22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

Σχετικά έγγραφα
23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

30 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

30 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Ηχος β, ἑωθινὸν Η.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+ΜΝΗΜΗ ΣΟΤ ΟΙΟΤ ΚΑΙ ΘΕΟΦΟΡΟΤ ΠΑΣΡΟ ΗΜΩΝ ΙΛΟΤΑΝΟΤ ΣΟΤ ΑΘΩΝΙΣΟΤ, ΜΝΗΜΗ ΣΗ ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΣΤΡΟ ΚΑΙ ΙΑΠΟΣΟΛΟΤ ΘΕΚΛΗ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Ηχος βαρύς, ἑωθινὸν Ζ..

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

17 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Μαλαχίου προφήτου (περὶ τὸ 450 π.χ.), Γορδίου μάρτυρος ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ηχος πλ. β, ἑωθινὸν δ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

30 ΙΟΥΝΙΟΥ 2019 ΑΠΟΛΤΣΙΚΙΑ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

4 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Σύναξις τῶν ἁγίων 70 ἀποστόλων, Θεοκτίστου ὁσίου. Ηχος πλ. α ἑωθινὸν η

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

+ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου Ἀποςτόλου Ἀνανίου, ἑνὸσ τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁςίου Πατρὸσ ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Ηχος πλ. δ Εωθινόν Ϛ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

Ἦχος πλ.β Ἑωθινὸν Ι ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

+Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Παμευφήμου Εὐφημίας.

+ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ +Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορυώσεως τοῦ Κσρίοσ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο

22 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ H Ματθαίου Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης Παρθενομάρτυρος ἐν Χίῳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ H ΛΟΥΚΑ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

19 ΙΟΥΛΙΟΥ 2015 Τῶν ἁγίων 630 θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι ΔʹΟἰκουμενικῆς Συνόδου (451),

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Ἦχος Βαρύς. Ἑωθινὸν η.

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

10 ΙΑΝΟΥΑΡΙΟΥ Ηχος βαρύς, ἑωθινὸν ι.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

21 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ +Μνήμη τοῦ Ὁσίοσ Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλοσ..

10 ΕΠΣΕΜΒΡΙΟΤ Ἦχος πλ. α - Ἑωθινὸν Γ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

17 ΔEKEMΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ (ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ)

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

12 ΜΑΡΣΙΟΤ 2017 ΚΤΡΙΑΚΗ Β ΝΗΣΕΙΩΝ Σοῦ ἐμ Ἁγίοις Πατρὸς ἡμῶμ Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλομίκης τοῦ Παλαμᾶ.

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

29 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΔ (Β ΛΟΥΚΑ). Κυριακοῦ ὁσίου ( 556). Πετρωνίας μάρτυρος. Ηχος πλ. α ἑωθινὸν γ

(ΣΕΛΩΝΟΤ ΚΑΙ ΥΑΡΙΑΙΟΤ) Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ ύρου.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. α.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

17 ΜΑΡΤΙΟΥ Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ) Ἦχος α Ἑωθιμὸμ Θ. ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καί σεπτῶν Εἰκόνων

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

19 ΜΑΡΣΙΟΤ 2017 ΚΤΡΙΑΚΗ Γ ΝΗΣΕΙΩΝ (ΣΑΤΡΟΠΡΟΚΤΝΗΕΩ)

Transcript:

22 ΙΟΥΛΙΟΥ 2018 +ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος βαρὺς ὁ α χορὸς Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ, α'. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς τίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον ἦχος βαρὺς 1

Κατέλυσας τ Σταυρ σου τὸν θάνατον, ἠνέωξας τ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος α. Σὸν τάφον σου ωτὴρ. Φριστ τ δι ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μανδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν. Δόξα Πατρί... Ἀπολυτίκιον Ἦχος α. Σῆς ἐρήμου πολίτης. Σῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τ δεδοκότι σοὶ ἰσχύν, δόξα τ σὲ θαυμαστώσαντι, δόξα τ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα. Καὶ νῦν... Θεοτοκίον Σοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτ, ὡς ἔφη ὁ δίκαιος ΔαυἸδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τ ἐνοικήσαντι ἐν σοί, δόξα τ προελθόντι ἐκ σοῦ, δόξα τ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' τιχολογίαν Καθίσματα ὁ α χορὸς Ἦχος βαρὺς Ἡ Ζωὴ ἐν τ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Σῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι. ὁ α χορὸς Καὶ νῦν... Θεοτοκίον Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος Μετὰ τὴν β τιχολογίαν. Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος. ὁ α χορὸς 2

