Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Greek New Testament. Fourth Revised Edition. Former Editions edited by"

Transcript

1 Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia Complete Text without Apparatus Fourth revised edition All rights reserved

2 παρακαλέσῃ τὰς καρδίας ὑµῶν, 9 σὺν Ὀνησίµῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑµῶν πάντα ὑµῖν γνωρίσουσιν τὰ ὧδε. 10 Ἀσπάζεται ὑµᾶς Ἀρίσταρχος ὁ συναιχµάλωτός µου καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑµᾶς, δέξασθε αὐτόν) 11 καὶ Ἰησοῦς ὁ λεγόµενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτοµῆς, οὗτοι µόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν µοι παρηγορία. 12 ἀσπάζεται ὑµᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑµῶν, δοῦλος Χριστοῦ [Ἰησοῦ], πάντοτε ἀγωνιζόµενος ὑπὲρ ὑµῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορηµένοι ἐν παντὶ θελήµατι τοῦ θεοῦ. 13 µαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑµῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 ἀσπάζεται ὑµᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δηµᾶς. 15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύµφαν καὶ τὴν κατ οἶκον αὐτῆς ἐκκλησίαν. 16 καὶ ὅταν ἀναγνωσθῇ παρ ὑµῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑµεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασµὸς τῇ ἐµῇ χειρὶ Παύλου. µνηµονεύετέ µου τῶν δεσµῶν. ἡ χάρις µεθ ὑµῶν. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α Salutation 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑµῖν καὶ εἰρήνη. The Thessalonians Faith and Example 2 Εὐχαριστοῦµεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑµῶν µνείαν ποιούµενοι ἐπὶ τῶν προσευχῶν ἡµῶν, ἀδιαλείπτως 3 µνηµονεύοντες ὑµῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑποµονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἔµπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν, 4 εἰδότες, ἀδελφοὶ ἠγαπηµένοι ὑπὸ [τοῦ] θεοῦ, τὴν ἐκλογὴν ὑµῶν, 5 ὅτι τὸ εὐαγγέλιον ἡµῶν οὐκ ἐγενήθη εἰς ὑµᾶς ἐν λόγῳ µόνον ἀλλὰ καὶ ἐν δυνάµει καὶ ἐν πνεύµατι ἁγίῳ καὶ [ἐν] πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθηµεν [ἐν] ὑµῖν δι ὑµᾶς. 6 καὶ ὑµεῖς µιµηταὶ ἡµῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάµενοι τὸν λόγον ἐν θλίψει πολλῇ µετὰ χαρᾶς πνεύµατος ἁγίου, 7 ὥστε γενέσθαι ὑµᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ. 8 ἀφ ὑµῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ µόνον ἐν τῇ Μακεδονίᾳ καὶ [ἐν τῇ] Ἀχαΐᾳ, ἀλλ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς All rights reserved 323

