ΠΕΜΠΤΗ 21 ΜΑΪΟΥ 2015 Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Κωνσταντίνου ( 337) καὶ Ἑλένης ( 327) τῶν θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων. (ΤΜΕ, 21 Μαΐου 9, καὶ 8 Μαΐου 13 15) * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογητός ὁ Θεός, Δεῦτε προσκυνήσωμεν (γ ) καὶ ὁ προοιμιακός, ἄνευ ψαλτηρίου. Εἶτα, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι, καὶ ἑσπέρια στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς εἰς στ (δευτερουμένου τοῦ α ) καὶ τῶν ἁγίων προσόμοια γ εἰς δ. Τῆς ἑορτῆς. Στιχηρὰ ἰδιόμελα. Ἦχος πλ. β. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ. Οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ. Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν. Ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ Ἆρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔ θνη κροτήσατε χεῖρας ὅτι ἀνέβη Χριστός, ὅ που ἦν τὸ πρότερον. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς,... Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Χερουβίμ, θεωρήσαντά σε τὸν Θεόν, ἐπὶ νεφελῶν ἀνερχόμενον, τὸν ἐπ αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστὸν τὸ ἔλεός σου, δόξα σοι. Στίχ. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντες σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμεν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν προσκυνοῦμεν σου τὰ παθήματα τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες ἐλέησον ἡμᾶς. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐ στιν. Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδόν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοῦς, οὓς δι οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος ἀλλ ἀπόστειλον, ὡς ὑπέσχου ἡ μῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄ ρος τῶν Ἐλαιῶν ἀνελάμβανες καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι ἐμὲ πτωχεύσας κατ ἐμέ, καὶ ἀναβάς, ὅθεν οὐκ ἐ χωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν. Στιχηρὰ προσόμοια τῶν ἰσαποστόλων. Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅπλον κραταιότατον, τῷ βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου μεθ οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 1
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὅπλον κραταιότατον,... Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐ παινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἔδωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι. Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα, καὶ τῶν Ἀποστόλων, τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡ μᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Πρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, βασιλεῦ ἑκουσίως Χριστῷ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Δόξα. Τοῦ Μηναίου. Ἦχος β. Βυζαντίου. Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφὼς παρὰ Θεοῦ, ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑ πὸ Σιλβέστρου ἱερέως διὰ τοῦ βαπτίσματος, ἐν βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα, προικοδοτήσας τῷ Κτίστῃ σου, καὶ πάλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱ κετεύων μὴ παύσῃ Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παῤῥησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες Ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (κεφ. Β, 2). Τάδε λέγει Κύριος Ἔσται ἐν ταῖς ἐσχάταις ἡ μέραις, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν καὶ ἥξουσιν ἐπ αὐτῷ πάντα τὰ ἔθνη καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡ μέρας. Τῇ Τετάρτῃ ἑσπέρας. Ἦχος πλ. α. Ψαλμὸς νγ (53). Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (νγ 3) Δίς. Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. (νγ 4) Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με... Καὶ τὰ ἀναγνώσματα (τὰ δύο πρῶτα τῆς ἑορτῆς καὶ τὸ γ τοῦ Μηναίου) Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (β 2 3). Τάδε λέγει Κύριος Ἔσται ἐν ταῖς ἐσχάταις ἡ μέραις, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν καὶ ἥξουσιν ἐπ αὐτῷ πάντα τὰ ἔθνη καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰα 2