Δόξα Πατρί... Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς ἀσωμάτων ἤκουον βοώσης ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι. Καὶ νῦν... Θεοτοκίον. Φαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστ τ Θε, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ. Σὰ Ἀναστάσιμα Εὐλογητάρια. Ἦχος πλ. α τίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Σῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. τίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Σί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. τίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. τίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρί... Σριαδικὸν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. 3

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοὴ. Ἦχος βαρύς. Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσον με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Σὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας. Ἐν τ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος αὐτ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος. Ἀντίφωνον Β Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν, πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται. Σοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρα δόγματα υἱοθεσίας. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων. Ἀντίφωνον Γ Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ. Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τ Χριστ Ποιμενάρχα. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱ,......λατρευτὸν γάρ. Προκείμενον 4

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. τίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ α χορὸς Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ΕΨΘΙΝΟΝ Η' ( Ἰωάν. 20,11-18) Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱςτήκει πρὸσ τὸ μνημεῖον κλαίουςα ἔξω, ὡσ οὖν ἔκλαιε, παρέκυψεν εἰσ τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλουσ ἐν λευκοῖσ καθεζομένουσ, ἕνα πρὸσ τῇ κεφαλῇ, καὶ ἕνα πρὸσ τοῖσ ποςίν, ὅπου ἔκειτο τὸ ςῶμα τοῦ Ἰηςοῦ, καὶ λέγουςιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεισ; λέγει αὐτοῖσ, Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν, καὶ ταῦτα εἰποῦςα ἐςτράφη εἰσ τὰ ὀπίςω, καὶ θεωρεῖ τὸν Ἰηςοῦν ἐςτῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰηςοῦσ ἐςτι. Λέγει αὐτῇ ὁ Ἰηςοῦσ, Γύναι, τὶ κλαίεισ; τίνα ζητεῖσ; ἐκείνη δοκοῦςα ὅτι ὁ κηπουρὸσ ἐςτι, λέγει αὐτῷ, Κύριε, εἰ ςὺ ἐβάςταςασ αὐτόν, εἰπὲ μοι ποῦ αὐτὸν ἔθηκασ, κἀγὼ αὐτὸν ἀρῶ, λέγει αὐτῇ ὁ Ἰηςοῦσ, Μαρία, ςτραφεῖςα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάςκαλε, λέγει αὐτῇ ὁ Ἰηςοῦσ, Μή μου ἃπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸσ τὸν πατέρα μου, πορεύου δὲ πρὸσ τοὺσ ἀδελφούσ μου, καὶ εἰπὲ αὐτοῖσ, Ἀναβαίνω πρὸσ τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουςα τοῖσ μαθηταῖσ ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Χαλμὸς εἰς ἦχον β Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. 5

οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τ Θε, πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Σότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Σότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός. ὁ α χορὸς Δόξα Πατρὶ... Ἦχος β Σαῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν... Σαῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ α χορὸς τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕ ὁ Ἀναστάσιμος εἰς δ ᾨδὴ α. Ἦχος βαρύς. Ὁ Εἱρμός. Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, Ὠδὴν ἐπινίκιον. τίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 6

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται. τίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυνται αἱ ὠδῖνες, αἱ τῆς προμήτορος Εὔας ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας ὅθεν σαφῶς Θεοτόκον, Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς. Σὴν Μαγδαληνὴν Μαρίαν μέλπω πόθῳ. Θεοφάνους. ᾨδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Σαῖς θείαις ἐμπρέπουσα καλλοναῖς, καὶ φωτοχυσίαις, λαμπομένη ταῖς θεϊκαῖς, τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, ταῖς σαῖς πρεσβείαις Μαρία καταύγασον. τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἡγίασέ σε Λόγος ὁ τοῦ Πατρός, πνευμάτων κακίας, λυτρωσάμενος ἐμφανῶς ᾧ μαθητευθεῖσα χαρισμάτων, τοῦ παναγίου πεπλήρωσαι Πνεύματος. Δόξα Πατρί Ναμάτων πλησθεῖσα ζωοποιῶν, πηγῆς ἐξ ἀφθόνου, τοῦ δι' οἶκτον ἐπὶ τῆς γῆς, φανέντος Δεσπότου ἁμαρτίας, τὰ θολερὰ ἀπεξήρανας ῥεύματα. Καὶ νῦν...θεοτοκίον Μητέρα τοῦ φύσει Δημιουργοῦ, ὑμνοῦμέν σε Κόρη, καταλλάξασαν τ Θε, προσκρούσασαν φύσιν τῶν ἀνθρώπων, Θεογεννῆτορ πανάμωμε Δέσποινα. ᾨδὴ γ'. Ἦχος βαρύς. Ὁ Εἱρμός. Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τ παντουργ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. τίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. ὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τ σ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι. τίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. ὺ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας. 7

τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον. ᾨδὴ γ' Ἦχος πλ. δ' Οὐρανίας ἁψῖδος τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀγαπήσασα πρῶτον, τῶν ἀγαθῶν αἴτιον, τὸ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντα, κατηκολούθησας, αὐτ προθύμως Μαρία, τοῖς αὐτοῦ ὑπείκουσα, θείοις προστάγμασι. τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀγαπήσασα πρῶτον.. Δόξα Πατρί... Γεγηθυῖα τὸν τάφον, τοῦ Λυτρωτοῦ ἔφθασας, πρώτη κατιδοῦσα τὴν θείαν Κόρη Ἀνάστασιν εὐαγγελίστρια, ὅθεν ἐδείχθης βοῶσα ὁ Χριστὸς ἐγήγερται, χεῖρας κροτήσατε. Καὶ νῦν... Θεοτοκίον Διασῴζει με Λόγος, ὁ σαρκωθεὶς Πάναγνε, σοῦ ἐκ των πανάγνων αἱμάτων, πλούτῳ χρηστότητος, λύων ἀπόφασιν, τῆς παλαιᾶς καταδίκης, ὃν ἀπαύστως αἴτησαι, σῶσαι τὴν ποίμνην σου. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος πλ. δ' Σὴν οφίαν καὶ Λόγον Σ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια, ἀληθῶς διηκόνησας, καθορῶσα δὲ τοῦτον, Σταυρ ἀναρτώμενον, καὶ ἐν τάφῳ τεθέντα, ἐθρήνεις δακρύουσα Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι Πρέσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι Πρέσβευε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε. ᾠδὴ δ' Ὁ Εἱρμὸς Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε. τίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 8

Σὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα. τίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε. Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος. ᾨδὴ δ'ἦχος πλ. δ'εἰσακήκοα Κύριε τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἀνενόχλητον φέρουσα, κόσμου ματαιότητος τὴν διάνοιαν, τ ἐλθόντι κόσμον ἅπαντα, διασῶσαι πλάνας διηκόνησας. τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Λελουμένη τοῖς δάκρυσι, τάφον τῆς ζωῆς προφθάσασα Ἄγγελον, ἐθεάσω καταγγέλλοντα, τοῦ Χριστοῦ Μαρία τὴν Ἀνάστασιν. Δόξα Πατρί... Ἡ καρδία σου ἄμωμος, ἐν τοῖς δικαιώμασι Χριστοῦ γέγονε, καὶ αὐτὸν μόνον ἐπόθησας, τὸν ὡραῖον κάλλει Ἀξιάγαστε. Καὶ νῦν... Θεοτοκίον Νυσταγμ ἀμελείας με, ὕπνος ἁμαρτίας Κόρη ὑπέλαβε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν. ᾠδὴ ε' Ὁ Εἱρμὸς Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. τίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα. τίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Σῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητὴν με θανάτου Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ' ἐξ ἁγίου κύεις Πνεύματος. ᾨδὴ ε' Ἦχος πλ. δ' Ἵνα τὶ με ἀπώσω τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἡ προμήτωρ τὸν ταύτην, λόγοις δελεάσαντα καὶ ἐξοικίσαντα, Παραδείσου πάλαι, καθορῶσα ποσὶ συμπατούμενον, ἱερῶν γυναίων, γνώμην ἀνδρείαν κεκτημένων, σύν αὐταῖς αἰωνίως ἀγάλλεται. τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Νεκρωθέντι καὶ τάφῳ, ἐπανακλιθέντι τ πᾶσι ζωὴν ἐμπνέοντι, τετρωμένη πόθῳ, τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως, προσκομίζεις μύρα, Μαγδαληνὴ σεμνὴ Μαρία, καὶ δακρύων προχέεις ἀρώματα. Δόξα Πατρί... 9