3 τὸν θεὸν ἐξελήλυθεν, ὥστε µὴ χρείαν ἔχειν ἡµᾶς λαλεῖν τι. 9 αὐτοὶ γὰρ περὶ ἡµῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ 10 καὶ ἀναµένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ [τῶν] νεκρῶν, Ἰησοῦν τὸν ῥυόµενον ἡµᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχοµένης. Paul s Ministry in Thessalonica 2 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡµῶν τὴν πρὸς ὑµᾶς ὅτι οὐ κενὴ γέγονεν, 2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις ἐπαρρησιασάµεθα ἐν τῷ θεῷ ἡµῶν λαλῆσαι πρὸς ὑµᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. 3 ἡ γὰρ παράκλησις ἡµῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ, 4 ἀλλὰ καθὼς δεδοκιµάσµεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦµεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιµάζοντι τὰς καρδίας ἡµῶν. 5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθηµεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς µάρτυς, 6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ ὑµῶν οὔτε ἀπ ἄλλων, 7 δυνάµενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. ἀλλὰ ἐγενήθηµεν νήπιοι ἐν µέσῳ ὑµῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, 8 οὕτως ὁµειρόµενοι ὑµῶν εὐδοκοῦµεν µεταδοῦναι ὑµῖν οὐ µόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡµῖν ἐγενήθητε. 9 µνηµονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡµῶν καὶ τὸν µόχθον νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν ἐκηρύξαµεν εἰς ὑµᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. 10 ὑµεῖς µάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀµέµπτως ὑµῖν τοῖς πιστεύουσιν ἐγενήθηµεν, 11 καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑµῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ 12 παρακαλοῦντες ὑµᾶς καὶ παραµυθούµενοι καὶ µαρτυρόµενοι εἰς τὸ περιπατεῖν ὑµᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑµᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. 13 Καὶ διὰ τοῦτο καὶ ἡµεῖς εὐχαριστοῦµεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ ἡµῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑµῖν τοῖς πιστεύουσιν. 14 ὑµεῖς γὰρ µιµηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑµεῖς ὑπὸ τῶν ἰδίων συµφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας καὶ ἡµᾶς ἐκδιωξάντων καὶ θεῷ µὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 κωλυόντων ἡµᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁµαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Paul s Desire to Visit the Church Again All rights reserved 324

4 17 Ἡµεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ ὑµῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαµεν τὸ πρόσωπον ὑµῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυµίᾳ. 18 διότι ἠθελήσαµεν ἐλθεῖν πρὸς ὑµᾶς, ἐγὼ µὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡµᾶς ὁ Σατανᾶς. 19 τίς γὰρ ἡµῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑµεῖς ἔµπροσθεν τοῦ κυρίου ἡµῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 ὑµεῖς γάρ ἐστε ἡ δόξα ἡµῶν καὶ ἡ χαρά. 3 Διὸ µηκέτι στέγοντες εὐδοκήσαµεν καταλειφθῆναι ἐν Ἀθήναις µόνοι 2 καὶ ἐπέµψαµεν Τιµόθεον, τὸν ἀδελφὸν ἡµῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑµᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑµῶν 3 τὸ µηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείµεθα 4 καὶ γὰρ ὅτε πρὸς ὑµᾶς ἦµεν, προελέγοµεν ὑµῖν ὅτι µέλλοµεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5 διὰ τοῦτο κἀγὼ µηκέτι στέγων ἔπεµψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑµῶν, µή πως ἐπείρασεν ὑµᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡµῶν. 6 Ἄρτι δὲ ἐλθόντος Τιµοθέου πρὸς ἡµᾶς ἀφ ὑµῶν καὶ εὐαγγελισαµένου ἡµῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑµῶν καὶ ὅτι ἔχετε µνείαν ἡµῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡµᾶς ἰδεῖν καθάπερ καὶ ἡµεῖς ὑµᾶς, 7 διὰ τοῦτο παρεκλήθηµεν, ἀδελφοί, ἐφ ὑµῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡµῶν διὰ τῆς ὑµῶν πίστεως, 8 ὅτι νῦν ζῶµεν ἐὰν ὑµεῖς στήκετε ἐν κυρίῳ. 9 τίνα γὰρ εὐχαριστίαν δυνάµεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑµῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίροµεν δι ὑµᾶς ἔµπροσθεν τοῦ θεοῦ ἡµῶν, 10 νυκτὸς καὶ ἡµέρας ὑπερεκπερισσοῦ δεόµενοι εἰς τὸ ἰδεῖν ὑµῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήµατα τῆς πίστεως ὑµῶν; 11 Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡµῶν καὶ ὁ κύριος ἡµῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡµῶν πρὸς ὑµᾶς 12 ὑµᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡµεῖς εἰς ὑµᾶς, 13 εἰς τὸ στηρίξαι ὑµῶν τὰς καρδίας ἀµέµπτους ἐν ἁγιωσύνῃ ἔµπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡµῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡµῶν Ἰησοῦ µετὰ πάντων τῶν ἁγίων αὐτοῦ[, ἀµήν]. A Life Pleasing to God 4 Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶµεν ὑµᾶς καὶ παρακαλοῦµεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ ἡµῶν τὸ πῶς δεῖ ὑµᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε µᾶλλον. 2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαµεν ὑµῖν διὰ τοῦ κυρίου Ἰησοῦ. 3 τοῦτο γάρ ἐστιν θέληµα τοῦ θεοῦ, ὁ ἁγιασµὸς ὑµῶν, ἀπέχεσθαι ὑµᾶς ἀπὸ τῆς πορνείας, 4 εἰδέναι ἕκαστον ὑµῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασµῷ καὶ τιµῇ, 5 µὴ ἐν πάθει ἐπιθυµίας καθάπερ καὶ τὰ ἔθνη τὰ µὴ εἰδότα τὸν θεόν, 6 τὸ µὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγµατι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαµεν ὑµῖν καὶ διεµαρτυράµεθα. 7 οὐ γὰρ All rights reserved 325

