Ἀκολουθία Ἁγίου ΕΥΜΕΝΙΟΥ ἐπ. Γορτύνης

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

13 ΝΟΕΜΒΡΙΟΤ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννοσ, Ἀρτιεπισκόποσ Κωνσταντινοσπόλεως, τοῦ Χρσσοστόμοσ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ( 390). Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΠΑΡΙΟΥ. Ἰουνίου Κ. Μνήµην ἐπιτελοῦµεν, τοῦ Ὁσίου Πατρὸς ἡµῶν. καὶ ιδασκάλου Ἀθανασίου τοῦ Παρίου ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

Ἱερὰ Ἀκολουθία Ἁγίου Δαμασκηνοῦ τοῦ Στουδίτου Ψαλλομένη τῇ 27 ῃ Νοεμβρίου

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 1 ΙΑΝΟΥΑΡΙΟΥ

Εισαγωγή στη Φιλοσοφία

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

ΓΕΝΙΚΕΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΕΠΙΘΕΤΑ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῌ ΙΒ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος, Ἐπισκόπου Τριμυθοῦντος, τοῦ Θαυματουργοῦ.

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΙΕΡΑ ΜΟΝΗ Υ. Θ. ΥΨΗΛΗΣ ΑΚΟΛΟΥΘΙΑ ΙΕΡΑΣ ΑΓΡΥΠΝΙΑΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΦΩΤΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΜΕΓΑΛΟΥ

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Iohannes Damascenus - De azymis

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Τῌ ΙΒ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος, τοῦ θαυματουργοῦ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. +Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

«Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει»

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ αἰ.). Ἦχος δ. Ἑωθινὸν β.

ΠΑΝΗΓΥΡΙΚΗ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΜΕΤΑΘΕΣΙΝ ΜΕΡΟΥΣ ΤΟΥ ΙΕΡΟΥ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ, ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Transcript:

Ἀκολουθία Ἁγίου ΕΥΜΕΝΙΟΥ ἐπ. Γορτύνης Ψαλλομένη τῇ 18 η Σεπτεμβρίου ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰ δέ τό Κύριε ἐκέκραξα ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι. Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας, καὶ Ἱερέων ἐν χρίσματι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσας Εὐμένιε, καὶ συνόμιλος, τῶν Ἁγίων Ἀγγέλων, καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε. Ὁ περίδοξος βίος σου, ἀρεταῖς φαιδρυνόμενος, τῶν θαυμάτων ἔλαμψε ταῖς φαιδρότησι, καὶ εὐκλεῆ σε τοῖς πέρασι, παμμάκαρ εἰργάσατο, καὶ φωστῆρα ἀπλανῆ, καὶ Ἁγίων ὁμόσκηνον, καὶ τῆς πόλεως, τῆς ἁγίας πολίτην Ἱεράρχα, τῶν Ἀγγέλων συμπολῖτα, θαυματουργὲ ἀξιάγαστε. Τῶν Κρητῶν ἐγκαλλώπισμα, τῆς Γορτύνης τὸν Πρόεδρον, Ἐκκλησίας ἄσειστον τὸ θεμέλιον, τὸν [1]

Ἱεράρχην Εὐμένιον, ἐν θαύμασι μέγιστον, καὶ δυνάμεσι πολλαῖς, γεγονότα περίδοξον, καὶ φωτίσαντα, τὰς ἐν ζόφῳ καρδίας, ὡς φωστῆρα, τῶν πιστῶν μεγαλοφώνως, οἱ συνελθόντες τιμήσωμεν. Δόξα. Ἦχος πλ. β. Ὁ τὴν χάριν τῶν θαυμάτων, οὐρανόθεν κομισάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων, στηλιτεύσας ἐν τοῖς δόγμασιν, Ἀρχιερέων ὑπάρχεις δόξα καὶ ἑδραίωμα, παμμακάριστε Εὐμένιε, ὁ τὴν Ῥώμην καταφωτίσας ταῖς θείαις διδασκαλίαις σου παῤῥησίαν οὖν ἔχων πρὸς Χριστόν, Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τοῦ Σταυροῦ. Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν Ἀνάστασιν καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τήν Αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται διὸ εὐχαρίστως βοήσωμεν Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς Σε. Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα. Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι 7, γ 13). Μνήμη δικαίου μετ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. [2]

Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι 32). Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται καὶ ἐν καρδίᾳ αὐτῶν [3]

ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην Αὐτοῦ καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου, καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων κτισμάτων καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν θρόνων πάρεδρον σοφίαν καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα [4]

συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε καὶ παιδευθήσεσθε ἀρχὴ γὰρ αὐτῆς ἀγάπη καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι Αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι καὶ τῶν σοφῶν διορθωτής καὶ ἐν τῇ χειρὶ Αὐτοῦ πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με Σοφία ἔστι γὰρ ἐν αὐτῇ Πνεῦμα νοερόν, Ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ [5]

ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν καὶ μακαρίζει ἔσχατα δικαίων ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις Σου χάριν, καὶ τῷ Σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. Εἰς τὴν Λιτήν, Ἰδιόμελα τῆς Ἑορτῆς. Δόξα. Τοῦ Ἁγίου. Ἦχος β. Τὸν ἐν σαρκὶ ἰσάγγελον βίον σου, Ἄγγελοι καὶ ἄνθρωποι ἐθαύμασαν, Ἱερεῖς καὶ μονάζοντες ηὐλαβήθησαν, Θεὸς δὲ ἐδόξασεν, ὁ Αὐτὸς ὑπὸ σοῦ δοξασθείς Ὃν νῦν ἡμῖν ἐξιλέωσαι, Εὐμένιε Πάτερ ἁγιώτατε. Καὶ νῦν. Τῆς ἑορτῆς. [6]

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ. Δόξα. Τοῦ Ἁγίου. Ἦχος δ. Ἐκκαθάρας σου τὸν νοῦν πάσης ὑλικῆς προσπαθείας, Εὐμένιε θεόσοφε, τήν δὲ ψυχὴν ἡδυπαθείας καὶ τὸ σῶμα τῆς ἐμπαθείας, κατοικητήριον γέγονας τοῦ ἀκενώτου μύρου, Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐν γῇ κενωθέντος δι ἀγαθότητα καὶ τὴν κτίσιν εὐωδιάσαντος ὅθεν καὶ μετὰ θάνατον μῦρα βλύζειν κατηξιώθης ἐκ τοῦ ἱεροῦ καὶ ἁγίου λειψάνου σου σύμβολον δὲ τοῦτο καὶ τεκμήριον ἐναργέστατον τῆς ἀκραιφνοῦς ἁγνείας καὶ παρθενίας ὑπάρχει ἧς καὶ ἡμᾶς μετασχεῖν καταξίωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου. Καὶ νῦν. Τῆς Ἑορτῆς. Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τόν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα σοι. Νῦν ἀπολύεις, Τρισάγιον. [7]

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ταχὺν προμηθέα σε καὶ ἀρωγὸν εὐμενῆ, κεκτήμεθα Ὅσιε ὡς τοῦ Χριστοῦ μιμητήν, Εὐμένιε ἔνδοξε σὺ γὰρ ἀναβλυστάνων, συμπαθείας τὰ ῥεῖθρα, βρύεις τῇ Ἐκκλησία, ἰαμάτων πελάγη. Ἀλλὰ καὶ τοῖς τιμῶσί σε, σκέπη γενήθητι. Δόξα. Καὶ νῦν. Ἦχος α. Τοῦ Σταυροῦ. Σῶσον Κύριε τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα. Ἀπόλυσις. [8]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα. Τὴν τῶν αἱρέσεων, πλάνην διήλεγξας, καὶ τὴν Ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβὴς ἐδίδαξας καὶ ἐν Ῥώμῃ, μίαν τὴν θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον διὸ καὶ ἑορτάζομεν πίστει, Πάτερ Εὐμένιε τὴν μνήμην σου. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὅν ἡ τεκοῦσά Σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο, σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι διὰ σπλάγχνα ἐλέους Σου, οἰκτείρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τούτου τὴν ἁμαρτίαν. Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τριάδος γενόμενος τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Εὐμένιε πάνσοφε. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν καὶ πίστει δοξάζομεν. [9]

