΥΝΙΟΥ Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμετυήμωμ Αοξςσόλωμ καί Ππωσξκξπτυαίωμ Πέσπξτ καί Παύλξτ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

18 ΙΟΥΝΙΟΥ 2016 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν».

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

9 ΑΠΡΙΛΙΟΥ 2016 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

24 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

29 ΙΟΥΝΙΟΥ 2018 τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου ( 64) καὶ Παύλου ( 67) * * * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

10 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον. Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

7 ΝΟΕΜΒΡΙΟΥ 2015 Σάββατον

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

26 ΕΠΣΕΜΒΡΙΟΤ Ἡ Μετάστασις τξῦ Ἁγίξυ ἐμδόνξυ καί οαμευφήμξυ Ἀοξστόλξυ καί Εὐαγγελιστξῦ Ἰωάμμξυ τξῦ Θεξλόγξυ.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

10 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

22 IOYNΙΟΥ 2013 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

Transcript:

16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( 161-180). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 1

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος δ' Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα Πατρί... Τὴν Ῥώμην μὴ λιπών,.. Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ Ἦχος βαρὺς Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Καὶ νῦν...θεοτοκίον Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος Ἔτερα Καθίσματα, μετὰ τὸν ἄμωμον Μαρτυρικὸν 2

Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα. Νεκρώσιμον Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὁ θάνατός σου Κύριε, τοῖς νεκροῖς ζωὴν ἐξήνθησε τὸν γὰρ ᾅδην ἐσκύλευσας, ἀνακαλύπτων τοὺς ἐν σκότει καθεύδοντας διό σε Ζωοδότα, ὡς Θεὸν ἱκετεύομεν. Οὕς ἐξ ἡμῶν προσελάβου, μετὰ Δικαίων ἀνάπαυσον, ὅπως εὕρωσιν ἐν κρίσει, τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαῖρε ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου. Χαῖρε Παρθένε τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ. Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Ὁ Ν' ψαλμὸς χύμα Κανὼν εἰς Μάρτυρας, Ὁσίους, Ἱεράρχας, καὶ εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Χοροὺς ἀνυμνῶ Ποιμένων καὶ Μαρτύρων, ἐγὼ ὁ Ἰωσὴφ ᾨδὴ α' Ἦχος βαρὺς Ὁ 'Εἱρμὸς Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτῳ, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Χορὸς Μαρτύρων ἀπλανῶν, πᾶσαν πλάνην νικήσας, τοῦ πολεμήτορος, χορεύει γηθόμενος, πρὸ προσώπου τοῦ Κτίσαντος. Οἱ Ἱεράρχαι τοῦ Χριστοῦ, καὶ οἱ Ὅσιοι πάντες, ἀγωνισάμενοι, τρυφῆς ἠξιώθησαν, αἰωνίου ἐν χάριτι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὑπεραγία ἡ Θεόν, ὑπεράγιον Λόγον, ἀποκυήσασα, ἁγίασον ἅπαντας, τοὺς πίστει σε δοξάζοντας. Ἕτερος, εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς Κανὼν τὸν αὐτὸν ἕβδομος σκοπὸν φέρων Νεύσει σου πρὸς γεώδη. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Κόσμος ὡραϊσμένος, τῶν ἀρετῶν ταῖς ἰδέαις, καὶ θεῖον ἀνάθημα, τοῖς διαφόροις κάλλεσι, λάμπον ταῖς θεοσημείαις, Μάρτυρες Χριστῷ, τῷ Θεῷ προσηνέχθητε. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. 3