κώβ καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (ξβ 10 12, ξγ 1 9). Τάδε λέγει Κύριος Πορεύεσθε, περιέλθετε δι ὰ τῶν πυλῶν μου σκευάσατε τὴν ὁδόν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ ὁ Κύριος ἐποίησεν ἀ κουστὸν ἕως ἐσχάτου τῆς γῆς Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ Σωτήρ σου παραγέγονεν, ἔχων τὸν ἑαυτοῦ μισθὸν μεθ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολὴ αὐτοῦ; βοᾷ μετὰ ἰσχύος πολλῆς. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διά τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἐ στὶν ἀνὴρ μετ ἐμοῦ. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἀναμνήσω, τὴν αἴνεσιν Κυρίου ἐπὶ πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι. Κύριος, κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ ἐ πάγει ἡμῖν κατὰ ἔλεον αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν Οὐχὶ λαός μου ἐστέ; τέκνα, καὶ οὐ μὴ ἀθετήσωσι καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ Ἄγγελος, ἀλλ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτούς, καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὑπερύψωσεν αὐτούς, πάσας τὰς ἡ μέρας τοῦ αἰῶνος. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (ξ 1 16). Φωτίζου φωτίζου Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ ἔθνη ἐπὶ δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ ὤμων ἀρθήσονται. Τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκτήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται Τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ δι ἔλεος ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου, Σιών, Ἁγίου Ἰσραήλ. Διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰ ώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ. 3
Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Τὰ τῆς ἑορτῆς ἄνευ τοῦ δοξαστικοῦ αὐτῶν, καὶ τὰ ἰδιόμελα τῆς λιτῆς τοῦ Μηναίου μετὰ τοῦ δοξαστικοῦ. Τῆς ἑορτῆς. Ἦχος α. Ἀνελθὼν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθες, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῷ κόσμῳ δεῖξον τοῖς Υἱοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε. Ἀνῆλθες Χριστὲ πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τῇ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο ἀλλ ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐγνώρισάν σε Κύριε, μονογενῆ τοῦ Πατρός. Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτός ἐστι Χριστὸς ὁ Θε ός, ὁ ἀναληφθεὶς ἀφ ὑμῶν εἰς τὸν οὐρανόν οὗτος ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς οὐρανόν λατρεύσατε αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Ἦχος δ. Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστέ, τῶν Ἐ λαιῶν, Πατρὸς ἐπιτελέσαι τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι καὶ ἔφριξαν οἱ καταχθόνιοι παρίσταντο δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶς ἔντρομοι, ὡς ἐλάλεις αὐτοῖς ὡς θρόνος δὲ ἡτοίμαστο ἐξ ἐναντίας νεφέλη προσμένουσα, πύλας δὲ ὁ οὐρανὸς διαπετάσας, τῷ κάλλει ἐφαίνετο καὶ ἡ γῆ τοὺς κρυπτήρας ἀνακαλύπτει, Ἀδὰμ τὴν κατάβασιν ὡς γνωσθῆναι, καὶ τὴν αὖθις ἀνάβασιν. Ἀλλ ἴχνη μὲν ὑψοῦτο, ὡς ὑπὸ χειρός στόμα δὲ μεγάλα ηὐλόγει, ὡς ἠκούετο νεφέλη ὑπελάμβανε, καὶ οὐρανὸς ἔνδον σε ὑπεδέξατο. Ἔργον τοῦτο Κύριε εἰργάσω, μέγα καὶ παράδοξον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδὰμ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ Θεός, καινοποιήσας σεαυτῷ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀ νήγαγες σήμερον ὡς ἀγαπήσας γάρ, συνεκάθισας ὡς συμπαθήσας δέ, ἥνωσας σαὐτῷ ὡς ἑνώσας συνέπαθες ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας. Ἀλλ οἱ Ἀσώματοι, τίς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος ἀνήρ; ἀλλ οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον. Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες ἐβόων, Γαλιλαῖοι, ὃς ἀφ ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, θεάνθρωπος πάλιν ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν πιστοῖς δὲ δωρούμενος ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος. Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός, τῶν Μαθητῶν ὁρώντων, αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός πύλαι ἐπήρθησαν αἱ οὐράνιαι ὁ χορὸς τῶν Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι Ἆρατε πύλας οἱ ἄρχοντες ἡμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Οἱ δὲ μαθηταὶ ἐκπληττόμενοι ἔλεγον Μὴ χωρισθῇς ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸ Πνεῦμά σου τὸ πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν. Τοῦ Μηναίου. Ἦχος α. Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων, βάσις καὶ καύχημα φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ αὐτῶν ἐδοξάσθης ὀρθοδόξατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν. Ὁ αὐτός. Οὐκ ἐξ ἀνθρώπων τὴν κλῆσιν ἔλαβες, ἀλλ ὡς ὁ θεσπέσιος Παῦλος, ἔσχες μᾶλλον ἔνδο 4