5 ἐκάλεσεν ἡµᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ ἐν ἁγιασµῷ. 8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν [καὶ] διδόντα τὸ πνεῦµα αὐτοῦ τὸ ἅγιον εἰς ὑµᾶς. 9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑµῖν, αὐτοὶ γὰρ ὑµεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους, 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς [τοὺς] ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦµεν δὲ ὑµᾶς, ἀδελφοί, περισσεύειν µᾶλλον 11 καὶ φιλοτιµεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς [ἰδίαις] χερσὶν ὑµῶν, καθὼς ὑµῖν παρηγγείλαµεν, 12 ἵνα περιπατῆτε εὐσχηµόνως πρὸς τοὺς ἔξω καὶ µηδενὸς χρείαν ἔχητε. The Lord s Coming 13 Οὐ θέλοµεν δὲ ὑµᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιµωµένων, ἵνα µὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ µὴ ἔχοντες ἐλπίδα. 14 εἰ γὰρ πιστεύοµεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 Τοῦτο γὰρ ὑµῖν λέγοµεν ἐν λόγῳ κυρίου, ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας 16 ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσµατι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 ἔπειτα ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι ἅµα σὺν αὐτοῖς ἁρπαγησόµεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόµεθα. 18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. 5 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑµῖν γράφεσθαι, 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡµέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ µὴ ἐκφύγωσιν. 4 ὑµεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡµέρα ὑµᾶς ὡς κλέπτης καταλάβῃ 5 πάντες γὰρ ὑµεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡµέρας. οὐκ ἐσµὲν νυκτὸς οὐδὲ σκότους 6 ἄρα οὖν µὴ καθεύδωµεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶµεν καὶ νήφωµεν. 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ µεθυσκόµενοι νυκτὸς µεθύουσιν 8 ἡµεῖς δὲ ἡµέρας ὄντες νήφωµεν ἐνδυσάµενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας 9 ὅτι οὐκ ἔθετο ἡµᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡµῶν, ἵνα εἴτε γρηγορῶµεν εἴτε καθεύδωµεν ἅµα σὺν αὐτῷ ζήσωµεν. 11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδοµεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Final Exhortations and Greetings All rights reserved 326

Epître de Saint Paul aux Thessaloniens (1)

Epître de Saint Paul aux Thessaloniens (1) Epître de Saint Paul aux Thessaloniens (1) Chapitre 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη 2 ευχαριστουμεν τω θεω παντοτε

Διαβάστε περισσότερα

BLOCK DIAGRAM OF FIRST THESSALONIANS

BLOCK DIAGRAM OF FIRST THESSALONIANS by Lorin L. Cranford BLOCK DIAGRAM OF FIRST THESSALONIANS 1.1 Παῦλος Σιλουανὸς Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν εἰρήνη. 1 1.2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε

Διαβάστε περισσότερα

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α 1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη. 2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ποιούμενοι