Αἴγλης τῆς ἀπροσίτου, καὶ τρισηλίου λαμπάδος, τυχεῖν καταξίωσον, τοὺς μεταστάντας δούλους σου, ἔνθα ἀπέδρα ὀδύνη, λύπη στεναγμός, πολυέλεε Κύριε. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νεκρώσει Ζωοδότα, κατακριθεῖσαν τὴν φύσιν, ζωὴ ἐνυπόστατος, ὑπάρχων Χριστὲ ἥγειρας ὅθεν ὡς μόνος οἰκτίρμων, πίστει τοὺς πρὸς σέ, μεταστάντας ἀνάπαυσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὤρθωσας Παναγία, τὴν τῆς προμήτορος πτῶσιν, τεκοῦσα τὸν Κύριον, τὸν ταύτην ἀναστήσαντα, Λόγον τὸν ἐν τοῖς μνημείοις, πνέοντα ζωήν, ἐξουσίᾳ Θεότητος. Καὶ τοῦ Ἀποστόλου. Ὁ παρὼν φέρει ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων. Πέτρου τὰ δεσμὰ προσκυνοῦμεν ἐκ πόθου. ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στομα μου, Πέτρᾳ στηριζόμενοι, ὁμολογίας ἐνθέου σου, Πρωτόθρονε καύχημα, τῶν Ἀποστόλων Χριστοῦ, προσκυνοῦμέν σου, ἐν πίστει τὰς Ἁλύσεις, ἐν αἷς σου αἱ ἄχραντοι, χεῖρες ἐδέθησαν. Πέτρᾳ στηριζόμενοι,.. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ἔθετό σε Κύριος, τῆς ἑαυτοῦ σωματώσεως, Ἀπόστολε μάρτυρα, παναληθέστατον, διηγούμενον, αὐτοῦ τὴν παρρησίαν, σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τρίτον ἀρνησάμενος, τοῖς θεοκτόνοις τὸν Κύριον, βροτὸν ὡς ψιλότατον, οὐδὲν διήμαρτες, τῆς προτέρας σου, θεολογίας Πέτρε ἐκήρυξας τοῦτον γάρ, Υἱὸν Θεοῦ καὶ Θεόν. Δόξα Πατρί... Ῥῆξον τοὺς κλοιοὺς ἡμῶν, τῆς ἁμαρτίας Ἀπόστολε, πιστῶς προσκυνούντων σου, τὴν θείαν Ἅλυσιν, καὶ τὰς κλεῖς ἡμῖν, τῆς ἄνω βασιλείας, σπλαγχνισθεὶς διάνοιξον, ὡς συμπαθέστατος. Καὶ νῦν... Θεοτοκίον Ἁγνείας τὸ πάναγνον, ὁ ῥυπαρός τε καὶ ἄναγνος, ἐγὼ ἐνδιαίτημα, μέλπειν οὐ σθένω σε, Ἀπειρόγαμε διὸ με τῇ χωνείᾳ, τοῦ Πνεύματος κάθαρον, ἵνα δοξάσω σε. ᾨδὴ γ' 4

Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὃν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν. Συντριβόμενοι λίθοις, καὶ βόθροις ὁμιλοῦντες, συνετρίψατε πᾶσαν, τοῦ πλάνου δυναστείαν, καὶ ἄθραυστοι τὸν νοῦν, ἐμείνατε Ἅγιοι. Αἴγλῃ θείων δογμάτων, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν, οἱ σοφοὶ Ἱεράρχαι, πιστοὺς φωταγωγοῦντες, αἱρέσεων ἀχλύν, πᾶσαν διεσκέδασαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Μὴ κενώσας τοὺς κόλπους, τοὺς Πατρικοὺς ὁ Λόγος, σοῖς ἐν κόλποις ὡς βρέφος, κρατούμενος ὡράθη ἀρχὴν ἐκ σοῦ λαβών, Ἄχραντε ὁ ἄναρχος. Ἕτερος, εἰς Κοιμηθέντας Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Νεανικὴν καὶ σταθηράν, τὴν καρτερίαν ἀνδρείως, οἱ Μαρτύρων ἔδειξαν χοροί τῶν γὰρ αἰκισμῶν τὴν ῥύμην ἤνεγκαν, καὶ τῶν βασάνων τὰς πληγάς, τῆς ἀκηράτου σου δόξης, Σῶτερ ἐφιέμενοι καὶ τέρψεως. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται Τῆς αἰωνίου σου ζωῆς, τῶν ἐπ' ἐλπίδι θανέντων, Ἐλεῆμον πρόσδεξαι ψυχάς, καὶ τῶν ὀρεκτῶν καὶ θείων εὔσπλαγχνε, κόλπων τοῦ θείου Ἀβραάμ, ἔνδον σκηνώσας Λαζάρῳ καὶ τοῖς ἐκλεκτοῖς σου συναρίθμησον. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ὁ καταβὰς ἐξ οὐρανοῦ, ἐπὶ τὸ σῶσαι τὸ γένος, τῶν ἀνθρώπων εὔσπλαγχνε Σωτήρ, ἀΰλου φωτὸς καὶ θείας δόξης σου, κατατρυφῆσαι καὶ χαρᾶς, τοὺς εὐσεβῶς μεταστάντας, τῇ σῇ εὐσπλαγχνίᾳ καταξίωσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νόμοι τῆς φύσεως ἐν σοί, τὸν ἀπερίληπτον Λόγον, συλλαβούσῃ λέλυνται Ἁγνή, καὶ νόμος ἡμῖν ὁ θεῖος δέδοται, πᾶσι τὴν ἄφεσιν διδούς, ἀπεγνωσμένοις πταισμάτων, χάριτι τῆς θείας ἀγαθότητος. ᾨδὴ γ' Οὐκ ἐν σοφίᾳ, Οἷς σε Ἡρῴδης, ὡς κακοῦργον κλοιοῖς κατεδίκασεν, ἐν αὐτοῖς σε νῦν τιμᾷ, ἡ Ἐκκλησία πανεύφημε, Πέτρε τὰ παθήματα, σοῦ προσκυνοῦσα πιστῶς. 5

Οἷς σε Ἡρῴδης,. Ὑπὲρ χρυσίον, καὶ πολύτιμον κόσμον κεκόσμηται, ταῖς Ἁλύσεσι ταῖς σαῖς, ἡ Ἐκκλησία Ἀπόστολε, ἃς καὶ κατασπάζεται, σεμνυνομένη ἐν σοί. Τετραδίοις, παραδοὺς ὁ Τετράρχης ἐν τέσσαρσι, καὶ Ἁλύσει περιθείς, ἐφρούρει Πέτρε τοῦ κτεῖναί σε, ἐξ ὧν σε ἐρρύσατο, Χριστὸς Ἀγγέλου χειρί. Δόξα Πατρί... Ἀπὸ τοῦ θείου, καὶ πανσέπτου χρωτός σου Ἀπόστολε, μετασχόντα τὰ κλοιά, τὰ σοὶ προσψαύσαντα χάριτος, πάντας ἁγιάζουσι, τοὺς προσκυνοῦντας αὐτά. Καὶ νῦν... Θεοτοκίον Ἰδοὺ κατάρας, τῆς ἀρχαίας ἐλύθη τὸ βρότειον, καὶ κατήργηται Σατάν, Ἁγνὴ τοῦ πτώματος αἴτιος ἡμῖν γὰρ ἐγέννησας, τὴν εὐλογίαν αὐτή. Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κοντάκιον Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε. Κάθισμα Ἦχος δ' Ταχὺ προκατάλαβε Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε. Δόξα... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὡς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε. 6