ξε ταύτην ἐξ ὕψους, Κωνσταντῖνε ἰσαπόστολε, παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ γὰρ σημεῖον τοῦ Σταυροῦ, ἐν οὐρανῷ θεασάμενος, καὶ δι αὐτοῦ ἀγρευθείς, ὡς κάλλιστον θήραμα, ἐν τούτῳ καὶ νικητής, κατὰ ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν, ἀπεφάνθης ἀήττητος. Ὅθεν δυσωποῦμέν σε, ὡς πρέσβυν θερμότατον, οἱ γηγενεῖς ἐπαξίως τὴν μνήμην σου σέβοντες, ἐν παῤῥησίᾳ αἰτήσασθαι ἡμῖν, φωτισμόν, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. Ἦχος β. Βύζαντος. Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐ γείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι ἡμᾶς ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον. Ἦχος γ. Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων ἐδέξω τὸ θεῖον χάρισμα, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες, ἀ νάκτων τὸ καύχημα, Κωνσταντῖνε ἰσαπόστολε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος δ. Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Κωνσταντῖνε πανεύφημε. Σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς καὶ νῦν προσηρείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου. Δόξα. Τοῦ Μηναίου. Ἦχος πλ. α. Ἡ Ἐκκλησία σήμερον στολισαμένη, τῷ κράτει σου ἄναξ, μυστικῶς εὐφραίνεται, καὶ τὴν σὴν πανγέραστον μνήμην, κατ ἀξίαν εὐφήμως γεραίρει κραυγάζουσα Χαίροις, ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου. Χαίροις, ἀνάκτων πανάριστε, καὶ Ἀποστόλων ἰσότιμε. Χαίροις πιστῶν τὸ στήριγμα, καὶ βασιλέων τὸ προπύργιον. Κωνσταντῖνε μακάριε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παῤῥησίαν ἔχων, βασιλέων ἐγκαλλώπισμα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κύριε τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀ γαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν τὴν γὰρ ἐν τῷ Πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς ἧς καὶ ἡμεῖς μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν. Εἰς τὸν Στίχον. Στιχηρὰ Ἰδιόμελα. Ἦχος β. Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον ἀ νελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα. Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἀναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ δυνάμεις ὁρῶσαι ἑτέρα τῇ ἑ τέρᾳ ἐβόων Τίς ἐστιν οὗτος; καί φησι πρὸς αὐτάς Οὗτός ἐστιν ὁ κραταιὸς καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τί αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐ στί, τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν. Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαι ῶν Χριστὲ ὁ Θεός, ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρός, ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι καὶ ἀπέστει 5
λας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν. Δόξα. Τοῦ Μηναίου. Ἦχος πλ. δ. Σέλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, ἤκουσας, ἐκεῖθεν Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ βασιλεὺς ἐλαίῳ, ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε ἰσαπόστολε, πρέσβευε ὑ πὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Τῆς ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Δόξα. Τοῦ Μηναίου. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τὺπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τῆς ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Δόξα. Τοῦ Μηναίου. Ἦχος πλ. δ. Τοῦ Σταυροῦ σου τὸν τὺπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... 6
ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ Πολυέλεος τῆς ἑορτῆς] Καθίσματα τοῦ Μηναίου καὶ ἀντὶ θεοτοκίων τὰ τῆς ἑορτῆς ἀνὰ μίαν. Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Τοῦ Μηναίου. Ἦχος γ. Θείας πίστεως. Νέος γέγονας, Δαυῒδ τοῖς τρόποις, γέρας ἄ νωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε, ὁ ὑπερούσιος Λόγος καὶ Κύριος ὅθεν ἔλαβες, καὶ σκῆπτρον σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν Σωτήρ διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Τοῦ Μηναίου. Ἦχος πλ. β. Ἑλκόμενος ἐπὶ Σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος γ. Τὴν ὡραιότητα. Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος, ἥν περ ἀνείληφε, φύσιν ἀνθρώπειον, θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη. Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον, τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς αὐτῷ δὲ προσκυνήσαντες ἔλεγον Δόξα Θεῷ τῷ ἀ ναληφθέντι. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἡ εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θεόπνευστε σὺ γὰρ ἐν βασιλεῦσιν, εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Κατελθὼν οὐρανόθεν εἰς τὰ ἐπίγεια, καὶ τὴν κάτω κειμένην ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, συναναστήσας ὡς Θεός, Ἀδαμιαίαν μορφήν, τῇ Ἀ ναλήψει σου Χριστέ, εἰς οὐρανοὺς ἀναγαγών, τῷ θρόνῳ τῷ πατρικῷ σου, συγκάθεδρον ἀ πειργάσω, ὡς ἐλεήμων καὶ φιλάνθρωπος. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἀντίφωνον Α. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Ἦχος δ. (Ψαλμὸς μστ ). Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. 7
ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς... Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς ἑορτῆς ἀπὸ τῆς Ὡραίας Πύλης. Ἑωθινὸν Γ Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 9 20). Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐ φάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐ φανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι γλώσσαις λαλήσουσι καιναῖς ὄφεις ἀροῦσι κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐ κήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Καὶ τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 8
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β. Σήμερον ἐν οὐρανοῖς, αἱ ἄνω δυνάμεις, τὴν ἡ μετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον δεσπότην, τὰς οὐρανίους πύλας αἴρειν διεκελεύοντο. Μεθ ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐ κεῖθεν πάλιν ἐρχόμενον, ὡς κριτὴν τῶν ἁ πάντων, καὶ Θεὸν παντοδύναμον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ τοῦ ἤχου πλ. α μετὰ τῶν εἱρμῶν εἰς Ϛ, ὁ τοῦ ἤχου δ εἰς Ϛ [ἄνευ στίχων] καὶ τοῦ Μηναίου εἰς δ. Κανὼν τοῦ ἤχου. Ποίημα Ἰωάννου Μοναχοῦ. ᾨδὴ α. Ἦχος πλ. α. Ὁ Εἱρμός. Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, πόσιν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατι ᾷ καταποντίσαντι, αὐτῷ μόνω ᾄσωμεν, ὅτι δεδόξασται. Ἄσωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο, συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον. 9
Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται. Ἄχραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν. Κανὼν τοῦ Ἤχου δ. Οὗ ἡ ἀκροστιχὶς κατ ἀλφάβητον. Ἐν δὲ τῇ η καὶ θ ᾨδῇ. Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης. Ἀνοίξω τὸ στόμα μου. Ἀνέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής. Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυῒδ ὁ θεόπνευστος Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀ λαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε. Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια δόξα τῇ δόξῃ σου. Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὅν περ οὐ κατέλιπε, κἂν σάρκα εἴληφε. Ὁ Κανὼν τῶν Ἁγίων. ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐ λάτρευσας. Δόξα. Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας, καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας. Καὶ νῦν. Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα. ᾨδὴ γ. Ὁ Εἱρμός. Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν. Ἀνῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου. Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε. Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν. Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας, καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαὐτῷ ἡμᾶς ἐδόξασας. Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ. Ἄλλος. Τοὺς σοὺς ὑμνολόγους. Ἐπάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι. Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλ 10
θες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος Πατρός, ὑμνούντων Ἀγγέλων σε. Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι. Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀ θάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀ πονεκρῶσαι καὶ σῶσαί με. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀμοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας ὅ θεν τῷ καλοῦντι θεόφρον, ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ αὐτῷ πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα, τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα πάθη, σαρκωθεὶς ὑπέμεινεν ὁ ὑπεράγαθος. Δόξα. Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ, φλεγομένη ἔρωτι θεομακάριστε. Καὶ νῦν. Ἱερᾶς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅ λος γεγένημαι ἡ τὸν Κριτὴν τετοκυῖα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῶν ἰσαποστόλων. Ἦχος γ. Ἡ Παρθένος σήμερον. Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐκφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνη ὄντα, ὅπλον δὲ πιστῶν ἀνάκτων κατ ἐναντίων δι ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. Ὁ Οἶκος. Κωνσταντῖνον πιστοί, σὺν τῇ μητρὶ τιμήσωμεν τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν. Κάθισμα τοῦ Μηναίου. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσαι ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας. Κωνσταντῖνε πανσέβαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ Πνεύματι ἐν σαρκὶ γὰρ ὤ φθης, ἀλλ ἄτρεπτος ἔμεινας ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα, Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου. 11
