KALLIMACOU EPIGRAMMATA Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχ ῃ κατεδύσαμεν. ἀλλ ὰ σ ὺ μέν που, ξεῖν' Ἁλικαρνησε ῦ, τετράπαλαι σποδιή, 5 α ἱ δ ὲ τεα ὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀΐδης οὐκ ἐπ ὶ χεῖρα βαλε ῖ. II IV Μ ὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλ ὰ πάρελθε ἶσον ἐμο ὶ χαίρειν ἐστ ὶ τ ὸ μ ὴ σ ὲ γελᾶν. Τίμων (ο ὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; τ ὸ σκότος ὑμέων γὰρ πλείονες εἰν Ἀΐδ ῃ. V Κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας ἀλλ ὰ σ ὺ νῦν με, VI Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, ε ἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπ ὸ προτόνων, 5 ε ἰ δ ὲ γαληναίη, λιπαρ ὴ θεός, οὖλος ἐρέσσων ποσσὶν ἱν' ὡσπ ἔργ ῳ τοὔνομα συμφέρεται, ἔστ' ἔπεσον παρ ὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σο ὶ τ ὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθ' ὡς πάρος (εἰμ ὶ γὰρ ἄπνους) 10 τίκτηται νοτερῆς ὤεον ἁλκυόνος. Κλεινίου ἀλλ ὰ θυγατρ ὶ δίδου χάριν οἶδε γὰρ ἐσθλά ῥέζειν κα ὶ Σμύρνης ἐστὶν ἀπ' Αἰολίδος.
IX Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. ε ἰ δ' ἐπ ὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, ἄλλων μὲν κήρυκες ἐπ ὶ βραχὺν οὔνομα καιρόν φθέγξονται, κείνου δ' Ἑλλὰς ἀε ὶ σοφίην. Ἢν δίζ ῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι ἤ τι περ ὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι, δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρός XII Παυσανίου δήεις δ' αὐτὸν ἐν εὐσεβέων. XIII Σύντομος ἦν ὁ ξεῖνος, ὃ κα ὶ στίχος ο ὐ μακρ ὰ λέξων Θῆρις Ἀρισταίου Κρής ἐπ' ἐμο ὶ δολιχός. XV Ἦ ῥ' ὑπ ὸ σο ὶ Χαρίδας ἀναπαύεται; ε ἰ τὸν Ἀρίμμα το ῦ Κυρηναίου παῖδα λέγεις, ὑπ' ἐμοί. ὦ Χαρίδα, τί τ ὰ νέρθε; πολ ὺ σκότος. α ἱ δ' ἄνοδοι τί; ψεῦδος. ὁ δ ὲ Πλούτων; μῦθος. ἀπωλόμεθα. 5 οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός ε ἰ δ ὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀΐδ ῃ. XIX Ὤφελε μηδ' ἐγένοντο θοα ὶ νέες ο ὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδεω Σώπολιν ἐστένομεν. νῦν δ' ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντ ὶ δ' ἐκείνου οὔνομα κα ὶ κενεὸν σῆμα παρερχόμεθα. XXI Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
XXIII Ὅστις ἐμὸν παρ ὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε κα ὶ γενέτην. εἰδείης δ' ἄμφω κεν ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ' ἤεισεν κρέσσονα βασκανίης. 5 [ο ὐ νέμεσις Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας ἄχρι βίου πολιοὺς οὐκ ἀπέθεντο φίλους.] XXV Εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος ὡμβρακιώτης ἥλατ' ἀφ' ὑψηλο ῦ τείχεος εἰς Ἀΐδην, ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλ ὰ Πλάτωνος ἓν τ ὸ περ ὶ ψυχῆς γράμμ' ἀναλεξάμενος. Ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω XXVI ἵδρυμαι μικρ ῷ μικρὸς ἐπ ὶ προθύρ ῳ λοξὸν ὄφιν κα ὶ μοῦνον ἔχων ξίφος ἀνδρ ὶ ἰπείωι θυμωθεὶς πεζὸν κἀμ ὲ παρῳκίσατο. Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ' ἐκείνης XXVII ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν ἀλλ ὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι ὅρκους μ ὴ δύνειν οὔατ' ἐς ἀθανάτων. 5 νῦν δ' ὁ μὲν ἀρσενικ ῷ θέρεται πυρί, τῆς δ ὲ ταλαίνης νύμφης ὡς Μεγαρέων ο ὐ λόγος οὐδ' ἀριθμός. XXIX Ἡσιόδου τό τ' ἄεισμα κα ὶ ὁ τρόπος ο ὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ' ὀκνέω μ ὴ τ ὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο χαίρετε λεπταί ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.