Καὶ νῦν... Θεοτοκίον Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου. ᾨδὴ δ' Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε Δόξα τῇ δυνάμει σου Κύριε. Νευρούμενοι τῇ πρὸς Κύριον στοργῇ, οἱ Μάρτυρες, ἐξενεύρισαν ἐχθροῦ τὴν δύναμιν ὅθεν μακαρίζονται. Ὡς θρέμματα τοῦ Ποιμένος καὶ Ἀμνοῦ, μακάριοι, Ἱεράρχαι λογικῆς προέστητε, ποίμνης θείᾳ χάριτι. Πολύφωτοι ὡς ἀστέρες ἀρετῶν, λαμπρότητι, κατηυγάσατε πιστῶν πληρώματα, Ὅσιοι Πατέρες ἡμῶν. Ὁμήγυρις στερροτάτων Γυναικῶν, καὶ σύλλογος, τῶν ἁγίων Προφητῶν τετύχηκε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἱκέτευε ὃν ἐκύησας Θεόν, Πανύμνητε, πειρασμῶν παντοδαπῶν καὶ θλίψεων, ῥύσασθαι τὴν ποίμνην σου. Ἕτερος, εἰς Κοιμηθέντας Ὁ Πατρικοὺς κόλπους. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ἀθλητικοὺς πόνους καρτερῶς, ἐπιδειξάμενοι Χριστὲ οἱ Μάρτυρες, τοὺς στεφάνους ἀνεδήσαντο, τῆς δικαιοσύνης σου, καὶ ἐδόξασάν σου τὴν δύναμιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὑπερφυοῦς δόξης σου Χριστέ, τοὺς μεταστάντας εὐσεβῶς ἀξίωσον, ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, μετὰ τῶν Ἀγγέλων σου, ὡς Οἰκτίρμων καὶ πολυέλεος. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Τρισσοφαοῦς αἴγλης ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῇ Θεότητος, ἀπολαῦσαι καταξίωσον, τοὺς προεκδημήσαντας, καὶ δοξάζοντάς σε Φιλάνθρωπε. 7

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, παρθενικοῖς κόλποις ὁ Χριστὸς αὐλίζεται, καὶ θανάτου ἐλυτρώσατο, τοὺς σὲ μακαρίζοντας, Θεομῆτορ μόνη πανύμνητε. ᾨδὴ δ' Ὁ καθήμενος ἐν δόξῃ, Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα. Διαζώννυταί σου πίστει,.. Ἐν φρουρᾷ σε κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμῳ θεοκτόνῳ Ἀπόστολε διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοῖς οἰκέταις σου. Στομωθεῖσα τῇ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοι Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε. Δόξα Πατρὶ... Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοῖς δεσμοῖς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῷ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν. Καὶ νῦν... Θεοτοκίον Θεοτόκον ὡς τεκοῦσαν, σὲ Θεὸν μετὰ σώματος, ἀνυμνολογοῦμεν, πᾶσαν ἀποτρέποντες αἵρεσιν ἐν ἑαυτῷ γὰρ ὁ Λόγος, ἐξ αἱμάτων σου, σάρκα ἔμψυχον,... ζωοπλαστήσας ἐπέφανεν. ᾨδὴ ε' Ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου Φιλάνθρωπε. 8