ᾨδὴ δ. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι αὐτοῦ, καὶ ἐβόησα Δόξα τῇ δυνάμει σου Κύριε. Ἀνελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀ ποστεῖλαι. Διὸ βοῶμεν Δόξα Χριστὲ τῇ Ἀναλήψει σου. Ὡς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν Δόξα Χριστὲ τῇ, Ἀναλήψει σου. Αἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐ βόων Πύλας ἆρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι. Ἡ Παρθένος ἔτεκε, καὶ τὰ τῶν μητέρων οὐκ ἔγνω ἀλλὰ Μήτηρ μέν ἐστι, Παρθένος δὲ διέμεινεν ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν. Ἄλλος. Ὁ καθήμενος ἐν δόξῃ. Ἰησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν Ἐλαιὼν εἰς ὄρος, ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν, οὓς οὐδαμῶς καταλέλοιπε. Κόσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει Ἄγγελοι σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος ἡμῖν ἀγαθότητι. Λύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν, πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν, Ἰησοῦ παντοδύναμε. Μακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε τὸν γὰρ τὴν κοιλίαν ᾅδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι ὃν ἱκέτευε, σῶσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Εἰσακήκοα Κύριε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Οὐρανόθεν ὡς Παῦλόν σε, πάλαι σαγηνεύει Χριστὸς ὁ Κύριος, Κωνσταντῖνε ἐκδιδάσκων σε, βασιλέα τοῦτον μόνον σέβεσθαι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὑπερλάμπρῳ σημείῳ σε, μάκαρ δι ἀστέρων Χριστὸς ὁ ἥλιος, καταυγάζει καὶ φωστῆρά σε, τῶν ἐσκοτισμένων ἀναδείκνυσι. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Καὶ τοῖς τρόποις φιλόθεος, καὶ ταῖς θείαις πράξεσιν ἀξιάγαστος, μακαρία ἐχρημάτισας, διὰ τοῦτο πίστει σε δοξάζομεν. Δόξα. Φανεροῖς τὸ κρυπτόμενον, χρόνοις ἐπὶ πλείστοις νῦν θεῖον τρόπαιον, τοῦ Σταυροῦ, δι οὗ σεσώσμεθα, καὶ δαιμόνων πλάνης ἐλυτρώθημεν. Καὶ νῦν. Τὴν ψυχήν μου καταύγασον, τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν, ἡ τὸν Ἥλιον κυήσασα, τῆς δικαιοσύνης ἀειπάρθενε. ᾨδὴ ε. Ὁ Εἱρμός. Ὀρθρίζοντες βοῶμέν σοι, Κύριε Σῶσον ἡμᾶς σὺ γὰρ εἶ Θεὸς ἡμῶν ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Πληρώσας εὐφροσύνης τὰ σύμπαντα Ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας. Ἀγγέλων αἱ δυνάμεις, αἰρόμενόν σε ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄ ρατε. Ἀπόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον Τῷ Βασιλεῖ ἡμῶν δόξα σοι. Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας. 12
Ἄλλος. Ἐξέστη τὰ σύμπαντα. Νεκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας, ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κακεῖθεν ἀνέδραμες Χριστέ, πρός, τὸν σὸν Γεννήτορα, νεφέλῃ ἐποχούμενος. Ξένη σου ἡ Γέννησις, ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις ἣν ἐξεικονίζων Ἠλιού, τέθριππος ἀνήρχετο, ἀνυμνῶν σε φιλάνθρωπε. Ὁρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι Ἄνδρες Γαλιλαῖοι, τί θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος. Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Ὀρθρίζοντες, βοῶμέν σοι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὀρθρίσας πρὸς τὸν ἄδυτον Ἥλιον, καὶ Δεσπότην, βασιλεῦ θεόσοφε, φωτὸς ἀνάπλεως γέγονας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἀγάπην καὶ τελείαν συμπάθειαν, ὡς πορφύραν, φοροῦσα κατῴκησας, νῦν εἰς τὰ ἄνω βασίλεια. Δόξα. Συνήφθης Ἀσωμάτων Ἑλένη, χοροστασίαις, Θεὸν θεραπεύσασα, ταῖς ἐναρέτοις σου πράξεσι. Καὶ νῦν. Παρθένε τὴν ψυχήν μου καθάρισον, μολυνθεῖσαν, ἡδοναῖς τοῦ σώματος, τῇ ἐπηρείᾳ τοῦ ὄφεως. ᾨδὴ Ϛ. Ὁ Εἱρμός. Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐ γένετο ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε. Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον Δόξα τῇ ἀνόδῳ σου. Ἐπέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου Ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής. Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου. Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα. Ἄλλος. Τὴν θείαν ταύτην. Ῥανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον Χριστὸς νεφέλη γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄ νεισι σήμερον. Σαρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν, φιλάνθρωπε καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια. Τί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι, Χριστὸν ὁρῶντες ἐ φθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα. Ὑμνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμεν σου τὴν ἄῤῥητον γέννησιν, δι ἧς ἐῤῥύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερᾶς τοῦ ᾅ δου, Ἁγνὴ καθείρξεως. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Τὴν δέησιν ἐκχεῶ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 13
Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν, καὶ ματαίων εἰδώλων, νεκροποιὰ ἀπεβάλου θρησκεύματα, καὶ εἴληφας περιχαρῶς, βασιλείαν, Ἑλένη οὐράνιον. Δόξα. Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς, ἀθεΐας τὸν σάλον, οἱ διὰ σοῦ βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς, εὐσεβείας λιμένας γηθόμενοι. Καὶ νῦν. Ἰάτρευσον ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, πεποιθότα πρεσβείαις σου ἄχραντε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Τῆς ἑορτῆς. Κοντάκιον. Ἦχος πλ. β. Αὐτόμελον. Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε Ἐγώ εἰμι μεθ ὑμῶν, καὶ οὐδεὶς καθ ὑμῶν. Ὁ Οἶκος. Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοῒ παραχωροῦντες, δεῦτε ἀνανήψωμεν, καὶ εἰς ὕψος ἐπάρωμεν, ὄμματα καὶ νοήματα πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις, ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί, νομίσωμεν εἶναι τοῦ Ἐλαιῶνος εἰς ὄρος, καὶ ἀτενίζειν τῷ λυτρουμένω ἐπὶ νεφέλης ἐ ποχουμένῳ ἐκεῖθεν γὰρ ὁ Κύριος εἰς οὐρανοὺς ἀνέδραμεν ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμε τοῖς Ἀποστόλοις αὑτοῦ, καλέσας ὡς Πατήρ, καὶ στηρίξας αὐτούς ὁδηγήσας ὡς Υἱούς, καὶ λέξας πρὸς αὐτούς οὐ χωρίζομαι ὑμῶν Ἐγώ εἰμι μεθ ὑμῶν, καὶ οὐδεὶς καθ ὑμῶν. Συναξάριον. Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων καὶ ἰσαποστόλων μεγάλων βασιλέων Κωνσταντίνου καὶ Ἑλένης. Στίχ. Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος, Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος. Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος. Ὁ Ἅγιος Νεομάρτυς Παχώμιος, ὁ ἐν τῷ Οὐσάκι τῆς Φιλαδελφίας μαρτυρήσας, ξίφει τελειοῦται. Στίχ. Ποῦ πάχος ἐν σοί, ὦ Παχώμι, εὑρέθη, Πόνοις ξίφει τε λεπτύναντι τὸ βρίθον; Εἶτα τὸ τοῦ Πεντηκοσταρίου. Τῇ αὐτῇ ἡμέρᾳ Πέμπτῃ τῆς ἕκτης Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στίχ. Ἐκ δεξιᾶς καθίσας πατρικῆς Λόγε, Μύσταις παρασχὼν πίστιν ἀσφαλεστέραν. Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Ὁ Εἱρμός. Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡ μῶν. Ὁ ἐν νεφέλῃ φωτός, ἀναληφθεὶς καὶ σώσας κόσμον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡ μῶν. Ἐπὶ τῶν ὤμων Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες. 14
Ὁ ἀνελθὼν ἐν σαρκί, πρὸς τὸν ἀσώματον Πατέρα, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡ μῶν. Τὴν νεκρωθεῖσαν ἡμῶν, τῇ ἁμαρτίᾳ φύσιν ἄ ρας, τῷ σῷ ἰδίῳ Πατρὶ Σῶτερ προσήγαγες. Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡ μῶν. Ἄλλος. Οὐκ ἐλάτρευσαν. Φωτεινή σε, φῶς ὑπάρχοντα ὑπέλαβε, νεφέλη Κύριε, ἀπὸ τῆς γῆς ὑπὲρ νοῦν, ἀναλαμβανόμενον, καὶ ἐπουράνιοι, δῆμοι ᾔνεσαν σὺν Ἀποστόλοις λέγοντες Ὁ Θεὸς εὐλογητὸς εἶ. Χεῖρας ἅπαντες, γηθόμενοι κροτήσωμεν, τῇ Ἀναλήψει Χριστοῦ, καὶ ἀλαλάξωμεν Ἀνέβη ὁ Κύριος, ἐν φωνῇ σάλπιγγος, καὶ ἐκάθισεν, ἐκ δεξιῶν ὡς σύνθρονος, τοῦ Πατρὸς εἰς τοὺς αἰ ῶνας. Ψάλλων πάλαι Μωϋσῆς ὁ μέγας ἔκραζε Προσκυνησάτωσαν ἀνερχομένῳ Χριστῷ οὐράνιοι Ἄγγελοι, ὡς τοῦ παντὸς Βασιλεῖ. ᾯ κραυγάζομεν Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ὢ θαυμάτων παραδόξων! πῶς ἐχώρησας Θε ὸν ἀχώρητον, θεοχαρίτωτε, τὸν σάρκα πτωχεύσαντα, καὶ μετὰ δόξης πολλῆς, εἰς οὐράνια, ἀναληφθέντα σήμερον, καὶ ζωώσαντα ἀνθρώπους; Τῶν Ἁγίων. Ἦχος πλ. δ. Παῖδες Ἑβραίων. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σοῦ τὰ προστάγματα, φυλάττων, ὑπεκλίθη σου τῷ νόμῳ Κωνσταντῖνος ἀνομούντων διό, καθεῖλε παρατάξεις, ἀναβοῶν σοι Κύριε Ὁ Θεὸς εὐλογητὸς εἶ. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ξύλον τὸ πάντας ἀνελκύσαν, ἀξιάγαστε ἐκ λάκκου ἀπωλείας, συγχωσθὲν φθονερῶς, ἡ μῖν ἀνακαλύπτεις, καταχωννῦον δαίμονας, ὀλεθρίους εἰς αἰῶνας. Δόξα. Πράξεσι θείαις ἐδομήσω, τὴν καρδίαν σου ναὸν Θεοῦ Ἑλένη καὶ ναοὺς ἱερούς, αὐτῷ ἀ νῳκοδόμεις, ἔνθα σαρκὶ τὰ ἄχραντα, δι ἡμᾶς ὑπέστη πάθη. Καὶ νῦν. Γνώμῃ οἰκείᾳ ἁμαρτάνων, καὶ δουλούμενος ἀτόποις συνηθείαις, τῇ συνήθει σου νῦν, προστρέχω συμπαθείᾳ, ἀπεγνωσμένον σῶσόν με, Παναγία Θεοτόκε. ᾨδὴ η. Ὁ Εἱρμός. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἐν δυσὶ ταῖς οὐσίαις, ἀναστάντα ζωοδότην Χριστόν, εἰς οὐρανοὺς μετὰ δόξης καὶ Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἐκ δουλείας τὴν κτίσιν, τῶν εἰδώλων λυτρωσάμενον, καὶ παραστήσαντα ταύτην, ἐ λευθέραν τῷ ἰδίῳ Πατρί, σε Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Τὸν τῇ αὐτοῦ καταβάσει, καθελόντα τὸν ἀντίπαλον, καὶ τῇ αὐτοῦ ἀναβάσει, ἀνυψώσαντα τὸν ἄνθρωπον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἄλλος. Παῖδας εὐαγεῖς. Ὤφθησαν οἱ νόες Ἀποστόλοις, ἐν τῇ Ἀναλήψει καὶ ἐφθέγγοντο Τί ἐνατενίζοντες, ἵστασθε θαμβούμενοι; οὗτος ὁ ἀνερχόμενος εἰς τὰ οὐράνια, ἐλεύσεται καὶ πάλιν τοῦ κρῖναι, τοὺς ἐν γῇ ἀνθρώπους, κριτὴς ὑπάρχων μόνος. 15