XXX Ἐχθαίρω τ ὸ ποίημα τ ὸ κυκλικόν, οὐδ ὲ κελεύθ ῳ χαίρω, τίς πολλοὺς ὧδε κα ὶ ὧδε φέρει μισέω κα ὶ περίφοιτον ἐρώμενον, οὐδ' ἀπ ὸ κρήνης πίνω σικχαίνω πάντα τ ὰ δημόσια. 5 Λυσανίη, σ ὺ δ ὲ ναίχι καλὸς καλός ἀλλ ὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις ἄλλος ἔχει. XXXII Θεσσαλικ ὲ Κλεόνικε τάλαν τάλαν, ο ὐ μ ὰ τὸν ὀξύν ἥλιον, οὐκ ἔγνων σχέτλιε, πο ῦ γέγονας; ὀστέα σοι κα ὶ μοῦνον ἔτι τρίχες ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπ ῇ δ' ἤντεο θευμορί ῃ; 5 ἔγνων Εὐξίθεός σε συνήρπασε, κα ὶ σ ὺ γὰρ ἐλθών τὸν καλόν, ὦ μόχθηρ', ἔβλεπες ἀμφοτέροις. XXXIII Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωόν διφ ᾷ κα ὶ πάσης ἴχνια δορκαλίδος στίβ ῃ κα ὶ νιφετ ῷ κεχρημένος ἢν δέ τις εἴπ ῃ τ ῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν. 5 χοὐμὸς ἔρως τοιόσδε τ ὰ μὲν φεύγοντα διώκειν οἶδε, τ ὰ δ' ἐν μέσσ ῳ κείμενα παρπέταται. XXXIV Οἶδ' ὅτι μευ πλούτου κενεα ὶ χέρες ἀλλά, Μένιππε, μ ὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν δι ὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων να ὶ φίλε, τῶν παρ ὰ σε ῦ τοῦτ' ἀνεραστότατον.
XXXVIII Ὁ Λύκτιος Μενίτας τ ὰ τόξα ταῦτ' ἐπειπών ἔθηκε τ ῆ, κέρας τοι δίδωμι κα ὶ φαρέτρην, 5 Σάραπι τοὺς δ' ὀϊστούς ἔχουσιν Ἑσπερῖται. Δήμητρι τ ῇ Πυλαί ῃ, τ ῇ τοῦτον οὑκ Πελασγῶν XL Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ' ὁ Ναυκρατίτης κα ὶ τ ῇ κάτω θυγατρί τ ὰ δῶρα Τιμόδημος εἵσατο τῶν κερδέων δεκατεύματα κα ὶ γὰρ εὔξαθ' οὕτως. XLI Ἱερέη Δήμητρος ἐγώ ποτε κα ὶ πάλιν Καβείρων, ὦνερ, κα ὶ μετέπειτα Δινδυμήνης ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις ηνο... πολλῶν προστασίη νέων γυναικῶν. 5 καί μοι τέκν' ἐγένοντο δύ' ἄρσενα, κἠπέμυσα κείνων εὐγήρως ἐν ὶ χερσίν ἕρπε χαίρων. Fuentes: Callimachus, vol. 2, R. PFEIFFER, ed., Oxford, Clarendon Press, 1953.