Μωλώπων σαρκὸς κατεφρονήσατε, στερροὶ Ἀθληταὶ καὶ τοὺς μώλωπας πάντων, ἰᾶσθε καὶ τὰ τραύματα, τῶν προσερχομένων ὑμῖν. Ἐλάβετε λύειν καὶ δεσμεῖν ἐπὶ γῆς, τὴν ἐξουσίαν, Ἱεράρχαι τοῦ Χριστοῦ διὸ τὰ τῶν κακῶν ἡμῶν, ἀεὶ φορτία λύσατε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νυμφὼν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτόν, Παναγία Παρθένε, τοῦ νυμφῶνος οἰκήτορα, τοῦ νοητοῦ γενέσθαι με. Ἕτερος εἰς Κοιμηθέντας Κύριε ὁ Θεός μου Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Νέκρωσιν ζωηφόρον, διὰ τῶν βασάνων ἐξυφανθεῖσαν, πανεύφημοι Μάρτυρες, περιβεβλημένοι φαιδρῶς, ταῖς ψυχαῖς τῶν προκοιμηθέντων, τὴν θείαν αἰτήσασθε ἄνεσιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἐκ τῶν ἀδαπανήτων, θησαυρῶν προχέων τὴν εὐσπλαγχνίαν, ψυχὰς ἃς μετέστησας, σὺν τοῖς πρωτοτόκοις σου, ἐν σκηναῖς ταῖς ἀκαταλύτοις, εὐδόκησον Σῶτερ αὐλίζεσθε. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Βάρος ἀποθεμένους, καὶ δεσμῶν λυθέντας νῦν πρὸς τὴν ἄνω, ζωὴν τοὺς οἰκέτας σου, μεταβεβηκότας Χριστέ, ἐντρυφᾷν ταῖς τῶν σῶν Ἁγίων, λαμπρότησι Σῶτερ εὐδόκησον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Δέσποινα Θεομῆτορ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ δός μοι συγχώρησιν, τῶν πλημμελημάτων μου, ἡ ζωὴν τῷ κόσμῳ τεκοῦσα Πανάμωμε τὴν ἐνυπόστατον. ᾨδὴ ε' Νῦν ἀναστήσομαι, ὁ α χορὸς Ἆρον Ἀπόστολε, τῆς ἁμαρτίας μου τὰ κλοιά, τὰ ἐπικείμενά μοὶ ἐπαυχένια, καὶ ὠθοῦντα πρὸς φθοράν, ὡς ἐξουσίαν τοῦ Σωτῆρος εἰληφώς, τοῦ δεσμεῖν καὶ λύειν τὰ πταίσματα. ὁ β χορὸς Ἆρον Ἀπόστολε,. ὁ α χορὸς 9

Παῦσον Πανεύφημε, τὴν ἐπανάστασιν τῶν ἐθνῶν λῦσον τὰ σκάνδαλα τῆς Ἐκκλησίας δέ, τὴν ὁμόνοιαν διδούς, ὁ ὑπὲρ ταύτης ἐν Ἁλύσει δεσμευθείς, ἣν πιστῶς καὶ περιπτυσσόμεθα. ὁ β χορὸς Ῥῦσαι Ἀπόστολε, αἰχμαλωσίας τῆς νοητῆς, τοὺς προσκυνοῦντάς σου πιστῶς τὴν Ἅλυσιν καὶ διάσωσον ἡμᾶς πρὸς οὐρανίους, ἃς πεπίστευσαι σκηνάς, ὡς Ποιμὴν ἡμῶν καὶ Διδάσκαλος. Δόξα Πατρὶ... Οὓς ἐδικαίωσε τῇ μεσιτείᾳ σου τῇ φρικτῇ, Πέτρε Ἀπόστολε, ὁ σὸς Διδάσκαλος, βασιλεύειν ἐφ' ἡμᾶς, ὀρθοδοξοῦντας διαφύλαττε τῇ σῇ, κραταιᾷ δεξιᾷ πανεύφημε. Καὶ νῦν... Θεοτοκίον Εἶδεν ὁ ἥλιος, ἀπαυγασμάτων τῶν ἑαυτοῦ, σὲ διαφέρουσαν πολλῷ Πανύμνητε ἐξ ἧς ὤφθη ὁ Θεὸς ἐναθρωπήσας, τοὺς τιμῶντάς σε πρὸς φῶς, ἀνυψῶν. τῆς αὐτοῦ Θεότητος. ᾨδὴ ς' Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Καθείλετε τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ὑψούμενοι πρὸς Θεὸν ἐν τοῖς ἄθλοις, πανένδοξοι ὁπλῖται, οἰκήτορες οὐρανῶν χρηματίζοντες. Αἱρέσεων τὸν χειμῶνα σοβοῦντες, οἱ τοῦ Χριστοῦ ἀληθεῖς Ἱεράρχαι, πρὸς ἔαρ ἀληθείας, τὴν πληθὺν τῶν εὐσεβῶν μετεβίβασαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἁγίασον, Παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Λόγον σαρκὶ ἀποτεκοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα. Ἕτερος, εἰς Κοιμηθέντας Ναυτιῶν τῷ σάλῳ Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. 10