Διαβάστε περισσότερα

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά. Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. χάρις ὑμῖν καὶ εἰρήνη. 2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά. Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. χάρις ὑμῖν καὶ εἰρήνη. 2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:1 1 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 2:1 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ. χάρις ὑμῖν καὶ εἰρήνη. 2 Εὐχαριστοῦμεν τῷ θεῷ

Διαβάστε περισσότερα

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:1 1 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:2

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:1 1 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:2 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:1 1 ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ά 1:2 1 παυλος σιλουανος τιμοθεος τη εκκλησια θεσσαλονικεων θεω πατρι κυριω ιησου χριστω χαρις υμιν ειρηνη απο θεου πατρος κυριου ιησου χρισ 2 ευχαρισμ τω θεω παντε

Διαβάστε περισσότερα

1 Thessalonians 1:1-1 Thessalonians 2:4. 1 Thessalonians. Split. 3 Incorp. 3 5 Top. 5 R-Dis. Top+ 3 L-Dis Sit

1 Thessalonians 1:1-1 Thessalonians 2:4. 1 Thessalonians. Split. 3 Incorp. 3 5 Top. 5 R-Dis. Top+ 3 L-Dis Sit 1 Thessalonians 1:1-1 Thessalonians 2:4 Page 1 1 Thessalonians Πρὸς Θεσσαλονικεῖς ά 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος 3 τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, Split χάρις ὑµῖν

Διαβάστε περισσότερα

1 Thessalonians 1:1-1 Thessalonians 2:7. 1 Thessalonians. Split. 3 Incorp. 3 5 Top. 4 R-Dis. Top+ 3 L-Dis Sit. Th+

1 Thessalonians 1:1-1 Thessalonians 2:7. 1 Thessalonians. Split. 3 Incorp. 3 5 Top. 4 R-Dis. Top+ 3 L-Dis Sit. Th+ 1 Thessalonians 1:1-1 Thessalonians 2:7 Page 1 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος 1 Thessalonians Πρὸς Θεσσαλονικεῖς ά 3 τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, Split χάρις ὑµῖν

Διαβάστε περισσότερα

The Apostle Paul, Servant of Christ WELCOME Lorin Cranford

The Apostle Paul, Servant of Christ WELCOME Lorin Cranford WELCOME Lorin Cranford Page 1 Notes Here: Page 2 Notes here: Session Eighty-nine Taken from chapter nine of the book Emphasis on the writing ministry of Paul Learning Goals: 1. Learning what Paul wrote

Διαβάστε περισσότερα

Η ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΩΤΗ

Η ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΩΤΗ Η ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΩΤΗ 1 πα λος κα σιλουαν ς κα τιµόθεος τ κκλησί ϑεσσαλονικέων ν ϑε πατρ κα κυρί ησο χριστ χάρις µ ν κα ε ρήνη π ϑεο πα- 2 τρ ς µ ν κα κυρίου ησο χριστο. ε χαριστο

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

BLOCK DIAGRAM OF SECOND THESSALONIANS

BLOCK DIAGRAM OF SECOND THESSALONIANS by Lorin L. Cranford BLOCK DIAGRAM OF SECOND THESSALONIANS 1.1 Παῦλος Σιλουανὸς Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν κυρίῳ Ἰησοῦ Χριστῷ, 1.2 χάρις ὑμῖν εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] κυρίου

Διαβάστε περισσότερα

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ Α ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ 1 Α Θεσ. 1,1 Α Θεσ. 1,1 Α Θεσ. 1,2 Α Θεσ. 1,2 Α Θεσ. 1,3 Α Θεσ. 1,3 Α Θεσ. 1,4 Α Θεσ. 1,4 Α Θεσ. 1,5 Α Θεσ. 1,5 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος

Διαβάστε περισσότερα

Α Θεσ. 1,2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,

Α Θεσ. 1,2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, Επιστροφή ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ Α ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ 1 Α Θεσ. 1,1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ

Διαβάστε περισσότερα

1 Thessalonians 1:1-1 Thessalonians 1:9. 1 Thessalonians. [the] Father. God. concerning. all. prayers. your. work. endurance. Christ. Father.