Μετὰ Πάθος τὸ θεῖον, μετὰ τὴν φρικτὴν τοῦ Σωτῆρος Ἀνάστασιν, διαθέεις λόγον, πανταχοῦ τὸν σεπτὸν διαγγέλλουσα, καὶ πολλοὺς ζωγροῦσα, ἀπατηθέντας ἀγνωσίᾳ, ὡς τοῦ Λόγου Μαθήτρια ἔνδοξε. Καὶ νῦν... Θεοτοκίον Ἀνορθεῖ με πεσόντα, πρὸς τῆς ἁμαρτίας πολύπλοκα βάραθρα, ὁ ἐκ σοῦ τεχθῆναι, εὐδοκήσας δι' ἄμετρον ἔλεος, Παναγία Κόρη, ὃν ἐκδυσώπει πάσης βλάβης, λυτρωθῆναι τοὺς πίστει ὑμνοῦντάς σε.. ᾠδὴ ς' Ὁ Εἱρμὸς Ναυτιῶν τ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. τίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος. τίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν ἀλλ' ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι' ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο. ᾨδὴ ς' Ἦχος πλ. δ' Ἱλάσθητί μοι ωτὴρ τίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ῥημάτων σου δροσισμ, τῆς ἀθυμίας τὸν καύσωνα, ἐξῆρας τῶν Μαθητῶν, Σεμνὴ ὡς ἐβόησας, ὁ Χριστὸς ἐγήγερται, ἡ ζωὴ ἐφάνη, ὁ φαιδρὸς ἤστραψεν ἥλιος. Δόξα Πατρί... Ἰδού σου ἡ φωταυγής, Μαρία, μνήμη ἐξέλαμψε, φωτίζουσα τοὺς πιστῶς, ἐν ταύτῃ ὑμνοῦντάς σε, καὶ σκότος διώκουσα, πονηρῶν δαιμόνων, ἐπηρείας ἀξιάγαστε. Καὶ νῦν...θεοτοκίον Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνία φωτοειδής, ὡράθης καὶ γέφυρα, πρὸς Θεὸν μετάγουσα, τοὺς ὑμνολογοῦντας, Θεοτόκον σε πανάμωμε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἀναστάσιμον. Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία. Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. Ὁ Οἶκος 10

Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον Ὠδὴν τ λυτρωτῇ ἡμῶν Θε τ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ Ξύλον τοῦτον εἰσήγαγεν ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. υ ν α ξ ά ρ ι ο ν ῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. τίχοι Ἀφαῖς ἀλοις ἅπτεταί σου, Χριστέ μου, Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία. Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή. Σῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης. Σαῖς τῶν ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΣΑΒΑΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 11

ᾨδὴ η τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΨΣΕΡΑ (Ἦχος δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τ Ἀβραὰμ καὶ τ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. 12

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιος ἐστί. ΕΞΑΠΟΣΕΙΛΑΡΙΟΝ Η' Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν, τὸν Σωτῆρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου. Γυναῖκες ἀκουτίσθητε. Σῶν Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ Ἀγγέλων, γινώσκομεν θεωρὸν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα Πάνσεμνε, καὶ μυστηρίων ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου. Θεοτοκίον. Μαρία κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον, ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου. ΑΙΝΟΙ Ἦχος βαρύς. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. τιχηρὰ Ἀναστάσιμα δ'. τίχ. Σοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. τίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. 13

τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Φριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα, αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σί ἀνταποδώσωμεν τ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή, ἡ ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν ὁ Θεὸς ἡμῶν δόξα σοι. ΣΙΦΗΡΑ ΣΗ ΑΓΙΑ. Ἦχος πλ. δ. τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὢ τοῦ παραδόξου θαύματος. Φριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ Αὐτὸν θεραπεύουσα, γνώμης προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, Τοῦτον κατέλιπες, ἀλλ ἀπελθοῦσα, μύρα σὺν δάκρυσι, Τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Φριστοῦ φανέντος τοῖς ἴχνεσιν.. ὁ α χορὸς τιχ.. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς. ὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας καθὼς προέφη, Χριστὸς ἐγήγερται σπουδῇ τοῖς Τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή. τιχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. ήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν δοξάζοντα, Ὑπεράγαθον Κύριον Ὅν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς Αὐτόν, παῤῥησίαν πάντοτε θεομακάριστε.. Δόξα Πατρί... Ἦχος πλ. δ' ΕΨΘΙΝΟΝ Η' Σὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὢ Ἰησοῦ ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως κῆρυξ πέμπεται τοῖς σοῖς 14

Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε. Καὶ νῦν... Θεοτοκίον ἦχος β ( πάντοτε) Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον βαρὺν ( Ἀργή ἢ σύντομος) Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 15

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Σροπάριον Ἦχος βαρὺς ήμερον σωτηρία τ κόσμῳ γέγονεν, ᾄσωμεν τ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγ τῆς ζωῆς ἡμῶν καθελὼν γὰρ τ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ ΑΝΣΙΥΨΝΑ ( τῶν Κυριακῶν) Ἀντίφωνον Α Ἦχος β. τίχ.εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ.εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου τίχ. Κύριος ἐν τ οὐραν ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου τίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου Δόξα Πατρί Καὶ νῦν. 16

Σαῖς πρεσβείαις τῆς Θεοτόκου Ἀντίφωνον Β Ἦχος β. τίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τ Θε μου ἕως ὑπάρχω. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. τίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς τίχ. Σὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς.. τίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Δόξα Πατρὶ Καὶ νῦν Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς Ἀντίφωνον Γ' Ἦχος βαρὺς. τίχ. α. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Κατέλυσας τ Σταυρ σου τὸν θάνατον, ἠνέῳξας τ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. τίχ. β. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Κατέλυσας τ Σταυρ σου... Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Ἦχος β' ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος βαρὺς Κατέλυσας τ Σταυρ σου τὸν θάνατον, ἠνέῳξας τ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον Ἦχος α. Σὸν τάφον σου ωτὴρ. Φριστ τ δι ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μανδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν. Ἀπολυτίκιον Ἦχος α. Σῆς ἐρήμου πολίτης. 17

Σῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τ δεδοκότι σοὶ ἰσχύν, δόξα τ σὲ θαυμαστώσαντι, δόξα τ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα. Σοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος β' Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Σρισάγιον. Ἀπόστολος Κυριακῆς Η ἑβδομάδος Ἐπιστολῶν (Κορ. Α. Κεφ. α, 10-17). Προκείμενον ἦχος βαρύς. Κύριος ἰσχὺν τ λα αὐτοῦ δώσει. τίχ. Ἐνέγκατε τ Κυρίῳ υἱοὶ Θεοῦ,...ἐνέγκατε τ Κυρίῳ δόξαν καὶ τιμὴν. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. δελφοί, παρακαλῶ ὑμᾶς διὰ τοῦ ὀμόματος τοῦ Κυρίου ἡμῶμ Ιησοῦ Χριστοῦ, ἵμα τὸ αὐτὸ λέγητε πάμτες, καὶ μὴ ᾖ ἐμ ὑμῖμ σχίσματα, ἦτε δὲ κατηρτισμέμοι ἐμ τῷ αὐτῷ μοῒ καὶ ἐμ τῇ αὐτῇ γμώμῃ. δηλώθη γάρ μοι περὶ ὑμῶμ, ἀδελφοί μου, ὑπὸ τῶμ Χλόης ὅτι ἔριδες ἐμ ὑμῖμ εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶμ λέγει Εγὼ μέμ εἰμι Παύλου, ἐγὼ δὲ Απολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶμ, ἢ εἰς τὸ ὄμομα Παύλου ἐβαπτίσθητε; Εὐχαριστῶ ὅτι οὐδέμα ὑμῶμ ἐβάπτισα εἰ μὴ Κρίσπομ καὶ Γάϊομ, ἵμα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸμ ὄμομα ἐβάπτισα. βάπτισα δὲ καὶ τὸμ Στεφαμᾶ οἶκομ λοιπὸμ οὐκ οἶδα εἴ τιμα ἄλλομ ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειμ ἀλλ εὐαγγελίζεσθαι, οὐκ ἐμ σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Ἀλληλούϊα (γ ) Ἦχος βαρὺς Ἀγαθόν τὸ ἐξομολογεῖσθαι τ Κυρίῳ. τίχ. Σοῦ ἀναγγέλλειν τ πρωἰ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Εὐαγγέλιον ΚΤΡΙΑΚῌ ΟΓΔΟῌ Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ', 14-22) ῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. ψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ λέγοντες Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν 18

ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. δὲ εἶπε Φέρετέ μοι αὐτούς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς Μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ Μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν ἦχος βαρὺς Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι Ἠξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «Ο ἀναστάς ἐκ νεκρῶν...» https://agioskosmasoaitolos.wordpress.com 19