Δῶμεν τῷ Θεῷ μεγαλωσύνην, αἰνέσεως συμφωνίᾳ ἀλαλάξωμεν, ᾄσωμεν, χορεύσωμεν, χεῖρας τε κροτήσωμεν Ἀνέβη ὁ Θεὸς ἡμῶν, εἰς οὐρανοὺς ἀπὸ γῆς, Ἀγγέλων, Ἀρχαγγέλων ὑμνούντων, τοῦτον ὡς Δεσπότην, καὶ ποιητὴν τῶν ὅλων. Ἤρθη ὑπεράνω τῶν Ἀγγέλων, ἡ φύσις ἡμῶν, ἡ πάλαι ἔκπτωτος, καὶ θρόνῳ ἐνίδρυται, θείῳ ὑπὲρ ἔννοιαν. Δεῦτε πανηγυρίσωμεν, καὶ ἀ νακράξωμεν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἰδοὺ ὁ Υἱός σου Θεοτόκε, σκυλεύσας Σταυρῷ αὐτοῦ τὸν θάνατον, ἀνέστη τριήμερος, καὶ τοῖς Μαθηταῖς αὐτοῦ, ἐμφανισθεὶς ἀνέδραμε, πρὸς τὰ οὐράνια μεθ οὗ σε προσκυνοῦντες ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Ἑπταπλασίως κάμινον. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὡς πορφυρίδα ἔνδοξε, στολισθεὶς τὴν εὐμένειαν, καὶ ὥσπερ χλαμύδα, τὴν καλήν συμπάθειαν, στεφάνῳ κεκόσμησαι, τῶν ἀρετῶν τελείῳ νοΐ, καὶ μετατεθεὶς ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω, βασίλεια κραυγάζεις Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Εὐφραινομένην βλέποντες, σὺν υἱῷ σε θεόφρονι, ἔνδοξε Ἑλένη, εἰς Θεοῦ βασίλεια, Χριστὸν μεγαλύνομεν, τὸν τὴν ὑμῶν σεπτὴν ἑ ορτήν, δείξαντα ἡμῖν ὑπὲρ ἀκτῖνας ἡλίου, ἡ μᾶς φωταγωγοῦσαν, τοὺς πιστῶς μελῳδοῦντας Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Δόξα. Ὡς θαυμαστὸς ὁ πόθος σου, καὶ ὁ τρόπος σου ἔνθεος, ἔνδοξε Ἑλένη, γυναικῶν τὸ καύχημα τοὺς τόπους γὰρ φθάσασα, τοὺς τὰ σεπτὰ παθήματα, ὑποδεξαμένους τοῦ Δεσπότου τῶν ὅλων, ναοῖς περικαλλέσι, κατεκόσμεις βοῶσα Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Τὰ τῆς ψυχῆς μου ὄμματα, ταῖς πολλαῖς παραβάσεσιν, ἀποτυφλωθέντα, Θεοτόκε φώτισον, τὸν νοῦν μου εἰρήνευσον, καὶ τὴν καρδίαν δέομαι, ἐκταραττομένην, ἡδοναῖς πολυτρόποις, καὶ σῶσόν με βοῶντα Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰ ῶνας. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Πεντηκοστῆς Ψάλλονται μόναι αἱ ἰαμβικαὶ ἀπὸ τῆς Ἀναλήψεως μέχρι τῆς ἀποδόσεως αὐτῆς. ᾨδὴ α. Ἦχος δ. Θείῳ καλυφθεὶς * ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε * τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας * ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα * καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων * ἐνθέοις τοῖς ᾄσμασιν. ᾨδὴ γ. Ἔρρηξε γαστρὸς * ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον * εὐτεκνουμένης, Μόνη προσευχὴ * τῆς προφήτιδος πάλαι Ἄννης, φερούσης * πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην * καὶ Θεὸν τῶν γνώσεων. ᾨδὴ δ. Ἄναξ ἀνάκτων, * οἷος ἐξ οἵου μόνος, Λόγος προελθὼν * Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου * Πνεῦμα τοῖς ἀποστόλοις Νημερτὲς ἐξέπεμψας * ὡς εὐεργέτης, ᾌδουσι Δόξα * τῷ κράτει σου, Κύριε. ᾨδὴ ε. Λυτήριον κάθαρσιν * ἀμπλακημάτων, Πυρίπνοον δέξασθε * Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα * τῆς Ἐκκλησίας Νῦν ἐκ Σιὼν γὰρ * ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος * Πνεύματος χάρις. 16
ᾨδὴ στ. Ἱλασμὸς ἡμῖν, * Χριστέ, καὶ σωτηρία Ὁ Δεσπότης ἔλαμψας * ἐκ τῆς Παρθένου, Ἵν, ὡς προφήτην * θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, * τῆς φθορᾶς διαρπάσῃς Ὅλον τὸν Ἀδὰμ * παγγενῆ πεπτωκότα. ᾨδὴ ζ. Σύμφωνον ἐθρόησεν * ὀργάνων μέλος Σέβειν τὸ χρυσότευκτον * ἄψυχον βρέτας Ἡ τοῦ Παρακλήτου δὲ * φωσφόρος χάρις Σεβασμιάζει * τοῦ βοᾶν Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, * εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Λύει τὰ δεσμὰ * καὶ δροσίζει τὴν φλόγα Ὁ τρισσοφεγγὴς * τῆς θεαρχίας τύπος. Ὑμνοῦσι παῖδες, * εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργὸν * ὡς εὐεργέτην Ἡ δημιουργηθεῖσα * σύμπασα κτίσις. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς. ᾨδὴ θ. Ὁ Εἱρμός. Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον, ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν. Τροπάρια. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σοῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον Ἀληθῶς οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον ἰδοῦσαι ἐκραύγαζον Τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναβάσει σου ἀνυψώσαντα, τοῦτόν μεγαλύνομεν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἀγγέλοις ὁρῶσα ἐμεγάλυνες. Ἄλλος. Ἅπας γηγενής. Μεγαλυνάριον. Στίχ. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁ ρῶντες ἐξεπλήττοντο πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι. Στίχ. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁ ρῶντες ἐξεπλήττοντο πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον. Στίχ. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁ ρῶντες ἐξεπλήττοντο πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Ἤρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος, τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι. 17