1 Thessalonians 1:1-1 Thessalonians 1:9. 1 Thessalonians. [the] Father. God. concerning. all. prayers. your. work. endurance. Christ. Father. Thessalonians : Thessalonians :9 Page Παῦλος Paul Σιλουανὸς Silvan ἐκκλησίᾳ church χάρις εἰρήνη. grace peace. Εὐχαρισµεν τῷ θεῷ give thanks Incorp µνείαν ποιούµενοι mention makg ἀδιαλείπτως uncegly Τιµόθεος

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

This arrangement of the Greek text and the English translation is in the Public Domain.

This arrangement of the Greek text and the English translation is in the Public Domain. This arrangement of the Greek text and the English translation is in the Public Domain. The Greek text is that of the Westcott and Hort, edition of 1893; New York: Harper & Brothers, Franklin Square (usually

Διαβάστε περισσότερα

English Texts and New Testament Greek Sources For Comparative Study

English Texts and New Testament Greek Sources For Comparative Study 1 English Texts and New Testament Greek Sources For Comparative Study 1 Thessalonians Paul, and Silvanus, and Timothy, unto the church of the Thessalonians in God the Father and the Lord Jesus Christ:

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament There are six corrections made by Antoniades in the 1912 edition of the Patriarchal Greek New Testament. One is the correction

Διαβάστε περισσότερα

Iohannes Damascenus - De theologia

Iohannes Damascenus - De theologia This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by ! Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt

Διαβάστε περισσότερα

La Risurrezione. 1Cor 15,1-58

La Risurrezione. 1Cor 15,1-58 La Risurrezione 1Cor 15,1-58 La questione 1Cor 15,1-11 1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην

Διαβάστε περισσότερα

2:1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, 2 ἵνα

2:1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, 2 ἵνα ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς 2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. 3 Εὐχαριστοῦμεν

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ αγ. Ἰουστίνου Πόποβιτς Σχόλιο στήν Ἀποστολική Περικοπή ΚΕΦΑΛΑΙΟΝ Α στίχ. 1-7 Ο ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,

Διαβάστε περισσότερα

Οι Άγιοι της Θεσσαλονίκης.

Οι Άγιοι της Θεσσαλονίκης. ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Notes on the Greek New Testament Day 283 October 10 th 1 Thessalonians 2:13-3:13. Works frequently referenced in these notes on Thessalonians

Notes on the Greek New Testament Day 283 October 10 th 1 Thessalonians 2:13-3:13. Works frequently referenced in these notes on Thessalonians Notes on the Greek New Testament Day 283 October 10 th 1 Thessalonians 2:13-3:13 Works frequently referenced in these notes on Thessalonians John Drane John Eadie Leon Morris Paul, Lion Publishing, Berkhamstead,1976

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - De trinitate

Athanasius Alexandrinus - Magnus - De trinitate 0295-0373 - Athanasius Alexandrinus - Magnus - De trinitate This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΙΩΑΝΝΟΥ Ά ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1

ΙΩΑΝΝΟΥ Ά ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1 ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1 ΙΩΑΝΝΟΥ Ά 1 Ὃ ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων Διορθόδοξοι Σχέσεις α Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων Ρωσικὴ Ὀρθόδοξος Ἐκκλησία τῆς Διασπορᾶς Διαρκὴς Ἀρχιερατικὴ Σύνοδος Ἐπιστολὴ τῆς Ἀρχιερατικῆς Συνόδου

Διαβάστε περισσότερα

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.

Διαβάστε περισσότερα

The Apostle Paul, Servant of Christ WELCOME Lorin Cranford

The Apostle Paul, Servant of Christ WELCOME Lorin Cranford WELCOME Lorin Cranford Page 1 Notes Here: Page 2 Notes here: Session Ninety-one Taken from chapter nine of the book Emphasis on the writing ministry of Paul Learning Goals: 1. Learning what Paul wrote

Διαβάστε περισσότερα

ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GFS DIDOT CLASSIC GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ

ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GFS DIDOT CLASSIC GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ GFS DIDOT CLASSIC ελληνικά open type Γράφειν δήμος εἰκών Εὐρώτᾳ ΛΊΓΆ ΛΌΓΊΆ ΓΊΆ ΤΉ DIDOT CLASSIC Ο πρωτότυπος σχεδιασμός του Didot, όπως εμφανίζεται

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster 0345-0407 - Iohannes Chrysostomus - Interpretatio orationis Pater noster This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

Κυριακή 19 Μαΐου 2019.