Μετὰ τὸν Πολυέλεον, Κάθσιμα. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῆς Κρήτης πάσης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Εὐμένιε. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ Σταυρός Σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα. Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην και οἱ Ὅσιοί Σου ἀγαλλιάσονται. Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν. Εὐαγγέλιον Ἱεραρχικόν (ζήτει τῇ 13 η Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου). Ὁ Ν (50) Ψαλμός. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Ἰδιόμελον. Ἦχος πλ. β. Στ. Ἐλέησόν με, ὁ Θεός... Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι. [10]

Εἶτα οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς Εὐχαῖς δίδου μοι Χριστὸν εὐμενῆ Μάκαρ. Ἰωσήφ. ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοὶ ᾄσωμεν. Ἔχων Χριστόν, Πάτερ θεόφρον Εὐμένιε, τῶν σῶν καθυπακούοντα, θείων ἐντεύξεων, εὐμενῆ τοῦτον Μάκαρ, ἀπέργασαι τοῖς πόθῳ ἀνευφημοῦσί σε. Ὑψοποιόν, ἀπὸ νεότητος Ὅσιε, ἠγαπηκὼς ταπείνωσιν, τὸν ὑπερήφανον, ἐταπείνωσας ὄφιν, καὶ χάριν ἰαμάτων, σαφῶς ἐπλούτησας. Χωρητικόν, Πνεύματος ὄργανον γέγονας, τὰ τῆς σαρκὸς φρονήματα, πολλαῖς ἀσκήσεσι, τῇ ψυχῇ ὑποτάξας, τῷ κρείττονι τὸ χεῖρον, σὺ δουλωσάμενος. Θεοτοκίον. Αἱ περὶ Σοῦ, νῦν προφητεῖαι πεπλήρωνται, Θεοκυῆτορ Δέσποινα ὃν γὰρ προήγγειλαν, ὑψηγόρως ἐν μήτρᾳ, ἐχώρησας ἐν δύω, τελείαις φύσεσι. ᾨδὴ γ'. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε. Διέτρεχες σπουδῇ καθὼς ἡ μέλιττα, λειμῶνας τοὺς λογικοὺς Ἱεράρχα, τὸ γλυκὺ μέλι θηρώμενος, καὶ καρδίας τοῖς σίμβλοις ἐντιθέμενος. Ὁ βίος καθαρὸς ὁ λόγος ἅλατι, τῷ θείῳ Εὐμένιε ἠρτυμένος, διεδείκνυ σοῦ τὴν ἔνδοθεν, κεκρυμμένην καὶ χάριν καὶ λαμπρότητα. [11]

Ὑψώθης ἀρεταῖς καλλωπιζόμενος, καὶ θρόνον ἐπέβης ὑψηλοτάτων, μύρῳ θείῳ χρισθεὶς Πνεύματος, καὶ Χριστοῦ εὐωδίᾳ γνωριζόμενος. Θεοτοκίον. Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου, ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς του δολίου πολεμήτορος. Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ὀρθοδόξοις ἐμπρέπων Πάτερ διδάγμασι, τὰς ζοφώδεις αἱρέσεις πάσας ἐμείωσας, καὶ θαυμάτων αὐτουργὸς δειχθεὶς Εὐμένιε, περιβόητος παντί, προμηθείᾳ θεϊκῇ, ἐγένου ὅθεν σε πίστει, τιμῶμεν ὡς Ἱεράρχην, καὶ τῶν Ἀγγέλων ὁμότιμον. Δόξα. Καὶ νῦν.τῆς Ἑορτῆς, ὅμοιον. Τὸ πανάγιον ξύλον τοῦ Βασιλέως Χριστοῦ, ἀναλάβωμεν πίστει ἐπὶ τῶν ὤμων ἡμῶν, καὶ τοῦ βίου τὰ τερπνὰ ἀπορρίψωμεν, ὃ οἱ πάλαι βασιλεῖς, ἀναλαμβάνοντες πιστῶς, ἐνίκησαν πολεμίους, καὶ φῦλα τὰ τῶν βαρβάρων, τῇ δυνάμει τούτου ἀνέτρεψαν. ᾨδὴ δ'. Εἰσακήκοα Κύριε τὴν ἀκοὴν. Οἶκος γέγονας Πνεύματος, θείοις ναοῖς σχολάζων Ἱεράρχα, καὶ σεπταῖς μελέταις ὡραϊζόμενος. Ἱεράρχης θεόληπτος, Πάτερ σοφὲ καὶ Πρόεδρος Γορτύνης, γεγονὼς θαυμάτων, αἴγλην ἀπήστραψας. [12]