Στίχ. Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁ ρῶντες ἐξεπλήττοντο πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω. Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθείας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν. Τῶν Ἁγίων. Ἦχος πλ. δ. Ἐξέστη ἐπὶ τούτῳ. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ τάφος ἔνθα κεῖται τὸ ἱερόν, Κωνσταντῖνε, καὶ τίμιον σῶμά σου, μαρμαρυγάς, θείας καὶ ἀκτῖνας φωτολαμπεῖς, τοῖς προσιοῦσι πάντοτε, βλύζει ἰαμάτων παντοδαπῶν, τὸ σκότος ἀπελαύνων, καὶ φέγγει ἀνεσπέρῳ, φωταγωγῶν τοὺς εὐφημοῦντάς σε. Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἁγίως σου τελέσασα τὴν ζωήν, σὺν Ἁγίοις νυνὶ κατεσκήνωσας, ἁγιασμοῦ, πλήρης γενομένη καὶ φωτισμοῦ τῶν ἰαμάτων πάντοτε, ὅ θεν ἀναβλύζεις τοὺς ποταμούς, καὶ πάθη κατακλύζεις, Ἑλένη μακαρία, καὶ καταρδεύεις τὰς ψυχὰς ἡμῶν. Δόξα. Προάναρχε ἀθάνατε Βασιλεῦ, βασιλείας τῆς ἄνω ἠξίωσας, οὓς εὐσεβῶς, πάλαι ἐδικαίωσας ἐπὶ γῆς, τοῦ βασιλεύειν Κύριε, σὲ ἠγαπηκότας εἰλικρινῶς, Ἑλένην τὴν Ἁγίαν, τὸν μέγαν Κωνσταντῖνον ὧν ταῖς πρεσβείαις πάντας οἴκτειρον. Καὶ νῦν. Τὸν πάντων Βασιλέα καὶ Ποιητήν, συλλαβοῦσα Παρθένε ἐκύησας καὶ νῦν ἰδού, οἷά περ βασίλισσα δεξιᾷ, τούτου ἁγνὴ παρίστασαι ὅ θεν δυσωπῶ σε ἀριστερᾶς, μερίδος λύτρωσαί με, ἐν ὥρᾳ καταδίκης, καὶ δεξιοῖς προβάτοις σύνταξον. Καταβασία. ᾨδὴ θ. Χαίροις, ἄνασσα, * μητροπάρθενον κλέος Ἅπαν γὰρ εὐδίνητον * εὔλαλον στόμα Ῥητρεῦον οὐ σθένει σε * μέλπειν ἀξίως Ἰλιγγιᾷ δὲ νοῦς * ἅπας σου τὸν τόκον Νοεῖν ὅθεν σε * συμφώνως δοξάζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῆς ἑορτῆς. Αὐτόμελον. Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων. Ἄγγελοι προτρέχοντες ἐκραύγαζον Ἄρατε πύλας ἄ ρατε ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον δόξαν. Τῶν Ἁγίων. Τοῖς Μαθηταῖς συνέλθωμεν. Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον ὅθεν τούτῳ ὀλέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον Πίστιν. Καὶ αὖθις τῆς ἑορτῆς. Αὐτόμελον. Ἦχος β. Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων. Ἄγγελοι προτρέχοντες ἐκραύγαζον Ἄρατε πύλας ἄ ρατε ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον δόξαν. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 18
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ καὶ τοῦ Μηναίου γ. Τῆς ἑορτῆς. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ἀγγελικῶς οἱ ἐν κόσμῳ, πανηγυρίσωμεν, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, κραυγάζοντες τὸν ὕμνον Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος, Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ πανάγιον. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Οἱ ἀρχηγοὶ τῶν Ἀγγέλων, κατανοοῦντες Σωτήρ, τὸ τῆς ἀνόδου ξένον, διηπόρουν ἀλλήλοις Τίς ἡ θέα αὕτη; ἄνθρωπος μέν, τῇ μορφῇ ὁ ὁρώμενος ὡς δὲ Θεός, ὑπεράνω τῶν οὐρανῶν, μετὰ σώματος ἀνέρχεται. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Οἱ Γαλιλαῖοι ὁρῶντες, ἀναληφθέντα σε, ἀπὸ τοῦ Ἐλαιῶνος, μετὰ σώματος Λόγε, ἤκουον Ἀγγέλων, βοώντων αὐτοῖς Τί ἑστήκατε βλέποντες; οὗτος ἐλεύσεται πάλιν μετὰ σαρκός, καθ ὃν τρόπον ἐθεάσασθε. Τοῦ Μηναίου. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε. Χαῖρε χαρὰ τῶν πιστῶν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας ἡ μῶν ἐκτρέφουσα, τῇ ἐκτιμήσει Ἑλένη πάνσοφε, τῆς πολιτείας σου ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου, πανηγυρίζοντες. Δόξα. Τοῦ Μηναίου. Ἦχος πλ. δ. Μεθοδίου Πατριάρχου. Ὁ τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησε, Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω. Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β. Ἐτέχθης, ὡς αὐτὸς ἠθέλησας ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀ νελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα. 19
Καὶ εὐθὺς ψάλλεται εἰς τὸν αὐτὸν ἦχον Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ Ἀπολυτίκιον. Τῆς ἑορτῆς. Ἦχος δ. Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ καὶ ἡ Ϛ ᾠδή. Εἰ δὲ μή, τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς μδ (44). Στίχ. α. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀ γαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. (μδ 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου. (μδ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. γ. Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (μδ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου 20