Κυριακή 19 Μαΐου 2019. 14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

Αγιολογία - Εορτολογία

Αγιολογία - Εορτολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.

Διαβάστε περισσότερα

GREEK NEW TESTAMENT COLOSSIANS

GREEK NEW TESTAMENT COLOSSIANS GREEK NEW TESTAMENT COLOSSIANS 1:1 παυλοσ αποστολοσ χριστου ιησου δια θεληματοσ θεου και τιμ οθεοσ ο αδελφοσ 1:2 τοισ εν κολοσσαισ αγιοισ και πιστοισ αδελφοισ εν χριστω χαρι σ υμιν και ειρηνη απο θεου

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

ΙΩΑΝΝΟΥ Α. ἔστιν NIV RP ] οὐκ ἔστιν ἐν αὐτῷ WH Treg 7 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ NIV ] RP

ΙΩΑΝΝΟΥ Α. ἔστιν NIV RP ] οὐκ ἔστιν ἐν αὐτῷ WH Treg 7 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ NIV ] RP ΙΩΑΝΝΟΥ Α 1:1 Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ

Διαβάστε περισσότερα

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1 This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Fundamentals of New Testament Greek Workbook

Fundamentals of New Testament Greek Workbook Fundamentals of New Testament Greek Workbook Stanley E. Porter & Jeffrey T. Reed William B. Eerdmans Publishing Company Grand Rapids, Michigan /Cambridge, U.K. 2010 Stanley E. Porter and Jeffrey T. Reed

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Ενότητα 5: Ἡ περὶ Λόγου διδασκαλία: Λουκιανὸς ὁ ἀποσυνάγωγος Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Λέκτορας Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήμιο

Διαβάστε περισσότερα

Origenes - Adnotationes in Judices

Origenes - Adnotationes in Judices This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:1 1 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:14 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:1 1 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:14 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:1 1 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:14 ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς 2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ χάρις ὑμῖν

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ

Διαβάστε περισσότερα

Ἡ Ἀνάληψη τοῦ Σωτῆρος

Ἡ Ἀνάληψη τοῦ Σωτῆρος ΜΑΘΗΜΑ 30ο Λκ 24,50-53 Πρξ 1,4-11 Ἡ Ἀνάληψη τοῦ Σωτῆρος Θυμάστε, παιδιά, πόσο λυπημένοι ἦταν οἱ μαθητές τοῦ Χριστοῦ μετά τή σταύρωσή Του, ὥς τήν ὥρα πού Τόν εἶδαν ἀναστημένο. Τότε ἡ λύπη τους ἔγινε χαρά,

Διαβάστε περισσότερα

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) 15/03/2019 11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) / Νέοι και Εκκλησία Κατά την Κυριακὴ 10 Μαρτίου 2019 καὶ ὥρα 10:45 π.μ. (ἀμέσως μετὰ τὴν Θεία Λειτουργία) πραγματοποιήθηκε

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

Biblical Readings AGE Ch. 13

Biblical Readings AGE Ch. 13 Biblical Readings AGE Ch. 13 Translate the following sentences. Notes are below. 1. τὸ γὰρ ὄνοµά µού ἐστιν ἐπ αὐτῷ. 2. στόµα κατὰ στόµα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι αἰνιγµάτων... 3. εἰς τὴν γῆν, ἣν

Διαβάστε περισσότερα

Κυριακή 28 Ἰουλίου 2019.