Χάσμα μέγα τοῦ δράκοντος, τῶν προσευχῶν ἐνέπρησας λαμπάσι, κατὰ τοῦ ὁρμήσαντος Ἱερώτατε. Ῥωμαλέῳ φρονήματι, τὸν δυσμενῆ κατέβαλες ἀνδρείως, καὶ ὁρμὰς λεόντων σὺ ἐχαλίνωσας. Θεοτοκίον. Ἱεραὶ προκατήγγειλαν, πάλαι φωναὶ τοῦ τόκου Σου τὸ βάθος, ὧν νῦν τὰς ἐκβάσεις εἴδομεν, Ἄχραντε. ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγὸς. Σύνεσιν ἔσχηκας, ὡς εἰρηνεύσας ἐκ παθῶν Ὅσιε, νοῦν καὶ ψυχήν ὅθεν διαλύεις τὰς ἔριδας πιστῶς, τῶν βασιλευόντων, καλῶς πειθομένων σοι. Τὰς ἀκοὰς ὑποθείς, σοὶ Βασιλέων ὁ πιστὸς ἔλυσεν, ἔχθραν μακράν, ὄλεθρον γεννῶσαν, καὶ τὴν ἀδελφικήν, ὁμόνοιαν στέργει, θεόφρον Εὐμένιε. Οἷα πυρσὸς ἐπιστάς, Ῥώμην φωτίζεις ἐκτελῶν θαύματα, καὶ τοὺς παθῶν, βυθῷ νηχομένους, πρὸς ὅρμον γαληνόν, ἰάσεως Μάκαρ, σοφῶς ἐκκαλούμενος. Θεοτοκίον. Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς, δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε. ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων. Ἐνεργῆ θησαυρὸν ἀδαπάνητον, ἔχων ἐν καρδίᾳ σου, Χριστὸν Εὐμένιε, ὥσπερ πηλὸν λελόγισαι, τὸν χρυσὸν Βασιλεύς, ὃν παρέσχε σοι. [13]

Ὑψηλὴν εἰς καθέδραν ἐκάθισας, Πάτερ τῆς εἰρήνης, φθεγξάμενος πρόσρημα, τῇ Ἐκκλησίᾳ ἄνωθεν, οὗπερ τῇ προσκλήσει σεμνύνεται. Μὴ βραχεὶς ἁμαρτίαις διέπλευσας, βίου τὸ κλυδώνιον τὸ πολυώδυνον, καὶ τοὺς λιμένας ἔφθασας, ἔνθα δῆμος ὁσίων εὐφραίνεται. Θεοτοκίον. Ἐπὶ Σὲ καταβὰς ὁ οὐράνιος, ὄμβρος χερσωθεῖσαν τὴν γῆν Ἀειπάρθενε, θεογνωσίας νάμασι, καταρδεύσας πολύφορον ἔδειξε. Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν. Φωτὶ θεϊκῷ, ἐλλαμφθεὶς παμμακάριστε, φωτίζεις ἡμᾶς, τοὺς πόθῳ ἀνυμνοῦντάς σου, τὴν σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Πάτερ μετάστασιν, Ἱεράρχα Εὐμένιε πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ ἡμῶν. Ὁ Οἶκος. Οἴκτειρον, Κύριε, τὸν Σὸν δοῦλον, καὶ συγχώρησον πάντα τὰ ὀφειλήματα νῦν, καὶ δώρησαί μοι τὸ ἔλεος τῆς εὐσπλαγχνίας Σου, ἵνα ὕμνοις Σε δοξάζω ἀπαύστως, καὶ τὸν πιστόν Σου θεράποντα στέψω ᾠδαῖς, τὸν Πρόεδρον Γορτύνης σήμερον, Εὐμένιον τὸν φωστῆρα, γῆς πάσης τὸ μέγα κειμήλιον, τῆς Ἐκκλησίας τὸ στήριγμα, καὶ τῆς Κρήτης τὸ θεῖον ἀγλάϊσμα πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν. Συναξάριον. Τῇ ΙΗ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Εὐμενίου Ἐπισκόπου Γορτύνης [14]