Ὁ χορὸς τῶν Μαρτύρων, τὰς δυσφορωτάτας ὀδύνας, στερρῶς καρτερήσαντες, τὰς ἀπόνους, καὶ ἀνωδύνους τρυφὰς ἐκαρπώσαντο, τῆς δικαιοσύνης τοὺς στεφάνους, ἐκ τῆς ζωηφόρου δεξιᾶς δεξάμενοι. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ὁ χορὸς τῶν Μαρτύρων,.. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Μετὰ τῶν Δικαίων, ἔνθα τῶν Ἀγγέλων χορεῖαι, καὶ ὅπου λαμπρότητες τῶν Ἁγίων, καὶ αἰωνίου ζωῆς ἀπόλαυσις, τοὺς προκοιμηθέντας σου οἰκέτας, τάξον ἐλεῆμον ὡς Θεὸς ἀθάνατος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὁ βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, πάντας ὡς Θεός, ἐκ φθορᾶς ἀφήρπασε. ᾨδὴ ς' Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, Σήμερον οὐράνιαι Δυνάμεις, καὶ Ἀποστόλων δῆμοι, συνευφραίνονται τοῖς ἐπιγείοις, Πέτρε τῶν σῶν, παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα. Σήμερον οὐράνιαι Δυνάμεις,.. Κροτοῦσιν Ἁγίων αἱ χορεῖαι, καὶ ὀλολύζει φάλαγξ, ἡ δαιμόνιος δειματουμένη, Πέτρε τῶν σῶν παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα. Ὕπνωσαν Ἀγγέλου παρουσίᾳ, οἱ στρατιῶται Πέτρε, οἱ φρουροῦντές σε, ἐκ τῶν χειρῶν δέ, ἄφνω τῶν σῶν, αἱ Ἁλύσεις ἔπεσον, ἃς αἰσίως ἀσπαζόμεθα. Δόξα Πατρὶ... Νεκρὰν Ταβιθᾶν ἐξαναστήσας, τοὺς δὲ φρουροὺς νεκρώσας, τῶν Ἁλύσεων ἐξετινάχθης πάντα τὰ σά, ὑπὲρ νοῦν Ἀπόστολε ὅθεν πίστει σε γεραίρομεν. Καὶ νῦν... Θεοτοκίον Ἦλθον εἰς χειμῶνα ἀπωλείας, καὶ συνετάραξάν με, ποταμοὶ σφαλμάτων ἀμετρήτων ἀλλ' ἐπ ἐμοί, σπλαγχνισθεῖσα Δέσποινα, πρὸς λιμένα θεῖον ἴθυνον. 11

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων ἀλλ ὡς Θεὸς ἐκ φθορᾶς ἀνήγαγες, τὴν ζωήν μου πολυέλεε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος πλ. β Τὴν ἐν πρεσβείαις Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι. Ὁ Οἶκος Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου. Στίχοι Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν, Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων. Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν. Στίχοι Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ, Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα. Νεονίλλα γραῦς ἀλλὰ πῦρ ἀνημμένον, Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος. Στίχοι Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ. Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 12

ᾠδὴ η' Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... ᾨδὴ θ' Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. 13