Κυριακή 28 Ἰουλίου 2019. 69 Κυριακή 28 Ἰουλίου 2019. Κυριακή ΣΤ Ματθαίου Μτθ. 9, 1 8. «...ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἐπί τῆς γῆς ἀφιέναι ἁμαρτίας...» (Μτθ. 9, 6) Πάντοτε ὁ λόγος περί ἐξουσίας εἶναι ἐπίκαιρος, διότι οἱ ἄνθρωποι

Διαβάστε περισσότερα

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012 EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

Matthew Mark Luke John

Matthew Mark Luke John John the Baptist (Mt 3:1-12; Mk 1:2-8; Lk 3:1-18; Jn 1:19-28) One Gospel = Black Mt + Mk = Orange Mt + Lk = Green Lk + Mk = Blue All Synoptics = Red Matthew Mark Luke John 1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν...

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν... Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν... Για να ρίξουμε μια ματιά στο απώτατο παρελθόν: (update 13.02.2014) Δείτε το παρακάτω βίντεο

Διαβάστε περισσότερα

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο 1 Yahya 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν

Διαβάστε περισσότερα

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων

Διαβάστε περισσότερα

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος

Διαβάστε περισσότερα

παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1 1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 3 περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος

Διαβάστε περισσότερα

Epître de Saint Jean (1)

Epître de Saint Jean (1) Epître de Saint Jean (1) Chapitre 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και

Διαβάστε περισσότερα

Cirillus Alexandrinus - De synagogae defectu

Cirillus Alexandrinus - De synagogae defectu This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

2 Thessalonians 3. Greek

2 Thessalonians 3. Greek Book Chapter Verse Interlinear English Word # in 2 Thess Greek # of letters # of words Numeric value 140301 00548 ΤΟ 2 370 140301 finally 00549 ΛΟΙΠΟΝ 6 310 140301 pray 00550 ΠΡΟΣΕΥΧΕΣΘΕ 11 1674 140301

Διαβάστε περισσότερα

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

Η εκπύρωσις της γής(β Πε 3, 5-13) ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες

Διαβάστε περισσότερα

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ 4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας

Διαβάστε περισσότερα

Προς Θεσσαλονικείς Α Επιστολή

Προς Θεσσαλονικείς Α Επιστολή ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α Προς Θεσσαλονικείς Α Επιστολή ΚΕΦΑΛΑΙΟΝ Α 1 ΠΑΥΛΟΣ καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 322b6-323a3

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 322b6-323a3 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 11 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο

Διαβάστε περισσότερα

ƆƧʽƧƤƭƵƱ ƭƨʽ ƨưʊ ƌʊƶƭƶƨƣƨʊƶ ƍƴƵƱƲƬƿƯ Ɖ 115 ƐƱƯʷƧƨƳ 20 ƈ1.ƥ. ɦƮƤƥƱƯ ɢ ƱƮƠ ƱƶƯ ɢƭơƲƶưƤƯ ƨʅʈʊư

ƆƧʽƧƤƭƵƱ ƭƨʽ ƨưʊ ƌʊƶƭƶƨƣƨʊƶ ƍƴƵƱƲƬƿƯ Ɖ 115 ƐƱƯʷƧƨƳ 20 ƈ1.ƥ. ɦƮƤƥƱƯ ɢ ƱƮƠ ƱƶƯ ɢƭơƲƶưƤƯ ƨʅʈʊư 1 25 Ï 2009 : : (5) 1, 1-4,,,,,.,,,,.,,.,, (,, ),,,,,. 1 5 2. : «.» 10. : 1. «....»,,, 37-38 ( ): «,,.» 15 2., ; 15 3. ; 10 4.,, :,,,,. 10 2 5 3 115 1. 2, 3..,. ----------- 1. = 2. = 3. =,.. 20 1.. : :.

Διαβάστε περισσότερα

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7 Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7 Ερώτημα προς τους μαθητές Τι λέγουν οι άνθρωποι για μένα; Οι μαθητές απαντούν Άλλοι λένε πως είσαι ο Ιωάννης ο Βαπτιστής, άλλοι ο Προφήτης Ηλίας και άλλοι

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr

Διαβάστε περισσότερα