Στίχοι Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης, Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου. Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς. Νεκρῶν λογισμῶν, προθυμίᾳ τῆς ψυχῆς κατακαυχώμενος, ἐν βαθυτάτῳ γήρᾳ Ὅσιε, ἀποδημίαις ἐκέχρησο, ἐπ εὐεργεσίᾳ τῶν πίστει, δεχομένων Εὐμένιε, σὲ τὸν σπορέα τῶν σεπτῶν, καὶ ἱερῶν διδαχῶν. Ἡ Ῥώμη τῶν σῶν, ἀπολαύσασα καλῶν, δῶρον ποθούμενον, τῇ Θηβαΐδι μὴ βουλόμενον, Πάτερ ἐκπέμπει Εὐμένιε ἔνθα γεγονὼς ἀναστέλλεις, τοῦ αὐχμοῦ τὴν κατήφειαν, τῇ ἐπομβρίᾳ τῶν σεπτῶν εὐχῶν σου Ὅσιε. Μαζοῖς ἐκτραφείς, ἐγκρατείας τὸ σεπτὸν γάλα ἐθήλασας, καὶ ἡλικίας μέτρον ἔφθασας, ἀνενεχθεὶς εἰς ἀκρώρειαν, Πάτερ ἀρετῶν καὶ ἡλίου, ἀπαστράψας φαιδρότερον, θεοσημείαις τοῖς νυκτὶ κατασχεθεῖσι παθῶν. Θεοτοκίον. Ἀΰλου φωτός, οἰκητήριον ἡ Σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, Ὅν ὑμνοῦντες κραυγάζομεν εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. [15]

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός. Καταπαλαίσας τὸν ἐχθρόν, καὶ τὸν δρόμον τὸν καλὸν διατελέσας, βαθυτάτῳ ἐν γήρᾳ, πρὸς τοὺς πατέρας τοὺς σούς, μετέβης σῖτος ὥσπερ ὥριμος, ξένης ἐπὶ χώρας, λαβὼν τοῦ βίου πέρας. Ἀμνημονήσαντες τῶν σῶν, οὐδαμῶς Πάτερ καλῶν παῖδες Θηβαίων, τῇ πατρίδι καὶ ποίμνῃ τὴν ἱεράν σου σορόν, αἰσίως κρίναντες ἐκπέμπουσιν ἧς τῇ ἐπανόδῳ, θαυμάτων ἔρρει χάρις. Ῥάξος Κυρίλλου τὸ σεπτόν, καὶ πολύαθλον τὸ πρὶν κατέχων σῶμα, καὶ τὸ σὸν νῦν συγκρύπτει, παραπλησίως Σοφέ, συνάψας τοὺς βίῳ ὁμόφρονας, οὓς ἡ ἄνω φέρει, πατρὶς εἰς τοὺς αἰῶνας. Θεοτοκίον. Ἱερωτάτη Προφητῶν, Σὲ προγράφει ἀληθῶς σεμνὴ χορεία, ἀλατόμητον ὄρος, ῥάβδον καὶ πύλην, δι ἧς διῆλθεν ὡς οἶδεν ὁ Ὕψιστος, πάλιν κεκλεισμένην, ἐάσας Σε Παρθένε. ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. Ὡς τοῦ Χριστοῦ Ἱεράρχης, ἐκ δυνάμεως Πάτερ, εἰς δύναμιν μετέβης θαυμαστῶς, ἔνθα χοροὶ ἱερώτατοι, λειτουργοῦσιν ἐν φόβῳ Τριάδι, τῇ σεπτῇ μετὰ πασῶν, οὐρανίων παμμάκαρ, Εὐμένιε Δυνάμεων. Στῆσον τὴν νῦν καταιγίδα, τῆς πατρίδος τὸ θεῖον, ταῖς σαῖς ἐξευμενίζων προσευχαῖς, βαρβαρικὴν μάκαρ [16]