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Γυναῖκες ἀκουτίσθητε Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας. Θεοτοκίον ὅμοιον Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ. ΑΙΝΟΙ Ἦχος πλ. β Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ.Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τριήμερος ἀνέστης Χριστὲ Τοὺς πόνους τοῦ κηρύγματος, τιμῶντές σου πανεύφημε, Κορυφαῖε, καὶ τὴν Ἅλυσιν πιστῶς, προσκυνοῦντες ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην, τὸν εὐεργέτην τῶν ψυχῶν ἡμῶν. (Δίς) Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τοὺς πόνους τοῦ κηρύγματος,. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὡς ἐκ τῆς ἀθεΐας βυθοῦ, ἀνήγαγες πανεύφημε τῷ ἀγκίστρῳ, τοῦ κηρύγματος βροτούς, καὶ ἡμᾶς ἀθυμίας, ἀνάγαγε πρεσβείαις, Πέτρε ταῖς σαῖς, πόθῳ ὑμνοῦντάς σε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 14

Πρεσβείαις σου ὡς θείαις κλεισί, Πανεύφημε εὐτρέπισον οὐρανίους, τὰς εἰσόδους καὶ ἡμῖν, τὰς πύλας διανοίξας, ὡς ἔχων παρρησίαν, τοῖς Κορυφαῖόν σε δοξάζουσι. Δόξα... Ἦχος δ' Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο, διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων Κύριε πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον Ὡς γενναῖον ἐν Μάρτυσιν Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμησον, τὰ κύματα πράυνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε. Ὁ προεστὼς Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν... Σὸν γὰρ ἐστὶν... Εἰς τὰ Ἀπόστιχα 15

Στιχηρὰ Μαρτυρικὰ Ἦχος βαρὺς ὁ β χορὸς Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι. ὁ α χορὸς Στίχ. β'. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες Κύριε δόξα σοι. ὁ β χορὸς Στίχ. γ'. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν. Ἕν πνέοντες, πρὸς ἓν βλέποντες οἱ Ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς. ὁ α χορὸς Νεκρώσιμον Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Ἐν χώρᾳ τῶν Δικαίων σου ἐλεῆμον, τοὺς ἐν πίστει σοι μεταστάντας, ἐκ τῶν προσκαίρων, τάξον φιλάνθρωπε. ὁ β χορὸς Δόξα... Ἦχος δ' Ἀνατολίου Ἀξίως εἴληφας ἐκ Θεοῦ τὰ χαρίσματα, σοφὲ Ἀπόστολε, πέτρα τῆς πίστεως ἀνθ ὧν τὸ αἷμά σου τῷ Κτίστῃ, ὡς γλύκιον ἔδεσμα προσήγαγες πανεύφημε, καὶ κλειδοῦχος χάριτι τῶν οὐρανίων πυλῶν, πᾶσιν ἀναδέδειξαι, τοῖς πίστει εὐφημοῦσί σε. ὁ α χορὸς Καὶ νῦν... Θεοτοκίον Ἔδωκας σημείωσιν Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων παρασκευάζει ἀγαθή ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον. ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι... Μεθ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. ὁ α χορὸς Ἀπολυτίκιον Ἦχος δ' 16

Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. ὁ β χορὸς Δόξα...Καὶ νῦν... Θεοτοκίον Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς Θεότητος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Κύριος δύναμιν καὶ 17

Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς Ἀντίφωνον γ' Ἀπολυτίκιον Ἦχος δ' Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. ΕΙΣΟΔΟΣ Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... ὁ β χορὸς...ψάλλοντάς σοι Ἀλληλούϊα. Ἀπολυτίκιον Ἦχος δ Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος. Τοῦ Ναοῦ Κοντάκιον Ἦχος πλ. δ' Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. 18

Κοντάκιον Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε. Τρισάγιον Απόστολος Προκείμενον Ἦχος πλ. δ' Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (12:1-11) Κατ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ιάκωβον τὸν ἀδελφὸν Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ Ἄγγελος πρὸς αὐτόν περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω καὶ λέγει αὐτῷ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ Ἄγγελος ἀπ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν Ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ιουδαίων. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην (21,15-25) Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; Λέγει αὐτῷ Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; Καὶ εἶπεν αὐτῷ Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς. Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν 19

αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σὲ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς). https://agioskosmasoaitolos.wordpress.com 20