ἔφοδον, τὴν ἡμᾶς τυραννοῦσαν, καὶ πεῖρα συνωθοῦσαν τῶν κακῶν, εἰς βυθὸν ἀπωλείας, ἀοίδιμε Εὐμένιε. Ἡ σὴ πανίερος μνήμη, συγκαλεῖται ποιμένας ὁσίους καὶ λαὸν τὸν εὐσεβῆ, ἁγιασμὸν πᾶσι φέρουσα ἣν τελοῦντας πλουσίως, καταύγασον ἡμᾶς μαρμαρυγαῖς, τῶν ἐν σοὶ χαρισμάτων, πανεύφημε Εὐμένιε. Θεοτοκίον. Φέρεις τὸν φέροντα πάντα, θεϊκῇ δυναστείᾳ, καὶ τρέφεις ἐκ μαζῶν πᾶσαν πνοήν, τὸν διατρέφοντα Πάναγνε, ὑπὲρ νοῦν Σου τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς ἀεὶ Σε ὑμνοῦντας, καὶ πόθῳ μακαρίζοντας. Ἐξαποστειλάριον τοῦ Ἁγίου. Γυναῖκες ἀκουτίσθητε. Εὐμένιε θεόληπτε, τῶν Ἀρχαγγέλων σύσκηνε, ὡς παρρησίαν πλουτήσας, πρὸς τὸν Χριστὸν Ἱεράρχα, Οὗ καὶ τῷ θρόνῳ Ἅγιε, ἐνδόξως νῦν παρίστασαι, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον σου μνήμην, καὶ σὲ τιμώντων ἐκ πόθου. Καὶ τῆς Ἑορτῆς. Ἦχος β'. Τῶν μαθητῶν ὁρώντων Σε. Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς τρία, δευτεροῦντες [17]

τό πρῶτον. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος. Ὢ τοῦ παραδόξου θαύματος! Τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον δοξολογοῦσι πάντα τὰ πέρατα, ἐκδειματοῦνται δαίμονες ἅπαντες ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος Εὔσπλαγχνος. (Δίς). Ὢ τοῦ παραδόξου θαύματος! Ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν Ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον δι οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος Ὦ ξύλον ἄχραντον! ὑφ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες. Ὢ τοῦ παραδόξου θαύματος! Εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται, ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον. Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ. Ἡ τοῦ Ἁγίου Πνεύματος παντοδύναμος χάρις, εὑροῦσα τὴν ἱεράν σου ψυχήν, Εὐμένιε Ἱεράρχα, πρὸς ἔλεον τῶν πιστῶν καὶ συμπάθειαν ῥέπουσαν, τὴν χάριν τῶν θαυμάτων δαψιλῇ σοι ἐχαρίστατο, ἵνα καὶ τὸν ἔλεον τοῖς δεομένοις ἀφθονώτερον ἐπιδείξῃς δι ἧς πάθη ποικίλα θεραπεύεις ἑκάστοτε, καὶ ἀπαλλάττεις [18]

τοὺς πάσχοντας, καὶ πρεσβεύεις ἐκτενῶς τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ. Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις. [19]